Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - пятница, 18 августа 2017 г. Сейчасъ на порталѣ посѣтителей - 15.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

Μὴν Νοέμβριος ἔχων ἡμέρας τριάκοντα.

ΤΗ Γ'. ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, τοῦ ἐν Λύδδῃ, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τῶν Μαρτύρων. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις Ἀκεψιμᾶ ἱερέ, Ἀειθαλᾶ καὶ Ἰωσὴφ ἀξιάγαστοι, τῷ θείῳ πυρὶ τὴν πλάνην, πυρσολατρῶν δυσσεβῶν, ἐπιγνώσει θείᾳ κατασβέσαντες, δι’ ὧν οἱ θρησκεύοντες, παρανόμως τὸν ἥλιον, καὶ τοὺς ἀστέρας, παντελῶς ἠμαυρώθησαν, καὶ κατήργηται, ἡ τῶν μάγων ἐπίνοια. Μάρτυρες ἀεισέβαστοι, Τριάδος ὑπέρμαχοι, φῶς τοῖς ἐν σκότει ἀγνοίας, τοῦ ἀληθοῦς Ἀρχιποίμενος, Χριστοῦ τοῦ τυθέντος, καὶ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Πᾶσαν ἐπιφορὰν τῶν δεινῶν, ἀνδρειοτάτῳ λογισμῷ ὑπηνέγκατε, ἀλόγοις τε ὥσπερ φόρτος, ἐπιτεθέντες σοφοί, πρὸς βασάνων πλείῳ πεῖραν ἤγεσθε· διὸ συγκοπτόμενοι, καὶ ῥοπάλοις τυπτόμενοι, καὶ ταῖς αἰκίαις, χαλεπῶς δαπανώμενοι, οὐκ ἐκάμφθητε, οὐ Θεὸν ἐξηρνήσασθε· ὅθεν προσαπηνέγκατε, τῆς νίκης τὸν στέφανον, καὶ ταῖς μαρτύρων ἀγέλαις, περιφανῶς ἠριθμήθητε, μεθ’ ὧν ἐξαιτεῖσθε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Καὶ τοῦ Ἁγίου Γεωργίου, ὅμοια.

Χαίρων αὐτοκινήτοις ὁρμαῖς, πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς προσεχώρησας, καὶ πᾶσαν ἐκπλήξας φρένα, τῇ καρτερίᾳ τῇ σῇ, τῶν τυράννων θράση κατεπάτησας· λαμπράν πρὸς Ἀγγέλων, διαγωγὴν μεταβέβηκας, περιχορεύων, σὺν αὐτοῖς καὶ γηθόμενος, σῴζων πάντοτε, τοὺς πιστῶς σε γεραίροντας, μάρτυς ἐπιστασίαις σου, παμμάκαρ Γεώργιε, καὶ συμπαθείᾳ πενήτων, τοῖς ὀδυρμοῖς ἐπικλώμενος, Χριστὸν ἱκετεύεις, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

θι τοῖς εὐφημοῦσιν ἡμῖν, καὶ θλιβομένοις ἀρωγὸς γενησόμενος, τὸν πόνον ἐπικουφίζων, τῶν χαλεπῶν πειρασμῶν, καὶ τὸ βάρος τούτων ἀφαιρούμενος, φρουρῶν καὶ φυλάττων, καὶ διασῴζων Γεώργιε, διαβιβάζων, πρὸς Θεὸν διὰ πίστεως, καὶ προστάγμασιν, ἐμβιβάζων τοῦ Κτίσαντος· ὅπως δι’ ἀγαθότητος, τῆς τούτου βιώσαντες, τύχωμεν πάντες τῶν θείων, ἐν οὐρανοῖς ἀντιδόσεων, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Μέγα καὶ θαυμαστὸν ἀληθῶς, τῆς σῆς ἀρρήτου μαρτυρίας κηρύττεται, τὸ κλέος ἔνδοξε μάρτυς· ὡς γὰρ λαμπρὸς ἀριστεύς, διατρέχεις πᾶσαν ἀξιάγαστε, τὴν κτίσιν Γεώργιε, πλείσταις ὄντως κοσμούμενος, θαυματουργίαις, καὶ τὰς νόσους ἰώμενος, καὶ τοὺς πάσχοντας, θεραπεύων πρεσβείαις σου· ὅθεν ὡς ἀντιλήπτορα, θερμόν σε γινώσκομεν, καὶ εὐεργέτην παμμάκαρ, τοὺς αἰχμαλώτους ῥυόμενον. Χριστὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος [1].

Δόξα, Τοῦ Ἁγίου Γεωργίου. Ἦχος πλ. β'.

ξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν Σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ’ ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης, χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς ὀρθοδόξου πίστεως κλῆμα κατεφύτευσας. Ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης. Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος [ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν].

Ἢ Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης.

ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια, τοῦ Ἁγίου Γεωργίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσι.

θλοφόρε Γεώργιε, τῶν Ἀγγέλων συνόμιλε, τῶν μαρτύρων σύσκηνε, καταφύγιον, τῶν θλιβομένων ἑκάστοτε, λιμὴν ἀναψύξεως, θαλαττεύοντι κἀμοί, ἐν τῷ βίῳ γενήθητι, καὶ κυβέρνησον, δυσωπῶ τὴν ζωήν μου, ὅπως πίστει, ἀδιστάκτῳ μακαρίζω, τοὺς ὑπὲρ φύσιν ἀγῶνάς σου.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις [αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ].

ν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα διάσῳσον, παμμάκαρ Γεώργιε, καὶ ὁδήγησον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ καταφεύγων τῇ σκέπῃ σου.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ [ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς].

Τῷ τῆς πίστεως θώρακι, καὶ ἀσπίδι τῆς χάριτος, καὶ Σταυροῦ τῷ δόρατι συμφραξάμενος, τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε, καὶ ὡς θεῖος ἀριστεύς, τῶν δαιμόνων τὰς φάλαγγας, τροπωσάμενος, σὺν Ἀγγέλοις χορεύεις· τοὺς πιστοὺς δὲ περιέπων ἁγιάζεις, καὶ διασῴζεις καλούμενος.

Δόξα, Τῶν Μαρτύρων. Ἦχος πλ. β'. Ἐφραὶμ Καρίας.

Προοίμιον τυπικῶς, τῆς τρισσοφεγγοῦς ὑμῶν ὁμονοίας, καὶ ἐν Χριστῷ μαρτυρίας τῆς ἀκηράτου Τριάδος, καὶ ὑπερουσίου μονάδος ἀθληταί, οἱ ἐν Περσίδι ἄφλεκτοι συντηρηθέντες, τρεῖς Παῖδες γεγόνασιν· ὡς γὰρ ἐκεῖνοι φλογὸς κατετόλμησαν, εἰς Θεὸν μὴ ὑβρίσαντες, οὕτω καὶ ὑμεῖς θανεῖν οὐ παρητήσασθε, μὴ ὑπενδόντες τῇ τοῦ Χριστοῦ ἀγαπήσει. Ἀλλ’ ὡς ἐκείνους ὁ φανεὶς τέταρτος, ἐν τῇ φλογὶ ἐδρόσιζεν, οὕτω καὶ ὑμᾶς Χριστός, ὁ εἷς τῆς Τριάδος, προσεδέξατο ἐν τόπῳ ἀναψύξεως. Ἀκεψιμᾶ σὺν τῷ Ἰωσήφ, καὶ Ἀειθαλᾶ θεόληπτοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε· αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης Χριστὲ.

Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Ἀπολυτίκιον τῶν Μαρτύρων. [Ἦχος δ'. Ταχύ προκατάλαβε.]

Οἱ μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ τοῦ Ἁγίου Γεωργίου. [Ἦχος δ'.]

ς τῶν αἰχμαλώτων ἐλευθερωτής, [καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν].

Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν τοῦ Ψαλτηρίου, ἀναγινώσκονται οἱ Κανόνες, εἰς τῆς Ὀκτωήχου, καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.

Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς· Ἄνθη τὰ τερπνὰ μαρτύρων ἐπαινέσω. Ἰωσήφ. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς τοὺς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

Αἴγλῃ τρισηλίου ἀστραπῆς, φωτιστικῶς αὐγαζόμενοι μάρτυρες, ταύτην τὴν πανίερον μνήμην ὑμῶν, τοὺς εὐσεβῶς γεραίροντας, σκότους ἁμαρτίας, καὶ παθημάτων λυτρώσασθε.

Νόμοις τοῦ Δεσπότου καὶ Θεοῦ, συμπεφραγμένοι τὸν νοῦν ἱερώτατοι, νόμους τοὺς κελεύοντας παρανομεῖν, ἀνδρείως ἐξεκλίνατε· ὅθεν ἐναθλοῦντες, νομίμως δόξης ἐτύχετε.

Θύματα προσήχθητε Χριστῷ, τῇ ἑκουσίῳ σφαγῇ καθαρώτατα, μάρτυρες πανόλβιοι, ἱερουργοὶ καὶ θῦται χρηματίσαντες, τοῦ ἐθελουσίῳ σφαγῇ τὸν κόσμον ζωώσαντος.

Θεοτοκίον. Ἡ τὸν ἀπερίληπτον Θεόν, περιγραφόμενον σώματι τέξασα, σάρκα χρηματίσαντα, ὑπερβολῇ Παρθένε ἀγαθότητος, τοῦτον ἐκδυσώπει, κινδύνων σῷσαι τοὺς δούλους σου.

Ὁ Κανων τοῦ Ἁγίου Γεωργίου, οὗ ἡ Ἀκροστιχίς· Τὸν σεπτὸν ἐν μάρτυσιν ὑμνῶ προφρόνως. Ἦχος δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Τῷ ὁδηγήσαντι πάλαι, τὸν Ἰσραὴλ φεύγοντα, ἐκ τῆς δουλείας Φαραώ, καὶ ἐν ἐρήμῳ ἐκθρέψαντι, μελῴδημα ἐπινίκιον, ᾄσωμεν τῷ λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται.

Τὸ δυσχερὲς τοῦ νοός μου, καὶ ἀδρανὲς Ἅγιε, τῷ διαπύρῳ τῆς σεπτῆς, σοῦ προσευχῆς μεταποίησον, εὐρυσθενῆ ἐργαζόμενος, ὅπως σου τὴν παναγίαν, ἑορτὴν ἐγκωμιάσαιμι.

ἐν ἀμφοῖν ὑψιβάμων, καὶ τῶν πολλῶν ὕπερθεν, ἔργῳ καὶ λόγῳ πεφηνώς, σοῦ οὐκ ἰσχύει Γεώργιε, ἀνευφημεῖν τὰ τεράστια· πέλεις γὰρ παγκρατιάρχης ἀκραιφνής, καὶ αἰχμητὴς κραταιός.

Νόμοις ἐπαίνων οὐδόλως, ἡ σὴ σεπτὴ ἄθλησις, ὑποπεσεῖται ἀθλητά· ἰλιγγιῶ γὰρ καὶ δέδοικα, καὶ ἀπορῶ καὶ ἐξίσταμαι, ψαῦσαί σου κἂν γοῦν ποσῶς, Ἀθλοφόρε τοῖς προτερήμασι.

Θεοτοκίον. Σωτῆρα πάντων τεκοῦσα, τὴν τῆς ζωῆς ἔκπτωσιν, ἐπηνωρθώσω Ἀγαθή· τὴν γὰρ ζωὴν ἀπεκύησας, πᾶσιν ἡμῖν πρυτανεύουσαν, ἄφεσιν ἁμαρτιῶν ταῖς πρεσβείαις σου.

Τῶν Μαρτύρων. ᾨδὴ γ'.

Ὁ Εἱρμός. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Τὰ πάθη ἀσκήσεως πυρί, τεφρώσας ἱερώτατε, Ἀκεψιμᾶ πρὸς πείρας ἀθλήσεως, κριὸς καθάπερ ἐπισημότατος, ὑπ’ ἀνόμων τέθυσαι, ταῖς ῥοαῖς τοῦ αἵματος, ἁγιάσας πιστῶν τὰ πληρώματα.

δίκως στρεβλούμενος σοφέ, καὶ ῥάβδοις συντριβόμενος, καὶ ἀπηνῶς βασάνοις ξεόμενος, οὐκ ἐξηρνήσω τὸ θεῖον ὄνομα, οὐ πυρὶ ἐπέθυσας, Ἰωσὴφ πανάριστε, πυρακτούμενος ζήλῳ τῆς πίστεως.

Τὸν νῶτον καὶ τὰ στέρνα ἀφειδῶς, τυπτόμενος ὑπέφερες, Ἀειθαλᾶ ἑτέρου ὡς πάσχοντος· νοῒ γὰρ μάρτυς, τελείως ἔνδοξε, πρὸς Θεὸν ἠτένιζες, σῴζειν τὸν δυνάμενον, τοὺς αὐτῷ ὁλοψύχως πιστεύοντας.

Θεοτοκίον. Ἐκ σοῦ ἀνατέταλκεν ἡμῖν, ὁ Ἥλιος ὁ ἄδυτος, φωτιστικαῖς πανάμωμε, λάμψεσι φωτίζων κόσμον σκότει κρατούμενον, καὶ προσαπολλύμενον, πλάνῃ τοῦ ἀλάστορος, Παναγία Παρθένε Θεόνυμφε.

Τοῦ Ἁγίου Γεωργίου.

Ὁ Εἱρμός. στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θελημά σου· ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν.

πιπαφλάζον πῦρ τὸ τῆς ἀπάτης, οὐ φέρων βλέπειν Ἅγιε, ὡς ὁ πυρίπνους καὶ ζηλωτής, ἀνομοῦντας διελέγχων· Οὐκ ἔστιν ἄλλος ἔλεγες, Θεὸς ὡς ὁ Κύριος.

Πῦρ τὸ τοῦ Λόγου ὅπερ ἦλθε μάκαρ, βαλεῖν εἰς κόσμον ἅπαντα, σοῦ καθαψάμενος τῆς ψυχῆς, στέγειν ὅλως οὐκ εἴα, ἀλλὰ θερμῶς ἀνέκραζες· Χριστὸς μοι στερέωμα.

Τὰ τῶν βασάνων εἴδη σου δεικνύων, ὥσπερ φοβεῖν ὁ τύραννος, τὴν ἀκατάπληκτον σου ψυχήν, ὑπετόπασε θεόφρων· σὺ δὲ στερρῶς ἀνέκραζες, Χριστὸς μοι στερέωμα.

Θεοτοκίον. Ὄρος σε μέγα βλέπων ὁ Προφήτης, ὑπερκειμένην ἔχον, τὴν κορυφὴν ἁπάντων τῶν βουνῶν, τῶν ἀγγελικῶν ταγμάτων, ὑπὲρ αἰτίαν ἔλεγε, Παρθένος γεννήσεται.

Ὁ Εἱρμός. στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε, ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θελημά σου, ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν.

