Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 18.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΟΚΤΩΒΡΙῼ ΙΖ'.
Μνήμη τῆς ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ ἁγίου καὶ δικαίου φίλου τοῦ Χριστοῦ Λαζάρου, τοῦ ἐν Κύπρῳ ἔπειτα ἀρχιερατεύσαντος.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν σχιχηρὰ προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τὴν νεοσύστατον ταύτην, τελεῖν ὀφείλομεν, ἑόρτιον ἡμέραν, τῆς αὐτοῦ θείας μνήμης, ἐν ταύτῃ γὰρ ἡ ἅπασα πρὸς ἡμᾶς, ἁγιότης παρίσταται, ἐν ᾗ τοῦ θείου λειψάνου ἡ κομιδή, τοῦ αὐτοῦ νῦν μνημονεύεται.

Φίλος Χριστοῦ ἀπεφάνθης, γνήσιος Λάζαρε, καὶ διὰ σοῦ τοῖς πᾶσιν, ὁ αὐτὸς προπιστοῦται, κοινῆς τῆς ἀναστάσεως τὸ φρικτόν, θεοφόρε μυστήριον, ἧς ἠξιώθης γενέσθαι κήρυξ πιστός, καὶ υἱὸς αὐτῆς πρωτότοκος.

ς Ἱεράρχης, ὡς μύστης, ὡς ἰσαπόστολος Χριστοῦ καὶ ὡσεὶ φίλος, παρρησίας τυγχάνεις, θεόφρον, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τελούντων σου σήμερον, τὴν φωτοφόρον σου μνήμην, δι’ ἧς Χριστῷ, τῷ Θεῷ παρέστης Λάζαρε.

Δόξα. Ἦχος δ'.

εραρχῶν τὸ θεῖον κειμήλιον, Λάζαρε θεόφρον Ὅσιε, σὺ ἐν ἰσαγγέλῳ πολιτείᾳ ἀναδέδειξαν· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, τὸ λογικὸν ἐποίμανας ποίμνιον Χριστοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πάσῃ· κλῆρον γὰρ τὴν Κύπρον εἰληφώς, ἀποστολικῶς τὸν λαὸν αὐτῆς ἐποίμανας, καὶ ἐξ αὐτῆς πρὸς ὃν ἐπόθεις φίλον ἐξεδήμησας· ᾧ νῦν παριστάμενος ἐν οὐρανοῖς, πρέσβευε ὑπέρ ημῶν, τῶν ἐν πίστει τιμώντων σε πάνδοξε.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

κ παντοίων κινδύνων τοὺς δούλους σου [φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν].

Εἰς τὸν στίχον· στιχηρὰ προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Δεῦτε τὸν ὑμνητήν, καὶ φίλον τοῦ Δεσπότου, τιμήσωμεν ἐν ὕμνοις, καὶ τοῦτον ἐν εἰκόνι, πεσόντες ἀσπασώμεθα.

Στίχ. Τίμιος εναντίον Κυρίου ό θάνατος [τῶν όσίου αὐτοῦ].

λον ἀσκητικόν, ἐτέλεσας τὸν βίον, ἐν μέσῳ τῶν θορύβων τοῦ κόσμου, ὡς προστάτης λαοῦ, θεόφρον Λάζαρε.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται [δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

σος τοῖς Μαθηταῖς, Χριστοῦ καὶ Ἱεράρχαις, ὁ Λάζαρος ἐδείχθη, ὡς ὄντως Ἱεράρχης, ὡς τοῦ Δεσπότου γνήσιος.

Δόξα. Τριαδικόν, ὅμοιον.

Πατρός τε καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, τῆς τρισηλίου δόξης, υἱὸς μεθέξει ὤφθης, καὶ οἶκος Πάτερ Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Νύμφη σὺ τοῦ Πατρός, καὶ σκήνωμα τοῦ Λόγου, τοῦ Πνεύματος δοχεῖον, Παρθένε Θεοτόκε, ἐγένου παναμώμητε.

Ἀπολυτίκιον, ζήτει εἰς τὸ τέλος τοῦ μεγάλου Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.



ΕΝ ΔΕ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ· Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η' καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος β'. Ποίοις εὐφημιῶν στέμμασιν.

Ποίοις εὐφημιῶν ᾅσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον τὸν ἐκ τῆς ἐώας ἀστράψαντα, καὶ τὴν κτίσιν πᾶσαν φωτίσαντα, θαύμασιν ἐν πλείστοις καὶ σημείοις, τὸν φίλον, τὸν τοῦ Δεσπότου θεῖον Λάζαρον, τῆς Μάρθας, καὶ τῆς Μαρίας τε τὸν σύγγονον, τῆς Βηθανίας τὸ θρέμμα, Κύπρου τε τὸ κλέος, Βυζαντίδος τε τὸν φρουρόν, ἡμῶν δὲ συλλήπτορα, καὶ προστάτην καὶ θεῖον πρόμαχον. [Δίς.]

Ποίοις εὐωδιῶν ἄνθεσι, τοῦ Χριστοῦ μυρίσωμεν τὸν φίλον; τὸν ἐν οὐρανοῖς διαιτώμενον, καὶ τοὺς ἐπὶ γῆς κατοπτεύοντα, τοὺς αὐτοῦ τὴν μνήμην ἐκτελοῦντας, τὸν μύστην τῆς ἀληθείας καὶ διδάσκαλον, ὡς τοῦτον καὶ τεθνηκότα ἀνεζώωσεν, ὁ τῆς ζωῆς καὶ θανάτου Κύριος ὑπάρχων, Ἰησούς ὁ Θεὸς ἡμῶν, ὁ πᾶσι δωρούμενος, θείαν χάριν καὶ μέγα ἔλεος.

Λόγος οὐχ ἱκανοῖ βρότειος, ἀνυμνῆσαί σου τὰ μεγαλεῖα, ἃ παρὰ Χριστοῦ κατεπλούτησας, ὡς εὐγνώμων φίλος καὶ γνήσιος, Λάζαρε αὐτόπτα τοῦ Σωτῆρος· ἐν σοὶ γὰρ, τῆς ἀναστάσεως τὸ κήρυγμα ἐγνώσθη, τὸ ἀπ’ αἰῶνος κηρυττόμενον, τῆς τε κοινῆς ἢν ποιήσῃ, ἐν τῇ συντέλείᾳ, τοῦ αἰῶνος ὁ ποιητής, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.

ερῶς ἱεράτευσας, καὶ ὁσίως ἐποίμανας, Πάτερ ἱερώτατε σου τὸ ποίμνιον, ὡς γὰρ ποιμήν θεοπρόβλητος, Ἀπόστολος ἕτερος, Ἱεράρχης ὡς σοφός, τῷ Θεῷ εὐηρέστησας, νῦν καὶ πρότερον, διὰ τοῦτο καὶ τέρασι μεγίστοις, καὶ πολλοῖς ἐθαυμαστώθης, θεομακάριστε Λάζαρε. [Δίς.]

τῆς δόξης σε Κύριος, νεκρωθέντα ἀνέστησε, οἱ δ’ αὐτοῦ Ἀπόστολοι, σὲ κατέστησαν Κύπρου ποιμένα καὶ πρόεδρον, Ἁγνὴ δὲ ἡ ἄχραντος, ὠμοφόρῳ ἱερῳ, σοῦ κοσμεῖ τὸ ἀξίωμα, καὶ ἡ πόλεων, βασιλεύουσα πόλις σοῦ κατέχει, τὸ πολύτιμόν τε σκῆνος, ὡς καὶ Στεφάνου τοῦ μάκαρος.

Τῇ Θεοῦ θείᾳ χάριτι, σοῦ τὸ πάνσεπτον λείψανον, ἐκ τοῦ τάφου σήμερον, μετεκόμισεν, μετὰ αἰδοῦς καὶ σεμνότητος, εἰς πόλιν βασίλειον, βασιλεὺς ὁ εὐσεβής, ἱερώτατε Λάζαρε, καὶ ἐπέθηκεν, ἐν ναῷ ὅν σοι ἔθετο ἁγίῳ, εἰς τιμὴν τῆς σῆς ἐνδοξου, μνήμης δι’ ἧς σὲ γεραίρομεν.

Δόξα. Ἦχος πλ. β'.

Σήμερον συγκαλεῖται ἡμᾶς, ὁ ἰσαπόστολος Χριστοῦ καὶ φίλος γνήσιος, εἰς ἑστίασιν πνευματικήν καὶ εὐφροσύνην. Δεῦτε οὖν φιλέορτοι, τῆς τοιαύτης εὐωχίας μετασχόντες, καὶ τῆς μνήμης αὐτοῦ γνήσιοι φανέντες θιασῶται, τιμήσωμεν αὐτὴν ψαλμοῖς καὶ ἥμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, βοῶντες πρὸς αὐτὸν καὶ λέγοντες· Ἱεράρχα Χριστοῦ πανένδοξε Λάζαρε, ὁ διὰ τοῦ σοῦ θείου λειψάνου σήμερον, εἰς ἑόρτιον ἡμέραν ἀγαγὼν ἡμᾶς, καὶ τῆς μετὰ σοῦ ἀξίωσον χαρᾶς τῆς ἐν οὐρανοῖς τῇ πρὸς Θεὸν παρρησίᾳ σου, Πάτερ ἱερώτατε.

Καὶ νῦν. Θεοτοκίον, ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος· αὐτὸν ἱκέτευε σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἵσοδος· Φῶς ἱλαρόν· τό Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. [Κεφ. ι'. 7.]

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ· μακάριος ἄνθρωπος ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστος ἐστὶν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτήν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν· ἐκ γὰρ τοῦ στόματος αὐτῆς, ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει· αἱ γὰρ ἔξοδοί μοι ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν· εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά, ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου· ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ· μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες· πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν· διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. [Κεφ. ι', 31 - ια', 12.]

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται· χείλη ἀνδρῶν σοφῶν ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται· ζυγὸς δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ· οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν· τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς· οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου· ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια· δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ· δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής· ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος· ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα· ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατεσκαφήσεται· μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ζ'. 7.]

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμὸν ἐτῶν μεμέτρηται· πολιὰ δὲ ἐστὶ φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον· τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν· Ἰδιόμελα. Ἦχος α'.

