Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - вторникъ, 17 октября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 20.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΝΟΕΜΒΡΙῼ ΚΣΤ'.
Μνήμη τοῦ Ἁγίου ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγῶνος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Τὸ Μακάριος ἀνήρ· Εἰς τὸ Κύριε ἐκέκραξα· ἱστῶμεν στίχους ς'. καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος πλ. δ'. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.

Τί σε νῦν σοφὲ προσφθεγξώμεθα, τῆς ἐρήμου πολιστήν, καὶ ἡσυχίας ἐραστήν, τῶν παθῶν ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν, φωστῆρα διακρίσεως ἀκοίμητον, θαυματουργὸν ἀληθέστατον, πάθη ποικίλα ἰώμενον, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε νῦν καλέσωμεν Ἅγιε, ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ· ὀχετὸν τῶν τοῦ Θεοῦ, χορηγουμένων ἀγαθῶν, πλημμύραν τῶν θαυμάτων ἀνεξάντλητον, ἰατῆρα τῶν νηπίων ἑτοιμότατον, τῆς οἰκουμένης τὸ καύχημα, Στυλιανὲ τὸ ὑπέρλαμπρον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε ὀνομάσωμεν ἔνδοξε, γεωργὸν τῶν ἀνθρωπίνων, παμμακάριστε φυτῶν· αὐξητὴν τῶν παιδαρίων τὸν ταχύτατον σαφῶς, νομίμως θεοσδότων ἐμπειρότατον, δογμάτων θεοπνεύστων τὸν διδάσκαλον, καὶ παιδευτὴν ἰκανώτατον, Στυλιανὲ Παμμακάριστε, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. [Δίς.]

Τί σε νῦν καλέσω πανόσιε, τῶν θαυμάτων τῶν μεγίστων ἀνεξάντλητον πηγήν, ὁριστὴν τῆς εὐσεβείας καὶ διδάσκαλον ἐθνῶν· Ἠλίαν, τὸν προφήτην ἄλλον δεύτερον, τοῦ κόσμου τοῦ αὐχμῶντος ὕδωρ φέριστον· ἐν ὄρεσι διαιτώμενον, καὶ τοὺς ἐν κόσμῳ προφθάνοντα, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος β'.

Δεῦτε πιστοί, τὸν θαυματουργὸν ὑμνῳδίαις εὐφημήσωμεν, δι’ οὗ ἀπαλλαγὴν τῶν πόνων, οἱ ἐν κινδύνοις ὑπάρχοντες εὑρίσκομεν. Δεῦτε λαοί, Στυλιανὸν τὸν ἔνδοξον ἀπαύστως τιμήσωμεν· χαίροις λέγοντες, ὁ ἐκ μήτρας ἁγιασθείς, καὶ τῶν σῶν γεννητόρων τὴν ἀτεκνίαν λύσας, ὡς Σαμουὴλ καὶ Ἱερεμίας· χαίροις ὁ στερρὸς τῆς ἀσκήσεως φερώνυμος στύλος· χαίροις τοῦ Παναγίου Πνεύματος καθαρὸν οἰκητήριον· χαίροις ὁ τῆς ἐρήμου οἰκιστής, καὶ ὑπὸ θείου Ἀγγέλου τρεφόμενος· χαίροις ὁ τῶν ἀνιάτων παθῶν ἰατὴρ ὀ ταχύτατος, καὶ τῶν πονηρῶν πνευμάτων διώκτης ἑτοιμότατος, τῶν δὲ νεογνῶν παίδων φύλαξ ὁ σωτήριος· τοὺς προσκυνοῦντας οὖν εἰκόνα σου τὴν ἁγίαν, καὶ σὲ ἑορτάζοντας πρόφθασον, καὶ κινδύνων ἐξάρπασον, πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος β'.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης. Ὠς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως, Χριστὸς ἠ σωτηρία τῶν ψυχῶν ἡμῶν.

[Εἴσοδος. Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ] Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. δ'. 7-15.]

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1-9.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15-23. ς'. 1-3.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α'.

φωστὴρ ἀσκητῶν, Στυλιανὸς σήμερον, τῶν μοναστῶν ταῖς χορείαις πνευματικῶς συγκαλεῖται, ὁμοφώνως ἀναμέλψας σὺν Ἀγγέλοις Θεῷ ὑμνῳδίαν τὴν τρισάγιον· ὡς γὰρ Ἄγγελος σαρκοφόρος, διαπρέψας, ἐν ἀσκήματι καὶ βίῳ Ἀγγελικῷ, τοὺς μὲν ἔχει πανηγυρίζοντας, ὡς αὐτῶν ὑποτύπωσις, τοὺς δὲ συνευφραινομένους, ἐν τῇ μνήμῃ αὐτοῦ ὡς τούτων ὁμόσκηνος· διὸ καὶ ἠμεῖς ἑορτάζοντες αὐτὸν ἑτησίως εὐφημήσωμεν, ὡς πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'.

σιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, θεραπεύεις τὴν τῶν παίδων πικρὰν ἀσθένειαν, καὶ διασώζεις ἅπαντας τοὺς προστρέχοντας ἐν τῷ σεπτῷ καὶ θείῳ ναῷ σου, καὶ τιμῶντας τὴν σεβάσμιον μνήμην σου, ἀπὸ πάσης ἀνάγκης πρεσβεύων πρὸς Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ'.

Στυλιανὲ ὅσιε στερροτάτης ἀσκήσεως, τὴν μυστικὴν καὶ ἔμψυχον διατριβήν, ὡς ἐν ἀΰλοις ἀναπαυόμενος ἐτέλεσας· τοῖς ἐρημικωτέροις γὰρ συνάψας σεαυτὸν πνευματικῶς, τῶν ἰαμάτων τὰς ἐνεργείας πλουσίως ἀπέλαβες· διὸ ἡμᾶς τοὺς σὲ δοξολογοῦντας πρόφθασον, ἐξελοῦ ἡμᾶς πάσης καταιγίδος τῶν παθῶν, καὶ Χριστῷ τῷ Θεῷ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ'.

λαμψαν τὰ καλά σου ἔργα, ὡς ἥλιος ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπων Στυλιανέ, ἑτοίμως γὰρ ἠμᾶς προφθάνεις τοῖς θαύμασι, ῥυόμενος τῶν συνεχόντων κακῶν· διὸ ἱκέτευε ὅσιε Πάτερ ἐν τῇ μνήμῃ σου Θεοφόρε, ὁ τῶν νηπίων φύλαξ σωτήριος, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος δ'.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, Εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

πὸ μητρῴων σπαργάνων ἀφιερωθεὶς τῷ Θεῷ, ἀκτῖνας τῶν θαυμάτων ἀνεδέξω πλουσίως, ἐκ Πνεύματος Ἁγίου ὅθεν πιστῶς, ἀνυμνοῦντες αἰτοῦμέν σε, καταπέμψαι ἀφθόνως Στυλιανέ, τὴν σὴν χάριν τὴν σωτήριον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.

Τὰς οὐρανίους σκηνώσεις ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, τῷ θρόνῳ τοῦ Κυρίου, παριστάμενος Πάτερ Στυλιανέ, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν νοσημάτων τὴν λύσιν καὶ τῶν κακῶν, δωρηθῆναι καθικέτευε.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, [ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα].

Θεοφεγγῆ σε Φωστῆρα Πάτερ ἐπέγνωμεν, ταῖς νοηταῖς ἀκτῖσι, καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, ἀσθενείας καὶ θλίψεως, Στυλιανὲ τὴν σὴν μνήμην ὅθεν πιστῶς, ἑορτάζομεν τιμῶντές σε.

Δόξα. Ἦχος πλ. δ'.

σιε Πάτερ θαυματουργὲ Στυλιανέ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα· ὧν τὸν βίον ἀμέμπτως έζήλωσας, παρρησίαν οὖν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε ὐπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. δ'.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν πρέσβευε Δέσποινα, μετὰ τοῦ σοῦ ὁσίου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος α'.

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης Θεοφόρε Πατὴρ ἠμῶν Στυλιανέ, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, Οὐράνια χαρίσματα λαβῶν, θεραπεύει τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν· Δόξα τῷ σὲ στεφανώσαντι· Δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

[Δόξα.] Καὶ νῦν. [Θεοτοκίον.] Ὁ αὐτός.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ· Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· Δόξα τῷ προελθόντι ἐκ σοῦ· Δόξα τῷ ἐλευθευρώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
[Μετὰ τὴν α'. στιχολογίαν·] Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, αὐτοῦ Πνεύματος ὤφθης, φωτίζων τοὺς πίστει σοι, προσιόντας μακάριε, ὅθεν αἴτησαι τὸν σὲ Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε πόθῳ, Στυλιανὲ Πατὴρ ἡμῶν. [Δίς.]

Δόξα, καὶ νῦν. [Θεοτοκίον.]

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β'. στιχολογίαν· Κάθισμα. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας, καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς Στυλιανὲ Θεοφόρε, ὑπὲρ ἡμῶν μὴ παύσῃ ἱκετεύων τῶν εὐσεβῶς ἀνευφημούντων σε. [Δίς.]

Δόξα, καὶ νῦν. [Θεοτοκίον.]

Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον· χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε· χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν· χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον· [Κάθισμα.] Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τοῦ ὁσίου ἔλαμψεν ἡ θεία μνήμη, συγκαλεῖ γὰρ ἅπαντας τοὺς εὐσεβῶς προσιόντας, Στυλιανὸς ὁ Πατὴρ ἠμῶν, ποιμὴν ὁ μέγας καὶ θαυμαστὸς ἀσκητής. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον.

θερμὴ ἀντίληψις τῶν ἐν ἀνάγκαις, σὺ ὑπάρχεις Δέσποινα, εὐλογημένη Μαριάμ· διὸ τοὺς δούλους σου φύλαττε, ἀπὸ παντοίων, κινδύνων καὶ θλίψεων.

