Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - суббота, 16 декабря 2017 г. Сейчасъ на порталѣ посѣтителей - 17.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

Μὴν Νοέμβριος ἔχων ἡμέρας τριάκοντα.

ΤΗ Β'. ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου καὶ Ἀνεμποδίστου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων τρία. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

Οὐ λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, οὐ λεβήτων βράσματα, οὐ γῆς χάσματα, οὐδὲ θηρίων τὰ στόματα, χωρίσαι δεδύνηνται, τῆς ἀγάπης τοῦ Χριστοῦ, τήν ὑμῶν καρτερόφρονες, γενναιότητα· πρὸς αὐτὸν γὰρ ἀπαύστως ἐνορῶντες, καὶ αὐτὸν μόνον ποθοῦντες, τοὺς δυσμενεῖς ἐτροπώσασθε.

Οἱ τρυφῆς ἀπολαύοντες, καὶ φωτὸς ἐμφορούμενοι, καὶ ζωὴν αἰώνιον κληρωσάμενοι, τοὺς πρὸς ὑμᾶς καταφεύγοντας, κινδύνων λυτρώσασθε, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ παντοίας κακώσεως, τῇ θεόφρονι, πρὸς Θεὸν παρρησίᾳ κεχρημένοι, καὶ συμπάθειαν δεικνύντες, τὴν ἀληθῶς χρστομίμητον.

Δόξα, Ἦχος πλ. β'. Ἀντωνίου.

Σήμερον ἡ πενταυγὴς τῶν μαρτύρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσε. Οὗτοι καὶ γάρ, ὡς τοῦ νοητοῦ Ἠλίου θεράποντες, καὶ τῶν Περσικῶν καθαιρέται δογμάτων, τοὺς τῷ αἰσθητῷ ἡλίῳ προσανέχοντας, καὶ προσκυνοῦντας τὸ πῦρ, ἐχειραγώγησαν πρὸς εὐσέβειαν· ἐκέρασαν δὲ πλήρη τὸν ἀθλοφορικὸν αὐτῶν κρατῆρα, καὶ τοῖς διὰ Χριστὸν ἐκχυθεῖσιν αἵμασιν ἔστεψαν, ἡμᾶς προτρεπόμενοι τοὺς εὐσεβείας ἐραστάς. Δεῦτε, λέγοντες, τοὺς ἀγῶνας ἡμῶν ἑστιάθητε καὶ τοὺς στεφάνους καὶ τὰ γέρα προσβλέψατε· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο· ἵνα κοινωνοὶ γένησθε τῶν στεφάνων ἡμῖν, καὶ πρεσβευτὰς ἡμᾶς, πρὸς Κύριον ἔχητε.

Καὶ νῦν, Θεοτοκίον. Ὅλην ἀποθέμενοι.

Κητῴας κοιλίας με, τῆς πονηρᾶς ἁμαρτίας, ἐξάγαγε Δέσποινα, ἐν γαστρὶ χωρήσασα τὸν ἀχώρητον, χαλεποῦ κλύδωνος, πειρασμῶν λύτρωσαι· καταιγίδος παραπτώσεων, Κόρη ἐξάρπασον, τῶν ἀνομιῶν μου ξηραίνουσα, τὸ πέλαγος καὶ παύουσα, τῆς δαιμονικῆς παρατάξεως, τὰς ἐπαναστάσεις, τῇ θείᾳ συμπαθείᾳ σου Ἁγνή, ὅπως ἀπαύστως δοξάζω σε, τὴν ἀειμακάριστον.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἄρνα τὸν ἴδιον, Ἀμνὰς ἡ ἄσπιλος πάλαι, καὶ ἄμωμος Δέσποινα, ἐν Σταυρῷ ὑψούμενον ὠς ἑώρακε, μητρικῶς ὠλόλυζε, καὶ ἐκπληττομένη, ἀνεβόα· Τὶ τὸ ὅραμα, τέκνον γλυκύτατον, τοῦτο τὸ καινὸν καί παράδοξον; πῶς δῆμος ὁ ἀχάριστος, βήματι Πιλάτου παρέδωκε, καὶ κατέκρινέ σε, θανάτῳ τὴν ζωὴν τὴν τῶν βροτῶν; ἀλλ’ ἀνυμνῶ σου τὴν ἄφατον, Λόγε συγκατάβασιν.

