Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - вторникъ, 17 октября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 14.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΝΟΕΜΒΡΙῼ ΚΣΤ'.
Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ.

(Ποιηθεῖσα ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου, Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.)

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

παλῶν ἐξ ὀνύχων σε, ὁ Θεὸς προσελάβετο, προειδὼς τοῦ βίου σου τὴν χρηστότητα· ἔνθεν ἀξίως διέπρεψας, ἠθῶν καθαρότητι, καὶ ἀγῶσιν ἱεροῖς, ἀρετῶν τελειότητος, ὥσπερ ἄγγελος, καὶ ἀσκήσει ἐδόξασας συντόνῳ, τῶν θαυμάτων ἐνεργείᾳ, Στυλιανὲ σὲ δοξάσαντα.

Τῶν προσόντων τὴν ὕπαρξιν, διανείμας τοῖς πένησι, τὴν πτωχείαν ἔστερξας γνώμῃ κρείττονι, τοῦ σὲ πλουτίσαντος Ὅσιε, Χριστοῦ τοῦ Παντάνακτος, πλούτῳ θείων δωρεῶν, ὡς αὐτοῦ φίλον γνήσιον, ὥσπερ δόκιμον, πληρωτὴν τῶν αὐτοῦ διαταγμάτων, καὶ ἀμέμπτῳ πολιτείᾳ, Στυλιανὲ διαλάμψαντα.

Τὴν τοῦ κόσμου, τερπνότητα, ὁλοτρόπως ἐμίσησας, οὐρανίῳ ἔρωτι λαμπρυνόμενος, καὶ τὴν τοῦ σώματος πρόνοιαν, τελείως ἀπέρριψας, ἐν σπηλαίῳ δὲ σοφέ, ὡς ἀσώματος ᾤκησας, ἀναγόμενος, πρὸς Θεὸν ἀναβάσεσιν ἁγίαις, καὶ χερσὶ θείου Ἀγγέλου, ἄρτον ἐδέχου οὐράνιον.

σπερ στήλη θεόγραφος, τῆς ἐνθέου ἀσκήσεως, καὶ λαμπρὸν τοῦ Πνεύματος ἐνδιαίτημα, Στυλιανὲ παναοίδιμε, θαυμάτων ἀέναον, χάριν βλύζεις δαψιλῶς, καὶ ἰᾶσαι τοὺς κάμνοντας, ἐξαιρέτως δέ, τῶν βρεφῶν καὶ νηπίων θεραπεύεις, τὰ νοσήματα ταχέως τῶν προσιόντων τῇ σκέπῃ σου.

Τῇ θερμῇ προστασίᾳ σου, τοὺς προστρέχοντας Ὅσιε, σκέπε καὶ διάσῳζε πάσης θλίψεως, τῶν δὲ φερόντων τὴν κλῆσίν σου, τὴν θείαν προΐστασο, ἐν παντὶ ὡς συμπαθής, καὶ νηπίοις καὶ βρέφεσι δίδου πάντοτε, εὐρωστίαν καὶ ῥῶσιν καὶ ὑγείαν, ὡς θερμὸς αὐτῶν προστάτης, Στυλιανὲ θεοδόξαστε.

Δόξα, Ἦχος πλ. β'.

Σήμερον ἐπέφανεν, ἡ φωτοφόρος σου μνήμη, Στυλιανὲ Θεοφόρε, τοὺς εὐσεβεῖς συγκαλοῦσα, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ· Ὅθεν ταύτην ἐορταζοντες, πνευματικῶς βοῶμέν σοι· χαίροις ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθείς, ὡς ὁ κλεινὸς Ἱερεμίας, καὶ ἐπαξίαν τῆς κλήσεως σπουδήν, τοῖς ἔργοις εἰσενέγκας· χαίροις τῆς ἐνάρετου ζωῆς ὑπόδειγμα, καὶ ἀσκητικῶν κατορθωμάτων, περιφανὴς στηλογραφία· χαίροις θαυμάτων βρύσις θεόβρυτος, καὶ παίδων νεοθαλῶν, ἀρωγὸς θερμότατος. Πρέσβευε Χριστῷ δεόμεθα Πάτερ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον.

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἄχρονως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1-10.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15-23. ς'. 1-3.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. δ'. 7-16.]

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιομελα. Ἦχος α'.

σκητικῶς πολιτευσάμενος, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, τὸν Θεὸν ἐθεράπευσας, Στυλιανὲ Θεοφόρε· ὅθεν Παφλαγονία ἡ πατρίς σου, τοῖς σοῖς σπαργάνοις σεμνύνεται, καὶ πᾶσα ἡ Ἐκκλησία, τῶν σῶν καμάτων τὰ ἔπαθλα, καὶ τὰ λαμπρὰ προτερήματα, συνορῶσα βοᾷ σοι· Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, παμμακάριστε Πάτερ· Χριστὸς γὰρ ὃν ἠγάπησας, θαυμαστῶς σε ἐδόξασεν, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β'.