Τὸν ἐξ ἐώας ὡς ἀστέρα φαεινὸν ἀνατείλαντα, καὶ τὴν κτίσιν τῷ φωτὶ ἅπασαν φαιδρύνανται, φίλον τοῦ Χριστοῦ θεῖόν τε Λάζαρον, ῷδαῖς ᾀσμάτων εὐφημήσωμεν· οὗτος ἐστίν, ὃν ὁ Κύριος φίλον αὐτοῦ ἐκάλεσεν· οὗτος ἐστίν, ᾧ ἡ Θεοτόκος Μαριάμ, ἄμφιον ἱερατικὸν ἐξειργάσατο, ὁ τοῖς πᾶσι ποθητός, καὶ ἐν πᾶσι θαυμαστός, ὃς πρεσβεύει ὑπὲρ ἡμῶν, τῷ ἑαυτοῦ Δεσπότῃ καὶ Θεῷ, τοῦ σῶσαι τὰς ψυχὰς ἡμὼν.

Ἦχος β'.

Πρὸ τοῦ τιμίου πάθους σου Κύριε, καὶ πρὸ τῆς ἐνδοξου Ἀναστάσεώς σου, Λάζαρον τὸν δίκαιον καὶ ἄμεμπτον, φίλον ἐκήρυξας τοῖς Μαθηταῖς σου, καὶ αὐτοῖς τὴν νόσον αὐτοῦ καὶ τὸν θάνατον ἐγνώρισας, καὶ δι’ αὐτοῦ τοῖς πᾶσιν ἐβεβαίωσας, τὴν κοινὴν τῶν ἀνθρώπων ἐξανάστασιν· οὗτός σε ἐδόξασεν ἐπὶ τῆς γῆς, φύλαξ γεγονὼς τῶν θείων ἐντολῶν σου, καὶ ἀντεδοξάσθη παρὰ σοῦ κατ’ ἐξαίρετον, ὡς αὐτὸς ηὐδόκησας περὶ αὐτοῦ, οὗ ταῖς ἱκεσίαις Δέσποτα ἐλέησον ἡμᾶς.

Ἦχος γ'.

Πῶς μὴ θαυμάσω σου, τὸν ἰσάγγελόν σου βίον θεῖε Λάζαρε; ἤ πῶς μὴ ἐυφημήσω σου, τὴν ἡμέραν ταύτην τὴν φαιδράν, ἐν ᾗ ὡς ἐκ παστοῦ ἀνέτειλε, σκῆνός σου τὸ θεῖον ἐκ τοῦ τάφου, καὶ πρὸς βασιλεύουσαν ἀφίκετο, κατὰ κρείττονα βουλὴν τὴν τοῦ Ὑψίστου· ὁ γὰρ ἔνδοξος ἐν βασιλεῦσι Λέων, ὁ τιμήσας ἄσμασι τὴν ἔγερσίν σου, καὶ αὐτὴν σου καθυπούργησεν ἐνθέως, τὴν μετάθεσιν τοῦ θείου σου λειψάνου, δι’ ἧς πᾶσι ἐγνωρίσθη, ἡ πρὸς Θεὸν μεγίστη παρρησία σου.

Ἦχος δ'.

εαρχῶν τὸ θεῖον κειμήλιον, Λάζαρε θεόφρον Ὅσιε, σὺ ἐν ἰσαγγέλῳ πολιτείᾳ ἀναδέδειξαι, ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, τὸ λογικὸν ἐποίμανας ποίμνιον Χριστοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνη πᾶσι· κλῆρον γὰρ τὴν Κύπρον εἰληφώς, ἀποστολικῶς τὸν λαὸν αὐτῆς ἐποίμανας, καὶ ἐξ αὐτῆς πρὸς ὃν ἐπόθεις φίλον ἐξεδήμησας, ᾧ καὶ παριστάμενος ἐν οὐρανοῖς, πρέσβευε καὶ ὑπὲρ ᾑμῶν, Πάτερ τῶν τιμώντων σε.

Δόξα. Ἦχος πλ. α'.

Τῆς Ἐκκλησίας ὁ φωστήρ, καὶ τῆς φαρισαϊκῆς πλάνης καθαιρέτης, ὅσιε Λάζαρε φανείς, τοῦ Χρίστοῦ ἐδείχθης φίλος γνήσιος· σὺ γὰρ ὡς ποιμὴν ἀληθινός, τὸν τῆς ἡμέρας καύσωνα ἐβάστασας, καὶ τὸν παγετὸν ὑπέμεινας τῆς νυκτός· καὶ νῦν ἐν οὐρανοῖς, τὸ δηνάριον σῶον ἐν παντὶ προσείληφας· παριστάμενος τᾡ θρόνῳ τῆς μεγαλωσύνης, σὺν τοῖς Ἀποστόλοις ὥσπερ ἰσαπόστολος, καὶ σὺν Ἱεράρχαις ὥσπερ ἱερώτατος, καὶ κατοπτεύων εὐλογεῖς ἡμᾶς, τοὺς τὴν μνήμην σου δοξάζοντας ἐν ᾄσμασι.

Καὶ νῦν. Θεοτοκίον, ὁ αὐτός.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον· στιχηρὰ προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις ἐν Ἀποστόλοις Χρίστοῦ, ὡς ἰσαπόστολος, καὶ φίλος τε γνήσιος, αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων, καὶ Ἱεράρχης σεπτὸς, Λάζαρε θεόφρον πολυθαύμαστε· σὺ γὰρ ἔτη πλείονα ἱεράτευσας ἄριστα, ἀγγελικῶς τε, βιωσάμενος ἔφθασας, εἰς οὐράνια, τῶν δικαίων σκηνώματα, ἔνθα περιπολεύουσιν, ἁγίων τὰ πνεύματα, καὶ τῶν Ἀγγέλων αἱ τάξεις, μεθ’ ὧν μὴ παύσῃ δεόμεθα, ἀεὶ τοῦ πρεσβεύειν, ὑπὲρ τῶν ἑορταζόντων τὴν θείαν μνήμην σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος [τοῦ ὁσίου αὐτοῦ].

Χαίρει τῶν εὐσεβῶν ἡ πληθύς, ἐπὶ τῇ μνήμῃ, τῇ ἐνδόξῳ σου Λάζαρε, ἐν ταύτῃ γὰρ πᾶσα Κύπρος, καὶ Βηθανία σκιρτᾶ, καὶ ἡ Κωνσταντίνου, μεγαλόπολις, ἐν ᾗ τὸ πολύτιμον, τεθησαύρισται σκῆνός σου, ἐν ᾗ ναός σου, ᾠκοδόμητο μέγιστος, ἐν ᾧ θαύματα, ὡς πηγὴν ἀναβρύουσι, ταῦτά σοι διεπράξατο, βουλῆς ἐκ τῆς ἄνωθεν, ὁ εὐσεβέστατος Ἄναξ, σοφὸς ὁ Λέων μακάριε, διὸ τοῖς τιμῶσί σε παράσχου ταῖς λιταῖς σου τὸ μέγα ἔλεος.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην [καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

φθη φωτοφανὴς καὶ τερπνή, καὶ ἡ παροῦσα, τοῦ σοῦ σκήνους ἀνάδειξις τρισμάκαρ καὶ κατετάχθη, ἀξία μνήμης σεπτῆς, παρὰ θεοφόροις καὶ ἐσφράγισται, διὸ οἱ φιλέορτοι, σοῦ κροτοῦμεν ἑόρτια, καὶ τῷ ναῷ σου, εἰσιόντες δοξάζομεν, τὸν δοξάσαντα, σὲ ένδόξως θεάνθρωπον· ὅθεν καὶ ἀσπαζόμενοι, τὴν θείαν εἰκόνα σου, ταύτην τιμῶμεν ἐκ πόθου ἀντὶ τῆς θείας σου λάρνακος, πιστῶς καὶ βοῶμεν· μὴ ἐλλίπῃς τοῦ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

Δόξα. Ἦχος πλ. δ'.

Δεῦτε ἅπαντες πιστοί, ἐν ψαλμοῖς καὶ ὕμνοις αἶνον τῷ Θεῷ ἀναπέμψωμεν ὃς πρὸ τῆς Ἀναστάσεως τῆς παγκοσμίου, τὴν αὐτὴν κοινὴν Ἀνάστασιν ἐτεκμήρατο, καὶ τὸν πρὸ τεσσάρων τεθνηκότα ἡμερῶν Λάζαρον, τὸν δίκαιον ἀνέστησε, καὶ φίλον ἐκάλεσε, δι’ ἱκεσιῶν τῆς Μάρθας καὶ Μαρίας, τῶν συγγόνων αὐτοῶ καὶ πιστῶν πρὸς Κύριον, τούτου τὴν αὐτὴν δοξάζοντες, καὶ τῆς τοῦ ἁγίου αὐτοῦ λειψάνου, σήμερον μεταθέσεως ἑορτάζοντες, ἐκ βαθέων καρδίας κράξωμεν, λέγοντες· Κύριε ὁ τὸν σὸν θεράποντα ἀναστήσας ἐκ τάφου, καὶ ἡμᾶς ἀνάστησον τοὺς νεκρωθέντας τῇ ἁμαρτίᾳ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον, ὁ αὐτός.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἀπολυτίκιον, Ἦχος α'.

Τὴν κοινὴν Ἀνάστασιν τῷ κόσμῳ θέλων πιστώσασθαι, ἐκ νεκρῶν σε ἤγειρε Λάζαρε, Χριστὸς ὁ Θεός· ὅθεν καὶ ἡμεῖς νῦν ὡς τότε οἱ Παῖδες ἐκείνῳ, εὐσεβῆ προσφέροντες ᾄίσματα, σοὶ τῷ προσφιλεῖ τοῦ Σωτῆρος βοῶμεν· ταῖς λιταῖς σου θεοφόρε, παντοίων λύτρωσαι δεινῶν, τοὺς ἡμᾶς σε τιμῶντας.

Ἕτερον τῆς ἀνακομιδῆς. Ἦχος ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.

Λειψάνου σου τοῦ θείου τὴν μετάθεσιν Λάζαρε, πρὸς τὴν βασιλεύουσαν πόλιν, ἣν ἐκ θείας βουλήσεως, εἰργάσατο μονάρχης ὁ πιστός, τιμῶντες ἑορτάζομεν πιστῶς, καὶ βοῶμέν σοι τῷ οὕτως παρὰ Θεοῦ, μεγάλως ἐνδοξασθέντι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ διὰ σοῦ τε τὴν κοινὴν ἔγερσιν δείξαντι.

Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου [σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθευρώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου].


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν· Κάθισμα. Ἦχος α'. Τὸν Τάφον σου Σωτήρ.

Οὓς ἔγνω ὁ Θεός, τούτους δὴ προσκαλεῖται εἰς αἴνεσιν αὐτοῦ, εἰς υἱότητα θείαν· αὐτὸς καὶ σὲ τὸν Λάζαρον ἐγνωκὼς προσεκάλεσεν, εἰς υἱότητα, εἰς ἱεράτευμα θεῖον, καὶ θανόντα σε, ζωοποιεῖ τεταρταῖον, ὦ θαῦμα παράδοξον.

Δόξα, ἕτερον, ὅμοιον.

Οἱ Μῦσται τοῦ Χριστοῦ, οἱ αὐτόπται τοῦ Λόγου, ποιμένα λογικῶν, σὲ προβάτων τῆς Κύπρου, κατέστησαν σὺ δ’ ἔμεινας, μέχρι τέλος ἀκλόνητος, ὅθεν ἔδειξας, θαυματουργόν σου σκῆνος, ἀφικόμενον, εἰς βασιλεύουσαν πόλιν, θειότατε Λάζαρε.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β'. Στιχολογίαν· Κάθισμα. Ἦχος γ'. Θείας πίστεως.

Θείας ἤκουσας, φωνῆς Κυρίου, προσκαλούσης σε, ἐκ τῶν τοῦ ᾅδόυ, ἀνηλίων ταμείων θεόσοφε, ὅθεν οἱ μὲν ὡς φονεῖς διεπρίοντο, οἱ δ’ ὡς Χριστοῦ φοιτηταὶ συνεχαίροντο, θεῖε Λάζαρε, τὸ θεῖον θαῦμα θεώμενοι, ἐδόξαζον Θεὸν καὶ σὲ ἀνύμνουν.

Δόξα, ἕτερον. Τὴν ὡραιότητα.

Τὴν γνησιότητα, τὴν πρὸν τὸν Κτίστην σου, ἔργῳ ὑπέδειξας, βιώσας ἄριστα, ὅτε ἐν Κύπρῳ τὸν λαόν, ἐποίμανας χρόνοις πλείστοις, ἄλλος τρισκαιδέκατος, τοῦ Κυρίου Ἀπόστολος, ὤφθης θεῖε Λάζαρε, θείας δόξης πληρούμενος· διὸ ἐν παρρησίᾳ τυγχάνων, πρέσβευε ὑπὲρ τῶν εὐφημούντων σε.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· χαῖρε, ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλαιον· Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Καταπλήττει πάντα νοῦν, τῷ ἐπὶ σοὶ προτελεσθέν, ἐξ αὐτοῦ τοῦ λυτρωτοῦ, Λάζαρε ὄντως φαεινέ, πῶς διὰ λόγου κατήργησε πᾶσαν τὴν δυναστείαν, ᾅδου τοῦ πικροῦ, ὁ μόνος Κύριος, καὶ φύσεως θεσμοὺς διαλέλυκεν· ὅπου Θεὸς γὰρ βούλεται, νικᾶται φύσεως τάξις ὡς γέγραπται· διὸ καὶ κτίσις, πᾶσα συγχαίρει, συναισθομένη τοῦ θαύματος.

Δόξα, ἕτερον, ὅμοιον.

εράτευσας καλῶς, ὡς ἐκ Θεοῦ θαυμαστωθείς, καὶ ἐφύπνωσας σεπτῶς, ὅλος ἐλπίδι ἀγαθῇ, ἔτεσι πλείστοις ἐν γῇ σου τὸ θεῖον σκῆνος, μένον ἐν κρύπτῷ, δῆλον πεποίηκε, Λέων ὁ σοφός, νεύσει τῇ κρείττονι· καὶ ἐν ναῷ κατέθετο ἰδίῳ, ἐν τῇ Ἀνάσσῃ τῶν πόλεων, καὶ ἐδοξάσθη, ὁ ἐν ἁγίοις, ἐνδοξαζόμενος Κύριος.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε· βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Οἱ Ἀναβαθμοί. Τὸ α'. Ἀντίφωνον τοῦ δ'. ἤχου. Προκείμενον, Ἦχος δ'. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην* [καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται]. Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν [καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν].

Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ἰωάννην.

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν· ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν συνακειμένων αὐτῷ. Ἔγνω οὖν ὄχλος πολὺς τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ Ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετὰ τοῦ Ἰησοῦ ὅτι τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσε τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

Καὶ εὐθύς, ὁ Ν Ψαλμός. Δόξα. Ταῖς τοῦ σοῦ Λαζάρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

σιε Πάτερ, Ἱεράρχα Χριστοῦ καὶ φίλε γνήσιε, αὐτόπτα ἰσάγγελε, καὶ ἰσαπόστολε πανένδόξε Λάζαρε, τοὺς τὴν ἀναζώωσιν τιμῶντάς σου, καὶ τὴν αὖθίς σου μετάστασιν, καὶ τὴν τοῦ θείου σκήνους σου ἀνάδειξιν, λύτρωσαι ἡμᾶς ἐκ παντοίων κινδύνων καὶ δεινῶν, καὶ τῆς ἐκ δεξιῶν τοῦ Σωτήρος ἀξίωσον κλήσεως, ταῖς πρὸς αὐτὸν θείαις πρεσβείαις σου.

Οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς'. καὶ τοῦ ἁγίου οἱ δύο εἰς η'. Ἦχος δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. [Δίς.]

μνῆσαι βουλόμενος, τὰ μεγαλεῖά σου ἄχραντε, τοῦ λόγου μοι δώρησαι τὴν καλλιέπειαν, Μήτηρ πέλουσα, τοῦ μόνου Θεοῦ Λόγου, καὶ λύσιν πρυτάνευσον, τῶν ἐπταισμένων μοι.

Μωσῆς ὁ θεόπνευστος, βάτον προεῖδέ σε Δέσποινα, πυρὶ φλεγομένην μεν, μὴ καιομένην δέ, προπιστούμενος, τὸ ἐπὶ σοὶ Παρθένε, χωρέσαν ἐν μήτρᾳ σου, πῦρ τῆς θεότητος.

Προφήτης ὁ ἔνθεος, ῥάβδον καὶ ῥίζαν προέφη σε, Μαρία Θεόνυμφε, ὁ μεγαλόφωνος, ἡμεῖς δ’ ἔφορον, καὶ σκέπην σε καλοῦμεν, Κυρία καὶ Δέσποινα, νῦν καὶ προστάτιδα.

κ θείας ἀκήκοεν, γῆ ὁ θεόπτης ἁγία σε, φωνῆς ὀνομάζουσα, τὴν ὑπερένδοξόν, διὸ Δέσποινα, πόλου καὶ γῆς οὖσα, συντήρει καὶ φύλαττέ, τοὺς σὲ δοξάζοντας.

Ὁ Κοινὼν τοῦ ἁγίου κατ’ ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων, ὑπόθεσιν ἔχων, τὴν τῆς α' βιοτής· Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
ᾨδὴ α'.

νοίξω τὸ στόμα μου, τοῦ ἀνυμνῆσαί σου Λάζαρε, τὰς θείας βιώσεἰς σου, νῦν ἐξαιτοῦμαί σου, τὰ σοὶ πρέποντα, μὴ παύσῃ παρασχεῖν μοι, τῇ θείᾳ πρεσβείᾳ σου, μάκαρ τῷ δούλῳ σου.

Λάζαρε, τὰς θείας βιώσεις σου, νῦν ἐξαιτοῦμαί σου, τὰ σοὶ πρέποντα, μὴ παύσῃ παρασχεῖν μοι, τῇ θείᾳ πρεσβείᾳ σου, μάκαρ τῷ δούλῳ σου.

Βαδίσας εἰς μίμησιν, τῶν προπατόρων σου Λάζαρε, τῶν θείων ὡς ἔνθεος, τοῦ Ἀβραὰμ καὶ λοιπῶν, προεγνώρισας, Θεὸν τὸν σαρκωθέντα, καὶ τοῦτον ἠξίωσαι, ἰδεῖν θεάνθρωπον.

Γεῶδες οὐκ ἔκτησας, ὡς οἱ ἐπάρατοι φρόνημα, Ἑβραῖοι μακάριε, κατὰ τοῦ πλάστου σου, ἀλλ’ ἐπέγνωκας, αὐτὸν καὶ προσεκύνεις, καὶ φίλον ἀπέκτησας, ὦ τῆς ἀξίας σου.

Θεοτοκίον. Χαράν σοι ἐκόμισεν, ὁ Γαβριὴλ τὸ ἀντίθετον, ἀρᾶς τῆς προμήτορος, έξ οὐρανοῦ ἀσπασμόν, σὺ γὰρ ἔτεκες, ἡμῖν τὴν εὐλογίαν, καὶ πᾶσιν έπήγασας, χαρὰν αἰώνιον.

Ἕτερος Κανὼν τοῦ ἁγίου, κατ’ ἀντίστροφον ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων, ὑπόθεσιν ἔχων τῆς β' βιοτῆς αὐτοῦ, καὶ τὴν τοῦ θείου λειψάνου μετακόμησιν. Ἦχος πλ. δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.

ς Ἱεράρχης ὡς θεόπτης Λάζαρε, ὡς ἰσαπόστολος, ἔχεις τὸ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε, διὸ τῷ βουλομένῳ σοι, νῦν τιμῆσαι τοῦ θείου, λειψάνου σου τὴν φανέρωσιν, λόγον μοι πρυτάνευσον δέομαι.

Ψυχαὶ δικαίων τῷ Θεῷ παρίστανται, καὶ μαρτυροῦσιν αὐτῶν, τὰ ἐν γῇ ἑστῶτα, λείψανα ἐκφέροντα, τὰ παντερπνῆ θαυμάσια, ὡς τοῦ θείου Λαζάρου, τὸ θεοδόξαστον σήμερον, οὗ τῆς θείας μνήμης τρυφήσωμεν.

Χαρὰν συγχαίρει ἥ τε Κύπρος σήμερον, καὶ ἡ βασίλειος, πόλις θεοφόρε, ἡ μὲν τῇ τοῦ τάφου σου, ἡ δὲ τῇ τοῦ λειψάνου σου, θείας δόξης πλουτοῦσαι, καὶ τῆς αὐτῆς μνημονεύουσαι, χαίρουσι τῷ Κτίστῃ γηθόμεναι.

