Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - суббота, 18 ноября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 16.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΝ.

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

ΕΣΠΕΡΑΣ.

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι'. καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ς'. Ἦχος πλ. β'.

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες· ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος. Ὁ πηγάζων ζωήν ἐξ οἰκείου φωτός, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο· ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον, οὕτως εἴπωμεν· Ἡ Πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτὴρ, ἐλέησον ἡμᾶς.

Σὲ Κύριε, τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς· ἐν τῷ ᾍδῃ, ἐπάτησας θάνατον· εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Στιχηρὰ Ἀνατολικά.

ν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ τῆς Ζωοδόχου Πηγῆς τρία, δευτεροῦντες τὸ α'. Ἦχος ὁ αὐτὸς. Ὅλην ἀποθέμενοι.

Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν· πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προῤῥέουσαν, ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.

Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύῤῥοον.

εῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, Θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ ἰάματα· τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι· χωλοὺς πολλοὺς ἀνώρθωσας, καὶ τοὺς παρειμένους συνέσφιγξας· τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ· ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.

Δόξα, Ἦχος πλ. δ'.

Τίς λαλήσει τὰς δυναστείας σου Πηγὴ; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πάσιν ἐπιῤῥέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις, καθαρίζουσα πανάσπιλε· σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. [Ἦχος πλ. β'.]

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος· Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος· τὸ Φῶς ἱλαρόν·

Προκείμενον. Ἦχος βαρύς. Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου. Στίχ. Ὁ Θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον. Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρὸν τῆς Ὀκτωήχου. Ἦχος πλ. β'.

Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς· καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα εἰ δὲ βούλει, λέγε πρῶτον τὰ παρόντα Στιχ. τῆς Θεοτόκου. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην, Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος· Σιλωὰμ ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς ἐκ πέτρας παράδοξον. Ἰορδάνου τε δεξαμένη ἐνέργειαν· μάννα σωτηριῶδές τε, ἐναργῶς τὸ γινόμενον, πρὸς τοῦ ζητοῦντος τὴν χρείαν, πλούσιον ὄντως καὶ ἄφθονον. Χριστοῦ Μῆτερ Κόρη, ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

μνοις ἐν ἐξαισίοις, Πιστοὶ, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀῤῥεύστως ὑετίζουσαν, τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον· τὴν ἀμβροσίαν τοῦ νέκταρος, τοῦ μηδέποτε, μετὰ πόσιν ἐκρέοντος· δίψαν δὲ τὴν συντήκουσαν, ψυχὰς ἀπελαύνοντος· οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἑπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.

Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα, [εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ].

Χαίροις ἡ Ζωοδόχος Πηγή, ἡ ἀενάως ἀναβλύζουσα χάριτας, ἡ βρύσις τῶν ἰαμάτων ἡ πᾶσαν νόσων ἰσχύν, ἀσθενῆ καὶ φαύλην ἀπελέγχουσα· τυφλῶν ἡ ἀνάβλεψις, καὶ λεπρῶν θεία κάθαρσις· ἡ πηγάζουσα, νοσημάτων πᾶν φάρμακον, ἅπασι τοῖς προστρέχουσι, πιστῶς τῷ τεμένει σου· μέγα κοινὸν ἰατρεῖον, ἄμισθον ὄντως καὶ ἕτοιμον· Χριστοῦ Μῆτερ Λόγου, τοῦ πηγάζοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α'.

Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι, καὶ χορεύσωμεν εὐφραινόμενοι, τοῖς ἀενάως πλημμυροῦσι τῆς Ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως· Βασιλεῖς γὰρ ἔσωσε· τοὺς ἐν κλίνῃ συσχεθέντας δέ, τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τὴν ὀμβροφόρον νεφέλην, τὸ σωτήριον ὕδωρ, συνελθόντες ἀρυσώμεθα· οἱ ἐν νόσοις ἀπαλλαγὴν· οἱ ἐν κινδύνοις τὴν ῥῶσιν· τὴν ἀναψυχὴν οἱ ἐν δίψει· τὰ ὄμματά τε οἱ τυφλοί· οἱ κωφεύοντες τήν εὐηκοΐαν· τὴν ἰατρείαν οἱ καχεκτοῦντες· οἱ ἐν θανάτοις τὴν ζωηφόρον· οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προῤῥέουσαν, ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράξωμεν· Ἀείζωα προχέουσα νάματα, ἐκ Πηγῆς ἁγνή, μὴ διαλίπῃς Παρθένε, πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.

Καὶ νῦν, ὁ αὐτός.

ναστάσεως ἡμέρα, [καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα· Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος].