γγελικὸν βίον ἑλόμενος, ἐν ἐρήμῳ κατὰ Δαβῒδ ηὐλίσθης, Στυλιανὲ θεόφρον· μόνος γὰρ μὸνῳ Θεῷ λατρεύων, καὶ ἀρρεμβάστῳ νοῒ ὁμιλῶν, ἐν σπηλαὶῳ τὴν οἴκησιν ἐποίησας, ὡς ἐν θαλάμῳ πεπληρωμὲνῳ φωτός· καὶ διὰ χειρὸς Ἀγγέλου, ἂρτῳ οὐρανίῳ, τραφείς, ἀγγελικοῖς διέλαμψας χαρίσμασιν, εἰς περιποίησιν Ὅσιε, τῶν προστρεχόντων τῇ σῇ χάριτι.

Δόξα, Ἦχος δ'.

Τὴν τυπωθεῖσάν σοι κλῆσιν, τῇ πράξει βεβαιῶν, στῦλος οὐρανίου ἐλλάμψεως, ὡς ὁ πάλαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν ἐρήμῳ, τῇ Ἐκκλησίᾳ ὤφθης τοῦ Χριστοῦ, Στυλιανὲ μακάριε· τῷ γὰρ φωτὶ τῶν ἔργων σου, τοὺς ἐν σκότει καὶ σκιᾷ παθῶν καθεύδοντας, πρὸς ὄρθρον ἀρετῶν διεγείρεις, καὶ τὴν ἐξ ὕψους Ἀνατολήν, Χριστὸν τὸν Θεὸν ἱκετεύεις, δωρηθῆναι φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν, Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φυλάττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ ἀπὸ βρέφους Θεῷ, ἀνατεθεὶς ὡς Σαμουὴλ ὁ θεσπέσιος, καὶ τούτῳ εὐαρεστήσας, Στυλιανὲ θαυμαστέ, τῆς σῆς πολιτείας τῇ λαμπρότητι· ἀγάπῃ τῇ θείᾳ γάρ, στοιχειούμενος Ὅσιε, κόσμου ἀπάτης, σεαυτὸν ἀπεμάκρυνας, καὶ ὡς ἄσαρκος, ἐν ἐρήμῳ ἐβίωσας· ὅθεν τοῦ θείου Πνεύματος, τὴν χάριν ἀπείληφας, καὶ βοηθὸς ἀνεδείχθης, τοῖς ἐν ἀνάγκαις καὶ θλίψεσι. Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

ρτον ἀπ’ οὐρανοῦ θαυμαστῶς, χερσὶν Ἀγγέλου ὡς ἰσάγγελος Ὅσιε, δεχόμενος θείᾳ νεύσει, τὴν πρὸς Θεόν σου στοργήν, ἅπασιν ἐδήλου καὶ οἰκείωσιν· φθαρτῶν γὰρ τὴν αἴσθησιν, ὁλικῶς βδελυξάμενος, τῶν ὑπὲρ λόγον, καὶ ἀφθάρτων τὴν μέθεξιν, ἐθησαύρισας, δωρημάτων τῆς χάριτος· ὅθεν ἐκ τοῦ πληρώματος, αὐτῶν δυσωποῦμέν σε, πᾶσι μετάδος ῥανίδα, Στυλιανὲ παμμακάριστε, τοῖς σὲ ἀνυμνοῦσι, καὶ Χριστὸν δοξολογοῦσι, τὸν σὲ δοξάσαντα.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, [ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα].

Χαίροις Παφλαγονίας βλαστός, τῆς Ἐκκλησίας ἑωσφόρος ὁ ἄδυτος, ἀκτῖσιν ὁσίων ἔργων, καὶ τῶν θαυμάτων φωτί, καταυγάζων πᾶσαν τὴν ὑφήλιον· ἡ στήλη ἡ ἔμψυχος, θεωρίας καὶ πράξεως, τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, τῆς πραότητος, καὶ ἀγάπης θησαύρισμα· φύλαξ ὁ συμπαθέστατος, βρεφῶν καὶ νηπίων τε, καὶ νεογνῶν ἀντιλήπτωρ, καὶ ἰατὴρ ἐτοιμότατος. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα, Ἦχος πλ. δ'.

Τὸ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, ὡς ἄγγελος ἐπὶ τῆς γῆς, ἐπολιτεύσω Ὅσιε. Βαβαὶ τῶν σῶν χαρίτων, ὧν θεόθεν ἠξιώθης! οὐ μόνον γὰρ ἄρτον οὐράνιον ἔλαβες, ἀλλὰ καὶ θαυμάτων ποικίλων αὐτουργός, ἀνεδείχθης ἐν πνεύματι. Καὶ νῦν Στυλιανὲ μακάριε, τῷ Σωτῆρι πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον.