Τὸ α' Ἀντίφωνον. Τοῦ δ' Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. [Δίς.]

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. [Δίς.]

Δόξα. Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν. Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον, [Ἦχος δ'.]

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

[Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.]

Εὐαγγέλιον τοῦ ὄρθρου. Ἐκ τοῦ κατὰ Ματθαῖον. [Κεφ. ια'. 27-30.]

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγνώσκει, εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Μετὰ τὸν Ν'.

[Δόξα.] Ταῖς τοῦ σοῦ ὁσίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον, Ἦχος β'.

μόνος ἐν Ἁγίοις ἀναπαυόμενος Θεός, τὴν ἠγιασμένην σου ψυχὴν καθαρὸν εὑρὼν καταγώγιον, ἐν αὐτῇ κατῴκησε, καὶ θείων χαρίτων αὐτὴν ἐνέπλησε· δι’ ὧν φωταγωγεῖς τοὺς ὑμνοῦντάς σε θαυματουργὲ Στυλιανὲ Μακάριε.

Κανὼν, Ἦχος δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Τῷ φέγγει τῆς χάριτος καταυγαζόμενος ὅσιε, τοὺς πίστει τὴν μνήμην σου, πανηγυρίζοντας, φωταγώγησον, καὶ σκότους ἁμαρτίας, σῶσον ταῖς πρεσβείαις σου καὶ ἀπολύτρωσαι.

δὸν τὴν εἰσάγουσαν, ἀνεπιστρόφως διώδευσας, πρὸς πόλιν οὐράνιον μακαριώτατε· τὸ γὰρ Ἅγιον, ὡδήγησέ σε Πνεῦμα, ἐπαναπαυόμενον ἐν τῇ καρδίᾳ σου.

ψοῦσαν ταπείνωσιν, Στυλιανὲ Πάτερ ἔσχηκας· διό σου δεόμεθα οἴκτειρον Ἅγιε, τὴν ταπείνωσιν ἡμῶν καὶ τὰς ὀδύνας, ἐπικούφισον τῶν καρδιῶν ἡμῶν.

Θεοτοκίον. Πεσόντων ἀνάκλησις, καὶ ἱσταμένω βεβαίωσις, ὑπάρχεις πανάμωμε, ὅθεν σὲ δέομαι, συμπτωθέντα μου, τὸν νοῦν τῇ ἁμαρτίᾳ, ἀνόρθωσον Δέσποινα ὅπως δοξάζω σε.

ᾨδὴ, γ'.

Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

εόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, Σταυρὸν μακαριώτατε, τὰ πάθη ἐκνικήσας σου, καὶ ἐν ἀβάτοις ὄρεσιν, ὑποχωρῶν διετέλεσας.

δόν σου τὴν λίαν ποθουμένην, Πατέρων ὑπέδειξας σοφέ, ἣν εὗρες χρόνοις πλείοσιν, ἐγκεκρυμμένην ὄρεσι, προφητικῷ χαρίσματι, λελαμπρυσμένος πανόλβιε.

Δονούμενοι πάθεσι ποικίλοις, ἐν πίστει προστρέχομεν τῆ σῇ σκέπῃ μακαριώτατε, πρεσβείαις σου πάντας ἡμᾶς ἐπίσκεψαι Μακάριε, ἐκδυσωπῶν τὸν φιλάνθρωπον.

Θεοτοκίον. Ῥάνισιν ἐλέους Παρθένε, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, ἁμαρτημάτων Πάναγνε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία τοῦ Πνεύματος.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ λόγον.

Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας ἐν τῷ κόσμῳ Θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις τὰ πάθη ἐνέκρωσας· καὶ ναὸν ἡτοίμασας σαὐτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, Στυλιανὲ Μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῶ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Τὴν Οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

ρη ὑψηλότατα καταλαβών, κορυφὰς δαιμόνων ὑψούμενος ἐν ταπεινώσει, ἐταπείνωσας σοφέ, καὶ κατ’ αὐτῶν ἠρίστευσας, κλέος ἀσκητῶν καὶ ἑδραίωμα.

Μάχαιραν ὡς δίστομον, τὸν τοῦ Χριστοῦ, φόβον ὁπλισάμενος, δράκοντα, τὸν ἀποστάτην καταβάλλεις νοητῶς, καὶ αἰσθητῶς μακάριε, φύλαξ παιδαρίων ταχύτατος.

λος θείῳ Πνεύματι πυρακτωθείς, Πάτερ τὰ δεινὰ ἐκαρτερήσας, ἔτεσι πλείστοις ταῖς ἐρήμοις προσχωρῶν καὶ ἐκζητῶν τὸν Κύριον, χάριτί σε θείᾳ συνθάλποντα.

Θεοτοκίον. Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέομαι, εὐλογημένη, ἵλεών μοι τὸν κριτὴν τὸν σὸν Υἱὸν ἀπέργασαι, ὅπως κατὰ χρέως δοξάζωμεν.

ᾨδὴ, ε'.

Ὁ Εἱρμός. ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα.