Τὸ, Χριστὸς ἀνέστη... ἐκ τρίτου. Καὶ Ἀπόλυσις.



Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΠΡΩΪ.
Εἰς τὸν Ὄρθρον ὁ Κανὼν τοῦ Πάσχα μετὰ τῶν Εἱρμῶν εἰς η'. καὶ τῆς Θεοτόκου εἰς ς'.

Ὁ Κανὼν τοῦ Πάσχα. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. ναστάσεως ἡμέρα [λαμπρυνθῶμεν Λαοί. Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας].

Καθαρθῶμεν τὰς αἰσθήσεις, [καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες].

Οὐρανοὶ μὲν ἐπαξίως [εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος].

Εἶτα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς· Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου.
Εἱρμὸς ὁ αὐτός.

Νῦν πηγάσαις μοι Παρθένε, Θεοτόκε Πηγή, χάριν διδοῦσα λόγου, ὡς ἀνυμνήσω σου πηγήν, τὴν βλυστάνουσαν ζωήν, καὶ χάριν πιστοῖς· σὺ γὰρ ἐνυπόστατον Λόγον ἐπήγασας.

ατρεῖον ὑπὲρ φύσιν, ὁ ναός σου σεμνή, δείκνυται πᾶσι Κόρη· ἐκ γὰρ θανάτου προφανοῦς, τοὺς προστρέχοντας πιστούς, σαφῶς ἀνιστᾷ, καὶ πᾶσι τὴν ἄφθονον, ἀναβλύζει γλυκύτητα.

Καταῤῥέεις οὐρανόθεν, ἀκενώτως ἡμῖν, χάριτας ὄντως μόνη· τὸν γὰρ τυφλώττοντα ποιεῖς, ἀναβλέπειν πρὸς τὸ φῶς, βορβόρῳ καινῷ, φωνήσασα ἄνωθεν, ὑπὲρ ἔννοιαν τῷ Λέοντι.

κοινὴ φιλοτιμία, τοῦ βροτείου σεμνή, Χαῖρε Μαρία, Χαῖρε· ὁ γὰρ τῶν ὅλων ποιητής, ἐπὶ σοὶ ὥς περ σταγών, κατέβη σαφῶς, Πηγήν σε ἀθάνατον, ἀναδείξας Θεόνυμφε.

Καταβασία. Ἀναστάσεως ἡμέρα... κτλ.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Δεῦτε πόμα πίωμεν καινόν, [οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα].

Νῦν πάντα πεπλήρωται φωτός, [οὐρανός τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται].

Χθὲς συνεθαπτόμην σοι Χριστέ, [συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές· αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου].

Τῆς Θεοτόκου.

Φωτεινόν σε ἅγιον ναόν, τοῦ Δεσπότου τῶν ὅλων Κόρη ἐπίσταμαι· καὶ ἀφθαρσίας πηγήν, τὸ ὕδωρ προῤῥέουσαν Χριστόν, ἐξ οὗ ποτιζόμεθα.

σην χάριν Δέσποινα Πηγή, Αὐτοκράτορι δίδως οὔρων τὴν πρόοδον ἐπεχομένην δεινῶς, τοῦ λίθου ὑπόστασιν φρικτήν, τῷ ὕδατι λύσασαν.

έει χάρις ἄφθονος ἐκ σοῦ, Θεοτόκε Παρθένε χύδην πηγάζουσα· χωλοὶ σκιρτῶσιν ἐν σοί, λεπρῶν καθαρίζεται πληθύς, καὶ Δαίμονες πνίγονται.

λοις νέμεις ἴασιν πιστοῖς, βασιλεῦσι, δημόταις, καὶ πένησιν, ἄρχουσι, πτωχοῖς, πλουσίοις κοινῶς, τὸ ὕδωρ προχέουσα Πηγή, ἀποίκιλον φάρμακον.

Καταβασία. Δεῦτε πόμα...

Κοντάκιον τοῦ Πάσχα. [Ἦχος πλ. δ'.]

Εἰ καὶ ἐν τάφῳ κατῆλθες [ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Ὁ Οἶκος.

Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον· Σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ, κείμενον ἐν τῷ μνήματι· ἄγωμεν, σπεύσωμεν, ὥς περ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα, τῷ μὴ ἐν σπαργάνοις, ἀλλ’ ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα, ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν].

Εἶτα, Κάθισμα τῆς Θεοτόκου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἀέναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι· καθ’ ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος, προσιόντες ἐν πόθῳ, πιστῶς ἀῤῥυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν εὐσεβῶν, τὰς καρδίας, καὶ χείλεσιν ἐκβοήσωμεν· Σὺ εἶ τῶν πιστῶν τὸ παραμύθιον.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. πὶ τῆς θείας φυλακῆς, [ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν, καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος].