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοΰ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.

Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον. Δόξα, Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τὸν ἰσάγγελον βίον ἐκ παιδὸς ἐπεπόθησας, καὶ τοῦ Παρακλήτου δοχεῖον, ἱερὸν ἐχρημάτισας· διὸ τὴν τῶν θαυμάτων δωρεάν, καὶ χάριν ἰαμάτων δαψιλῆ, ἀναβλύζεις Θεοφόρε Στυλιανέ, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν, Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ Ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ Δίκαιος Δαβίδ, ἐδείχθης Πλατυτέρα τῶν Οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα Τῷ ἐνοικήσαντι ἐν σοί. Δόξα Τῷ προελθόντι ἐκ σοῦ. Δόξα Τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Θεῷ ἀπὸ παιδός, ἀνετέθης θέοφρον, καὶ τούτου τὰ σεπτά, δικαιώματα Πάτερ, ἀμέμπτως ἐξετέλεσας, διὰ βίου λαμπρότητος· ὅθεν σύσκηνος, τῶν Ἀσωμάτων ἐγένου, μεθ’ ὧν πρέσβευε, Στυλιανὲ Θεοφόρε, ὑπὲρ τῶν τιμώντων σε. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Κυήσασα Χριστόν, τὸν Ὑπέρθεον Λόγον, σαρκὶ τῇ καθ’ ἡμᾶς, ἐξ αἱμάτων σου Κόρη, ἀτρέπτως ὑπέρ ἔννοιαν, τῶν Ἀγγέλων τὰ τάγματα, ὑπερβέβηκας, τῇ ἀπορρήτῳ σου δόξῃ· σὺ γὰρ γέγονας, Μήτηρ τοῦ πάντων Δεσπότου, καὶ κόσμου βοήθεια.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν τὴν σήν, ἀσκητικὴν διαγωγήν, οἱ ὁρῶντες σε σοφέ, ἄσαρκον βίον ἐν σαρκί, πολιτευόμενον ἔρωτι τῷ ἁγίῳ· ἔνθεν ὁ Χριστός, σὲ ἐμεγάλυνε, χάριτι πολλῇ, καὶ θείοις θαύμασι, καὶ νεογνῶν καὶ νηπίων ἀκέστορα, Πάτερ τῷ κόσμῳ σὲ ἔδειξεν· ὃν ἐκδυσώπει, ἡμῖν δοθῆναι, Στυλιανὲ θεῖον ἔλεος. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Καταπλήττονται τὴν σήν, μεγαλοπρέπειαν Ἁγνή, τῶν Ἀγγέλων οἱ χοροί, καὶ δόξαν τὴν ὑπερφυῆ, καὶ ὡς κυρίαν ἁπάντων αἰνοῦσί σε· κάτω δὲ ἐν γῇ, βροτῶν συστήματα, μέλπουσιν ἀεί, τὴν σὴν χρηστότητα, καὶ οἰκτιρμῶν σου τὸν πλοῦτον Πανάμωμε, δι’ ὧν κινδύνων καὶ θλίψεων, ἀπαύστως σῴζεις, Θεογεννῆτορ, τοὺς πεποιθότας τῇ σκέπῃ σου.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ Λόγον.

Τὸν προσόντα σοι πλοῦτον ἐπὶ τῆς γῆς, διανείμας τοῖς πένησι καὶ πτωχοῖς, γνώμῃ οὐρανόφρονι, τῇ φωνῇ ἠκολούθησας, τοῦ Ζωοδότου Λόγου, καὶ κόσμῳ ἐσταύρωσαι, καὶ ἀπαθείας σκεῦος, ἐδείχθης πολύτιμον· ὅθεν παθημάτων, διαλύων τὸν ζόφον, παρέχεις ἰάματα τοῖς πιστῶς προσιοῦσί σοι, Στυλιανὲ παμμακάριστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναι Πάτερ ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Τὸν Θεὸν συλλαβοῦσα ὑπερφυῶς, καὶ τεκοῦσα Παρθένε σωματικῶς, ἀρᾶς τὸν πρωτόπλαστον, τῆς ἀρχαίας ἀπήλλαξας, καὶ σωτηρίας πύλη, ἡμῖν ἐχρημάτισας, καὶ πρὸς τὸ πρῶτον κάλλος, Ἁγνὴ ἐπανάκλησις. Ὅθεν ὡς αἰτίαν, τῆς ἡμῶν σωτηρίας, ὑμνοῦντές σε πάντοτε, οἱ σωθέντες τῷ τόκῳ σου, καὶ πιστῶς ἐκβοῶμεν σοι· χαῖρε θησαυρὲ τῆς ζωῆς, Θεοτόκε μόνη Ἀειπάρθενε· χαῖρε κόσμου προστάτις, καὶ μέγα προσφύγιον.