βάδισας ὅσιε, στενὴν καὶ τεθλιμμένην ὁδὸν, θείαις ἀναβάσεσι καρδίας, καὶ θεωρίαις ἐμπλατυνόμενος, καὶ θέσει θεούμενος σαφῶς, Πόλιν τὴν οὐράνιον κατοικῶν Πάτερ ὅσιε.

Τὸ ὄμμα καθάραντι, τῆς διανοίας ὅσιε, χάριτι ἐδόθη προφητείας, ὡς ἐνεστῶτα λέγειν τὰ μέλλοντα, βλέποντα τὰ πόρρῳ ὡς ἐγγὺς ὦ Στυλιανὲ μακάριε, τῇ τοῦ Πνεύματος χάριτι.

δύνης με λύτρωσαι, ἁμαρτιῶν καὶ θλίψεων, παῦσον τῆς καρδίας μου τὸν πόνον, καὶ τῶν πταισμάτων τὴν λύσιν βράβευσον, τὸν ἀγαθοδότην καὶ Θεόν, ἔχων ὑπακούοντα, Στυλιανὲ μακάριε.

Θεοτοκίον. Νοός μου θεράπευσον, τὰς ἐκτροπὰς Πανάχραντε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας σκότος ἀπέλασον, ὅπως ἐν αἰνέσεί σε ὑμνῶ τὴν ἀειμακάριστον, Θεοτόκε πανύμνητε.

ᾨδὴ, ς'.

Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δoξάζοντες.

Μαράνας πάθη τοῦ σώματος, ὡς δένδρον καθωράθης ὑψίκομον καρποὺς τὰ θαύματα, καὶ τὰ σεπτά σου διδάγματα, ἱερωτάτως φέρων Στυλιανὲ ὅσιε. [Δίς.]

Μυρίοις πόνοις ὡμιλίσας, τὸ σῶμα ἀσθενῶς διακείμενος, Πάτερ πανόλβιε, ὅθεν ἐν πίστει κράζομεν, τὰς ἀλγηδόνας παῦσον ἡμῶν, τῶν δούλων σου.

Θεοτοκίον. Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένα ἐμβίβασον, τῆς σωτηρίας Κόρη θεοχαρίτωτε.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνη σήμερον.

ν τῇ μνήμῃ σήμερον τῇ ἱερᾷ σου, συνελθόντες ἅπαντες, ἐκδυσωποῦμεν οἱ πιστοί, Στυλιανὲ ὁσιώτατε, παρὰ Κυρίου εὐρεῖν ἡμᾶς ἔλεος.

Ὁ Οἶκος.

πὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, διεξῆλθεν ὁ φθόγγος τῶν τερπνῶν ἀρετῶν καὶ ἐνθέων ἀγώνων σου, ὅσιε Πάτερ, νέος γὰρ ὑπάρχων τῇ ἡλικίᾳ ἐν ἐρήμοις συνδιαιτᾶσθαι ἐπόθησας· ὕμνους Χριστῷ ψαλμῳδίας τε καὶ εὐχὰς ἀναπέμπων, ἀεὶ ἠμέραν τε καὶ νυκτός, συναυξάνων ἔν τε πόνοις καὶ διακρίσει, ἁγνῶς τὸν βίον ἐτέλεσας· ὅθεν καὶ ἰαμάτων γέγονας πηγή, καὶ τῶν παίδων φύλαξ ἀκοίμητος· διὸ ἱκέτευε σοῦ δεόμεθα παρὰ Κυρίου εὑρεῖν ἡμᾶς ἔλεος.

Συναξάριον.
Τῷ αὐτῷ Μηνὶ κς'. τοῦ Ἁγίου ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγῶνος.

Στίχ. Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος,

         Στυλιανὸς γὰρ τὸν βίον κατεστράφη.