Εἰς τὸν Στίχον, Στιχηρά της Ὄκτωήχου. Δόξα, Ἦχος β'.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τῶν Ἀθλοφόρων ὦ φιλέορτοι· Δεῦτε εὐφημήσωμεν αὐτούς, μυστικῶς ἐγκωμιάζοντες· Χαίροις, Ἀκίνδυνε, χαίροις Πηγάσιε, χαίροις Ἀνεμπόδιστε, χαίροις Ἐλπιδηφόρε, χαίροις Ἀφθόνιε, οἱ τὴν πλάνην τῶν εἰδώλων εἰς χάος βυθίσαντες, καὶ Χριστὸν τὸν Κύριον, ἐν μέσῳ τοῦ σταδίου, τρανῶς κηρύξαντες. Διὸ παμμακάριστοι καὶ πολύαθλοι, μὴ παύσητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου [εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου].

Ἢ Σταυροθεοτοκίον. Ὅτε ἐκ τοῦ ξυλου.

Ξύλῳ, τοῦ Σταυροῦ σε Ἰησοῦ, προσαναρτηθέντα ὁρῶσα, ἡ Ἀπειρόγαμος, ἔκλαιε καὶ ἔλεγε· Τέκνον γλυκύτατον, ἵνα τὶ ἐγκατέλιπες, ἐμὲ τὴν τεκοῦσαν, μόνην φῶς ἀπρόσιτον, τοῦ προανάρχου Πατρός; σπεῦσον, καὶ δοξάσθητι ὅπως, δόξης ἐπιτύχωσι θείας, οἱ τὰ θεῖα πάθη σου δοξάζοντες.

Ἀπολυτίκιον. Ἦχος β'.

θλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμων· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ, Ἀκροστιχίς. Ταῖς σαῖς λιταῖς με μαρτύρων πληθὺς σκέπε. Ποίημα Θεοφάνους. Ἦχος δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Τριάδος ἰσάριθμοι [1], τῆς παναγίας πανόλβιοι, Τριάδος ἐδείχθητε, προσκυνηταὶ τῆς σεπτῆς, καὶ παρίστασθε, τῷ θρόνῳ τῆς Τριάδος, θερμοὶ ἀντιλήπτορες, τῶν προστρεχόντων ὑμῖν.

κίνδυνον Ἅγιοι, ἀνεμποδίστως πηγάζετε, τὴν χάριν προσνέμοντες, τοῖς προσιοῦσι πιστῶς, πάντα κίνδυνον, καὶ πᾶσαν ἀθυμίαν, καὶ ζάλην καὶ τάραχον, καταπραΰνοντες.

σχὺν τὴν ἀνίκητον, περιζωσάμενοι Ἅγιοι, σαρκὸς τὴν ἀσθένειαν, οὐκ ἑλογίσασθε, ἀλλ’ ἀπτόητον, τὸ φρόνημα δεικνύντες, πυρὸς καὶ κολάσεων, κατετολμήσατε.

Θεοτοκίον. Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Στερεωθέντες, τοῦ Χριστοῦ τῇ δυνάμει πανάριστοι, διανοίᾳ σταθηρᾷ, διὰ πυρός τε καὶ ὕδατος, ἀθλοῦντες διήλθετε, πρὸς τὰ οὐράνια.

ρραγεστάτῃ, τῶν μελλόντων ἐλπίδι νευρούμενοι, τῶν παρόντων ἀλγεινῶν, ἀνδρειοτάτῳ φρονήματι, πανένδοξοι μάρτυρες, κατεφρονήσατε.

σα φρονοῦντες, τοῖς τρισὶ Νεανίαις πανεύφημοι, ἀπονοίας Περσικῆς, τὸ πῦρ σβεννύντες ἐφάνητε, τῇ δρόσῳ τοῦ Πνεύματος, περιχεόμενοι.