Τὸ α'. Ἀντίφωνον τοῦ δ'. Ἤχου, καὶ τὸ Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, [ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα]. Τό, Πᾶσα πνοή· Τὸ Εὐαγγέλιον κατὰ Λουκᾶν. Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ. Ὁ Ν'. Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ παρὸν Ἰδιομελον, Ἦχος πλ. β'.

Τὴν ἐν πνεύματι ζωήν, θεοπρεπῶς ἀνύσας, καὶ τοῖς ἀσκητικοῖς παλαίσμασι, δοξάσας τὸν Κύριον τῆς δόξης, στύλος καὶ ἑδραίωμα, τῶν εὐσεβῶν ἐδείχθης, καὶ τῶν θλιβομένων ἀναψυχὴ βεβαία. Ἀλλ’ ὦ Στυλιανὲ θαυματουργέ, μὴ παύσῃ προϊστάμενος, τῶν τελούντων τὴν μνήμην σου.

Εἶτα, οἱ κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Στήλη ἀρετῶν Στυλιανὲ ἐδείχθης. Γερασίμου. Ἦχος πλ. δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Συνὼν τῶν Ἀγγέλων ταῖς στρατιαῖς, σὺν αὐτοῖς δυσώπει, τὸν Σωτῆρα Στυλιανέ, σοφίαν δοθῆναί μοι τῷ λόγῳ τῶν ἀρετῶν σου ὑμνοῦντι τὰ σκάμματα.

Τὸν νοῦν σου ἀνέτεινας ἐκ παιδός, ἐν ὅλῃ καρδίᾳ, πρὸς τὸ ἔσχατον τῶν καλῶν, καὶ τούτου τρωθεὶς Πάτερ τῷ πόθῳ, ἀγγελικῶς ἐν τῷ κόσμῳ διέλαμψας.

γίασε Πάτερ σε ὁ Θεός, μητρὸς ἐκ κοιλίας, ὡς τὸν ἔνθεον Σαμουήλ· ὅθεν ἁγιότητος δοχεῖον, τῇ σῇ ἁγίᾳ ζωῇ ἐχρημάτισας.

Θεοτοκίον. Λυχνία ὡράθης χρυσοφαής, τεκοῦσα ἐν ὕλῃ, τὸ ἀπαύγασμα τοῦ Πατρὸς· ὅθεν τῶν παθῶν μου τὴν ὁμίχλην, ταῖς σαῖς ἀκτῖσι Παρθένε διάλυσον.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

στραψεν ὁ βίος σου, Στυλιανὲ παμμακάριστε, μαρμαρυγαῖς, ἔργων ἐναρέτων, καὶ πιστοὺς κατεφαίδρυνε.

πάντα τὸν πλοῦτόν σου, τοῖς δεομένοις διένειμας, τὸν ἀληθῆ πλοῦτον θησαυρίζων, ἱεροῖς κατορθώμασι.

είθροις τῶν δακρύων σου, καταρδευθεὶς τὴν διάνοιαν, Στυλιανέ, ἤνεγκας πλουσίως, εὐκαρπίαν οὐράνιον.

Θεοτοκίον. Ἔτεκες Πανάμωμε, δίχα φθορᾶς μετὰ σώματος, τόν Ποιητήν, ἐκ φθορᾶς τῆς πάλαι, τὸν Ἀδὰμ ἐκλυτρούμενος.

Κάθισμα, Ἦχος γ'. Θείας πίστεως.

Κόσμον ἔλιπες, ἔρωτι θείῳ, καὶ ὡς ἄσαρκος, ἐν τῇ ἐρήμῳ, Στυλιανὲ θεοφόρε κατῴκησας, ἐκ τοῦ Ἀγγέλου τραφεὶς δὲ μακάριε, ἀγγελικῶν χαρισμάτων ἠξίωσαι, ὅθεν πρέσβευε, δοθῆναι τοῖς εὐφημοῦσι σε, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Θεὸν τέτοκας, ἀνερμηνεύτως, καὶ ἐθέωσας, βροτῶν τὴν φὺσιν, τῇ ἀσπόρῳ σου συλλήψει Θεόνυμφε· ὅθεν κἀμὲ τῶν παθῶν τῆς φαυλότητος, τῇ συμπαθείᾳ σου δέομαι λύτρωσαι, Κόρη Πάναγνε, Χριστῷ τῷ Θεῷ πρεσβεύουσα, δοθῆναι εὐφροσύνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τὸν ἰσάγγελον βίον σου, ὁ Χριστὸς πλουσίως Ὅσιε ἤμειψε, χάριν θείαν σοι παρέσχετο, ἐνεργεῖν τοῖς πᾶσι τὰ ἰάματα.

ς τὸ σπήλαιον ᾤκησας, οἶκος ἀνεδείχθης τοῦ θείου Πνεύματος, σεαυτὸν μακρύνας Ὅσιε, γεηρῶν τελείως πάσης σχέσεως.