Θεοτοκίον. Ἀκατασχέτοις καθ’ ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο, ἀλλὰ τῷ σῷ τόκῳ προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε, ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας.

Καταβασία. Ἀνοίξω τὸ στόμα.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον. [Δίς.]

λήθειαν κράζει σε Παρθένε καὶ γῆν τε ἐπίσης ποθητήν, ὁ ψαλμῳδὸς ἐν πνεύματι, ἡμεῖς δέ σου οἱ τρόφιμοι, προστάτιδα καὶ Δέσποινα, τοῦ δὲ σοῦ κλήρου κηρύττομεν.

Θαιμὰν ὁ προφήτης σὲ κηρύττει, Παρθένε ὁ θεῖος Ἀββακούμ, καὶ ὄρος αἰνιττόμενος τὸν ἀπό σοῦ τμηθέντα τε, λίθον ἀτμήτως ἄχραντε, ὃν Δανιὴλ προεώρακεν.

λαία κατάκαρπον σὲ ἔφη, ἑστῶσα ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ κιβωτὸν Πανάχραντε, ὁ ψαλμῳδὸς ἐν πνεύματι, ἡμεῖς δέ σε τὴν ἔφορον, Σωτηραν πάντων κηρύττομεν.

Καλεῖ σε τὴν μόνην Θεοτόκον, καὶ θρόνον Παρθένε ὑψηλόν, ὁ μεγαλοφωνότατος, καὶ ἄλλος πύλην λέγει σε, ἡμεῖς δὲ τῶν θαυμάτων σου, κατατρυφῶντες ὑμνοῦμέν σε.

Τοῦ ἁγίου, ὁ αὐτός.

Δοχεῖον γενόμενος ἐνθέου, τῆς χάριτος Λάζαρε σεπτόν, ἐδείχθης καὶ εὐάρεστος, Θεῷ ἐνανθρωπήσαντι, τῷ δι’ ἡμᾶς καὶ σώσαντι, τοὺς εἰς αὐτὸν πειθαρχήσαντας.

πέστης Θεῷ τῷ σαρκωθέντι, σοφὲ διὰ πίστεως ὀρθῆς, ἀπέστης βδελυττόμενος, Ἑβραίων τὰ συνέδρια, διὸ καὶ φίλος γέγονας, σὺν ταῖς συγγόνοις τῷ Κτίστῃ σου.

Ζωῆς τῆς προσκαίρου ἐκδημήσας, καὶ τάφῳ δεινῷ περικλειςθεὶς, μόνῃ τῇ κλίσει ἔσπευσας, Χριστοῦ εἰς ἀναζώωσιν, παλινδρομήσας Λάζαρε, ἀνεμποδίστως ἐν θαύματι.

Θεοτοκίον. Χαῖρε πύλη μόνη, ἣν ὁ Λόγος, διώδευσε μόνος, ἡ μοχλούς, καὶ πύλας ᾅδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα· χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων Πανύμνητε.

Ἄλλος.

Ὁ Εἱρμός. στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὔκ ἐστι πλὴν σοῦ, ἅγιος μόνε φιλάνθρωπε.

Φωτὸς λυχνία γεγονώς, ὁ Λάζαρος διὰ βίου, τοῦ ἀμέμπτου Ἱεράρχης κατέστη, ἐξ αὐτῶν τῶν τοῦ Χριστοῦ, συναποστόλων ἄριστα, καὶ τὸν λαὸν φωτίζει, ἔργοις καὶ λόγοις καὶ θαύμασι.

πὸ χειρῶν προχειρισθείς, τῶν Ἀποστόλων τρισμάκαρ, Ἱεράρχης τῶν αὐτῶν ἀπεκτήσω, τὰς ἐνθέους ἀρετάς, ἱεραρχῶν γὰρ γέγονας, ὑπογραμμὸς καὶ τύπος, διὰ τῶν θείων χαρίτων σου.

Τῶν φαεινῶν σου ἀρετῶν, ἡ Πάναγνος ἐρασθεῖσα, δι’ ἀμφίου ἱεροῦ σοῦ μιμνήσκει, ἐν τῇ Κύπρῳ ὡς εἰκός, σοῦ παροικοῦντος Λάζαρε, καὶ τὸν Θεὸν ὑμνοῦντος, ὡς Ἱεράρχης θεόληπτος.

Θεοτοκίον. Σωτηριώδους δι’ ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς, σὺ γὰρ ἡμῖν εἰσήγαγες τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους.

Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

ς τοῦ Χριστοῦ σε γνησιώτατον φίλον, ὡς ἐκ νεκρῶν ἐκ τοῦ αὐτοῦ ἀναστάντα, καὶ Ἱεράρχην ὥσπερ ἁγιώτατον, οἱ πιστοὶ ἱκέται σου, εὐφημοῦμέν σε μάκαρ, Λάζαρε θεσπέσιε, καὶ πιστῶς ἐκβοῶμεν· ταῖς πρὸς Θεὸν πρεσβείαις σου ἡμᾶς, σῶζε παντοίων κινδύνων καὶ θλίψεων.

Δόξα, ἕτερον, ὅμοιον.

Παλινδρομήσας πρὸς ζωὴν ὡς ἐξ ὕπνου, καὶ μετανάστης γεγονὼς τῆς πατρίδος, ἱεραρχεύσας ἄριστα κεκοίμησαι, πλήρης ἁγιότητος, τῆς πατρώας μὲν πλάνης, χρηματίσας ὄνειδος, καὶ ἐχθρὸς μέγας σφόδρα, τοῖς δὲ πιστοῖς αἰδέσιμος φανείς, τοῦ θεανθρώπου Χριστοῦ ὤφθης γνήσιος.

Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Οὐ σιωπήσωμεν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε. [Δίς.]

Κράζει σε θεόνυμφε ὁ ψαλμωδός, Μήτηρ καὶ Σιὼν ὁ θεόπνευστος, ἀλλὰ καὶ Μήτηρ, οὖσα πάντων τῶν πιστῶν, ἐπισκοπεῖς τὰ τέκνα σου, τὰ μετὰ αἰδοῦς σε δοξάζοντα.

Κλίνην καὶ φορεῖόν σε Μήτηρ Θεοῦ, ᾆσμα τῶν ᾀσμάτων προέφησεν, οἱ δὲ τοῦ κλήρου, σοῦ Παρθένε Μονασταί, σκέπην ἀεὶ καὶ σώτηρα, σὲ καὶ προστασίαν κραυγάζομεν.

Χεῖρα τεταμένην τε καὶ κεφαλήν, Ἰεζεκιὴλ μεμαρτύρηκε, βιβλίον ἄλλος, τὴν Παρθένον καὶ Ἁγνήν, ἡμεῖς δὲ Θεοτόκον σε, τὴν ἡμῶν προστάτιδα κράζομεν.

Πάλαι Ἡσαΐας σὲ τόμον καινόν, ὁ μεγαλοκήρυξ προέφησε, καὶ Ζαχαρίας, σὲ λυχνίαν τοῦ φωτός, ἐν ᾗ Χριστὸς ἐσκήνωσε, φῶς τὸ ἐκ φωτὸς ἀειπάρθενε.

Τοῦ ἁγίου, ὁ αὐτός.

κουσας καλοῦντός σε τοῦ ποιητοῦ, ἐκ μυχῶν τοῦ ᾅδου καὶ ἔσπευσας, παλινδρομῆσαι, πρὸς τὸν βίον ὡς εἰκός, καὶ ἀριστεῦσαι Λάζαρε, κατὰ τοῦ δολίου ἀλάστορος.

Θέλων τὴν Ἀνάστασιν ὁ ποιητής, τὴν κοινὴν τῷ κόσμῳ πιστώσασθαι, σὲ τὸν θανόντα καὶ ταφέντα ἀνιστᾷ, προστακτικῷ φωνήματι, δεῦρο ἔξω Λάζαρε κράξας σοι.

λεων ἀπέργασαι ὑπὲρ ὑμῶν, τὸν αὐτὸν Δεσπότην καὶ Κύριον, ὡς παρρησίαν, πρὸς αὐτὸν πεπλουτηκώς, τῶν εὐσεβῶς ὑμνούντων σου, τὴν ἁγίαν μνήμην ἐν ᾄσμασιν.

Θεοτοκίον. Χαῖρε τὸ κατάσκιον ὄρος Θεοῦ, ὅπερ Ἀββακοὺμ ἐθεάσατο, χαῖρε ἡ θεία, Κιβωτὸς καὶ λογική, ἣν Νῶε προετύπωσε, χαῖρε Θεοτόκε Πανύμνητε.

Ἄλλος.

Ὁ Εἱρμός. Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Σὺ τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν ἐποίμανας, σὺ τὸ αἶσχος, τῶν Ἑβραίων ἔφυγας, καὶ Φαρισαίων αἱρετικῶς Λάζαρε θεόφρον, πιστοῦ λαοῦ τὸ ἐντρύφημα, σὺ Κύπρου θεῖον σθένος, σὺ Βηθανίας πολιοῦχος, σὺ τοῦ θείου ναοῦ σου εὐπρέπεια.

ητορικαί, τέχναι οὐδόλως δυνήσονται, κατ’ ἀξίαν, σοῦ ἐγκωμιάσωσι, τὴν βιοτήν, τὴν ἀγγελικήν, ὁ γὰρ ἐκ τοῦ κόσμου, τοὺς Ἀποστόλους θεάνθρωπος, ἐκλέξας οὗτος μάκαρ, σὲ ἐξελέξατο εἰς τοῦτο, τρισκαιδέκατον ἄλλον Ἀπόστολον.

Πλουτοποιεῖ, τὴν βασιλεύουσαν σήμερον, ὁ Μονάρχης, διὰ τοῦ λειψάνου σου, νεύσει Θεοῦ, καὶ τοῦ σοῦ ναοῦ, ἡμεῖς δὲ καὶ ταύτην, ὡς καὶ τὴν πρώτην τελοῦμέν σου, διὸ ὡς Ἱεράρχης, ὡς ἰσαπόστολος καὶ φίλος, τοῦ Δεσπότου Χριστοῦ ἡμᾶς οἴκτειρον.

Θεοτοκίον. Νεοθαλής, ἀθανασίας Παράδεισος, καὶ ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς, ἐν σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον, ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε.

Καταβασία. Τὴν ἀνεξιχνίαστον.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα. [Δίς.]