Κοντάκιον τῶν Μαρτύρων. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τὰ θεῖα σοφέ, σεπτῶς ἐμυσταγώγησας· θυσία δεκτὴ ἐγένου παμμακάριστε· τοῦ Χριστοῦ γὰρ ἔπιες, τὸ ποτήριον ἐνδόξως Ἅγιε, Ἀκεψιμᾶ σὺν τοῖς συνάθλοις σου, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Τὴν χερσωθεῖσάν μου καρδίαν πολλοῖς πταίσμασιν, Ἰησοῦ παντοδύναμε, ὄμβροις τῆς σῆς ἀγαθότητος, δεῖξον καρποφόρον ἀρεταῖς· καὶ παράσχου φωτισμὸν γνώσεως τῇ διανοίᾳ μου, ἵνα ὑμνήσω γηθόμενος τόν Ἱεράρχην καὶ ἀθλοφόρον, Ἀκεψιμᾶν τὸν μέγαν σὺν Ἀειθαλᾶ τῷ γενναίῳ, καὶ Ἰωσὴφ τῷ πανολβίῳ· ἐν σοὶ γὰρ θαρροῦντες, ποικίλων βασάνων ἀνδρείως κατετόλμησαν· διὸ καὶ παρέχουσι νοσοῦσι τὴν ἴασιν, ὡς χάριν δεξάμενοι, πρεσβεύοντες ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

ωσὴφ ὁ γενναῖος ἀγωνιστής, Ἀκεψιμᾶς ὁ τῆς πλάνης ὀλοθρευτής, Ἀειθαλᾶς ὁ ἔνδοξος, ἀθλητὴς καὶ ἀήττητος, οἱ φαιδροὶ ἀστέρες, τῆς πίστεως ᾄσμασιν, ἐπαξίως ὄντως ὑμνείσθωσαν σήμερον· οὗτοι γὰρ τὴν δόξαν, τῶν Περσῶν ἀμαυροῦντες, ἡλίῳ οὐκ ἔθυσαν, οὐ τὸ πῦρ ἐσεβάσθησαν. Οἷς ἐν πίστει βοήσωμεν. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα, Τοῦ Ἁγίου Γεωργίου.

Τοῦ Σταυροῦ τῷ σημείῳ καθοπλισθείς, ἐν αὐτῷ τῶν τυράννων πᾶσαν ἰσχύν, ἀνδρείως κατέβαλες, ὡς τῆς πίστεως πρόμαχος, τὴν ἀθεΐαν πᾶσαν, εἰδώλων διήλεγξας· καὶ τοὺς πιστοὺς θεόφρον, τῇ πίστει ἐστήριξας· ὅθεν ἐπαξίως, τοὺς τῆς νίκης στεφάνους, ἀθλήσας ἀπέλαβες ἐκ χειρὸς τοῦ Κυρίου σου. Ἀθλοφόρε Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν, Θεοτοκίον.

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα σὲ ἐν Σταυρῷ, ἀδίκως κρεμάμενον, θρηνῳδοῦσα ἐβόα σοι· Ὁ μὲν κόσμος εὐφραίνεται, δεχόμενος τὴν λύτρωσιν· τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ’ ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

Τῶν Μαρτύρων. ᾨδὴ δ'.

Ὁ Εἱρμός. ρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

ήμασι σοφὲ Ἀκεψιμᾶ, θείας γνώσεως, τοὺς ἀγνωσίας σκοτασμῷ, κεκρατημένους δυσμενεῖς, στερρῶς κατεπάλαισας, τὰς ὑπ’ αὐτῶν μὴ πτήξας στρέβλας μακάριε, προσαγομένας τῷ θείῳ σου σώματι.

Πυρί σε πυρὸς οἱ λατρευταὶ κατηνάγκαζον, σέβας προσάξαι δολερῶς· ἀλλὰ τὸν νοῦν τῇ τοῦ Θεοῦ, ἀγάπῃ πυρούμενος, πυρσολατρεῖν ἀπεῖπας ὅλως δεχόμενος, ἀναψυχήν Ἰωσὴφ δυναμοῦσάν σε.

Ναμάτων τῶν θείων πεπλησμένος τοῦ Πνεύματος, Ἀειθαλᾶ τὰ θολερά, τῆς ἀπιστίας καὶ πικρά, ἐξέφυγες ὕδατα, καὶ ταῖς ῥοαῖς τῶν ἐκχυθέντων αἱμάτων σου, τοὺς ἀοράτους ἐχθροὺς κατεπόντισας.

Θεοτοκίον. Ἁγίων μαρτύρων ἱερὸν ἐγκαλλώπισμα, ὤφθης Παρθένε ἀληθῶς, καὶ τῶν πιστῶν καταφυγή, τεῖχός τε καὶ στήριγμα, καὶ παντελὴς ἀπολύτρωσις, μεγαλοφώνως διὸ σε δοξάζομεν.

Τοῦ Ἁγίου Γεωργίου.

Ὁ Εἱρμός. Εἰσακήκοα ὁ Θεός, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην Κύριε, ὅτι τῆς σῆς αἰνέσεως πλήρης ἡ γῆ.

Νέμοις πᾶσι τοῖς ὑμνηταῖς, τὴν εὐκλεῆ τε καὶ σεβασμίαν, ἀρωγήν σου καὶ ἀντίληψιν, παμμάκαρ Γεώργιε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.

χων ἄμαχον τὴν ἰσχύν, δεδωρημένην σοι ἐξ Ἁγίου, τῶν Ἁγίων ἀκροθίνιον, τὴν βαρβάρων ἔφοδον, σαῖς προσευχαῖς ταχέως κατάλυσον.

Νὺξ με πάντοθεν πειρασμῶν, ἐπιπολάζει καὶ ἀνενδότως, συνωθεῖ με πρὸς τὴν Χάρυβδιν, τῶν παθῶν Γεώργιε· ἀλλὰ προφθάσας διάσῳσον.

Θεοτοκίον. Μόνη ἔσχες ἐν τῇ γαστρί, τὸν συνοχέα παντὸς τοῦ κόσμου· μόνη τοῦτον ἀπεκύησας, Θεοτόκε Πάναγνε, τὸν ἀκαταληψίᾳ νοούμενον.

Τῶν Μαρτύρων. ᾨδὴ ε'.

Ὁ Εἱρμός. φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Μακάριοι ἀπεφάνθητε, Λόγον μακάριον, κηρύξαντες ἐν σταδίῳ, ἀνδρείως ἀοίδιμοι, τὸν ὑμᾶς συνάψαντα, τῶν μακαρίων ταῖς χορείαις, πανευκλεῶς ἀριστεύσαντας.

πόρθητοι ἀνεδείχθητε, πύργοι τῆς πίστεως, ἐλεπόλεις τοῦ ἐχθροῦ, παντελῶς ἀφανίσαντες, Ἰωσὴφ θεσπέσιε, Ἀκεψιμᾶ ἱερομύστα, Ἀειθαλᾶ ἱερώτατε.

ηγνύμενα ταῖς πληγαῖς, τῶν μαρτύρων τὰ σώματα, διέρρηξαν ἀθεΐας, ἀνίσχυρον δύναμιν, καὶ ἐδήλουν ἄριστα, τὴν ἀρραγῆ ψυχῆς ἀγάπην, πρὸς τὸν Δεσπότην, καὶ Κύριον.

Θεοτοκίον. Τηρήσας σε ὡς πρὸ τόκου, παρθένον ἀκήρατον, Πανάμωμε ὁ οἰκήσας, ἀσπόρως ἐν μήτρᾳ σου, διπλοῦς προελήλυθε, Θεὸς καὶ ἄνθρωπος θεώσας, τὸ προσληφθὲν ἀγαθότητι.

Τοῦ Ἁγίου Γεωργίου.

Ὁ Εἱρμός. νάτειλόν μοι Κύριε, τὸ φῶς τῶν προσταγμάτων σου, ὅτι πρὸς σὲ Χριστὲ τὸ πνεῦμά μου, ὀρθρίζει καὶ ὑμνεῖ σε· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ πρὸς σὲ καταφεύγω, τῆς εἰρήνης Βασιλεῦ.

τίθασσον παράταξιν, δαιμόνων τροπωσάμενος, καὶ Σταυροῦ τῷ ὅπλῳ χρησάμενος, ὡς θείῳ ἀκοντίῳ, τούτῳ ἐξεκέντησας, καὶ εἰς γῆν κατέρραξας, φαλαγγάρχας ζοφερούς.