Νοσημάτων ἀκέστορα, ὁ Χριστὸς νηπίων Πάτερ σὲ ἔδειξεν· ὅθεν λύμης πάσης φύλαττε, ἀσινῆ τὰ βρέφη τῇ σῇ χάριτι.

Σαρκὸς ἅπαν ἐνέκρωσας, φρόνημα ὑλῶδες τοῖς σοῖς παλαίσμασι, τὴν ψυχήν σου δὲ ἐκάλλυνας, ἀρετῶν τῷ κάλλει Πάτερ Ὅσιε.

Θεοτοκίον. Τῆς ψυχῆς μου τὸν καύσωνα, καὶ τοῦ σώματός μου Ἁγνὴ τὴν κάκωσιν, ὡς φιλάγαθος θεράπευσον, καὶ πταισμάτων αἴτει μοι τὴν ἄφεσιν.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. ρθρίζοντες βοῶμέν σοι· Κύριε σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν.

ψώσας σου τὸν νοῦν πρὸς τὰ οὐράνια, Στυλιανέ, ὡς ξένος καὶ πάροικος, τῶν ἐπὶ γῆς πεπολίτευσαι.

Λαμπτῆρα κτησαμένη σε ἄδυτον, χαίρει ἐν σοί, Στυλιανὲ Ὅσιε, Παφλαγονία τιμῶσα σε.

άσεις ἔτι ζῶν πλείστας ἔδειξας, καὶ πρὸς Θεόν, μετελθὼν μακάριε, θαυματουργεῖς τοῖς τιμῶσί σε.

πάσης ἐπηρείας διάσῳζε, Στυλιανέ, βρέφη τὰ ἀρτίτοκα, ὡς αὐτῶν φύλαξ σωτήριος.

Θεοτοκίον. Ναὸς Θεοῦ ἐδείχθης ὑπέρφωτος, Κόρη Ἁγνὴ· ὅθεν κἀμὲ ἔργασαι, ἔργων φωτὸς σκεῦος τίμιον.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

κ βρέφους τῆς ἀρετῆς, ἐργάτης ὤφθης θερμότατος, Στυλιανὲ θαυμαστέ· διὸ τῶν χαρίτων σε, αὕτη ἐστεφάνωσε, τῷ λαμπρῷ στεφάνῳ, ὡς Θεοῦ θεῖον θεράποντα.

μφρόνως ἑξαναστάς, τῶν ἐν τῷ κόσμῳ θεόσοφε, ἐδέξω ἐν τῇ ψυχῇ, τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐτράφης Ὅσιε, ἄρτῳ οὐρανιῳ, δι’ Ἀγγέλου ὡς ἰσάγγελος.

Δυνάμεις θείας τελῶν, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, νηπίων τε καὶ βρεφῶν, ἰᾶσαι νοσήματα, καὶ παρέχεις Ὅσιε, πᾶσιν εὐτεκνίαν, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Θεοτοκίον. Ἐκύησας ἐν σαρκί, τὸν 'Ὑπερούσιον Κύριον, ἐν φύσεσι μὲν διτταῖς, μιᾷ ὑποστάσει δέ, ἀτρέπτως δι’ ἔλεος· ὅθεν σου τὴν δόξαν, Θεοτόκε μεγαλύνομεν.

Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

γιασθεὶς ἀπὸ μητρώας νηδύος, ὥσπερ ὁ Θεῖος Σαμουὴλ Θεοφόρε, ἀσκητικῶς ἐδόξασας Χριστὸν τὸν Θεὸν· ὅθεν τῶν ἰάσεων, ἀνεδείχθης ταμεῖον, καὶ προστάτης ἔνθεος, νεογνῶν καὶ νηπίων· ὁ γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς, ὃν ἀπὸ βρέφους, Στυλιανὲ ἐδόξασας.

Ὁ Οἶκος.

νατεθεὶς ἀπὸ παιδός, Θεῷ τῷ εὐεργέτῃ, ὥσπερ ὁ μέγας Βαπτιστής, τούτου ἐδείχθης ζηλωτής, καὶ μιμητὴς καὶ τύπος τῇ καθαρῇ σου βιοτῇ, καὶ ἐναρέτοις τρόποις, ὡς ἐκεῖνος γὰρ Πάτερ, τὴν ἔρημον ᾤκησας, νηστείᾳ καὶ ἀγρυπνίᾳ, τὸν νοῦν καθαιρόμενος, καὶ ἀπαύστῳ προσευχῇ τῷ Κυρὶῳ ἑνουμενος· ὅθεν φωτὸς τοῦ ὑπὲρ ἔννοιαν ἐπληρώθης, καὶ θεοσδότοις χάρισι, πανταχοῦ περιβόητος ὤφθης· ἐξαιρέτως δὲ νεογνῶν καὶ νηπίων καὶ βρεφῶν, προστάτης ἐδείχθης θερμότατος, καὶ ἰατὴρ ἐν νόσοις ἑτοιμότατος· ὁ γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς, ὃν ἀπὸ βρέφους Στυλιανὲ ἐδόξασας.