ρσεν μέν, ὡς διανοῖξαν, [τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βροτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται].

ς ἐνιαύσιος ἀμνός, [ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν Ἥλιος].

Θεοπάτωρ μὲν Δαυΐδ, [πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος].

Τῆς Θεοτόκου.

πὲρ τὴν ψάμμον ἀληθῶς, καὶ τὰς σταγόνας ὑετῶν, πέφυκε Παρθένε τὰ πλήθη τῆς Πηγῆς τῶν ἔργων σου, ἀκαταπαύστως ῥέοντα, ἅπασαν ἐπὶ χθόνα πλουσίως πάντα νοσοῦντα δεινῶς, τάχος ἰώμενα.

Κατασχεθέντα γυναικός, ὑπὸ καρκίνου τὸν μαζόν, ὕδωρ ἐπιχεῖται Παρθένε, τῆς Πηγῆς σου Δέσποινα· καὶ παραυτίκα πέπαυται, πάθη θανατηφόρα τῷ ῥείθρῳ, καὶ ὁ καρκίνος ὀρθὰ, βαίνειν ἐγνώρισεν.

κατανόητον ἐν σοί, καὶ ὑπὲρ φύσιν τὸ πραχθέν, ἔνεστι σαφῶς Θεοτόκε· τὸ γὰρ ὕδωρ γίνεται, τὸ τῆς Πηγῆς σου ἴαμα, νόσων θανατηφόρων ἐναντίον, ὅπερ ἡ φύσις, σαφῶς οἶδεν οὐδέποτε.

εὶ θανατοῖ με ὁ ἐχθρός, ταῖς ἐνηδόνοις προσβολαῖς, Δέσποινα Πηγὴ Θεοτόκε, μὴ παρίδῃς, πρόφθασον, ἡ ταχινὴ βοήθεια· τούτου δὲ τῶν παγίδων με λύτρου, ἵνα ὑμνῶ σε ἀεὶ τὴν πολυΰμνητον.

Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς...

ᾨδὴ ε'.

Ὁ Εἱρμός. ρθρίσωμεν ὄρθρου βαθέος, [καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα].

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, [οἱ ταῖς τοῦ ᾍδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο, Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον].

Προσέλθωμεν λαμπαδηφόροι, [τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον].

Τῆς Θεοτόκου.

Λαλούμενα Κόρη Παρθένε, τὰ τῆς Πηγῆς σου τῷ ὄντι τεράστια, καταπλήττει τῶν βροτῶν διάνοιαν· ὑπὲρ γὰρ φύσιν πέφυκε, πάντας πιστοὺς ἁγιάζοντα.

στόρησε πόκος τὸ Μάννα, καὶ Σιλωὰμ καὶ ἡ πέτρα πηγάζουσα, Σολομῶντος ἡ στοὰ τὴν χάριν σου, τὰ Ἰορδάνεια νάματα, καὶ ἡ πηγὴ Σαμαρείτιδος.

Σταγόνες σου Κόρη Παρθένε, αἱ τῆς Πηγῆς καὶ νεκρὸν ἀνεζώωσαν· ὑπὲρ λόγον τὸ πραχθὲν καὶ ἔννοιαν! τὰ σὰ γὰρ πάντα πάναγνε, λόγον νικᾷ τὸν ἀνθρώπινον.

Τὰ πάθη μου Κόρη ἰάσαις, τῆς αἱμοῤῥοίας πηγὴν ἡ ξηράνασα, καὶ τὸ ῥῖγος, τῆς φλογὸς τὴν ἄναψιν, καὶ ἑκτικὴν διάθεσιν, οὔρων δεσμὰ καὶ γαστρόῤῥοιαν.

Καταβασία. Ὀρθρίσωμεν ὄρθρου βαθέος...

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Κατῆλθες ἐν τοῖς κατωτάτοις [τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου].

Φυλάξας τὰ σήμαντρα [σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας].

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον, [ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου].

Τῆς Θεοτόκου.

Οἱ λόγοι τοῦ λόγου ὡς ὄντως πηγήν, ἀνυμνοῦσί σε Ἁγνή· τῆς σοφίας βυθὸν γάρ, ὡς ὑπὲρ λόγον γεννᾷς, τὸν κρεμάσαντα, ἐν αἰθέρι τὰς ῥοάς, καὶ τὴν γῆν ἐπὶ ὕδωρ.

πῆλθες τὴν τῶν κλιμάκων φοράν, ἀπειλοῦσαν συντριβήν, τοὺς ἐκεῖσε ζωγράφους, ὦ παναγία Πηγή, διασώσασα, καὶ λαὸν ὑπὸ σεισμοῦ, πεπτωκότος τοῦ δρόμου.