ώμῃ τοῦ Παντοκράτορος, ῥωννύμενος Γεώργιε, καὶ τῇ προνοία ποδηγούμενος, τῇ πάντα κυβερνώσῃ, τὸ σκάφος διέσῳσας, τῆς ψυχῆς ἀκύμαντον, πρὸς λιμένα τῆς ζωῆς.

Τί με θωπείαις ἔλεγες, τῷ κακεργάτῃ Ἅγιε, τῆς τοῦ Χριστοῦ μου ἀγαπήσεως, ἐλπίζεις μεταστῆσαι; λίθον ἕψειν ἔοικας, γράφειν τε εἰς θάλασσαν, καὶ τοξεύειν οὐρανόν.

Θεοτοκίον. Ὑψαύχενας κατάβαλε, αἱρετικοὺς Πανάμωμε, τοὺς ἀφειδῶς κατεπεμβαίνοντας, λαῷ τῷ ὀρθοδόξῳ, ἔχεις γὰρ τὸ δύνασθαι, τῇ θελήσει σύνδρομον, οἷα μήτηρ τοῦ Θεοῦ.

Τῶν Μαρτύρων. ᾨδὴ ς'.

Ὁ Εἱρμός. κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς· Σῷσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

ψούμενα σφοδρῶς βασάνων, κύματα, ὑμῶν οὐ κατεκάλυψε, τὴν ἀνδρείαν καὶ τὸ εὔτονον σοφοί· θείᾳ κυβερνήσει γὰρ ἐφθάσατε, τὸν γαληνὸν τῆς σωτηρίας ὅρμον γηθόμενοι.

ανίσιν ἱερῶν αἱμάτων Ἅγιοι, φοινίξαντες μακάριοι, περιβόλαιον τὸ θεῖον ἑαυτῶν, τοῦτο τε ὁσίως ἐνδυσάμενοι, τῷ βασιλεῖ τῷ ἀθανάτῳ συμβασιλεύετε.

ραῖοι καλλοναῖς ἄθλων γεγόνατε, νυμφῶνος ἔνδον Ἅγιοι, ἐχωρήσατε θεούμενοι φαιδρῶς, θέσει καὶ υἱοὶ ἀποδεικνύμενοι, πανευκλεῶς Πατρὸς τῶν φώτων ἀξιοθαύμαστοι.

Θεοτοκίον. Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου, Παρθένε τόκῳ ἄχραντε, καὶ ἐζώωται Ἀδὰμ παρακοῇ, πάλαι νεκρωθεὶς καρποῦ γευσάμενος· ὅθεν ὑμνεῖ καὶ μακαρίζει σε Παναμώμητε.

Τοῦ Ἁγίου Γεωργίου.

Ὁ Εἱρμός. Ζάλη μὲ λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων ἁμαρτημάτων· ἀλλὰ σὺ κυβερνῆτα ἀγαθέ, κυβέρνησον προφθάσας, ὡς τὸν Προφήτην καὶ σῶσόν με.

Σῶμά σου παραδοὺς ταῖς τιμωρίαις, τὴν ψυχὴν ἐτήρησας, ἀπήμαντον θεομάκαρ· τὴν ἄνωθεν γὰρ ἔσχες ἀρωγήν, φρουρὰν προμηθεστάτην, ἐν τοῖς πολέμοις Γεώργιε.

λεων τὸν Δεσπότην, ταῖς εὐχαῖς σου, ἀπεργάζου πάντοτε, τὴν μνήμην σου τοῖς ἐκ πόθου ἐκτελοῦσι, καὶ ζάλης ὁρατῶν, ἐχθρῶν καὶ ἀοράτων, ἀπήμονας διαφύλαττε.

Νόες σου κατεπλάγησαν ὁρῶντες, τὴν ἀνδρείαν ἄνωθεν, πῶς ἀγχεμάχοις ὅπλοις κατεπάλαισας, ἄσαρκον ἐχθρόν, τὸ πάλαι τοὺς γεννάρχας, ἐν Παραδείσῳ πτερνίσαντα.

Θεοτοκίον. Ὕφανας ἱστουργίᾳ τῇ ἀρρήτῳ ἁλουργίδα Πάναγνε, Πατρὸς καὶ Πνεύματος θείου, εὐδοκίᾳ τῷ πάντων Βασιλεῖ, ἀτρέπτως καὶ ἀφύρτως, σάρκα τὴν σὴν ἀμφιάσασα.

Ὁ Εἱρμός. Ζάλη μὲ λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων ἁμαρτημάτων· ἀλλὰ σὺ κυβερνῆτα ἀγαθέ, κυβέρνησον προφθάσας, ὡς τὸν Προφήτην καὶ σῶσόν με.

Κοντάκιον τοῦ Ἁγίου Γεωργίου. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.

Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι παρὰ τοῦ Χριστοῦ Ἀθλοφόρε, τῶν σκανδάλων τοῦ ἐχθροῦ τοὺς ἀνυμνοῦντάς σε, καὶ παντοίων ἐκ κινδύνων καὶ κακώσεων, ἵνα κράζωμεν· Χαίροις μάρτυς Γεώργιε.

Ὁ Οἶκος.

Μέγας ἐν προστασίαις, ἐπὶ γῆς ἀνεδείχθης, τοῦ Κυρίου θεράπον καὶ φίλε· τὸν πιστὸν γὰρ λαὸν περισκέπων, σῴζεις ἀεὶ ἔνδοξε· διὸ πίστει καὶ πόθῳ βοῶμέν σοι πολύαθλε. Χαῖρε, δι’ οὗ φρυκτωρεῖται ὁ κόσμος· χαῖρε, δι’ οὗ ὁ στρατὸς καταλάμπει. Χαῖρε, τῶν πιστῶν αἰχμαλώτων ἡ λύτρωσις· χαῖρε, δεσμωτῶν ἡ ὀξεῖα ἀντίληψις. Χαῖρε, ὕψος τῶν ἐκ πίστεως προστρεχόντων σοι θερμῶς· χαῖρε, πλοῦτος τῶν ποθούντων σε, καὶ ἐν θλίψει χαρμονή. Χαῖρε, ὅτι ὑπάρχεις βασιλέων τὸ τεῖχος· χαῖρε, ὅτι παρέχεις ἐν πολέμοις τὸ νῖκος. Χαῖρε, ἀστὴρ φωτίζων τοὺς πλέοντας· χαῖρε, λυτὴρ παντοίας κακώσεως. Χαῖρε, εἰς ὃν πᾶς πιστὸς καταφεύγει· χαῖρε, δι’ οὗ εὐφημεῖται ὁ Πλάστης. Χαίροις, μάρτυς Γεώργιε.

Συναξάριον.
Τῇ Γ'. τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ.

Στίχ. Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων·

          κεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων.

          Τύψαν Ἀκεψιμᾶν τριτάτῃ, λεῦσαν δὲ συνάθλους.