Συναξάριον.
Τῇ ΚΣΤ'. τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ, τοῦ Παφλαγόνος, τοῦ θαυματουργοῦ.

Στίχ. Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος.

         Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει.

         Στυλιανὸς φαίδιμος εἰκάδι ἕκτῃ Θεῷ παρέστη.

Οὗτος ἐκ μήτρας ἁγιασθεὶς γέγονε τοῦ Ἁγίου Πνεύματος οἰκητήριον. Τὸν γάρ προσόντα αὐτῷ πλοῦτον σκορπίσας τοῖς πένησι, καὶ τὸν μονάστήν, ὑποδὺς βίον, πάντας ὑπερέβαλεν ἀσκήσει ἐπιπὸνῳ καὶ σκληραγωγίᾳ. Εἶθ’ οὕτω τήν ἔρημον κατέλαβε, καὶ σπήλαιον ὑποδύς, ὑπὸ θείου Ἀγγέλου τροφὴν ἐδέξατο, ποικίλων παθῶν ἀνιάτων ἰατὴρ γενόμενος. Ὁπηνίκα γὰρ ὁ φθοροποιὸς θάνατος, διὰ τῆς τῶν νεογνῶν θνήξεως, ἀτεκνούσας τὰς κυούσας ἀπετέλει, τὸ τοῦ Ἁγίου ὄνομα αἱ μητέρες ἐπικαλούμεναι, καὶ τὸ τίμιον αὐτοῦ χρωματουργοῦσαι εἰκόνισμα, πρὸς τεκνογονίαν αὖθις μετεσκευάζοντο. Θανὼν δέ, ἐν τῇ τῶν Παφλαγὸνων χώρᾳ κατετέθη, ἰάσεις πολλὰς καὶ θαυματουργίας ἐπιτελῶν.

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλεησον καὶ σῶσον ἡμάς. Ἀμήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

θυνας Πάτερ τὴν ζωήν σου, ἐκ νεότητος τῷ νόμῳ τοῦ Κυρίου, πρὸς τὸν θεῖον σκοπόν τῆς κλήσεως τῆς ἄνω· διὸ καὶ κατηξίωσαι, ἀγαθῶν τῶν αἰωνίων.

Χάριν λαβὼν τὴν τῶν θαυμάτων, νέμεις πάντοτε ἰάματα ποικίλα, τοῖς νοσοῦσι δεινῶς, καὶ πίστει προσιοῦσι, Στυλιανὲ Πατὴρ ἡμῶν, τῷ ἁγίῳ σου τεμένει.

Θραύσας ἐχθροῦ τὰς πανουργίας, τῇ τῶν πόνων σου στερρᾷ ἀντιτυπίᾳ, στηριγμὸς ἀρραγής, καὶ στῦλος θεῖος ὤφθης, τοῖς κλονουμένοις Ὅσιε, περιστάσεσι τοῦ βίου.

ρθης πρὸς ὕψος ἀπαθείας, δι’ ἀσκήσεως καὶ ἄκρας ἐγκρατείας, καὶ Ἀγγέλοις σοφέ, ἐξωμοιωθης κράζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεός εἰς τοὺς αἰῶνας.

Θεοτοκίον. Σῶσόν με μόνη ἡ τεκοῦσα, τὸν Πανάγαθον Θεὸν καὶ Βασιλέα, Θεοτόκε Ἁγνὴ· πρὸς σὲ γὰρ καταφεύγω, τὴν σὴν ἐπιβοώμενος, μητρικὴν κηδεμονίαν.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Γέγονας Πάτερ, θεοειδὴς ἐν τῷ βίῳ, ὑπὲρ αἴσθησιν ὡς ἄγγελος βιώσας· ὅθεν καὶ Ἀγγέλων, συνόμιλος ἐδείχθης.

χει τὴν θήκην, τὴν τῶν λειψάνων σου Πάτερ, ὡς θησαύρισμα Παφλαγονία θεῖον, ἐξ ἧς πᾶσαν δόσιν, ὠφέλιμον καρποΰται.

ῶσιν παρέχοις, τοῖς νεογνοῖς καὶ νηπίοις, εὐτεκνίαν δὲ ταῖς ἀτεκνούσαις Πάτερ, καὶ τοῖς σὲ τιμῶσι, Στυλιανὲ εἰρήνην.

Θεοτοκίον. Ἄχραντε Κόρη, Θεοῦ πανάφθορε Μῆτερ, πάσης ῥῦσαί με φθοροποιοῦ ἐννοίας, καὶ πρὸς θεῖον πόθον, διέγειρον τὸν νοῦν μου.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

Στενὴν ἀνύσας τρίβον, Πάτερ ἐν τῷ κόσμῳ, πρὸς πλάτος θεῖον ἐσκήνωσας Ὅσιε, τῆς οὐρανῶν βασιλείας ἀγαλλιώμένος.