Λαβὶς θείου ἄνθρακος, ὑπάρχεἰς παντευλόγητε, ἔτι καὶ Παρθένος γαλουχοῦσα, ὡς καὶ Προφῆτις Δέσποινα μόνη Ἁγνή, κατὰ Ἡσαΐου τὴν φωνήν· ὅθεν σὲ δοξάζομεν, καὶ πιστῶς μακαρίζομεν.

Παρέστης Βασίλισσα, ἐκ δεξιῶν τοῦ Κτίστου σου, τοῦ παμβασιλέως Θεοτόκε, ὁ προφητάναξ Δαβὶδ ἐν Πνεύματι, ἔφη ὁ δὲ κλῆρός σου ἡμεῖς, σῆς πλουτοῦμεν χάριτος, οἱ ἐνταῦθα μονάζοντες.

Πλησίον σε ἔφησε, καὶ ἀδελφὴν καὶ νύμφην τε, ᾆσμα Θεοτόκε τῶν ᾀσμάτων, αἱ δὲ Μοναί σου λαμπροφοροῦσαι σεπτῶς, τοῦ Ἄθω κοσμοῦσι σῆς μορφῆς τὰ εἰκονοστάσια, καὶ κροτοῦσί σου ᾄσματα.

Πηγήν σε ἐνσφράγιστον, καὶ κῆπόν κεκλεισμένον τε, βίβλος ἡ αὐτὴ σὲ ὀνομάζει, οἱ δὲ τοῦ Ἄθω πανευλαβεῖς Μονασταί, ἔφορον προστάτιδα φρουρόν, σκέπην καὶ μεσίτριαν, σὲ καλοῦσι τὴν Δέσποινάν.

Τοῦ ἁγίου, ὁ αὐτός.

Κοσμεῖται τῷ τάφῳ σου, ἡ Βηθανία ἅπασα, ἔνθα τεταρταῖον ὁδωδότα, ὁ ζωοδότης τῇ ἐξουσίᾳ αὐτοῦ, κείμενον ἀνέστησε νεκρόν, σὲ τὸν φίλον Λάζαρε, καὶ πρὸς βίον ἀνώρθωσε.

Λαζάρου τῷ μνήματι, καὶ Κύπρος ἐπαγάλλεται, ἅπασα καὶ πόλις Κωνσταντίνου, ἐπὶ τῷ σκήνει τῷ κομισθέντι αὐτῇ, καὶ ἐπὶ ναᾡ τᾡ θαυμαστᾡ, ὃν ἀνῳκοδόμησεν, ὁ σοφὸς ἐν τοῖς Ἄναξιν.

Μακάριος γέγονας, τῶν μακαρίων Λάζαρε, ὃν γὰρ οὐ κατεῖδον οἱ Προφῆται, σαρκὶ ἐλθόντα, τοῦτον ἑώρακας, καὶ συνανεκλήθης μετ’ αὐτοῦ, καὶ αὐτὸς σὲ ἤγειρε, νεκρωθέντα τοῦ μνήματος.

Θεοτοκίον. Χαίροις ἡ βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως, χαῖρε ἡ τεκοῦσα τὸν τροφέα παντὸς τοῦ κόσμου καὶ γαλουχήσασα, χαῖρε ἱερέων ἡ στολή, καὶ πιστῶν διάδημα, βασιλέων καὶ καύχημα.

Ἄλλος.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

ναός σου ἐνταῦθα, καὶ ἐν ἄλλοις θεσπέσιε Λάζαρε, πλημμυροῖ θαυμάτων, οὐρανόθεν τὴν χάριν δεχόμενος, καὶ καταπλουτίζει, τοὺς ἐν αὐτῷ σοι προσιόντας, καὶ τελοῦντας τὴν μνήμην σου Ὅσιε.

Ξένον θαῦμα ὡράθη, ὅτε τοῦ λειψάνου σου Λέων ὁ ἔνσοφος, τὴν σορὸν ἐκ Κύπρου, εἰς βασίλειον πόλιν μετέφερε, τότε δὴ τὰς νόσους καὶ τῶν δαιμόνων τὰς ἐνέδρας, ἐξ ἀνθρώπων πολλῶν ἀπεδίωξεν.

Νικητὴς τροπαιοῦχος, κατὰ τοῦ ἀλάστορος Λάζαρε γέγονας, διὰ τοῦτο μάκαρ, καὶ τὸ σκῆνός σου βρύει ἰάματα, νῦν καὶ ὁ ναός σου, καὶ ἡ μορφή σου ἐν εἰκόνι, καὶ ἡ κλῆσίς σου μόνη πανένδοξε.

Θεοτοκίον. Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον, τῶν εὐφημούντων σε, ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τήν ψυχήν μου διάσωσον Πάναγνε.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δoξάζοντες. [Δίς.]

Θυγάτηρ πέλεις Πανάμωμε, κατὰ τὸν ψαλμῳδὸν Σολομῶντά τε, τοὺς θεοκήρυκας, μεμνηστευμένην Παρθένον δὲ κατὰ τὸν θεηγόρον Λουκᾶν ἐν πνέυματι.

δοὺ ὁ Κύριος κάθηται, ἐπὶ νεφέλης κούφης ἐν πνεύματι, ὁ μεγαλόφὼνος, βοᾷ Προφήτης θεόνυμφε, ἡμεῖς δὲ μετ’ Ἀγγέλου, χαῖρέ σοι κράζομεν.

Πυρός τε ὅρασις πέφυκας, καὶ θέα ὡς ἠλεκτρου Παναμωμε, ὥσπερ ἐν πνεύματι, ὁ ἱερὸς μεμαρτύρηκε, Προφήτης τοῦ Ὑψίστου, ἁγίῳ Δέσποινα.

μέρα νὺξ καὶ ἀλλοίωσις, κατὰ τὸν προφητάνακτα πέφυκας, θεογεννήτρια, καὶ ἱλασμὸς τοῖς τιμῶσί σου, τὸν θεῖον χαρακτῆρα, καὶ σὲ δοξάζουσι.

Τοῦ ἁγίου, ὁ αὐτός.

Νικῆσαι θέλων τὸν θάνατον, καὶ δεῖξαι τοῖς βροτοῖς τὸ μυστήριον, τοῦτο ἐργάζεται, ὁ ζωοδότης καὶ Κύριος, διὰ τοῦ σοῦ θανάτου, καὶ τῆς ἐγέρσεως.

Ξενίζει νοῦν πάντα βρότειον, τὸ ἐπὶ τῷ Λαζάρῳ θαυμάσιον, νεκρὸς γὰρ κείμενος, καὶ ὁδωδὼς τετραήμερος, ἀνέστη λόγῳ μόνῳ, τῷ τοῦ Δεσπόζοντος.

πρὶν ἀνεύσημος Λάζαρος, νῦν εὔσημος ὁρᾶται καὶ δείκνυται, καὶ ὁ μηδέποτε, εἰς νοῦν ἀνθρώπων βαλλόμενος, εἰς πάντα γῆς τὰ πλέθρα ἤδη φημίζεται.

Θεοτοκίον. Χαῖρε λαβὶς θείου ἄνθρακος, χαῖρε θυμιατήριον πάγχρυσον, χαῖρε ὀσφράδιον, χαῖρε θυμίαμα εὔοσμον, χαῖρε τοῦ οὐρανίου μύρου ἀλάβαστρον.

Ἄλλος.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Μανεὶς Ἑβραίων λαός, κατὰ Λαζάρου ἐφέρετο, ὁ δὲ προγνοὺς τὰ αὐτοῖς, εἰς Κύπρον ἀφίκετο, ἐν ᾗ προχειρίζεται, ἐκ τῶν Ἀποστόλων Ἱεράρχης ἐνθεώτατος.

Λαμπτὴρ ὁ μέγας φανείς, τῆς Ἐκκλησίας ἀφύπνωσεν, ὁ δὲ σοφὸς βασιλεύς, ἐν θείῳ ὁράματι, αὐτοῦ τὸ πάνσεπτον, προσκομίζει σκῆνος, ἐν τῇ πόλει τῇ τῶν πόλεων.

Κανὼν ἐδείχθης ζωῆς, τοῖς ἱεράρχαις καὶ ἅπασι, διὸ καὶ τὰ περὶ σοῦ, πανένδοξε Λάζαρε, ὑπάρχει ἐξαίσια, καὶ θαυμάτων πλήρη, ὡς θεάρεστος ὁ βίος σου.

Θεοτοκίον. Σωτῆρα καὶ λυτρωτήν, Θεὸν τῶν ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα, διάσωσον Πάναγνε, τοὺς προσκαλουμένους, ἐκ κινδύνων σε τὴν Δέσποινα.

Καταβασία. Τὴν θείαν ταύτην.

Κοντάκιον· Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.

Τὸν τοῦ Δεσπότου μιμητὴν καὶ φίλον γνήσιον, τὸν τεταρταῖον ὑπ’ αὐτοῦ ἐξανιστάμενον, ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου κατὰ χρέος, Βηθανίας γὰρ ἀνέτειλας ὡς ἥλιος, καὶ τὴν Κύπρον ὡς Ἀπόστολος κατηύγασας, διὸ κράζομεν· Χαίροις ἔνδοξε Λάζαρε.

Ὁ Οἶκος.

γγελος ὥσπερ ἄλλος, Λάζαρε ἀνεδείχθης, ἐν γῇ ὡς ἐπὶ πόλου βιώσας, διόπερ μετ’ ἀγγέλων παρεστώς, καὶ σὺν Ἀποστόλοις ἅμα Ἱεράρχαις εὐφραινόμενος, ἀκούεις παρ’ ἡμῶν βοώντων ταῦτα· Χαῖρε τὸ κλέος τὸ τῆς Ἑώας· χαῖρε τὸ ἄνθος τῆς Βηθανίας. Χαῖρε Ἰουδαίων κακίστων ὁ ἔλεγχος· χαῖρε Φαρισαίων ἁπάντων τὸ ὄνειδος. Χαῖρε ὅτι φίλος γέγονας τοῦ Δεσπότου καὶ Θεοῦ· χαῖρε ὅτι χάριν εἴληφας ὑπὲρ πάντας τοῦ λαοῦ. Χαῖρε ἀθανασιαν τῆς ψυχῆς ὁ κηρύςας· χαῖρε ὁ τὴν ἀξίαν τῆς αὐτῆς ἀποδείξας. Χαῖρε υἱὲ Χριστοῦ τῆς ἐγέρσεως· χαῖρε αὐγὴ τῆς θείας ἐλλάμψεως. Χαῖρε ὁσμὴ τοῦ ἁγίου σου σκήνους, χαῖρε τρυφὴ τοῦ ἁγίου ναοῦ σου. Χαίροις ἔνδοξε Λάζαρε.