Τὰς μήτρας ἀγόνους στειρώσει τοπρίν, διαλύεις ἐμφανῶς, τῆς Πηγῆς σου τῷ ῥείθρῳ· καὶ γὰρ ὡς τέξασα σὺ, παρθενεύουσα, τὸν Δεσπότην τοῦ παντός, καὶ τοὺς τόκους βραβεύεις.

Οὐ λόγος, οὐ νοῦς, οὐδὲ γλῶττα τὸν σὸν ἐξισχύουσιν Ἁγνή, τοκετὸν εὐφημῆσαι· ἀλλ’ ἀσθενοῦσιν ἐν σοί, καὶ ἐλέγχεται, φιλοσόφων τὸ σεμνὸν, καὶ ῥητόρων κομψότης.

Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις...

Τὸ Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.

ξ ἀκενώτου σου Πηγῆς Θεοχαρίτωτε, ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι· ἵνα κράζω σοι· Χαῖρε, ὕδωρ σωτήριον.

Ὁ Οἶκος.

χραντε Θεοτόκε, ἡ τεκοῦσα ἀῤῥήτως, Πατρὸς τὸν προαιώνιον Λόγον, πλάτυνόν μου τὸ στόμα σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ πηγῇ σου ταῦτα. Χαῖρε πηγή, χαρμονῆς ἀλλήκτου· χαῖρε ῥοή, καλλονῆς ἀῤῥήτου. Χαῖρε, νοσημάτων παντοίων κατάλυσις· χαῖρε, παθημάτων ποικίλων κατάκλυσις. Χαῖρε, ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς· χαῖρε, ὕδωρ χαριέστατον, τοῖς νοσοῦσι πολλαπλῶς. Χαῖρε, νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον· χαῖρε, κρᾶμα καρδίας, ἀμβροσίαν προῤῥέον. Χαῖρε, κρατὴρ τοῦ μάννα ζωήῤῥυτε· χαῖρε, λουτὴρ καὶ νέκταρ θεόῤῥευστε. Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα· χαῖρε, φλογμὸν ἀῤῥωστίας σβεννῦσα. Χαῖρε, ὕδωρ σωτήριον.

Συναξάριον τοῦ Μηναίου, εἶτα τὸ παρόν.
Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ Ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ Θεομήτορος, τῆς Ζωοδόχου Πηγῆς· ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.

Στίχοι. Μάννα, Σιλωάμ, καὶ Στοὰν Σολομῶντος,

             Πηγὴν Κόρη σήν, ἐμφανῶς πᾶς τις βλέπει.

μὲν ναὸς οὗτος, τὸ καταρχὰς συνέστη παρὰ τοῦ βασιλέως Λέοντος τοῦ μεγάλου, ὃς καὶ Μακέλλης ὠνόμαστο. Χρηστὸς γὰρ ὢν ὁ ἀνὴρ καὶ ἐπιεικέστατος, διὰ γνώμης συμπάθειαν, πρὶν ἢ τὸν βασίλειον ἀναβῆναι θρόνον, εἰς ἰδιώτας ἔτι ταττόμενος, ἐκεῖ σέπῃ περ ὤν, ἄνδρα τινὰ πηρόν, τὰς ὄψεις εὑρὼν παραπαίοντα, ἐχειραγώγει. Καὶ δὴ πλησίον τοῦ τόπου γενομένων, δίψει ἀπείρῳ συνέχεται ὁ πηρός, καὶ ἱκέτης τῷ Λέοντι γίνεται, ὕδατι ἀναψῦξαι αὐτόν. Καὶ ὅς, τὸ ἐκεῖσε συνηρεφὲς εἰσιών, ἀνεζήτει· ἦν γὰρ τότε ὁ τόπος οὗτος δένδροις παντοίοις κατάφυτος, καὶ εὐθαλεῖ τῇ πόᾳ κομῶν. Ἐπεὶ οὖν τὸ ὕδωρ ἐκεῖ οὐχ εὕρισκε, σκυθρωπάζων ἀνέστρεφε· καὶ ὑποστρέφων, φωνῆς ἄνωθεν ἐν μεθέξει γίνεται· «Οὐ χρεών σε — λεγούσης — Λέον ἀγωνιᾶν· τὸ γὰρ ὕδωρ ἐγγύς». Ὑποστραφεὶς οὖν, πάλιν ἐζήτει· καὶ πολλὰ αὖθις καμών, πάλιν τῆς ἴσης φωνῆς ἐν μεθέξει γίνεται· φησὶ γάρ· «Λέον Βασιλεῦ, εἰσιὼν τὸ ἐνδότερον συνηρεφὲς τοῦτο, καὶ τοῦ θολεροῦ ὕδατος μετὰ χεῖρας λαβών, θεράπευσον τῷ πηρῷ τὴν δίψαν· καὶ τὰς πεπηρωμένας ἐπιχρίσας ὄψεις ἐκείνου, γνώσῃ αὐτίκα ἥτις εἰμί, ἐκ πολλοῦ τόν δε κατοικοῦσα τὸν χῶρον». Πράσσει οὖν ὡς ἡ φωνὴ διεσάφησε, καὶ παραυτίκα βλέπων ἧν ὁ πηρός. Κατὰ δὲ τὴν τῆς Θεομήτορος πρόῤῥησιν, τοῦ Λέοντος βασιλεύσαντος, ὁ ἐπὶ τῆς Πηγῆς ναὸς ἀνεγείρεται φιλοτίμῳ χειρί, ὁποῖος ὁρᾶται τὴν σήμερον.