Θεοτοκίον. Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα· τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα· πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

Ὁ Εἱρμός. Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγησαν ποτέ, τῶν ἀνομούντων οἱ λαοί, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλέποντες μάρτυρες ὑμῶν, καὶ τῷ Κυρίῳ πιστεύοντες ἀνεκραύγαζον· Δόξα σοι Χριστέ, παντοδυναμε· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ οἴδαμεν ἕτερον, ὁ ἐνεργῶν παράδοξα θαυμάσια, ἐν τοῖς ἁγίοις σου μάρτυσιν. Αὐτῶν πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντάς σε.

Δόξα, Ἦχος πλ. δ'. Τὴν σοφίαν.

κινδύνως τὸν δρόμον τὸν εὐσεβῆ, ἐν σταδίῳ ἀθλοῦντες οἱ εὐκλεεῖς, ἐλπίδι διήνυσαν, τῶν στεφάνων ῥωννύμενοι, τοὺς γὰρ ὑπεναντίους, εἰς τέλεον ὤλεσαν, ἀνεμποδίστως τὴν νίκην, αὐτῶν περαιώσαντες· ὅθεν καὶ ἀφθόνως, τοῖς αἰτοῦσιν ἐν πίστει, πηγάζουσι πάντοτε, τὴν πληθὺν τῶν ἰάσεων, οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν, Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε· Ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου. Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανάμωμε.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα σὲ ἐν Σταυρῷ, ἀδίκως κρεμάμενον, θρηνῳδοῦσα ἐβόα σοι· Ὁ μὲν κόσμος εὐφραίνεται, δεχόμενος τὴν λύτρωσιν· τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ’ ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Λαμπρυνόμενοι τῷ κάλλει, τῆς ἀρίστης ἀθλήσεως, φαεινοὶ λαμπτῆρες, μάρτυρες Χριστοῦ ἀνεδείχθητε, φαεινοτάταις ἀκτῖσι καταυγάζοντες, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τῇ δυνάμει σου.

λαστήριον τὸ αἷμα, τῶν μαρτύρων γεγένηται, καὶ εὐωδεστάτη, ὄντως τῷ Θεῷ καθιέρωσις, ἀνεμποδίστως διδοῦσα τὴν ἀκίνδυνον, ἀναβρύουσαν, πᾶσι πηγὴν τῶν ἰάσεων.

Τῶν ποικίλων πειρασμῶν τε, καὶ κινδύνων τὴν ἔφοδον, ταῖς ὑμῶν πρεσβείαις, ταῖς πρὸς τὸν Χριστὸν διεκρούσασθε, τῶν ἐκτελούντων ἐν πίστει τὴν πανίερον, καὶ πανέορτον, μνήμην ὑμῶν ἀξιάγαστοι.

νατρέψαντες τῆς πλάνης, τῶν εἰδώλων τὸ ἄθεον, τοῦ Θεοῦ τῶν ὅλων, τὴν ζωοποιοῦσαν ἐνέργειαν, ἐπὶ τῶν ἔργων δεικνύντες ἐκραυγάζετε, ἀεισέβαστοι· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Θεοτοκίον. Ἰσχυρότατόν σε ὅπλον, κατ’ ἐχθρῶν προβαλλόμεθα, δυσχερείας πάσης, καὶ τῶν χαλεπῶν περιστάσεων, ἀποσειόμεθα βλάβην καὶ τὸν κλύδωνα, τῶν αἱρέσεων, Μήτηρ Θεοῦ διαφεύγομεν.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου, ἀλλ’ ἡμεῖς σε Μονογενές, Πατρικῆς ἀπαύγασμα, δόξης θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.

Σεαυτὸν Ἀφθόνιε, προσήγαγες Θεῷ, καρτερῶς τὴν τυραννικήν, διελέγξας ἔνδοξε, γνώμην τὴν ἄθεον, καὶ φωτὶ προσέδραμες, τῷ τῆς πίστεως γηθόμενος.