Συναξάριον.
Τῷ αὐτῷ Μηνί, ΙΖ' ἑορτάζειν παρελάβομεν τὴν Ἀνακομιδὴν τοῦ τιμίου λειψάνου, τοῦ ἁγίου καὶ δικαίου Λαζάρου τοῦ τετραημέρου καὶ φίλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Στίχοι. Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας,

             Λάζαρε δεῦρο, χριστομιμήτως λέγει.

μακάριος καὶ ἀοίδιμος καὶ ἐν βασιλεῦσιν σοφώτατος καὶ πιστώτατος Λέων, ἐν ἔτει ὀκτακοσιοστῷ ἐννενηκοστῷ, κινηθεὶς ἀπὸ θεῖον ζῆλον, ἢ καὶ ὡς ἀπὸ θείαν ἔμπνευσιν, πρῶτον μὲν ἔκτισε μίαν Ἐκκλησίαν, μεγαλωτάτην καὶ ὡραιοτάτην, ἐπ’ ὀνόματι τοῦ ἁγίου καὶ δικαίου τούτου Λαζάρου, καὶ μοναστήριον ὁλόκληρον συνέστησε. Μετὰ δὲ ταῦτα ἀπέστειλε καὶ ἔφερέν ἀπὸ τὴν Κύπρον τὸ ἅγιον αὐτοῦ λείψανον, τὸ ὁποῖον εὑρέθη ὑπὸ κάτω εἰς τὴν γῆν, ἐντὸς εἰς ἕνα κιβώτιον μαρμαρενιον, κατὰ τὴν πόλιν τῶν Κιτιαίων, ὕστερον ἀφοῦ παρῆλθον ὀκτακόσιοι τριάκοντα σχεδὸν χρόνοι μετὰ τὸν ἐκεῖ ἐνταφιασμὸν αὐτοῦ· ἦταν δὲ σκαλισμένα εἰς τὸ μάρμαρον τοῦ κιβωτίου τὰ γράμματα ταῦτα εἰς ἄλλην διάλεκτον· «Λάζαρος ὁ τετραήμερος καὶ φίλος τοῦ Χριστοῦ». Ὅταν δὲ ἔφθασεν ἐκεῖ εἰς Κωνσταντινούπολη τὸ ἅγιον τοῦτο λείψανον, ἔβαλεν αὐτὸ ὁ βασιλεὺς εἰς ἑτέραν θήκην ἀργυράν, καὶ οὕτως ἀπεθησαύρισεν αὐτὸ φιλοτίμως, ἐντὸς εἰς τὸν παρ’ αὐτοῦ κτισθέντα ἅγιον ναόν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν ἐν Κωνσταντινουπόλει ναὸν κατάθεσις τοῦ τιμίου λειψάνου τοῦ αὐτοῦ ἁγίου καὶ δικαίου Λαζάρου.

Στίχοι. Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη νέα,

             λλη παρ’ ἡμῖν δείκνυται Βηθανία.

Τὴν αὐτὴν ἀνακομιδὴν εὑρίσκομεν καὶ κατὰ τὴν τετάρτην τοῦ Μαΐου μηνός, ἀλλ’ ὅμως φαίνεται ὅτι ἀφοῦ ὁ αυτοκράτωρ ᾠκοδόμησε τὸν ναὸν καὶ μετέφερε τὸ ἅγιον αὐτοῦ λείψανον καταθέσας αὐτὸ ἐκεῖ, μετὰ ταῦτα ἀπέστειλε πάλιν καὶ ἔφερε τὸ ἅγιον λείψανον τῆς ἀδελφῆς αὐτοῦ Μαρίας, κατὰ τὴν αὐτὴν τοῦ Μαΐου ἡμέραν καὶ ἀπεθησαύρισε καὶ αὐτὸ ἐκεῖ.

Εἶτα καὶ τὰ λοιπὰ τοῦ Συναξαριστοῦ.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. [Δίς.]

Παντευλόγητε, τὴν γῆν ἡ οὐρανώσασα, τῷ θείῳ τόκῳ σου, διὸ καλῇ Οὐρανός, κατὰ τὸν θεόπνευστον, Δαβὶδ τὸν λέγοντα· ὅτι Κύριος, ἐξ οὐρανοῦ ἐπέβλεψεν, ὁ ἀεὶ εὐλογημένος.

κ σου Ἄχραντε, ὁ ἥλιος ἀνέτειλε, Χριστὸς ὁ Κύριος, ἀνατολὴ δὲ οὐκοῦν, καλεῖ σε ἐν πνεύματι, καὶ δύσιν πάλιν αὐτός, ὁ θεόπνευστος, ἡμεῖς δὲ Θεοτόκον σε, τὴν ἀεὶ εὐλογημένην.

Τὰ ὁρμήματα, τοῦ ποταμοῦ εὐφραίνουσι, πόλιν τὴν ἔμψυχον, Θεοῦ τοῦ ζῶντος Ἁγνή, διόπερ καὶ ἥλιος, καὶ πόλις εἶ τοῦ Θεοῦ, ὑπερύμνητε, ὡς ὁ Δαβὶδ προείρηκεν, ὁ προπάτωρ σου Παρθένε.

Τόπον λέγει σε, ὁ Ἰακὼβ καὶ κλίμακα, καὶ πλίνθον ἕτερος, οἱ δὲ τοῦ σοῦ φοιτηταί, τοῦ κλήρου Πανάχραντε, λιμένα εὔδιον, καὶ ὑπέρμαχον, καὶ σωτηρίας πρόξενον, καὶ ἀντίληψιν καὶ σκέπην.

Τοῦ ἁγίου, ὁ αὐτός.

Πεφανέρωται, ἡ δόξα σου τοῖς ἄφροσιν, ἔνδοξε Λάζαρε, διὸ μολεῖς εἰς φυγὴν καθά σοι ἐντέταλται, βουλῆς ἐκ κρείττονος, τοῦ Σωτῆρός σου, ὃς τῶν Πατέρων Κύριος, καὶ θεὸς ὑπάρχεις μόνος.

ητορεύουσα, οὐ σθένει γλῶσσα Ὅσιε, ὑμνολογῆσαί σου, τὴν ἐν σαρκὶ βιοτήν, καὶ γὰρ εὐηρέστησας, τῷ σαρκωθέντι Θεῷ, τῷ ἐγείραντι, σὲ ἐκ τοῦ τάφου Λάζαρε, τεταρταῖον ὁδωδότα.

Συναγάλλονται, χοροῖς καὶ συνευφραίνονται, Ἀγγέλων σήμερον, Ἱεραρχῶν ἀληθῶς, Ὁσίων Δικαίων τε, καὶ Ἀποστόλων Χριστοῦ, ὁ θέσπέσιος, νῦν εὐφημεῖται Λάζαρος, παρ’ ἡμῶν καὶ παρὰ πάντων.

Θεοτοκίον. Χαῖρε γέφυρα, πιστοὺς πάντας μετάγουσα, πρὸς ἀτελεύτητον, καὶ μἁκαρίαν ζωήν, χαῖρε στύλε πύρινε, καθοδηγῶν πρὸς Θεόν, τοὺς κραυγάζοντας· εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Ἄλλος.

Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

να τῆς δόξης σου μετάσχῃ, ἡ τῶν πόλεων πασῶν τιμιωτέρα, τοῦ ναοῦ σοῦ πλουτεῖ καὶ τοῦ σεπτοῦ λειψάνου, ὡς καὶ τοῦ πρωτομάρτύρος, προεπλούτησε Στεφάνου.

Θείας τῆς δόξης ἀξιοῦται, σοῦ πρεσβεύοντος Θεῷ τῷ σῷ ἑταίρῳ, θεοφόρε πᾶς τὶς ὁ κτήσας σε προστάτην, καὶ πρεσβευτὴν πρὸς Κύριον, ὃν ὑμνοῦμεν εἰς αἰῶνας.

σκησας Λάζαρε ἐν βίῳ, σιωπὴν καὶ σεμνότητα καὶ πένθος, καὶ τὰς πάσας ὁμοῦ τὰς θείας ἀντιδόσεις, ἐπὶ πολλοῖς τοῖς ἔτεσι, τῆς δευτέρας βιοτῆς σου.

Θεοτοκίον. Ὕμνοις γεραίρω σε Παρθένε, τὴν τιμήσασαν τὸ γένος τῶν ἀνθρώπων, ἀτιμίᾳ δεινῇ τὸ πρὶν κατακριθεῖσαν, εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Καταβασία. Οὐκ ἐλάτρευσαν.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. [Δίς.]

Σὲ ἐν γυναιξὶν εὐλογημένην, Λουκᾶς ἐν ἁγίῳ ἔφη πνεύματι, πόκον δὲ θεόδροσον, Θεοτόκε Πάναγνε, ὁ Γεδεὼν προεῖδέ σε, καὶ ὁ Δαβὶδ οἱ κλεινοί, προφῆται τοῦ Υἱοῦ σου Παρθένε, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Αὖθις Μαριὰμ ὁ θεηγόρος, Λουκᾶς ὁ αὐτὸς καὶ μακαρίαν σε, ἔφη ὁ δ’ Ἀρχάγγελος, τὸ χαῖρέ σοι προείρηκε, ὃς ἐκ Θεοῦ παρέστη σοι, ἀπ’ οὐρανοῦ καταπτάς, ὁ θεῖος Γαβριὴλ Θεοτόκε, ὁ τῶν μυστηρίων, διάκονος τῶν θείων.

Σὲ τὴν Θεοτόκον καὶ Παρθένον, προφῆται οἱ θεηγόροι προκατήγγειλαν, οὗτοι γὰρ ἐν πνεύματι, σὲ προεωράκασι, Θεοῦ καὶ προειρήκασι, τοῖς πᾶσιν Ἄχραντε, τὰ σοὶ παρὰ Θεοῦ μεγαλεῖα, καὶ τὸν ἐν ὑστέροις, καιροῖς ἐκ σοῦ τεχθέντα.