Θαυμάτων δὲ πλείστων ἐν τούτῳ ἐπιῤῥεόντων, ἐπεὶ μετὰ χρόνον καὶ Ἰουστινιανός, ὁ Ῥωμαίων μέγιστος Αὐτοκράτωρ, τῇ δυσουρίᾳ πιεζόμενος, ἐντεῦθεν ἔσχε τὴν ἰατρείαν, ἀντιφιλοτιμούμενος τῇ τοῦ Λόγου Μητρί, τὸν μέγιστον ἀνεγείρει ναόν· ὃν ὑπὸ σεισμῶν διαφόρων διαῤῥαγέντα, ἐς ὕστερον Βασίλειος ὁ Μακεδὼν περιεποιήσατο, καὶ ὁ υἱὸς αὐτοῦ Λέων ὁ σοφός, ἐφ’ ὧν καὶ πλεῖστα ἡ Πηγὴ ἐνήργησε θαύματα· ἀποστήματα γάρ, καὶ δυσουρίας, καὶ ἑκτικά, καὶ ἄλλα μυρία τεθεράπευκε καρκίνων πάθη· καὶ αἱμοῤῥοίας διαφόρους Βασιλίδων, καὶ ἄλλων γυναίων, καὶ πυρετῶν διαφόρων ἑσμόν, τριταϊκῶν τε καὶ ἄλλων ἐμπύων. Καὶ στειρώσεις διέλυσε· δώρημα γὰρ τῆς Πηγῆς ταύτης ὁ Βασιλεὺς Κωνσταντῖνος ὁ Πορφυρογέννητος, τῇ Βασιλίδι Ζωῇ γεννηθείς. Ἀνήγειρε δὲ καὶ νεκρὸν ἡ Πηγή· ἧν δὲ ἐκεῖνος ἐκ Θεσσαλίας· κατερχόμενος γὰρ πρὸς αὐτήν, τελευτᾷ καθ’ ὁδόν· θνήσκων δέ, καὶ πνέων τὰ λοίσθια, ἐπισκήπτει τοῖς ναύταις, ἐκεῖ σέπῃ πρὸς τὸν ναὸν τῆς Πηγῆς ἀγαγόντας, καὶ κάδους τρεῖς αὐτῷ τοῦ ἐκεῖθεν πηγάζοντος ὕδατος ἐπιχέοντας, θάψαι. Γίνεται τοῦτο· καὶ ὁ νεκρὸς, τοῦ ὕδατος ἐπιχυθέντος, διανίσταται.

Μετὰ δὲ χρόνους, τὸν μέγαν ναὸν πεσεῖν μέλλοντα, φανεῖσα ἡ Θεοτόκος, ὑπανεῖχεν, ἕως οὗ τὸ περιῤῥεῦσαν πλῆθος ἐκφορηθείη. Δαίμονας διαφόρους, τὸ ὕδωρ τοῦτο ποθέν, ἀπήλασε· καὶ ἐν φυλακῇ δεσμίους ἀπέλυσε. Τῷ Βασιλεῖ Λέοντι τῷ σοφῷ, λιθίασιν ἐξιᾶται· καὶ τῇ γυναικὶ Θεοφανοῖ λαβρότατον πυρετὸν σβέννυται· τὸν δὲ ἀδελφόν, Στέφανον τὸν Πατριάρχην, τῆς ἑκτικῆς διαθέσεως ἀπολύει· καὶ Ἰωάννῃ, τῷ Ἱεροσολύμων Πατριάρχῃ, τὴν ἀκοὴν ἐκτραπεῖσαν, ἰᾶται. Θεραπεύει πυρετὸν σφοδρότατον καὶ τοῦ Πατρικίου Ταρασίου, καὶ τῆς αὐτοῦ μητρὸς Μαγιστρίσσης· καὶ τὸν υἱὸν Στυλιανοῦ δυσουριῶντα ἰᾶται. Σχίζιναν δέ τινα γυναῖκα, τῆς δυσεντερίας λυτροῦται. Ὁ δὲ Βασιλεὺς Ῥωμανός, ὁ ἐκ Λακάπης, καὶ λύσιν καὶ δέσιν γαστρὸς τῷ ὕδατι θεραπεύει· ὡσαύτως καὶ ἡ αὐτοῦ γυνή. Ἐν Χαλδίᾳ τὸν Μοναχὸν Πέπεριν, καὶ τὸν αὐτοῦ Μαθητήν, θεραπεύει ἡ Θεομήτωρ δι’ ἐπικλήσεως· ὡσαύτως καὶ τὸν Μοναχὸν Ματθαῖον, καὶ Μελέτιον, πρὸς τὸν Βασιλέα διαβληθέντας. Πατρικίους δὲ καὶ Πρωτοσπαθαρίους, καὶ ἄλλους μυρίους, τίς ἂν διηγήσαιτο; Λαγχάνει καὶ τῆς ἐπὶ τὸ ἰσχίον θεραπείας, καὶ ὁ ἐπὶ τοῦ θυμιάματος Στέφανος.