Μυηθεὶς Ἀφθόνιε, τὸ πάθος τοῦ Χριστοῦ, δι’ αὐτὸν σοῦ τὴν κεφαλήν, ἀπετμήθης ἄριστε, καὶ πρὸς τὴν ἄληκτον εὐφροσύνην ἔσπευσας, καὶ ἀθάνατον ἀπόλαυσιν.

πὶ τὴν ἀσάλευτον, ἐλπίδα στηριχθείς, καὶ τερπνῶν τῶν ἐπὶ τῆς γῆς, καταπτύσας πάνσοφε Ἐλπιδηφόρε, ἐπτερώθης ἔρωτι, τῆς ἀχράντου ὡραιότητος.

Μακαρίας λήξεως, ἀφράστου τε τρυφῆς, ἐν σκηναῖς ταῖς ἐν οὐρανοῖς, ἠξιώθης ἔνδοξε, μάρτυς Ἀκίνδυνε· ἀκλινῶς γὰρ ἔδραμες, σὺ τὸν δρόμον τῆς ἀθλήσεως.

Θεοτοκίον. Ἀνατείλας Ἥλιος, ἐκ σοῦ ὁ νοητός, τηλαυγῶς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

εόντων, τὸ φθαρτὸν παριδόντες τὰ ἄφθαρτα, κατηξιώθητε βλέπειν· πειρασμῶν οὖν ῥύσασθε καὶ κινδύνων, τοὺς ἐν πίστει, ὑμᾶς προσκαλουμένους ἀήττητοι.

Τριάδος, τῆς ἀρχικῆς πανένδοξοι μάρτυρες, τοὺς χαλεπῶς δεδεμένους, καὶ φρουραῖς ἀφύκτοις κατεχομένους, διαλύσαι, ταῖς ὑμῶν ἱκεσίαις σπλαγχνίσθητε.

πὲρ σοῦ, ἑαυτοὺς παραδόντες εἰς θάνατον, ἀθανασίας Σωτήρ μου, οἱ γενναῖοι ἔτυχον καὶ σωτῆρες, τῶν ἐν ζάλῃ, καὶ συμφοραῖς καὶ θλίψει γεγόνασιν.

Θεοτοκίον. Ῥῆξόν μου, τὸ τῶν πταισμάτων Κόρη χειρόγραφον, τῆς συνεχούσης με λύπης, καὶ παθῶν τὴν λύσιν χαριζομένη, καὶ τηροῦσα, διηνεκῶς ἀλώβητον Δέσποινα.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς.

Τῇ τῆς Τριάδος καλλονὴ λαμπρυνθεῖσα, ἡ πενταυγὴς τῶν ἀθλητῶν θεία φάλαγξ, τὰς τῶν τυράννων ἤμβλυνε δεινὰς προσβολάς, ἄφθονον ἀκίνδυνον, ἀνεμπόδιστον χάριν, ἅπασι πηγάζουσα, τοῖς ἐλπίδι καὶ πόθῳ, ἐνθέως προσιοῦσι δι’ αὐτῶν, τῷ πάντων Κτίστῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Ὁ Οἶκος.

Τὴν ῥυπωθεῖσαν μου ψυχήν, τῷ ῥείθρῳ τοῦ ἐλέους, τῆς σῆς φιλανθρωπίας, ἀπόσμηξον Οἰκτίρμον, καὶ ἐν φωτὶ ἀειλαμπεῖ, αὔγασον ὑμνῆσαι τὸν πεντάριθμον χορὸν τῶν μαρτύρων σου, Ἀκίνδυνον καὶ θεῖον Πηγάσιον, σὺν Ἐλπιδηφόρῳ καὶ Ἀφθονίῳ τὸν γενναῖον Ἀνεμπόδιστον, τοὺς σεπτοὺς ἀθλοφόρους· οἳ πᾶσαν προσβολὴν βασάνων ἀνδρείως, τῇ ἀγάπῃ σου σαφῶς τρέψαντες Λόγε, θῦμα λογικὸν προσήγαγόν σοι ἑαυτοὺς τῷ πάντων Κτίστῃ, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Συναξάριον.
Τῇ Β'. τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφορου, καὶ Ἀνεμποδίστου.