πειρα ὑπάρχει σου Παρθένε, καὶ πλήρη τὰ μεγαλεῖα καὶ ἐξαίσια, σοῦ καὶ τὰ ὀνόματα, ἀλλὰ καὶ οἱ δοῦλοί σου, οἱ γνήσιοί σου Δέσποινα, πολλά σοι ἔπλεξαν, ἐγκώμια καὶ ὕμνους καὶ λόγους, καὶ πρὸς τὸν Υἱόν σου, τὸν μόνον Θεὸν Λόγον.

Τοῦ ἁγίου, ὁ αὐτός.

Τέτρωται λαός τῶν Ἰουδαίων, τῷ φθόνῳ κατασχεθεὶς ὁ κακομήχανος, οὗτος γὰρ μὴ φέρων σου, δόξαν ἣν ἀπέκτησας, παρὰ Χριστοῦ βουλεύεται, καινὰ καὶ μάταια, κατὰ τοῦ Ζωοδότου ποιῆσαι, Λάζαρε θεόφρον, καὶ κατὰ σοῦ τοῦ ἀναστάντος.

μνοις καὶ ᾠδαῖς σοῦ καταστέφει, τὴν μνήμην ἡ Βηθανία καὶ ἡ ἅπασα, πόλις ἡ βασίλειος, Κύπρος καὶ αἱ σύμπασαι, τῶν εὐσεβῶν θεόσοφε, συνάξεις Λάζαρε, διό σου τὴν χαρμόσυνον πάντες, ἔγερσιν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φῶς συ καθωράθης ἐν τῷ μέσῳ, θεόφρον τῶν Ἰουδαίων Φαρισαίων τε, ὃν γὰρ προεκήρυξαν, οἱ προφῆται ἅπαντες, Θεὸν σαρκὶ φαινόμενον, τοῦτον οὐκ ἔγνωσαν, ὡς μάταιοι Ἑβραίων οἱ παῖδες, ὡς σὺ τοῦτον ἔγνως, Θεὸν σεσαρκωμένον.

Θεοτοκίον. Χαίροις οὐρανῶν ὑψηλοτέρα, καὶ πάντων τιμιωτέρα θείων τάξεων, χαῖρε βάθος ἄπειρον, ὕψος ἀκατάληπτον, χαῖρε ἡλίου ὄχημα, καὶ ἐνδιαίτημα, τὸ κλέος καὶ κειμήλιον χαῖρε, τῶν ὑμνολογούντων, σὲ Κόρη εἰς αἰῶνας.

Ἄλλος.

Ὁ Εἱρμός. Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ζέων τῷ πνεύματι ὡς ὁ Παῦλος ἐδείχθη, ἄξιος τῆς ποίμνης τῶν λογικῶν προβάτων, Λάζαρος ὁ θεῖος, Χριστοῦ τε Ἱεράρχης.

πὶ τῇ θείᾳ τοῦ σκήνους σου καταθέσει, ὁ Μέδων χαίρει σὺν τῷ λαῷ Κυρίου, καὶ ἐπικροτεῖ σου, ἑόρτια καὶ θείους ὕμνους.

Δοξολογεῖται καὶ αὔτη σου ἡ μνήμη, θεῖε Λάζαρε ἐν ᾗ τὸ σὸν ἐφάνη, σκῆνος πεπλησμένον, ἁγιασμοῦ καὶ δόξης.

Θεοτοκίον. Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία. Παῖδας εὐαγεῖς.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλῶν Νόων φύσις γεραίρουσα, τὴν ἱερὰ θαυμάσια (τὴν ἱερὰν Μετάστασιν, τὰ ἱερὰ Εἰσόδια) τῆς Θεομήτορος, καὶ βοάτω·Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε. [Δίς.]

πας γηγενής, θαυμάζει γηθόμενος τῶν μεγαλείων σου, Μῆτερ ἀειπάρθενε, καὶ τῶν θαυμάτων σου τὸ ἀπέραντον, τὴν δὲ σεπτὴν εἰκόνα σου, τὴν χαριτόβρυτον, μεγαλύνει, τῶν Ἀγγέλων τάγματα, καὶ βροτῶν φιλέορτων συστήματα.

γει ἑορτήν, λαὸς σου Πανάχραντε, ὁ εὐσεβέστατος, ἐπὶ τῇ προνοίᾳ σου, καὶ μνείαν ἄγων τῶν θαυμασίων σου, τοῖς πᾶσι διαγγέλει σου τὰς θείας χάριτας, καὶ προνοίας, ἃς περὶ τοὺς δούλους σου, Θεοτόκε παρέχεις ἑκάστοτε.

Χαίρει καὶ σκιρτᾷ, νῦν ἡ κληρουχία σου, καὶ γὰρ ἐπλούτησε, Μῆτερ ἀειπάρθενε, σὲ πολιοῦχον καὶ ἀντιλήπτορα, ἣν περιέπεις ἄνωθεν, τοὺς δ’ ἐν αὐτῇ σκολιούς, μὴ παρόψῃ, τοὺς ἐχθρούς σου Δέσποινα, ἀλλ’ ἀπόδως αὐτοῖς τὰ ἐπίχειρα.

Δέχου εὐμενῶς, αὐτό μου τὸ πρόσφορον, Θεοχαρίτωτε, τοὺς ἀνευφημοῦντας δέ, καὶ ἀνυμνοῦντας τὰ μεγαλεῖά σου, νῦν κατοπτεύεις ἄνωθεν, θείαις πρεσβείαις σου, τῷ Υἱῷ σου, παρεστῶσα πάντοτε, ὑπὲρ οὗ Θεοτόκος καὶ κέκλησαι.

Τοῦ ἁγίου, ὁ αὐτός.

Χαίρει καὶ σκιρτᾷ, Λάζαρε ἡ σύμπασα, σοῦ ἑορτάζουσα, ἣν αὐτὸς ὁ Κύριος, θαυματουργίαν σοὶ ἐποιήσατο, ἐν Βηθανίᾳ Ὅσιε, τῇ σῇ γεννήτριᾳ, οἱ δὲ ταύτης, ἐπὶ πλεῖον χαίρουσι, σοῦ τρυφῶντες τοῦ τάφου οἱ τρόφιμοι.

Ψάλλει καὶ κροτεῖ, ἑόρτια σήμερον, σοφὲ ἡ ποίμνη σου, ἐπὶ τῆ ἐξόδῳ σου, καὶ ταύτης μνείαν ποιοῦσα Λάζαρε, τῆς πρώτης οὐκ ἀφίσταται, τελεῖν μνημόσυνα, καὶ δοξάζει, τὸν τῆς δόξης Κύριον, καὶ ζωῆς καὶ θανάτου ὑπάρχοντα.

τῶν δωρεῶν, τῶν ὑπὲρ κατάληψιν, ὧν κατηξίωσαι, Λάζαρε θεσπέσιε, Θεὸν γὰρ φίλον ἐνταῦθα ἔκτησας, καὶ ὃν ἡ κτίσις ἅπασα χωρεῖν οὐ δύναται, τοῦτον ἔσχες, ὡς ξενοδοχούμενον, ἐν ἰδίῳ σοφέ σου οἰκήματι.

Θεοτοκίον. Χαῖρε ἡ χρυσή, λυχνία καὶ τράπεζα, πιστοὺς ἐκτρέφουσα, χαῖρε ἀγεώργητε, γῆ ζωηφόρον στάχυν βλαστήσασα, χαῖρε βροτῶν διάσωσμα, καὶ θεῖον καύχημα, τῶν βοώντων, χαίροις παμμακάριστε, Θεοτόκε Ἀγνή ἀειπάρθενε.

Ἄλλος.

Ὁ Εἱρμός. ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Γευσάμενος θανάτου φθοροποιοῦ, οὐκ ἐφθάρης τὸ σύνολον Λάζαρε, ἀλλ’ ἀναστάς, παρὰ τοῦ τῶν ὅλων Δημιουργοῦ, κατέστης ὅλος εὔθετος, ποίμνης τῆς ἐν Κύπρῳ θεῖος ποιμὴν, παρὰ τῶν Ἀποστόλων, ἐν ᾗ ἡ Θεοτόκος, σοῦ τῆς ἀξίας ἐμνημόνευσεν.

Βασίλειος ἡ πόλις σοῦ τῆς σοροῦ, πλουτησθεῖσα ἐξόχως ἀγάλλεται, ὥσπερ ποτέ, προηγαλλιάσατο ἡ αὐτή, ἐπὶ τοῦ πρωτομάρτυρος, οἷς ὁ πολυέλεος τὰ αὐτοῦ, ἐλέη οὐρανόθεν, κατέπεμψε πλουσίως, ὡς αὐτοῦ μύστας καὶ θεράποντας.

νάγνοις ἡμῶν χείλεσι τὴν ᾠδήν, τῶν ἐν σοὶ προσφερόντων ὑπόδεξαι, καὶ τῷ Χριστῷ, Λάζαρε μὴ παύσῃ ὡς φίλῳ σῷ, πρεσβεύων τοῦ δωρήσασθαι, πᾶσι τὴν εἰρήνην καὶ ἱλασμός, γενέσθαι καὶ παρέξει, τοῖς πᾶσι σωτηρίαν, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Θεοτοκίον. Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὁ ἀγαθός, ὃ νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Καταβασία. Ἅπας γηγενής.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τοῖς Μαθηταῖς συνέχαιρες, καθορῶν τὸν Δεσπότην, σὺν τούτοις ἀνακείμενον, ἐν οἰκίᾳ πατρῴα, οἷς καὶ σὺ μετὰ πότμον, δαιτυμὼν καθωράθης, τοῖς πάσί τε πιστούμενος, ἀληθῶς ὡς ἠγέρθης, ἐκ τῶν νεκρῶν, μετὰ τετραμέριαν ἐν τῷ τάφῳ, θανὴν θεόφρον Λάζαρε, τῶν πιστῶν ἡ τερπνότης.

Ἕτερον, ὅμοιον.

ς φίλος τοῦ Δεσπότου σου, καὶ Ἱεράρχης ἔνθεος, ὡς πλήρης ἁγιοτητος, ἐν παρρησίᾳ ἵστασαι, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, ἐν οὐρανοῖς θεῖε Πάτερ, μεθ’ ὧν δυσώπει Ὅσιε, τὸν Δεσπότην ἀπαύστως, ὑπὲρ ἡμῶν, τῶν πιστῶς τιμώντων σου νῦν τὴν μνήμην, καὶ τῶν προσερχομένων σου, τῷ ἁγίῳ τεμένει.

Ἕτερον, ὅμοιον.

Τριάδος Κόρη τέτοκας, ἀπορρήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει, τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης, ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι ὅτι πάντες, πρὸς σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.