Οὗτοι ὑπῆρχον ἐπὶ Σαβωρίου βασιλέως Περσῶν· καὶ συσχεθέντες, παρίστανται Ἀδραχοσχὰρ τῷ ἀρχιμαγείρῳ εἰς ἐξέτασιν. Καὶ εὐθέως ὁ Ἅγιος Ἀκεψιμᾶς ῥάβδοις ῥοΐναις τύπτεται· ὁ δὲ Ἅγιος Ἰωσὴφ τείνεται καὶ μαστίζεται, ὡς διαιρεθῆναι τὰς σάρκας αὐτοῦ μέχρι τῶν ὀστῶν, καὶ φρουρεῖται δεδεμένος. Ὁ δὲ Ἅγιος Ἀειθαλᾶς, δεσμευθεὶς χερσὶ καὶ ποσὶν ὑπὸ τὰ γόνατα, ἐξαρθροῦται τὰς ἁρμονίας μαστιζόμενος, καὶ τῇ εἱρκτῇ ἐγκλείεται. Μετὰ ταῦτα ὁ μὲν Ἅγιος Ἀκεψιμᾶς ὑπὸ τριάκοντα τυφθεὶς στρατιωτῶν, τὴν ψυχὴν παρέδωκε· κατὰ κεφαλῆς δὲ ὁ Ἰωσὴφ κρεμασθείς, κατελεύσθη, ὁ δὲ Ἀειθαλᾶς, ὑπὸ τεσσαράκοντα στρατιωτῶν, ταθείς κρεμᾶται καὶ αὐτὸς κατὰ κεφαλῆς, καὶ οὕτω τὸ πνεῦμα τῷ Κυρίῳ παρέδωκε.

Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ.

Στίχ. Ναοῦ τὰ ἐγκαίνια, μάρτυς καὶ θέσιν,

          Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις.

Οὗτος ὁ ἔνδοξος τοῦ Χριστοῦ Μεγαλομάρτυς Γεώργιος ἦν ἐν τοῖς χρόνοις Διοκλητιανοῦ, πρὸς πατρὸς μὲν Καππαδόκης, ἐκ μητρὸς δὲ Παλαιστῖνος. Ἀγωγῆς δὲ θείας καὶ φύσεως τυχὼν ἀγαθῆς καὶ ῥίζης εὐκλεοῦς, τῶν γεννητόρων ἄνωθεν εὐγενείᾳ καὶ εὐσεβείᾳ κεκοσμημένων, πρὸς πολέμους γέγονεν ἐπιτηδειότατος καὶ λαμπρότατος. Ὅθεν καὶ παρὰ Διοκλητιανοῦ, τῆς ἥβης τῷ τηνικάδε ἀρξάμενος, Τριβοῦνος νουμέρου ἐπισημότατος, εἶτα καὶ Κόμης διὰ τὸ ἀήττητον τῆς ἀνδρείας γνωρίζεται, λανθάνων τὸ μέχρι τοῦδε ὅτι Χριστιανὸς ἦν.

Εἰκοστὸν δὲ λοιπὸν τῆς ἡλικίας χρόνον ἀνύων, ὀρφανὸς ἀπὸ πατρὸς ἐγεγόνει, ἐν τοῖς τῆς εὐσεβείας ἀγῶσιν ἐκείνου τὸν βίον ἀπολιπόντος. Ἀπάρας δὲ τῆς Καππαδοκῶν σὺν τῇ μητρί, πρὸς Παλαιστίνην, ἐξ ἧς αὐτὴ ὥρμητο, μετοικίζεται· εἰς ἣν δῆτα γῆν κτήματά τε πολλὰ καὶ κλῆροι αὐτῷ ἐτύγχανον. Τῆς οὖν μητρὸς παρὰ τὸν καιρὸν τοῦτον τὰ τῇδε ἀλλαξαμένης, κατελείφθησαν αὐτῷ χρήματά τε καὶ περιουσία πραγμάτων πολλή· ἃ καὶ λαβών, σὺν πᾶσι καὶ τοῖς αὐτῷ προσοῦσι, πρὸς τὸν Διοκλητιανὸν παραγίνεται, (πιθανῶς εἰς Ῥώμην), μείζονος ἀρχῆς τυχεῖν ἐφιέμενος· Ἐκ πρώτης δὲ ἑωρακὼς τὴν τοσαύτην αὐτοῦ κατὰ Χριστιανῶν μανίαν, μηδὲ οἷός τε ὢν τοιαῦτα ὁρᾷν, βούλεται τέως ἃ παρ’ ἑαυτῷ περιέφερε χρήματα τοῖς πένησι διανεῖμαι, ἑαυτὸν δὲ ἐνώπιον Διοκλητιανοῦ καὶ πάσης τῆς Βουλῆς Χριστιανὸν κηρύξαι· ὃ καὶ πεποίηκε. Ταχέως οὖν ταῦτα τοῖς πένησι διανείμας, τούς τε παῖδας ἐλευθερίᾳ τιμήσας καὶ περὶ τῶν ἀπόντων τὰ δοκοῦντα εἰκότως διαταξάμενος, τῇ τρίτῃ τῆς βουλῆς ἡμέρᾳ (βουλὴ γὰρ ἦν αὐτοῖς, ὥς τοὺς τε Χριστιανοὺς ἐκ μέσου ποιήσασθαι), αὐτόκλητος ἐν μέσῳ τῆς Βουλῆς παραγίνεται, ἐκεῖσε τότε καὶ τοῦ Διοκλητιανοῦ τυγχάνοντος.

Λαμπρῶς οὖν τὸν Χριστὸν Θεόν τε καὶ Θεοῦ Υἱὸν ἀνακηρύξας, παρρησιάζεται τὴν εὐσέβειαν. Διὸ κρατηθείς, παντοίαις καὶ ἀμετρήτοις σχεδὸν βασάνοις ἐκδίδοται, κοντῷ γὰρ τὴν γαστέρα κεντᾶται, τροχῷ καὶ βουνεύροις πολλάκις προσομιλεῖ, καὶ λάκκῳ τιτάνου πλήρει ἐμβάλλεται. Ἀσινὴς δὲ ἐκ πάντων τῇ τοῦ Χριστοῦ χάριτι διατηρηθείς, τὴν ὁμόζυγον τοῦ Διοκλητιανοῦ Ἀλεξάνδραν, σὺν αὐτῇ δὲ καὶ Γλυκέριόν τινα, καὶ ἕτερον, Ἀθανάσιον τοὔνομα, τὸν μὲν ἐκ νεκρῶν ἀναστήσας, θατέρου δὲ τὸ κτῆνος ζωώσας, καὶ ἄπειρον, ἁπλῶς εἰπεῖν, πλῆθος ἀνθρώπων μετηγάγετο πρὸς Χριστόν, θαύματα παντοῖα τῇ Χριστοῦ ἐπικλήσει ἀπεργασάμενος.

Τούτων οὖν οὕτως ὑπ’ αὐτοῦ τελουμένων, σιδηροδέσμιος, Διοκλητιανοῦ προστάξει, πρὸς φρουρὰν ἄγεται. Τῇ δὲ νυκτὶ ἐκείνῃ, ὁ Χριστὸς αὐτῷ ἐν ὁράματι φαίνεται, εὐαγγελιζόμενος τὰ ἀποκείμενα αὐτῷ ἀγαθά. Ἔξυπνος οὖν γεγονώς, ἀσμένως ἐπηυχαρίστει τῷ Θεῷ, τόν τε δεσμοφύλακα ἠντιβόλει, συγχωρηθῆναι προσελθεῖν τὸν ἐξ ἔθους διακονοῦντα οἰκέτην. Ἐπινεύσαντος δὲ τοῦ δεσμοφύλακος εἰσῆλθεν ὁ οἰκέτης, ἔξωθεν γὰρ τῆς φυλακῆς παραμένων ἦν, ὃς καὶ τὰ κατὰ τὸν ἅγιον ὑπομνήματα σὺν ἀκριβείᾳ πάσῃ ἐξέθετο. Τὸν αὑτοῦ οὖν Δεσπότην ἐν τοῖς δεσμοῖς ἰδὼν, καὶ προσκυνήσας, ἐπ’ ἐδάφους ἔκειτο κλαίων. Ἀναστήσας δὲ τοῦτον ὁ Ἅγιος, εὐθυμεῖν παρεκελεύετο, εἶτα καὶ τὸ ὅραμα διεσάφει· προσέτι δὲ καὶ ἐπέσκηπτεν αὐτῷ, μετὰ τὴν ἔξοδον αὐτοῦ, τό τε σῶμα αὐτοῦ, καὶ τὴν πρὸ τῆς κατασχέσεως αὐτῷ ἐκτεθεῖσαν διάταξιν λαβεῖν, καὶ πρὸς τὸν τῆς παροικίας αὐτοῦ οἶκον τὸν κατὰ Παλαιστίνην ἀπαίρειν, καὶ πάντων τῶν ἐν αὐτῇ γεγραμμένων, τοῦ τε θείου φόβου, μηδαμῶς τοῦτον ἀπολιπέσθαι. Τοῦ δὲ συνθεμένου, ἀπελύθη παρὰ τοῦ Ἁγίου.