Καὶ ποία γλῶσσα, ὅσα τὸ ὕδωρ τοῦτο ἐνήργησε, καὶ εἰς δεῦρο διενεργεῖ, διηγήσατο; ὑπὲρ σταγόνας ὑετοῦ, καὶ ἄστρων, καὶ φύλλων πλῆθος τὰ θαύματα, ἅ δὴ καὶ ἡμεῖς ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις κατείδομεν· φαγέδαιναν γάρ, καὶ γάγγραιναν, καὶ διατρήσεις, καὶ θανάσιμα φύματα ἕτερα, καὶ ἄνθρακας, καὶ λέπραν, καὶ λώβην ὑπερφυῶς ἐθεράπευσε· καὶ ἄλλας ὀγκώσεις γυναικῶν, καὶ ψυχῆς πάθη τὸ πλέον ἰάσατο· καὶ ὀφθαλμῶν ἐπιχύσεις τε, καὶ λευκώματα καὶ ὑέλωπας· ἔτι δὲ καὶ νόσημα ὕδρωπος τῷ Βαράγγῳ Ἰωάννῃ· καὶ τῷ ἑτέρῳ Βαράγγῳ πονηρὰ ἐθεράπευσεν ἕλκη· καὶ τῷ Ἱερομονάχῳ Μάρκῳ, ἐξανθοῦσαν τῆς ἐπιφανείας δριμύτητα· καὶ τὴν ἐπὶ πεντεκαίδεκα ἔτεσι δύσπνοιαν ὑπερβάλλουσαν, ἐνταυτῷ καὶ λιθίασιν τοῦ μοναχοῦ Μακαρίου· καὶ ἄλλα πλεῖστα, ἅπερ ἀριθμῆσαι λόγῳ ἀδύνατον· ἂ δὴ καὶ ἐνήργησε καὶ ἐνεργεῖ, καὶ οὔποτε παύεται.

Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τὸ, Ἀνάστασιν Χριστοῦ θεασάμενοι, [προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν]. [Τρίς.]

Καί, Ἀναστὰς ὁ Ἰησοῦς [ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος]. [Τρίς.]

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Παῖδας ἐκ καμίνου ῥυσάμενος, [γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος].

Γυναῖκες μετὰ μύρων θεόφρονες, [ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν, χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο].

Θανάτου ἑορτάζομεν νέκρωσιν, [ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον].

ς ὄντως ἱερὰ καὶ πανέορτος, [αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν].

Τῆς Θεοτόκου.

δρεύσασθε νοσοῦντες ἰάματα· ἡ πάναγνος ῥέει γάρ, θείας ἐκ Πηγῆς, τὸν γλυκασμὸν τὸν ἀληθῆ, τὸν χειμάῤῥουν τρυφῆς ὄντως βλύζουσα· διὸ καὶ πίστει κρουνούς, τοὺς ἀφθόνους ἀρυσώμεθα σύμπαντες.

Ξενίζει τοὺς ἀκούοντας Δέσποινα, τὰ ξένα σου τέρατα, πάντας τοὺς πιστούς· τοὺς γὰρ ἀλάλους καὶ κωφούς, ὡς εὐλάλους δεικνύει τὸ ὕδωρ σου, τοὺς πάσχοντάς τε δεινῶς θεραπεύει, καὶ ἴασιν χαρίζεται.