Οὗτος ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν Στυλιανὸς, ἐγεννήθη ἐν Παφλαγωνίᾳ, ἠγιασμένος, ὡς ἄλλος Σαμουήλ, ἐκ κοιλίας μητρὸς αὐτοῦ, καὶ ηὔξανε καὶ ἐκραταιοῦτο ἐν τῇ χάριτι τοῦ Χριστοῦ, κατοικητήριον γενόμενος τοῦ Παναγίου Πνεύματος. Σάρκα φορῶν καὶ αὐτὸς ὁ μακάριος καὶ τὸν κόσμον οἰκῶν, οὔτε ὑπὸ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς εἱλκύσθη, οὔτε ὑπὸ τῆς ματαιότητος τοῦ κόσμου. Κατανοήσας τὸ φθαρτὸν τῆς σαρκὸς καὶ τοῦ κόσμου τὸ ἐφήμερον, δὲν ἠθέλησε νὰ δουλεύσῃ αὐτοῖς ἵνα θερίσῃ φθορὰν καὶ ἀπώλειαν, ἀλλὰ συνετάχθη μετὰ τοῦ κρείττονος, ἤτοι τῆς ἀθανάτου ψυχῆς, καὶ ταύτης ἀπεφάσισε νὰ ἐπιμεληθῇ ἐν τῷ βίῳ, ἵνα κληρονομήσῃ ζωὴν αἰώνιον. Ὅθεν εὐθὺς ἐξ ἀρχῆς «ἐσκόρπισεν, κατὰ τὸ γεγραμμένον, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα». Ἅπαντα τὸν πλοῦτον αὐτοῦ, ὂν ἐκληρονόμησε παρὰ τῶν γονέων, διεμοίρασεν εἰς τοὺς πτωχούς, θεωρῶν ἔγκλημα νὰ πένονται μὲν ἄλλοι, αὐτὸς δὲ νὰ πλουτῇ. Οὕτω δὲ ἐκ τῆς γῆς ἀνεβίβασε τοὺς θησαυροὺς αὐτοῦ εἰς τὸν οὐρανὸν πρὸς αἰωνίαν περιθαλψιν, Δεσποτικὸν ἐκπληρῶν πρόσταγμα ὅπερ λέγει: «Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σής, οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσι οὐδὲ κλέπτουσι. Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν». Καὶ ὄντως, εὐθὺς ὡς διεμοίρασεν ὁ μακάριος τὸν πλοῦτον αὐτοῦ, καὶ μετεβίβασεν αὐτὸν διὰ τῆς μεθόδου ταύτης εἰς τὸν οὐρανόν, ἀπεσπάσθη τῶν γηΐνων καὶ πάντων τῶν ματαίων, καὶ ἐξ ὅλης καρδίας αὐτοῦ ἀφοσιώθη εἰς τὴν λατρείαν τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὅθεν καὶ περιεβάλετο τὸ μοναχικὸν σχῆμα ἵνα εὐσχημόνως πάντοτε ὑπηρετῇ τῷ Κυρίῳ, οὐδὲν ἄλλο φροντίζων καὶ ζητῶν, ἤ, κατὰ τὴν ἀποστολικὴν παραγγελίαν, τί εὐάρεστον τῷ Κυρίῳ, ἵνα ποιῇ αὐτό, καὶ οὐδέποτε ἐξετάζων τί ἀρέσκει ἑαυτῷ· Διὰ τοῦτο καὶ ὑπέρτερος ἀνεδείχθη πάντων τῶν μοναχῶν, τοὺς πάντας ὑπερβὰς ἐν ταῖς δι’ ἐπιμόνων ἀσκήσεων ἀρεταῖς, αἵτινές εἰσιν ὁ ἀληθὴς τοῦ ἀνθρώπου κόσμος ὁ ἑλκύων τὴν ἀγάπην τοῦ Θεοῦ. Προαγόμενος δὲ ἐπὶ μᾶλλον ἐν τῷ θείῳ ἔρωτι, ἤθελεν τρόπον τινά, ἀποφεύγων πᾶν πρόσκομμα, τῷ Θεῷ μόνῳ να συνομιλῇ. Ἀναχωρεῖ λοιπὸν πρὸς τὴν ἔρημον καὶ εἰσέρχεται εἰς σπήλαιόν τι, καὶ κατακλείεται ἐν αὐτῷ. Ἀλλ’ ὦ Πανάγαθε Κύριε, ὁποίας χάριτος ἐπιδαψιλεύεις εἰς τοὺς ἐξ ὅλης ψυχῆς ζητοῦντάς σε! Ἀφοσιώθη ἐν τῷ σπηλαίῳ ὁ Ἅγιος! Ἀπέσπασε τὴν διάνοιαν αὐτοῦ ἀπὸ παντὸς ματαίου λογισμοῦ καὶ οὐδὲν ἄλλο ἐμελέτα ἢ τὴν Τρισυπόστατον Θεότητα, καὶ τὴν διὰ Χριστοῦ σωτηρίαν. Οὕτω δὲ ἠγάπησε τὸν Θεὸν ἐξ ὅλης τῆς διανοίας αὐτοῦ, κατὰ τὴν θείαν ἐντολήν. Ἀπέσπασε προσέτι καὶ τὴν καρδίαν αὐτοῦ ἀπὸ παντὸς σαρκικοῦ καὶ κοσμικοῦ, θεωρῶν τὸ ὑπέρκαλον κάλλος τῆς Τρισηλίου Θεότητος καὶ τοῦ παγκάλου Λόγου καὶ Σωτῆρος ἡμῶν ἐρωμένος. Οὕτω δὲ ἠγάπησεν τὸν Θεὸν ἐξ ὅλης καρδίας συμφώνως πρὸς τὴν αὐτὴν ἐντολήν. Ἀλλὰ καὶ ἐξ ὅλης τῆς δυνάμεως ἠγάπησεν Αὐτόν, οὐδὲν ἄλλο πράττων ἢ τὰ τοῦ Θεοῦ ἔργα, τοὐτέστιν ἔργα εὐσεβείας καὶ ἀρετῆς. Οὕτω δὲ ἀπεξεδόθη τὸν παλαιὸν ἄνθρωπον σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, καὶ ἐγένετο καινὸς ἄνθρωπος ἐν Χριστῷ, εἰς δόξαν Θεοῦ Πατρὸς Ἀμὴν, ὃν ἠγάπησε καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ, καὶ ἐντελῶς ἀντηγαπήθη ὑπὸ τῆς Παναγίας Τριάδος, ἥτις καὶ μονὴν ἐποιήσατο παρ’ αὐτῷ. Ἐπειδὴ δὲ καὶ τὸν πλησίον ὁ Ἅγιος ἠγάπα, διὰ τοῦτο, ἵνα πολλοῖς ὠφέλιμος φανῇ, διετήρει ὁ Κύριος αὐτὸν ἐν τῇ ζωῇ τρέφων δι’ ἀγγέλου. Καθὼς δὲ ὁ Σωτὴρ ἡμῶν εἶπε: «Οὐδεὶς ἀνάπτει λύχνον καὶ τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ».