Στίχ. Ἀκίνδυνον πῦρ· τῶν δὲ λοιπῶν τεττάρων,

           Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος.

           Δευτέρῃ Ἀφθονίῳ καὶ τέταρσι, πῦρ, ἄορ, ἆθλος.

Οὗτοι οἱ Ἅγιοι, τῆς Περσῶν γῆς ὄντες, τὰ πρῶτα παρὰ Σαβωρίῳ βασιλεῖ Περσῶν ἔφερον. Οἱ οὖν Ἀκίνδυνος, Πηγάσιος καὶ Ἀνεμπόδιστος, ἄκρως τὴν εὐσέβειαν ἀγαπῶντες, ὡμολόγουν τὸν Χριστόν. δι’ ἣν αἰτίαν συλληφθέντες, τύπτονται κρεμασθέντες, καὶ τὰς πλευρὰς πυρὶ καταφλέγονται. Ἐπεὶ δὲ βλασφημεῖν ὁ βασιλεὺς εἰς Χριστὸν ἤρξατο, ἀφωνίᾳ τοῦτον καταδικάζουσιν οἱ Ἅγιοι καὶ αὖθις λύουσιν. Εἶτα ἐπὶ κραββάτων σιδηρῶν πεπυρακτωμένων ἁπλοῦνται· καὶ ὄμβρου καταῤῥαγέντος, ἡ φλὸξ σβέννυται, καὶ τὸ τοῦ Διὸς ἄγαλμα εὐχῇ καταβάλλουσι· διὰ τοῦτο ὑποχαλῶνται λέβησι μεστοῖς μολύβδου κοχλάζοντος· καὶ ἀνέπαφοι μείναντες, Ἀφθόνιον πρὸς τὴν τοῦ Χριστοῦ ἐπισπῶνται πίστιν, ὃς καὶ παραχρῆμα τὴν κεφαλὴν ἀφῃρέθη. Καὶ ἐν βοείοις θυλάκοις βληθέντες καὶ τῇ θαλάσσῃ ῥιφέντες, ἀνασῴζονται καὶ τὸν Ἐλπιδηφόρον, πρῶτον ὄντα τῆς Συγκλήτου, πρὸς τὴν εἰς Χριστὸν ἐκκαλοῦνται πίστιν, μεθ’ ἑτέρων ἑπτακισχιλίων, οἵτινες τὰς κεφαλὰς ἀπετμήθησαν. Οἱ δὲ περὶ Ἀκίνδυνον, Πηγάσιον καὶ Ἀνεμπόδιστον, εἰς βόθρον ῥίπτονται μεστὸν θηρίων· καὶ ἀβλαβεῖς διαμείναντες τὴν μητέρα τοῦ βασιλέως πρὸς τὴν πίστιν εἵλκυσαν. Ὅθεν καμίνῳ πυρὸς ἐμβληθέντες, τέλος ἐδέξαντο τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι ξίφει τελειοῦνται.

Στίχ. Συγκλητικοὶ ποθοῦντες ἄφθαρτον γέρας,

           Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Εὐδοξίου, Ἀγαπίου, καὶ τῶν λοιπῶν Ἁγίων ὀκτώ.

Στίχ. Τὸ πῦρ ἀριστεῖς καρτερήσαντες δέκα,

           Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα.

Οὗτοι ὑπῆρχον στρατιῶται ἐν Σεβαστείᾳ ἐπὶ Λικινίου βασιλέως. Ἐξετασθέντες δὲ ὑπὸ Αὐξανίου ἄρχοντος τῆς πόλεως, καὶ Μαρκέλλου δουκός, καὶ Μάρκου τοῦ Ἀγρικολάου, καὶ ἀνυπερβλήτοις βασάνοις ὑποβληθέντες, πυρὶ παραδίδονται· ἐν ᾧ καὶ τὰς ἑαυτῶν ψυχὰς τῷ Θεῷ παρέθεντο.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ.