νάγεις ἐκ καμίνου τῶν θλίψεων, δροσίζουσα νάμασι, ξένης ἐκ Πηγῆς, τοὺς προσιόντάς σοι Σεμνή· φαγεδαίνης λυτροῦται γὰρ ἄνθρωπος, καὶ λώβης· τὸν δὲ λεπρόν θεραπεύεις, καὶ ἄνθρακας κατέσβεσας.

Νεάνιδες καὶ κόραι τὴν Δέσποιναν, καὶ σύμπαντες ἄνθρωποι, πίστει ἐκ ψυχῆς, ἀνευφημήσωμεν λαμπρῶς· διατρήσεις γὰρ ἥλων, ὑέλωπας, καὶ ἕλκη τὰ πονηρὰ καὶ ὀγκώσεις, καὶ παράλυτον ἰάσατο.

Καταβασία. Ὁ Παῖδας ἐκ καμίνου...

ᾨδὴ η'.

Ὁ Εἱρμός. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, [ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας].

Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου [γεννήματος, τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας].

ρον κύκλῳ τοὺς ὀφθαλμούς σου [Σιὼν, καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βοῤῥᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας].

Πάτερ παντοκράτορ, καὶ Λόγε, [καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε, εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας].

Τῆς Θεοτόκου.

Θεῖον ἡ Πηγὴ καὶ σεβάσμιον ὕδωρ, προῤῥέει σου Παρθένε· ὑδρωπικῶν γὰρ τὸ ῥεῦμα, ἀναχαιτίζει σφοδρῶς, ἐπικλήσει τῇ θείᾳ τῆς χάριτος· διό σε τιμῶμεν, Πηγὴ εἰς τοὺς αἰῶνας.

Πάντες τὸ σεπτὸν καὶ ζωήῤῥυτον ὕδωρ, ὑμνήσωμεν προφρόνως· τῆς γὰρ δυσπνοίας τὸ ῥεῦμα κατὰ χώραν ἱστᾷ, καὶ ἐλεύθερον ποιεῖ πρὸς διέξοδον. Βαβαὶ σῶν θαυμασίων! ἁγνὴ Θεοκυῆτορ.

Ποῖον εὐφημήσει Πανύμνητε στόμα τοῦ τόκου σου τὸ ξένον; ἀλλὰ καὶ νοῦς ὁποῖος, τῶν θαυμάτων πηγὴν περιβλέψαιτο, καὶ λόγοις κροτήσειεν, οὐκ ἔστι τῇ φύσει ἰσχύς, τὰ σὰ θαυμάζειν.

λον ἐπὶ σοὶ τοῦ θανάτου τὸ κράτος, ἠφάνισται ἀθρόον, ὦ Βασιλὶς καὶ Κυρία· Βασιλέα καὶ γάρ, τὴν ἀθάνατον ζωὴν σὺ ἐπήγασας, τὸ ὕδωρ τὸ μάννα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία. Αὕτη ἡ κλητὴ, καὶ ἁγία ἡμέρα...

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· [ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου].

θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! [μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες, ἀγαλλόμεθα].

Πάσχα τὸ μέγα, [καὶ ἱερώτατον Χριστέ· ὦ σοφία, καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου].

Τῆς Θεοτόκου.

δάτων ἁπάντων, Κόρη ὑπέρκειται ἁγνή, τῆς Πηγῆς σου τὸ ὕδωρ, ἐμφανῶς δωρούμενον, ἀπαλλαγὴν νοσημάτων δεινῶν, καὶ ταῖς ψυχαῖς, ἅπασαν τὴν ῥῶσιν, ὡς ὑπὲρ φύσιν χεόμενον.

Λυτῆρα τῶν νόσων, τὸν νέον ἰδοὺ Σιλωάμ, τῆς Πηγῆς σου Παρθένε, καθορῶμεν ἅπαντες· ὄμματα γὰρ προσλαμβάνει πηρός, ἅπαντες δέ, ῥῶσιν ἀενάως, πρὸς τῇ ζωῇ ποριζόμεθα!

Οἱ ῥῶσιν ζητοῦντες, προσδράμετε ἐν τῇ Πηγῇ· ἡ γὰρ Κόρη Παρθένος, ἐνοικεῖ τῷ ὕδατι. Σκίρτα πιστῶν, καὶ εὐφραίνου πληθύς, οὕτω ὡς χρή, ἕξεις τῷ τεμένει, τήν ἀμοιβὴν τῶν αἰτήσεων.

ψώθη Πηγῆς σου, τὸ ὕδωρ ὑπὲρ οὐρανούς, καὶ τῆς γῆς τὰς ἀβύσσους, ταῖς ῥοαῖς διέδραμε· τοῦτο ἐστὶν ἀμβροσία ψυχῆς, νέκταρ πιστῶν, μέλι τὸ ἐκ πέτρας, καὶ ἡ τοῦ μάννα διάδοσις.