ς λαμπὰς λοιπὸν καὶ ὁ μακάριος ἑτοιμασθεὶς τῷ Θεῷ ἔδει νὰ διαχύσει τὸ ἱλαρὸν αὐτοῦ φῶς εἰς δόξαν Θεοῦ, ἵνα ἴδωσιν οἱ ἄνθρωποι πῶς ὁ Θεὸς δοξάζει τοὺς δοξάζοντας Αὐτόν. Ὅθεν ἡ φήμη τῆς ἁγιοσύνης τοῦ ὁσίου Στυλιανοῦ διεδόθη πανταχοῦ, καὶ πάντες πάντοθεν συνέρρεον μετ’ εὐλαβείας πρὸς τὸν ἅγιον, καὶ ἀπεκόμιζον ψυχικά τε καὶ σωματικὰ ἀγαθά, ἐπιστρέφοντες καὶ κρατυνόμενοι ἐν τῇ εὐσεβείᾳ καὶ ἀγάπῃ τοῦ Θεοῦ καὶ τοῦ πλησίον, καὶ πολλὰς ἰάσεις σωματικὰς λαμβάνοντες παθῶν ἀνιάτων. Οὕτω δὲ βιώσας ἐπὶ τῆς γῆς ὡς ἐπίγειος ἄγγελος, ἐπιστάσης τῆς ὥρας, ἵνα τύχῃ τοῦ διακαῶς ποθουμένου ἵνα ἐκδημήσῃ τοῦ σώματος καὶ ἐνδημήσῃ τῳ Κυρίῳ, ἵνα ἀναλύσῃ, κατὰ Παῦλον, καὶ σὺν Χριστῷ ᾗ, ἔλαβεν εἴδησιν ὅτι τὸ τέλος τοῦ βίου τούτου ἤγγικεν. Ὅθεν δοξολογήσας ἀπῆλθεν πρὸς Κύριον, λάμψαντος τοῦ προσώπου αὐτοῦ ὡς Ἡλίου· παραυτίκα δὲ χορὸς ἁγίων ἀγγέλων παρέλαβε τὴν παναγίαν αὐτοῦ ψυχήν. Οὐδὲ μετὰ τὸν θάνατον δι’ αὐτοῦ ἐπαύσατο παρέχων τὰς ἰάσεις ἀφθόνως. Διότι, ὅταν θανατηφόρος ἐπήρχετο εἰς τὰ παιδία ἀσθένεια καὶ οἱ γονεῖς ἔμενον ἄτεκνοι, ὅσοι ἐν τῇ ἀσθενείᾳ τῶν τέκνων τῶν μετὰ πίστεως ἐπεκαλοῦντο τὸν Ἅγιον Στυλιανὸν καὶ μετ’ εὐλαβείας ἐζωγράφιζον τὴν πανσέβαστον καὶ ἁγίαν αὐτοῦ εἰκόνα, καὶ τὴν ἴασιν τῶν τέκνων παρευθὺς ἐλάμβανον, καὶ ἄλλα ἐγένων ἐν χάριτι Θεοῦ διὰ μεσιτείας τοῦ Ἁγίου. Καὶ σήμερον δὲ τοῖς μετὰ πίστεως ἐπικαλουμένοις ὁμοίως βοηθεῖ. Τοιοῦτος ὁ ἅγιος Στυλιανὸς, ὅστις ἔστω παράδειγμα μιμήσεως ἡμῖν, διότι καὶ αὐτὸς ἦν ἄνθρωπος καθὼς καὶ ἡμεῖς, ἀλλ’ ἀποφασίσας ἔτυχε τῆς χάριτος τοῦ Θεοῦ, ἐτελειώθη ἐν Χριστῷ, καὶ ἐγένετο μακάριος. Ἵνα δὲ καὶ ἡμεῖς τῶν αὐτῶν τύχωμεν ἀγαθῶν, μιμηθῶμεν τὴν πίστιν καὶ ἀφοσίωσιν τοῦ ἁγίου, ἐργασθῶμεν ἔργα εὐσεβείας καὶ σωφροσύνης, δικαιοσύνης τε καὶ ἐλεημοσύνης ἐν τῷ κύκλῳ ἡμῶν. Ὁ δὲ διὰ τὴν ἡμετέραν σωτηρίαν σταυρωθεὶς καὶ ἀναστὰς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς τοῦ ὁσίου αὐτοῦ καὶ ἁγίου Στυλιανοῦ πρεσβείαις ἐλεήσαι καὶ σώσαι ἡμᾶς. Ἀμήν.