Οὗτος ὁ Ὅσιος Πατὴρ ἡμῶν Μαρκιανός, πατρίδα μὲν ἔσχε τὴν Κύρον, μετὰ δὲ ταῦτα τὴν ἔρημον. Καταφρονήσας γὰρ τῆς τοῦ γένους περιφανείας, τῆς ἐρήμου καταλαμβάνει τὸν ὀμφαλόν. Καὶ σμικρὸν οἰκίσκον δειμάμενος, ὡς μόνον τὸ σῶμα καλύπτεσθαι, καὶ τριχίνοις ῥάκεσιν αὐτὸ περιθείς, καθεῖρξεν ἑαυτὸν ἐκεῖσε. Σιτίον δὲ ἦν αὐτῷ ἑκάστῃ ἑσπέρᾳ, τρεῖς οὐγγίαι ἄρτου καὶ ὕδωρ ὀλίγον πρὸς τὸ ζῇν. Χρόνου δέ τινος διεληλυθότος, δύο φοιτητὰς ἐδέξατο, καλύβας μικρὰς πήξαντας.

Οὗτος οὖν ὁ μακάριος, ἀεὶ ἐγκεκλεισμένος ὤν, οὐδέποτε λύχνον ἐκτήσατο, ἀλλὰ φῶς θεῖον περιέλαμπεν αὐτὸν ταῖς νυξί, καὶ τὴν σύνθεσιν τῶν γραμμάτων ὑπεδείκνυεν· εἶχε γὰρ μικρὸν Ψαλτήριον σὺν αὑτῷ. Καί ποτε δὲ μεγίστου δράκοντος προκύψαντος ἐκ τῆς πλησίον ἐρήμου καὶ ὄλεθρον ἐπαπειλοῦντος, οἱ συνασκηταὶ ἐθροήθησαν· ὁ δὲ Ἅγιος τῷ μὲν δακτύλῳ τὸν Σταυρὸν ἐτύπωσε, τῷ δὲ στόματι τὸ θηρίον ἐνεφύσησε· καὶ ὥς περ καλάμῃ ὑπὸ πυρός, οὕτω τὸ θηρίον εὐθὺς εἰς πολλὰ διελύθη.

Φλαβιανός ποτε, ὁ τῆς Ἀντιοχέων πρόεδρος καὶ ὁ τῆς Κύρου Ἐπίσκοπος, καὶ ἕτεροί τινες τῶν Ἐπισκόπων ἐπίσημοί τε καὶ λόγιοι, ἀπελθόντες πρὸς αὐτὸν καὶ πολλὰ παρακαλέσαντες, ἔτι δι καὶ τῆς θείας Γραφῆς πλεῖστα καταντλήσαντες εἰς αὐτόν, προέτρεπον αὐτὸν εἰς τὸ ἐξελθεῖν ὠφελείας ἕνεκεν πολλῶν· ὁ δὲ οὐδὲ ἀκοῦσαι ἠνέσχετο. Πολλοὺς δὲ καὶ ἀπὸ διαφόρων αἱρέσεων ὁ θαυμαστὸς οὗτος ἀνὴρ μετέβαλεν εἰς τὴν ἀληθῆ καὶ ὀρθόδοξον πίστιν.

Ποτὲ αὐτοῦ ἡ ἀδελφή, ἐκ τῆς πόλεως Κύρου, τινὰ βρώσιμα λαβοῦσα, τοιῷδε Ἀσκητῇ πρόσφορα, καὶ τὸν υἱὸν αὑτῆς πρὸς τὸν Ὅσιον ἀφίκετο· ὁ δὲ ταύτην μὲν οὐκ ἐθεάσατο, τὸν δὲ ἀνεψιὸν προσεδέξατο, μηδὲν ἐξ αὐτοῦ εἰληφώς. Ὡς δὲ ἐνέκειτο παρακαλῶν προσδεχθῆναι τὰ προσαχθέντα, ὁ Ἅγιος ἔφη. Ὡς πρὸς ἡμᾶς πορευόμενοι, πόσα διήλθετε Μοναστήρια; καὶ τίσιν ἐκείνων ἐκ τούτων μετεδώκατε; Τοῦ δὲ εἰρηκότος· Οὐδέ τινι τὸ οἱονοῦν δεδώκαμεν. Ἄπιτε λοιπόν, ἔφη, μεθ’ ὧν ἐκομίσατε· φυσικῆς γὰρ συγγενείας καὶ οὐ θεραπείας τῆς πρὸς Θεὸν ταῦτα ἠνέγκατε.