Εἰς τοὺς Αἴνους· ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ'. Ὁ ἐξ ὑψιστου κληθείς.

Πρὸ τῆς κοινῆς Ἀναστάσεως ὁ Κτίστης, τὴν αὐτὴν πιστώσασθαι θέλων ἀνάστασιν, τοῖς εἰς τὸ θεῖον πιστεύουσι, τῶν Ἀποστόλων, κήρυγμα Πάτερ, θεόφρον Λάζαρε, ταύτην ἐβεβαίωσεν ἔργῳ ὁ Κύριος, διὰ τῆς σῆς ἀναστάσεως, ὅθεν ἐδείχθης υἱὸς πρωτότοκος τοῦ κηρύγματος, καὶ τῇ αἱρέσει ἀνθιστάμενος, τοῖς ἐθέλουσι στῆσαι τὰ ἄνομα, τοῖς δ’ εὐθέσι προστάτης, τῇ καρδίᾳ καὶ ὑπέρμαχος.

ερατεύων ὁ μέγας ἐν Κυρίῳ, Λάζαρος πεπλούτηκε τῆς θείας χάριτος, καὶ ἀρετὰς πάσας ἤρδευσε, χερσομανούσας, τὰς τῶν ἀνθρώπων ψυχὰς τῷ καύσωνι, τῷ τῆς ἀθεότητος καὶ ματαιότητος, καὶ γὰρ αὐτὸς ὡς ἐπάξιον, Θεοῦ δοχεῖον, θεομαρτύρητος ὅλος γέγονεν· ὅθεν ὡς φίλος ὥσπερ γνήσιος, τοῦ αὐτοῦ καὶ τοῖς μύσταις γενόμενος, καὶ Μητρὸς τῆς Παρθένου, ὑπὲρ πάντων εὐμενίζεται.

ερατεύων ὁ θεῖος θεαρέστως, Λάζαρος ἐν πλείοσι χρόνοις κεκοίμηται, καὶ ἐν μνημείῳ ἐνθάπτεται, πολλὰς τελέσας, τὰς περιόδους ἐκτὸς τῆς λάρνακος, τότε θείῳ θαύματι μετακομίζεται, παρὰ σοφοῦ Αὐτοκράτορος, ἡ θεία λάρναξ, ἐκ τε τῆς Κύπρου εἰς βασιλεύουσαν, καὶ κατετέθη ἐν σκηνώματι, τῷ οἰκείῳ ὡς ὄλβος πολύτιμος, ἐν ῷδαῖς τε καὶ ὕμνοις, ἐν ψαλμοῖς καὶ ἀλαλάγμασιν.

Διὰ τῆς θείας μορφῆς καὶ τοῦ ναοῦ σου, καὶ τῆς πρὸς τὸν Κύριον θείας πρεσβείας σου, οἱ σὲ τιμῶντες καυχώμεθα, προστάτην σχόντες, καὶ θεῖον ὅρμον, καὶ πύργον ἄσειστον, ὅθεν ὡς ἰσάγγελος, ὡς ἰσαπόστολος, καὶ τοῦ Δεσπότου ὡς γνήσιος, καὶ Θεοτόκου, Λάζαρε θεῖε πολλῆς τετύχηκας, τῆς παρρησίας διὸ αἴτησαι, ταῖς ψυχαῖς ἡμῶν θείαν παράκλησιν, καὶ εἰρήνην καὶ πᾶσαν, τῶν πταισμάτων θείαν ἄφεσιν.

Δόξα. Ἦχος πλ. α'.

πρεπε τῇ βασιλίδι τῶν πόλεων, καὶ τῆς τοῦ θείου σου λειψάνου κᾳτατρυφῆσαι ἁγιότητος, Λάζαρε θεόπτα καὶ θεομαρτύρητε Ὅσιε· Βηθανία γὰρ ὡς πάτριος καυχᾶται τῷ τάφῳ σου, καὶ ἡ Κύπρος μετ’ αὐτῆς· πόλις δ’ ἡ βασίλειος, οὐδαμῶς ὑπάρχει ἐλαχίστη ἀμφοτέρων, τοῦ αὐτοῦ λειψάνου σου πλουτήσασα, δι’ αὐτῶν καὶ πᾶς ὁ λαὸς ἐν πάσῃ πόλει καὶ χώρᾳ, σοῦ τιμᾷ τὴν μνήμην Ἱεράρχα, ὡς ἰσάγγελον καὶ ἰσαπόστολον, καὶ φίλον γνήσιον Χριστοῦ, καὶ ὡς τετραήμερον ἐξαναστάντα τοῦ μνήματος, παρ’ αὐτοῦ τοῦ Σωτῆρος, τοῦ σώζοντος διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον, ὁ αὐτός.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, [καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν].

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά, καὶ ἐκ τοῦ α' Κανόνος τοῦ ἁγίου ἡ γ' ᾨδή, καὶ ἐκ τοῦ β' ἡ ς'.

ᾨδὴ γ'. Ἦχος δ'. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους.

Δοχεῖον γενόμενος ἐνθέου, τῆς χάριτος Λάζαρε σεπτόν, ἐδείχθης καὶ εὐάρεστος, Θεῷ ἐνανθρωπήσαντι, τῷ δι’ ἡμᾶς καὶ σώσαντι, τοὺς εἰς αὐτὸν πειθαρχήσαντας.

πέστης Θεῷ τῷ σαρκωθέντι, σοφὲ διὰ πίστεως ὀρθῆς, ἀπέστης βδελυττόμενος, Ἑβραίων τὰ συνέδρια, διὸ καὶ φίλος γέγονας, σὺν ταῖς συγγόνοις τῷ Κτίστῃ σου.

Ζωῆς τῆς προσκαίρου ἐκδημήσας, καὶ τάφῳ σοφὲ περικλεισθείς, μόνῃ τῇ κλίσει ἔσπευσας, Χριστοῦ εἰς ἀναζώωσιν, παλινδρομήσας Λάζαρε, ἀνεμποδίστως ὡς πρότερον.

Θεοτοκίον. Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτοπων λογισμῶν, σπλαγχνίσθητι Πανάμωμε, καὶ χεῖρα βοηθείας μοι, ὡς ἐλεήμων ἔκτεινον, ὅπως σωζόμενος γεραίρω σε.

ᾨδὴ ς'. Ἦχος πλ. δ'. Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ.

Μανεὶς Ἑβραίων λαός, κατὰ Λαζάρου ἐφέρετο, ὁ δὲ προγνοὺς τὰ αὐτῶν, εἰς Κύπρον ἀφίκετο, ἐν ᾗ προχειρίζεται, ἐκ τῶν Ἀποστόλων Ἱεράρχης ἐνθεώτατος.

Λαμπτὴρ ὁ μέγας φανείς, τῆς Ἐκκλησίας ἀφύπνωσεν, ὁ δὲ σοφὸς βασιλεύς, ἐν θείῳ ὁράματι, αὐτοῦ τὸ πανέντιμον, προσκομίζει σκῆνος, ἐν τῇ πόλει τῇ τῶν πόλεων.

Κανὼν ἐδείχθης ζωῆς, τοῖς ἱεράρχαις καὶ ἅπασι, διὸ καὶ τὰ περὶ σοῦ, πανένδοξε Λάζαρε, ὑπάρχει ἐξαίσια, καὶ θαυμάτων πλήρη, ὡς θεάρεστος ὁ βίος σου.

Θεοτοκίον. Σὲ προστασίαν πιστοί, καὶ τεῖχος πάντες κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν πιστῶν τὸ καταφύγιον.

Ἀπολυτίκιον, Ἦχος α'.

Τὴν κοινὴν Ἀνάστασιν τῷ κόσμῳ θέλων πιστώσασθαι, ἐκ νεκρῶν σε ἤγειρε Λάζαρε, Χριστὸς ὁ Θεός· ὅθεν καὶ ἡμεῖς νῦν ὡς τότε οἱ Παῖδες ἐκείνῳ, εὐσεβῆ προσφέροντες ᾄίσματα, σοὶ τῷ προσφιλεῖ τοῦ Σωτῆρος βοῶμεν· ταῖς λιταῖς σου θεοφόρε, παντοίων λύτρωσαι δεινῶν, τοὺς ἡμᾶς σε τιμῶντας.

Ἕτερον τῆς ἀνακομιδῆς. Ἦχος ὁ αὐτός. Τοῦ λίθου σφραγισθέντος.

Λειψάνου σου τοῦ θείου τὴν μετάθεσιν Λάζαρε, πρὸς τὴν βασιλεύουσαν πόλιν, ἣν ἐκ θείας βουλήσεως, εἰργάσατο μονάρχης ὁ πιστός, τιμῶντες ἑορτάζομεν πιστῶς, καὶ βοῶμέν σοι τῷ οὕτως παρὰ Θεοῦ, μεγάλως ἐνδοξασθέντι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ διὰ σοῦ τε τὴν κοινὴν ἔγερσιν δείξαντι.

Κοντάκιον· Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.

Τὸν τοῦ Δεσπότου μιμητὴν καὶ φίλον γνήσιον, τὸν τεταρταῖον ὑπ’ αὐτοῦ ἐξανιστάμενον, ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου κατὰ χρέος, Βηθανίας γὰρ ἀνέτειλας ὡς ἥλιος, καὶ τὴν Κύπρον ὡς Ἀπόστολος κατηύγασας, διὸ κράζομεν· Χαίροις ἔνδοξε Λάζαρε.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος γ'. Κύριος φωτισμός μου καὶ Σωτήρ μου, [τίνα φοβηθήσομαι.] Στίχ. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, [ἀπὸ τίνος δειλιάσω.]

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα [βι'. 28-29, γι'. 1-8.]

δελφοί, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω· ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

[Ἀλληλούϊα. Ἦχος β'. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει. Στίχ. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ].

Εὐαγγέλιον, Ἀρχιερατικόν, ἢ οἷον βούλει ὁ Τυπικάρης.
[Ἐκ τοῦ κατὰ Ἰωάννην [ι'. 9-16.]

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα··δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ··ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν].

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον [ἔσται δίκαιος. Ἀλληλούϊα].

Источникъ: Ασματική Ακολουθία εις τον Άγιον και Δίκαιον Λάζαρον τον Τετραήμερον. — Άγιον Όρος: Έκδοσις. Ι. Μ. Βατοπαιδίου, 1990. — Σελ. 16-48.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0