άσεις ἀναβλύζει, Πάτερ ἡ σὴ θήκη, Στυλιανὲ χορηγίᾳ τοῦ Πνεύματος, καὶ χαλεπὰ ἀρρωστήματα παύει πάντοτε.

Μονὰς τὰς οὐρανίους, Πάτερ κατοικήσας, μνείαν ποιοῦ, Θεοφόρε πρὸς Κύριον, Στυλιανὲ τῶν τελούντων τὴν θείαν μνήμην σου.

σμὴν ὡς εὐωδίας, καὶ ὡς θεῖον δῶρον, ἐκ τῶν ἀνάγνων χειλέων μου πρόσδεξαι, Στυλιανὲ Θεοφόρε τόνδε τὸν ὕμνον μου.

Θεοτοκίον. Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, ἐκ τῶν βελῶν τοῦ Βελίαρ ἀπάλλαξον, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλὺνοντας.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Στυλιανὸς ὁ μέγας, τιμάσθω ὕμνοις ἱεροῖς, τῶν Μοναζόντων ὁ στῦλος, καὶ Ἐκκλησίας ὁ λαμπτήρ· θαυμάτων γὰρ λαμπηδόνας, τῇ οἰκουμένῃ ἀστράπτει. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Θεογεννῆτορ Κόρη, παντοβασίλισσα Ἁγνή, τοῦ κόσμου ἡ προστασία, καὶ σωτηρία τῶν πιστῶν, σκέπε ἡμᾶς πάσης βλάβης, καὶ τῶν ἐν βίῳ κινδύνων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

νατεθεὶς τῷ Κυρίῳ, ὡς ὁ κλεινὸς Βαπτιστής, ἀπὸ παιδὸς θέοφρον, ὁλικῇ διανοίᾳ, ὁσίως καὶ ἀμέμπτως Στυλιανέ, τὸν σὸν βίον διήνυσας, καὶ ἀριστεύσας ἐν πόνοις ἀσκητικοῖς, σκεῦος ὤφθης θείου Πνεύματος.

Τὴν ἐν σπηλαίῳ ζωήν σου Χριστὸς ὁ Κύριος, Στυλιανὲ δοξάζων, δι’ Ἀγγέλου ἁγίου, τροφήν σοι ἀποστέλλει ἐξ οὐρανοῦ, ὡς οἰκείῳ θεράποντι, καὶ ἐνεργείας θαυμάτων πάσῃ τῇ γῇ θαυμαστόν σε Πάτερ ἔδειξε.

Τῶν νεογνῶν καὶ νηπίων φύλαξ γενόμενος, ἐκ πάσης ἐπηρείας, καὶ δεινῆς καχεξίας, ἀλώβητα τὰ βρέφη καὶ ἀσινῆ, διαφύλαττε πάντοτε, καὶ εὐτεκνίαν παράσχου Στυλιανέ, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Ταῖς νοηταῖς λαμπηδόσι καταλαμπόμενος, Τριάδος τῆς Ἁγίας, παμμακάριστε Πάτερ, προΐστασο ἀπαύστως Στυλιανέ, τῶν φερόντων τὴν κλῆσίν σου, καὶ δίδου τούτοις πλουσίως ὡς συμπαθής, τάς ἐκφάνσεις τῆς σῆς χάριτος.

Δόξα, Ἦχος πλ. α'.

σιε Πάτερ, τοῖς ἴχνεσι Χριστοῦ ἀκολουθήσας, κατ’ ἀξίαν ζωὴν ἐπολιτεύσω, σαυτὸν ἀπαρνησάμενος· ἄγγελος γὰρ ὤφθης ἐν σαρκί, ἀγγελικοῖς τρόποις σεμνυνόμενος, καὶ θεοειδεῖ ἀσκήσει, βεβαιῶν τὴν χάριν. Ὅθεν στῦλος καὶ ἑδραίωμα, φερωνύμως ἐγένου τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Στυλιανὲ μακάριε, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν, Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ'. καὶ ς'. ᾠδή.

Ὁ Κανὼν τοῦ ἁγίου, ᾨδὴ γ'. Ἦχος πλ. δ'. Σῦ εἶ τὸ στερέωμα.

στραψεν ὁ βίος σου, Στυλιανὲ παμμακάριστε, μαρμαρυγαῖς, ἔργων ἐναρέτων, καὶ πιστοὺς κατεφαίδρυνε.

πάντα τὸν πλοῦτόν σου, τοῖς δεομένοις διένειμας, τὸν ἀληθῆ πλοῦτον θησαυρίζων, ἱεροῖς κατορθώμασι.