ᾨδὴ, ζ'.

Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τὴν καρδίαν τῆς Τριάδος οἰκητήριον ἀπεργασάμενος, ὅθεν ἡ θεια σωρός, τῶν σεπτῶν λειψάνων σου μακαριώτατε, μύρα ἐκβλύζει ἀεὶ προχεόμενα, εἰς φωτισμὸν καὶ κάθαρσιν, τῶν σεπτῶς σοι προσιόντων. [Δίς.]

ψυχή σου Θείου Πνεύματος ἐλαμπομένη, ἀεὶ ψυχῶν ἑώρα πιστῶς, τῶν προσερχομένων σοι θαυμασιώτατε, τὰ βουλεύματα, προφητικαῖς προγνώσεσιν, ἱερῶς θαυμαζομένη.

Θεοτοκίον. Ἀναλλοίωτον, τεκοῦσα μόνη Κύριον Θεοχαρίτωτε, τῇ δεξιᾷ τῇ αὐτοῦ, ἁγνὴ ἀλλοιώσας μου τὸν νοῦν ἱκέτευε, πρὸς τὰ κρείττονα δεινῶς περιτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.

ᾨδὴ, η'.

Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

στάμενος ἄνω πρὸς τὸ ὄρος, ὡς ἐπὶ λυχνίαν Πάτερ ὅσιε, πάντων τὰ νοήματα, πίστει κατεφώτιζες, ὐποδεικνύων ἄριστα μακαριώτατε, τὴν τρίβον τῆς ζωῆς καὶ ἀνάγων, τούτους θείῳ λόγῳ, πρὸς ὕψος ἀπαθείᾳ. [Δίς.]

Νοΐ ἀπαθείᾳ καθαρθέντι, ὡμίλεις Κυρίῳ Παντοκράτορι, ὑφ’ οὗ τὰ ἀπόῤῤητα, ὅσιε μυούμενος Στυλιανὲ προέλεγες εἰς σωτηρίαν ψυχῶν, ὡς μέγιστος, Παμμάκαρ Προφήτης, ὅθεν σὲ συμφώνως παμμάκαρ εὐφημοῦμεν.

Θεοτοκίον. Ὡράθης Ἀγγέλων ὑπερτέρα, Θεὸν ἀπορρήτως σωματώσασα, τοῦτον οὖν ἱκέτευε, Δέσποινα πανάμωμε, τῶν σαρκικῶν ἀνώτερον παθῶν γενέσθαι με, νοὸς ἐν ὑψηλῇ ταπεινώσει, ἀνυμνολογοῦντα, τὴν σὴν μεγίστην χάριν.

ᾨδὴ, θ'.

Ὁ Εἱρμός. πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλῶν Νόων φύσις γεραίρουσα, τὴν ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω·Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Σοῦ τὸ Ἱερόν, καὶ Ἅγιον λείψανον ἐν τάφῳ κείμενον, θάπτει τὰ νοσήματα, καὶ φλέγει στῖφος δαιμόνων πάντοτε, Στυλιανὲ μακάριε τῇ θείᾳ χάριτι, ἀναβλύζον πᾶσι τὰ ἰάματα, τοῖς πιστῶς σε ἀεὶ μακαρίζουσι. [Δίς.]

σπερ οὐρανῶν τὰ ὄρη καὶ σπήλαια ᾤκησας ὅσιε, ὅθεν εἰρήνευσαν ἄγριαι θῆρες καθυποτάξαντι, πάθη σαρκὸς δυσκάθεκτα Μακαριώτατε, καὶ δικαίῳ, ἤδη χρηματίσαντι, διὰ τοῦτο πίστει σὲ γεραίρομεν.

Θεοτοκίον. Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα, φῶς ἡ κυήσασα, μὴ καταλαβέτω μοι, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψει με τῆς ἀπογνώσεως, ἀλλ’ αὐτή με, σῶσον καὶ κυβέρνησον, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

κ μήτρας καθηγίασε, Θεός σε Πάτερ ὅσιε, Ἱερεμίαν ὡς πάλαι, καὶ Σαμουὴλ Θεοφόρε, Προφήτην θεῖον δείξας σε Στυλιανὲ Μακάριε, τῶν Ἀγγέλων ὁμόσκηνε, μεθ’ ὧν μνημόνευε πάντων, τῶν σὲ σεπτῶς ἀνυμνούντων. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

ν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι’ ἡμᾶς πτωχεύσαντα, μέχρι Θεοῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον Θεοκυῆτορ Παρθένε.

Εἰς τοὺς Αἴνους· ἱστῶμεν στίχους δ'. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Πάντες τὸν θαυμαστόν, τιμήσωμεν ἐν ὕμνοις, Στυλιανὸν τὸν θεῖον, πρεσβεύοντα Κυρίῳ, ὑπὲρ τῶν τιμώντων αὐτῷ.