Οὗτος, μέγας καὶ διαβόητος τοῖς πᾶσι γενόμενος καὶ τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν ποθητός, ἐπεὶ ἔγνω πολλοὺς διαμαχομένους τὸ τούτου σῶμα λαβεῖν μετὰ τὴν πρὸς τὰς ἄνω θείας μονὰς αὐτοῦ μετάστασιν, θήκας ἑτοιμάσαντας, καὶ ναοὺς οἰκοδήσαντας, τὸν μακαρίτην Εὐσέβιον, τὸν πρῶτον αὑτοῦ μαθητὴν, ὅρκοις κατησφαλίσατο, τὸ σῶμα αὐτοῦ ἐν ἀποκρύφῳ κατακρύψαι τόπῳ, μήκοθεν τῆς καλύβης αὐτοῦ· καὶ οὕτω διαθέμενος, ἀπῆλθε πρὸς Κύριον.

Οἱ ἅγιοι μάρτυρες Εὐδόξιος καὶ Ἀγάπιος, καὶ ἕτεροι ὀκτὼ πυρὶ τελειοῦνται.

Αἱ ἅγιαι μάρτυρες Κυριακὴ Δομνίνη καὶ Δόμνη, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

ς ἐλυτρώσω τῆς φλογός, τοὺς τρεῖς εὐσεβεῖς Νεανίας, οὕτω καὶ νῦν τοὺς ἀθλητάς, ἐν καμίνῳ πυρὸς διεφύλαξας, ὁμοφρόνως βοῶντάς σοι· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Νέμεις ἀφθόνους δωρεάς, καὶ θαυματουργίας πηγάζεις, τοῖς ἀθλοφόροις σου Χριστέ, συνεργῶν καὶ συμπράττων ὡς εὔσπλαγχνος, καὶ φαινόμενος ψάλλουσιν. Ὁ Θεός ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Πλήθη μαρτύρων ἀψευδῶς, συγκεκροτημένα τῇ πίστει, προσενηνόχατε Χριστῷ παραδόξων θαυμάτων ἐπίδειξιν, ἐνεργοῦντες καὶ ψάλλοντες· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον. Λελυτρωμένοι διὰ σοῦ, τῆς τῶν προπατόρων κατάρας, καὶ πρὸς ἀΐδιον τρυφήν, μεταστάντες τὸ Χαῖρέ σοι κράζομεν, ὑπερένδοξε Δέσποινα, ἡ Θεὸν σεσαρκωμένον ἡμῖν τεκοῦσα.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

εὐαγεστάτη τῶν μαρτύρων, πανήγυρις χαρμοσύνως ἐπεδήμησε, κόσμον καταυγάζουσα, πάντας κατευφραίνουσα, καὶ τηλαυγῶς φαιδρύνουσα, πίστει τοὺς ψάλλοντας· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θηρίων καὶ βόθρων καὶ βασάνων, ἀγρίων κατετολμήσατε μακάριοι, ἔχοντες συλλήπτορα, τὸν ἀκαταγώνιστον, καὶ τὸν τῆς δόξης Κύριον, ᾧ νῦν κραυγάζομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