Τῇ οὖν ἐπαύριον, ἀχθεὶς αὖθις ὁ μάρτυς εἰς ἐξέτασιν, καὶ μὴ πεισθεὶς θῦσαι τῷ Ἀπόλλωνι, ἀλλὰ μᾶλλον τὰ ἐν τῷ ναῷ ξόανα οἱονεὶ χοῦν ἐκλεπτύνας, ὡς εἰκὸς δι’ εὐχῆς, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται. Ὁ μέν τοι θεράπων ἐκεῖνος, τὸ κομιδῆ τίμιον ἐκεῖνο σῶμα τοῦ Ἁγίου ἀναλαβόμενος σὺν τῇ αὐτοῦ διατάξει, εἰς Παλαιστίνην ἀπαίρει, ἔνθα τὸ μαρτυρικὸν ἐκεῖνο σκῆνος σὺν ἄλλοις Χριστιανοῖς εὐλαβῶς πάνυ καὶ ἐντίμως κηδεύει, τά τε ἄλλα πάντα τὰ παρὰ τοῦ Ἁγίου διαταχθέντα αὐτῷ μετ’ εὐγνωμοσύνης πληροῖ. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῆς εὐσεβείας διαλαμψάσης καὶ Κωνσταντίνου τοῦ ἀοιδίμου μεγάλου Βασιλέως καὶ ἰσαποστόλου τὴν βασιλείαν ὑποζωσαμένου, καιροῦ δραξάμενοι οἱ τῆς εὐσεβείας καὶ τοῦ μάρτυρος ἐρασταί, ναὸν τῷ Ἁγίῳ χαριέστατον ἅμα καὶ κάλλιστον ἐν Λύδδῃ ἀνεγείρουσι· τό τε πολύαθλον καὶ ἅγιον ἐκεῖνο σῶμα τοῦ μάρτυρος, ἐκ τοῦ ἀφανοῦς τόπου, οὗ ἔκειτο, ἀνελόμενοι, εἰς τοὐμφανὲς τὸ πολλοῦ πάνυ φωτός, καὶ πολλῷ πλέον ἐμφανείας ἐπάξιον, ἐν αὐτῷ φέροντες κατατιθέασι, καὶ δι’ αὐτοῦ τῷ τότε νεωστὶ παρ’ αὐτοῖς ἀνεγηγερμένῳ τῷ δε ναῷ τὰ ἐγκαίνια ἄγουσι, τρίτην ἄγοντος τηνικάδε τοῦ Νεομβρίου μηνὸς ἡμέραν, ἀενάους κρουνοὺς θαυμάτων παρέχοντος τοῖς πιστῶς προσιοῦσιν αὐτῷ· δοξάζειν γὰρ οἶδε Θεὸς τοὺς αὐτὸν δοξάζοντας. Ἔκτοτε τοίνυν ἡ τοῦ Θεοῦ Ἐκκλησία ἐτησίως κατὰ τὴν αὐτὴν ἡμέραν, τὴν ἀνακομιδὴν ἑορτάζει τῷ μάρτυρι, εἰς δόξαν καὶ αἴνεσιν Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν καὶ τοῦ αὐτοῦ μεγαλομάρτυρος Γεωργίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκεψιμᾶ.

Στίχ. Τήξας ἑαυτὸν ἐγκρατείᾳ καὶ πόνοις,

          κεψιμᾶς μετῆλθε, ἔνθα μὴ πόνοι.

Οὗτος ἦν ἐπὶ Θεοδοσίου τοῦ Μεγάλου· ὃς ἐν οἰκίσκῳ καθείρξας ἑαυτόν, ἑξήκοντα διετέλεσεν ἔτη, μήτε ὁρώμενος μήτε φθεγγόμενος· ἀλλ’ εἰς ἑαυτὸν νεύων, καὶ τὸν Θεὸν φανταζόμενος, πᾶσαν ἐκεῖθεν ψυχαγωγίαν ἐδέχετο. Τὸ δὲ ὄρυγμα οὐ δι’ ὅλου ἦν κατ’ εὐθὺ κατωρυγμένον, ἀλλ’ ἐγκάρσιον ἑλικοειδῶς κατεσκευασμένον. Τροφὴ δὲ αὐτῷ ἐκομίζετο φακὸς διάβροχος ὕδατι. Ἅπαξ δὲ τῆς ἑβδομάδος, νύκτωρ ἐξιών, τὸ ἀρκοῦν ὕδωρ ἀπὸ τῆς πελαζούσης ἀνιμᾶτο πηγῆς, παρὰ μηδενὸς βλεπόμενος. Καὶ πολλῶν θαυμάτων γενόμενος αὐτουργὸς, καὶ τὴν τοῦ πρεσβυτέρου ἀξίαν βίᾳ καταδεξάμενος, ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, Ἐπισκόπου Ἀγκύρας· καὶ τῶν Ἁγίων μαρτύρων, Δασίου, Σεβήρου, Ἀνδρωνᾶ, Θεοδότου καὶ Θεοδότης, ξίφει τελειωθέντων.

Στίχ. Σύμμαρτυς ἔστω καὶ γυνὴ τοῖς ἀνδράσι,

          Τετμημένοις τέσσαρσι συντετμημένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Πατὴρ ἡμῶν Ἠλίας ἐν εἰρήνῃ τελειοῦται.

Στίχ. Τῶν ἀρετῶν εἰς ἅρμα προβὰς Ἠλίας,

          Πόλῳ προσῆλθεν, ὥς περ ἄλλος Ἠλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἐννέα μάρτυρες ξίφει τελειοῦνται.

Στίχ. Ψυχαῖς ἀτρέπτοις χερσὶ τμηθέντες πλάνων,

          Πλάνην περιτρέπουσιν ἄνδρες ἐννέα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι κη'. μάρτυρες πυρὶ τελειοῦνται.

Στίχ. Φλέγουσιν ἄνδρας πέντε δὶς καὶ δὶς δύο,

          Οἷς συμφλέγουσι πέντε δὶς καὶ δὶς δύο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀχεμενίδου τοῦ Ὁμολογητοῦ.