είθροις τῶν δακρύων σου, καταρδευθεὶς τὴν διάνοιαν, Στυλιανέ, ἤνεγκας πλουσίως, εὐκαρπίαν οὐράνιον.

Θεοτοκίον. Ἔτεκες Πανάμωμε, δίχα φθορᾶς μετὰ σώματος, τόν Ποιητήν, ἐκ φθορᾶς τῆς πάλαι, τὸν Ἀδὰμ ἐκλυτρούμενος.

ᾨδὴ ς'. λάσθητί μοι Σωτήρ..

κ βρέφους τῆς ἀρετῆς, ἐργάτης ὤφθης θερμότατος, Στυλιανὲ θαυμαστέ· διὸ τῶν χαρίτων σε, αὕτη ἐστεφάνωσε, τῷ λαμπρῷ στεφάνῳ, ὡς Θεοῦ θεῖον θεράποντα.

μφρόνως ἑξαναστάς, τῶν ἐν τῷ κόσμῳ θεόσοφε, ἐδέξω ἐν τῇ ψυχῇ, τὴν χάριν τοῦ Πνεύματος, καὶ ἐτράφης Ὅσιε, ἄρτῳ οὐρανιῳ, δι’ Ἀγγέλου ὡς ἰσάγγελος.

Δυνάμεις θείας τελῶν, τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, νηπίων τε καὶ βρεφῶν, ἰᾶσαι νοσήματα, καὶ παρέχεις Ὅσιε, πᾶσιν εὐτεκνίαν, τοῖς προστρέχουσι τῇ σκέπῃ σου.

Θεοτοκίον. Ἐκύησας ἐν σαρκί, τὸν 'Ὑπερούσιον Κύριον, ἐν φύσεσι μὲν διτταῖς, μιᾷ ὑποστάσει δέ, ἀτρέπτως δι’ ἔλεος· ὅθεν σου τὴν δόξαν, Θεοτόκε μεγαλύνομεν.

Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.

Στήλη ἔμψυχος, τῆς ἐγκρατείας, στῦλος ἄσειστος, τῆς Ἐκκλησίας, Στυλιανὲ ἀνεδείχθης μακάριε· ἀπὸ παιδὸς γὰρ ἀσκήσας ὡς ἄσαρκος, βρεφῶν καὶ παίδων προστάτης γεγένησαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τὸν ἰσάγγελον βίον ἐκ παιδὸς ἐπεπόθησας, καὶ τοῦ Παρακλήτου δοχεῖον, ἱερὸν ἐχρημάτισας· διὸ τὴν τῶν θαυμάτων δωρεάν, καὶ χάριν ἰαμάτων δαψιλῆ, ἀναβλύζεις Θεοφόρε Στυλιανέ, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

γιασθεὶς ἀπὸ μητρώας νηδύος, ὥσπερ ὁ Θεῖος Σαμουὴλ Θεοφόρε, ἀσκητικῶς ἐδόξασας Χριστὸν τὸν Θεὸν· ὅθεν τῶν ἰάσεων, ἀνεδείχθης ταμεῖον, καὶ προστάτης ἔνθεος, νεογνῶν καὶ νηπίων· ὁ γὰρ Χριστὸς δοξάζει σε λαμπρῶς, ὃν ἀπὸ βρέφους, Στυλιανὲ ἐδόξασας.

Ὁ Ἀπόστολος.

Προκείμενον, Ἦχος βαρύς. Καυχήσονται ὅσιοι ἐν δόξῃ [καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν]. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, [ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ].

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 22 - ς'. 2.]

δελφοί, ὁ καρπὸς τοῦ Πνεύματος ἐστὶν ἀγάπη, χαρὰ εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Ἀλληλούϊα. Ἦχος α'. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, [ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα]. Στίχ. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον. [Κεφ. ια'. 27-30.]

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγνώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον [ἔσται δίκαιος. Ἀλληλούϊα].

Μεγαλυνάρια.

Στήλη ἐνάρετου ὤφθης ζωῆς, Στυλιανὲ Πάτερ, τῇ ὁσίᾳ σου βιοτῇ· ἔνθεν τῶν νηπίων, προστάτης ἀνεδείχθης, καὶ θεῖος ἀντιλήπτωρ τῶν εὐφημούντων σε.

Δίστιχον.

μνον ἱερὸν Στυλιανὲ παμμάκαρ

Γεράσιμος ᾄδει σοι ἐνθέῳ πόθῳ.

Источникъ: Ακολουθία του Οσίου και Θεοφόρου Πατρός ημών Στυλιανού. / Ποιηθείσα υπό Γερασίμου μοναχού Μικραγιαννανίτου, Υμνογράφου της Μεγάλης του Χριστού Εκκλησίας. — Θεσσαλονίκη: Εκδόσεις Βας. Ρηγόπουλου, [χ.χ.]. — 23 σελ.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0