Τὸν ὅσιον πιστοί, θαυματουργὸν Κυρίου, Στυλιανὸν τὸν μέγαν, Ἀγγέλων συνοδίτην, πιστῶς ἀνευφημήσωμεν.

Δέχου νῦν παρ’ ἡμῶν, δεήσεις θεορρῆμον, καὶ ταύτας ἐν Κυρίῳ, προσάγαγε προθύμως, καὶ σῶσον τοὺς ὑμνοῦντάς σε.

Παῖδας τῶν ὑμνῳδῶν, καὶ σὲ τιμώντων πόθῳ, διάσῳζε κινδύνων, φυλάττων ἀσθενείας, Στυλιανὲ μακάριε.

Δόξα. Ἦχος πλ. δ'.

Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Στυλιανὲ Πατὴρ ἠμῶν· διὰ γὰρ σοῦ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν· μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν· Ἀγγέλων συνόμιλε, ὁσίων συμμέτοχε καὶ δικαίων· μεθ’ ὧν δὲ καὶ τῶν παιδαρίων φύλαξ σωτήριος· πρέσβευε οὖν τῷ Κυρίῳ ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν. [Θεοτοκίον.]

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ ἁγίου αἱ ᾠδαὶ γ' καὶ ς'.

Ὁ Κανὼν τοῦ ἁγίου, ᾨδὴ γ'. Ἦχος δ'. Τοὺς σοὺς ὑμνολόγους.

εόντων τὰ μένοντα ἠλλάξω, ἐμφρόνως τὸν σὸν ἀναλαβών, Σταυρὸν μακαριώτατε, τὰ πάθη ἐκνικήσας σου, καὶ ἐν ἀβάτοις ὄρεσιν, ὑποχωρῶν διετέλεσας.

δόν σου τὴν λίαν ποθουμένην, Πατέρων ὑπέδειξας σοφέ, ἣν εὗρες χρόνοις πλείοσιν, ἐγκεκρυμμένην ὄρεσι, προφητικῷ χαρίσματι, λελαμπρυσμένος πανόλβιε.

Δονούμενοι πάθεσι ποικίλοις, ἐν πίστει προστρέχομεν τῆ σῇ σκέπῃ μακαριώτατε, πρεσβείαις σου πάντας ἡμᾶς ἐπίσκεψαι Μακάριε, ἐκδυσωπῶν τὸν φιλάνθρωπον.

Θεοτοκίον. Ῥάνισιν ἐλέους Παρθένε, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, ἁμαρτημάτων Πάναγνε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνία τοῦ Πνεύματος.

ᾨδὴ ς'. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Μαράνας πάθη τοῦ σώματος, ὡς δένδρον καθωράθης ὑψίκομον καρποὺς τὰ θαύματα, καὶ τὰ σεπτά σου διδάγματα, ἱερωτάτως φέρων Στυλιανὲ ὅσιε. [Δίς.]

Μυρίοις πόνοις ὡμιλίσας, τὸ σῶμα ἀσθενῶς διακείμενος, Πάτερ πανόλβιε, ὅθεν ἐν πίστει κράζομεν, τὰς ἀλγηδόνας παῦσον ἡμῶν, τῶν δούλων σου.

Θεοτοκίον. Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένα ἐμβίβασον, τῆς σωτηρίας Κόρη θεοχαρίτωτε.

Ἀπολυτίκιον. Ἦχος α'.

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης Θεοφόρε Πατὴρ ἠμῶν Στυλιανέ, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, Οὐράνια χαρίσματα λαβῶν, θεραπεύει τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν· Δόξα τῷ σὲ στεφανώσαντι· Δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνη σήμερον.

ν τῇ μνήμῃ σήμερον τῇ ἱερᾷ σου, συνελθόντες ἅπαντες, ἐκδυσωποῦμεν οἱ πιστοί, Στυλιανὲ ὁσιώτατε, παρὰ Κυρίου εὐρεῖν ἡμᾶς ἔλεος.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος βαρύς. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Προς Εβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα. [Κεφ. ιγ'. 17-21.]

δελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι· περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ· ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[Ἀλληλούϊα. Ἦχος β'. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;]

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. ς'. 17-23.]

Τῷ καιρῷ εκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.

Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ τε τῶν παίδων, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης, λοιμοῦ τε καθαιρέτης, Στυλιανὲ Τρισμάκαρ, διὸ τιμῶμέν σε.

Источникъ: Βίος και Ακολουθία του εν αγίοις Οσίου και Θεοφόρου Πατρός ημών Στυλιανού του Παφλαγώνος. Ψαλλομένη τη ΚΣΤ'. Νοεμβρίου. — Υπό Δ. Ν. Λαγούλη και Αντ. Σ. Γεωργίου Μοναχού. — Εν Αθήναις: Εκ του Τυπογραφείου Ν. Τριανταφύλλου και Σας, 1887. — σελ. 3-21.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0