ν ταῖς ἡμέραις Ἰσδιγέρδου, τοῦ υἱοῦ Γοροράνη βασιλέως Περσῶν, γέγονέ τις ἀνὴρ θαυμαστός, Ἀχεμενίδης καλούμενος, υἱὸς Ἐπάρχου τῆς πόλεως γεγονώς· Οὗτος, καταλείψας τὴν πατρικὴν θρησκείαν, ἐπίστευσεν εἰς τὸν Χριστόν· Τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ πολλὰ καμὼν τοῦ μεταβαλεῖν αὐτὸν εἰς τὴν προτέραν θρησκείαν, οὐκ ἠδυνήθη. Τότε γυμνώσας αὐτὸν τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων, ἔτι δὲ καὶ τῆς ἐσθῆτος, προσέταξεν αὐτὸν γυμνὸν ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους, διαζώματι χρώμενον μόνον. Πολλῶν δὲ διελθουσῶν ἡμερῶν διακύψας ὁ βασιλεὺς τῆς στοᾶς, εἶδε τὸν ἄριστον ἄνδρα ἐκεῖνον, ὑπὸ τῆς ἡλιακῆς καύσεως φλεγόμενον, καὶ κόνεως οὐκ ὀλίγης ἔμπλεων· καὶ τῆς πατρῴας περιφανείας αὐτοῦ ἀναμνησθείς, ἀχθῆναι καὶ ἐνδύσασθαι χιτῶνα τοῦτον προσέταξεν· Εἶτα νομίσας ὑπὸ τοῦ προτέρου πόνου, καὶ τῆς γενομένης αἰσχύνης αὐτὸν μαλακισθῆναι, φησὶ πρὸς αὐτόν· Νῦν γοῦν τῆς ἔριδος ἐκείνης ἀπαλλαγείς, ἀπόθου τοῦ τέκτονος τὸν υἱόν. Ὁ δέ, ζήλου πλησθείς, διέρρηξέ τε τὸν χιτωνίσκον καὶ προσέρριψεν ἐπειπών. Εἰ διὰ τοῦτόν με οἴει τῆς εὐσεβείας ἐκστῆναι, ἔχε τὸ δῶρον μετὰ τῆς ἀσεβείας· ταύτην αὐτοῦ τὴν παρρησίαν ὁ βασιλεὺς θεασάμενος, γυμνὸν οὕτω τῶν βασιλείων ἐξήλασεν. Ὁ δέ, τὸν λοιπὸν τῆς ζωῆς αὐτοῦ χρόνον οὕτως εὐσεβῶς καὶ θεαρέστως διαβιώσας, ἐν εἰρήνῃ ἐκοιμήθη.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσῳσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

κ Περσικῆς, χώρας ἀναλάψαντες, ὥς περ ἀστέρες φωταυγεῖς, Ἰωσὴφ καὶ Ἀειθαλᾶς, ἄθλων ταῖς λαμπρότησι, κόσμον κατεφώτισαν, ἐν εὐσεβείᾳ κραυγάζοντες· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Πόνοις πολλοῖς, ζωὴν ἐκληρώσασθε, ἄπονον μάρτυρες Χριστοῦ· πάντα πόνον καὶ πειρασμόν, ὅθεν ταῖς εὐχαῖς ὑμῶν, παντοτε κουφίζετε, τῶν ἐκβοώντων πανένδοξοι· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

κεψιμᾶν, νῦν τὸν ἱερώτατον, καὶ, Ἰωσὴφ τὸν θαυμαστόν, καὶ τὸν μέγαν Ἀειθαλᾶν, τοὺς Ἱερομάρτυρας, λόγοις μακαρίσωμεν, ἱερωτάτοις κραυγάζοντες· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον. Ἱεραρχῶν, θεῖον ἐγκαλλώπισμα, καὶ Ἀθλοφόρων εὐκλεῶν, Παναμώμητε ἀληθῶς, στέφανος γεγένησαι· πάντων τε κραταίωμα, τῶν μελῳδούντων ἑκάστοτε· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Τοῦ Ἁγίου Γεωργίου.

Ὁ Εἱρμός. διασῷσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ..

Μόνα ποθῶν τὰ νοητά, μόνοις τε γαννύμενος μάκαρ, τοῖς ἐν ἐλπίσιν ἀγαθοῖς, τὰ παρόντα ὡς ὄναρ λελόγισαι, ἐκβοῶν· Ὑπερύμνητε ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Νοῦν ἡγεμόνα τῶν παθῶν, ἔνδοξε ἐποίεις ὡς νόμος, Θεοῦ ὁ κάλλιστός ἐστίν, ἰσχυρὸς ἐπὶ πάσης τῆς κτίσεως, ἐκνικᾶν τὸν βελτίονα, τῶν χειρόνων τὰς κινήσεις χάριτι θείᾳ.

τοῦ θερμοῦ σου, πρὸς Θεὸν ἔρωτος παμμάκαρ! πῶς ὄλβον, ὡς χοῦν λελόγισαι βοῶν· Τοῦ Δεσπότου τῶν ὅλων ἀντάξιον, τῆς ἀγάπης οὐ κέκρικα, κόσμον ὅλον ἐξισοῦσθαι, κἂν χρυσὸς πέλῃ.

Θεοτοκίον. Παρθένε Μήτηρ τοῦ Θεοῦ, θραῦσον τῶν βαρβάρων τὰ θράση, καὶ τὰς βουλὰς τῶν ἀσεβῶν, τῷ πιστῷ Βασιλεῖ καθυπόταξον, καὶ τὸ κέρας αὐχήμασι, τῆς ἀνδρείας μεγάλυνον τῶν Ὀρθοδόξων.

Τῶν Μαρτύρων. ᾨδὴ η'.

Ὁ Εἱρμός. ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Νομισθέντες ἔναντι ἐχθρῶν, σοφοὶ ἐβδελυγμένοι, μετήγεσθε ἀπὸ τόπων, ἐπὶ τόπους πρὸς πολλῶν, πεῖραν μαστιγώσεων, ἐκβοῶντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ν γυμνώσει σώματος ὑμεῖς, πληγαῖς προσομιλοῦντες, ἐπλήξατε τὸν ἀσώματον, πανεύφημοι ἐχθρόν, λόγχῃ καρτερότητος, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Συντριβέντες λίθοις ὥς ποτε, ὁ πρῶτος τῶν μαρτύρων, τὴν πέτραν οὐκ ἐξηρνήσασθε, τὴν ὄντως ἀρραγῆ, Χριστὸν μεγαλώνυμοι, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν. Ὡς Μονάδα φύσει μὲν ἁπλῆν, Τριάδα δὲ προσώποις, δοξάσωμεν τὸν Πατέρα, τὸν προάναρχον Υἱόν, καὶ Πνεῦμα τὸ Ἅγιον, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Ἰακὼβ σε κλίμακα ποτέ, ἑώρακε Παρθένε, δι’ ἦς μὲν ὁ Θεὸς Λόγος, κατῆλθεν ἐπὶ γῆς, ἡμᾶς δὲ ἀνήγαγε πρὸς τὸ ὕψος, τοῦτον ἀπαύστως ὑμνοῦμεν Θεοτόκε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἁγίου Γεωργίου.

Ὁ Εἱρμός. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσα, καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

άβδῳ λόγων σου ἱερῶν, ἀνέτρεψας δαιμόνων τὴν πληθύν, καὶ ἠλευθέρωσας πιστῶν, τὰς ἀγέλας τῆς τούτων λύμης, Χριστῷ μελῳδούντων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

μμα τείναντ’ εἰς οὐρανόν, ἀνέτειλέ σοι πρώϊμον τὸ φῶς, ὥσπερ ὑπέσχετο Θεός· ἔτι γάρ σου προσευχομένου, παρέστη βοῶν σοι· Ἐπιτάρροθος ἥκω σοι· πτόησιν πᾶσαν ἀπορρίψας, ἀνδρίζου εἰς αἰῶνας.

Φοβεράν σου τὴν προσβολήν, ἀνέδειξε Χριστὸς τοῖς πονηροῖς, καὶ ἀλαζόσι λοχαγοῖς· τὰς γὰρ τούτων μηχανουργίας, ἱστὸν ὡς ἀράχνης, ἐξηφάνισας κράζων Γεώργιε· Ὑπερευλογῶ σε, Χριστὲ εἰς τους αἰῶνας.

Θεοτοκίον. Ῥύμην ἄστατον καὶ φθοράν, ὁ τόκος σου κατέλυσεν ἁγνή, τὴν τοῦ θανάτου καὶ ζωήν, τοῖς ἀνθρώποις πᾶσι παρέσχε, τοῖς τοῦτον ὑμνοῦσιν, ὡς Θεὸν τῶν ἁπάντων καὶ Κύριον, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσα, καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Μαρτύρων. ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

σπερ ἄνοδοι καὶ κλίμακες, πρὸς οὐρανὸν ἀνάγουσαι, ὑμᾶς ὤφθησαν, μάκαρ Ἰωσήφ, Ἀειθαλᾶ τε πανένδοξοι, αἱ τῶν λίθων νιφάδες πανεύφημοι, δι’ ὧν θανατωθέντες, ἀθανασίας ἠξιώθητε.