Εὐφραίνεις Παρθένε, τὸν Ἄνακτα ὑπερφυῶς, ἀναβλύζουσα χάριν, ἐκ Πηγῆς ἀέναον, τούτῳ διδοῦσα, κατ’ ἐχθρῶν τὴν ἰσχύν, νίκας ἀεί, ῥῶσιν καὶ εἰρήνην, καὶ αἰτημάτων ἐκπλήρωσιν.

Καταβασία. Φωτίζου, φωτίζου...

Ἐξαποστειλάριον τοῦ Πάσχα. [Ἦχος β'.]

Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τῆς Θεοτόκου. Ὅμοιον.

Πηγὴ ὑπάρχεις ἀληθῶς, ὕδατος ζῶντος Δέσποινα· ἐκπλύνεις οὖν νοσήματα, ψυχῶν σωμάτων χαλεπά, ἐν τῇ προσψαύσει μόνη σου, ὕδωρ τῆς σωτηρίας, Χριστὸν ἡ προχέουσα.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στὶχ. η'. καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ'. Ἦχος πλ. β'.

Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ’ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν. Ἐλέησον ἡμᾶς.

ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν. Ἐλέησον ἡμᾶς.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις ἡμῶν καὶ ἀνάστασις. Ἐλέησον ἡμᾶς.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Τῆς Θεοτόκου. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

δωρ τὸ τῆς Πηγῆς, σωτήριον ὑπάρχει, πᾶσι τοῖς ἀσθενοῦσι· προσέλθωμεν οὖν πίστει, καὶ χάριν ἀρυσώμεθα.

Φρέαρ τὸ ζωηρόν, Πηγῆς τῆς ἀθανάτου τοῖς προσιοῦσι πόθῳ, ἰάσεων παρέχει, πλημμυραν ἀνεξάντλητον.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

ώννυσι τὰς ψυχάς, τὸ ὕδωρ τῆς Παρθένου, οἱ τῶν παθῶν ἐν ῥύποις, προσδράμωμεν τῇ Κόρῃ, καὶ τούτους ἀποπλύνωμεν.

Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.

Στάμνος ἡ ἱερά, τὸ μάννα νῦν ἀφθόνως, Πηγῆς ἐξ ἀενάου, προχέει τοῖς αἰτοῦσι· τὴν χρείαν πᾶς ἀντλήσωμεν.

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα. [Ἦχος πλ. α'.

Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται· Πάσχα καινόν, ἅγιον· Πάσχα μυστικόν· Πάσχα πανσεβάσμιον· Πάσχα Χριστὸς ὁ λυτρωτής· Πάσχα ἄμωμον· Πάσχα μέγα· Πάσχα τῶν πιστῶν· Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ’ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Πάσχα τὸ τερπνόν· Πάσχα Κυρίου, Πάσχα· Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε· Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα· ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον, ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα, καὶ νῦν. Ἦχος ὁ αὐτός.

ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα· Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τὸ, Χριστὸς ἀνέστη... ἐκ τρίτου.] Ἐκτενὴς καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Ἀντίφωνα τοῦ Πάσχα. Ἡ Πρᾶξις τῆς ἡμέρας, καὶ ὁ Ἀπόστολος τῆς Θεοτόκου. Εὐαγγέλιον τῆς ἡμέρας, καὶ τῆς Θεοτόκου. [Ζήτει ταῦτα Σεπτεμβρίῳ η'.] Κοινωνικὸν τοῦ Πάσχα.

Μεγαλυνάριον τῆς Θεοτόκου, πρὸς τὸ, Τὴν τιμιωτέραν.

δωρ τὸ ζωήῤῥυτον τῆς Πηγῆς μάννα τὸ προχέον τὸν ἀθάνατον δροσισμόν, τὸ νέκταρ τὸ θεῖον, τὴν ξένην ἀμβροσίαν, τὸ μέλι τὸ ἐκ πέτρας, πίστει τιμήσωμεν.

Источникъ: Πεντηκοστάριον: χαρμόσυνον, την από του Πάσχα μέχρι της των Αγίων Πάντων Κυριακής ανήκουσαν αυτώ ακολουθίαν περιέχον επί τέλους και τα Εωθινά Ευαγγέλια τα εν τω όρθρω εκάστης των εν τω μεταξύ τούτω εορτών αναγινωσκόμενα. / Διορθωθέν και δι ενός προλόγου πλουτισθέν υπό Βαρθολομαίου Κουτλουμουσιάνου του Ίμβριου. — Βενετία: Εκ του ελληνικού τυπογραφείου «Ο Φοίνιξ», 1890. — σελ. 15-20.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0