Στῶμεν εὐσεβῶς γεραίροντες, Ἀκεψιμᾶν τὸν θεῖον Ἱερομάρτυρα, τὸν ἱερουργόν τε, Ἰωσὴφ τὸν πανάριστον, καὶ Χριστοῦ μυστηρίων διάκονον, Ἀειθαλᾶν τὸν μέγαν, τοὺς εὐκλεεῖς Θεοῦ θεράποντας.

δη πρὸς Θεὸν σκηνώσαντες, καὶ φωτισμοῦ ἀρρήτου καταξιούμενοι, καὶ ἀγγελικαῖς χοροστασίαις ἑνούμενοι, καὶ συνόντες μαρτύρων στρατεύμασι, σὺν τούτοις ἀθλοφόροι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.

Θεοτοκίον. Φράσαι τὸ φρικτὸν μυστήριον, τοῦ τοκετοῦ σου γλῶσσα ὅλως οὐ δύναται· τὸν γὰρ οὐρανοῦ, καὶ πάσης κτίσεως Κύριον, ἐσωμάτωσας σάρκα πτωχεύσαντα, ἁγνὴ Παρθενομῆτορ· ὅθεν συμφώνως σὲ δοξάζομεν.

Τοῦ Ἁγίου Γεωργίου.

Ὁ Εἱρμός. τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

ρει μαρτυρίου προσεπέβης, καὶ στέφος ἐδέξω ἀθλοφόρε, ἐκ χειρὸς τοῦ Κυρίου· τοῦτο γὰρ ἐστι τὸ γέρας τῶν μαρτύρων· ὅθεν σὲ πάντες, ἐπαξίως μεγαλύνομεν.

Νέμεις λύσιν τῶν ἀμπλακημάτων, καὶ νόσους διώκεις ἀθλοφόρε, τὰς τοῦ σώματος πόρρω, καὶ ἄρτιον ὅλον με ἀποδεικνύεις· διό σου πόθῳ, τὴν ἐμφέρειαν προσπτύσσομαι.

ς πόλον πολεύων ἀθλοφόρε, καὶ θρόνῳ τοῦ πάντων Βασιλέως, παριστάμενος αἴγλην, τὴν σκεδάζουσαν νέφος ἁμαρτημάτων, πέμψον τῷ πόθῳ, τὴν ᾠδὴν σοι ἐξυφάναντι.

Θεοτοκίον. Σύμμορφος Υἱὸς ἐξ ἀγεννήτου, Πατρὸς γεννηθεὶς πρὸ τῶν αἰώνων, ἐπ’ ἐσχάτων δὲ αὖθις, διὰ Πνεύματος Ἁγίου, ἐνδημήσας τῇ Παρθένῳ, σάρκα πτωχεύσας, τὸ ἀνθρώπινον ἐθέωσας.

Ὁ Εἱρμός. τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

κεψιμᾶς ὁ ἔνδοξος, Ἰωσὴφ ὁ γενναῖος, Ἀειθαλᾶς ὁ πάνσοφος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ, ἐνήθλησαν καὶ τὴν πλάνην, τῶν Περσῶν καθελόντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῇ Ἁγία Τριάδι· οὓς εὐσεβῶς, ὡς Ἱερομάρτυρας εὐφημοῦντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν τούτων μνήμην.

Τοῦ Ἁγίου Γεωργίου. Ἐν πνεύματι τῷ Ἱερῷ.

Τοῖς ῥείθροις τῶν αἱμάτων σου, τῆς ἀπάτης τὴν φλόγα, ἀπέσβεσας μακάριε, καὶ τυράννων τὰ θράση, εἰς τέλος ἐξηφάνισας, καὶ Χριστὸν ἐδόξασας, Γεώργιε ἀθλοφόρε· ὅθεν στέφος ἐδέξω, ἀφθαρσίας καὶ ζωῆς, ἐκ δεξιᾶς τοῦ Ὑψίστου.

Θεοτοκίον. Οὐκ ἔστιν ὅλως ἐν ἐμοί, σωτηρία Παρθένε· ὅτι κακῶς εἰσπέπτωκα, βάθος ἁμαρτημάτων, καὶ προσδοκῶ τὴν ἀπειλήν, τῆς φρικτῆς κολάσεως, καὶ τῶν ἐρίφων τῆς μοίρας· οἴκτειρόν με πρὸ δίκης, ὡς ὑπάρχουσα θερμή, ἀντίληψις Θεοτόκε.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν τρία Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Γεωργίου, δευτεροῦντες τὸ πρῶτον. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

Τοῦ Χριστοῦ τὸ γεώργιον, τὸν γενναῖον ἐν μάρτυσι, τὸν σοφὸν Γεώργιον εὐφημήσωμεν, τῆς ἀληθείας τὸν κήρυκα, κλῆμα τὸ ἀείζωον, τῆς ἀμπέλου τῆς ζωῆς, τὸν καρπὸν ἐξανθήσαντα, καὶ πηγάσαντα, εὐσεβείας τὸ γλεῦκος καὶ τοὺς πίστει, ἐκτελοῦντας ἐτησίως, τούτου τὴν μνήμην εὐφραίνοντα.

ς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι σὲ γινώσκομεν, ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε.

ν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντᾳ, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον, ἐπαγρυπνοῦντα διάσῳσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.

Δοξα, Ἦχος δ'.

Τὸν νοερὸν ἀδάμαντα τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον μάρτυρα, ὃν ὑπὲρ Χριστοῦ πυρούμενον, ἐχάλκευσαν κίνδυνοι, καὶ ἐστόμωσαν βάσανοι, καὶ ποικίλαι κολάσεις ἀνήλωσαν, σῶμα τὸ φύσει φθειρόμενον· ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν, διὰ θανάτου πείθων τὸν ἐραστήν, διαβῆναι πρός τὸν ποθούμενον, Χριστὸν τὸν Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον. Ἔδωκας σημείωσιν.

Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου· τὸ δὲ λογοθέσιον, ἐξιστᾶν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων, παρασκευάζει Ἀγαθή· ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.

Εἰ βούλει, Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου [2: 4-10.]

δελφοί, ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ (χάριτί ἐστε σεσωσμένοι) καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ᾿Ιησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς, ἐν Χριστῷ ᾿Ιησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

Ἐκ τοῦ κατὰ Λουκᾶν [ιβ' 2-12.]

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· Οὐδὲν συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται· ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ· ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν.

Примѣчаніе:
[1] Τὸ χειρόγραφον ἔχει, ἀντὶ τῶν ἀνωτέρω Προσομοίων, ἕτερα, εἰς μὲν τοὺς τρεῖς μάρτυρας, πρὸς τό, Ὣ τοῦ παραδόξου θαύματος, εἰς δὲ τὸν Ἅγ. Γεώργιον, τὰ ἐνταῦθα τοῦ Ἀποστίχου. Ὡσαύτως καὶ οἱ ἐχεῖ Κανόνες εἰσίν ἕτεροι, τῶν μὲν τριῶν, ἀνώνυμος καὶ χωρὶς Ἀκροστιχίδος, πρὸς τό, Ἀνοίξω τὸ στόμα μου, τοῦ δὲ Ἁγ. Γεωργίου, πρὸς τό, Τριστάτας κραταιοὺς μετ’ Ἀκροστιχίδος τοιαύτης· Γεώργιον θεοῦ σε δοξάζω μάκαρ. Ἰωσήφ.

Источникъ: Μηναίον του Νοεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 15-24.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0