μᾶς τοὺς γενναίους Ἀθλοφόρους, Ἀκίνδυνον Πηγάσιον Ἀφθόνιον, αὖθις Ἀνεμπόδιστον καὶ τὸν παναοίδιμον, Ἐλπιδηφόρον ἔχοντες, τεῖχος ἀκράδαντον, τὸν Κύριον ὑμνοῦμεν ἀπαύστως, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στεφάνῳ τῆς νίκης κοσμηθέντες, καὶ κάλλους διαδήματι λαμπόμενοι, αἴγλην τὴν ἀνέσπερον, τέλος τὸ μακάριον, ἐν οὐρανοῖς εἰλήφατε, μάρτυρες κράζοντες· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Θεοτοκίον. Στόματι καὶ γνώμῃ Θεοτόκον, φρονοῦντες ὁμολογοῦμέν σε Πανάμωμε· τέτοκας γὰρ πάναγνε, σάρκα περιθέμενον, τὸν ποιητὴν καὶ Κύριον, καὶ Βασιλέα Χριστόν· διὸ σὲ τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῴκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μακαρίζομεν.

Καμάτους ὑμῶν τοὺς ἐπὶ γῆς οὐράνιος, εὐφροσύνη διεδέξατο, ἔνθα μαρτύρων αἱ χορεῖαι, καὶ τὰ τῶν ἀθλοφόρων στρατεύματα, καὶ πᾶσα τῶν Πρωτοτόκων ὁμήγυρις, τοῖς οὐρανίοις συνευφραίνεται.

κ τῶν δεσμῶν τῶν ὀδυνηρῶν πανόλβιοι, καὶ κινδύνων διασώσατε, πάντας τοὺς πίστει, τὴν ἁγίαν πανήγυριν, ὑμῶν ἑορτάζοντας, εἰρήνην καὶ γαλήνην αἰτούμενοι, καὶ σωτηρίαν πανσεβάσμιοι.

Πλουσίῳ λαμπόμενοι φωτὶ καὶ χάριτι, ἀθλοφόροι διαπρέποντες, λύσιν πταισμάτων καὶ φροντίδων, ἅμα τοῖς σὺν ὑμῖν ἀριστεύσασι, δοθῆναι τοῖς πρὸς ὑμᾶς καταφεύγουσι, τὸν εὐεργέτην δυσωπήσατε.

Θεοτοκίον. Εὔα μὲν τοῦ ξύλου τῆς ζωῆς ἐξώρισται, κωλυθεῖσα τῆς μεθέξεως· σὺ δὲ Παρθένε Θεοτόκε, ζωὴν τὴν πρὸ αἰώνων ἐκύησας, τῷ κόσμῳ τὴν ζωηφόρον ἐνέργειαν, χαριζομένη διὰ πίστεως.

Ὁ Εἱρμός. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῴκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μακαρίζομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

κίνδυνον πηγάζετε, τὴν χάριν τῶν ἰάσεων, ἀνεμποδίστως ἀφθόνως, τοῖς ἐπ’ ἐλπίδι τελοῦσι, τὴν μνήμην ὑμῶν Ἅγιοι· ἀλλὰ καὶ νῦν πηγάζοιτε, ἰάματα πανεύφημοι, τοῖς ὑμᾶς πόθῳ τιμῶσι, πεντάριθμοι ἀθλοφόροι.

Θεοτοκίον. Τὴν φύσιν ἀνεκαίνισας, φθαρεῖσαν τοῦ Προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Πλάστην πάσης φύσεως, ὑφ’ οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου· εἶτα τὸ ἰδιόμελον τοῦτο. Ἦχος β'.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ [ὁ Θεὸς ᾿Ισραήλ].

Αἱμάτων τοῖς κρουνοῖς τὸ σῶμα βάψας, ἀκινδύνως διῆλθες, τὴν τοῦ μαρτυρίου ὁδόν, ἀθλοφόρε Ἀκίνδυνε· ὅθεν καὶ ἰσχὺν τὴν ἔνθεον περιζωσάμενος, τὰ τοῦ ἐχθροῦ ἐξέκοψας μηχανουργήματα, Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν πρεσβεύων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα, Ἦχος δ'.

πενταφεγγὴς τῶν ἀθλητῶν λαμπάς, ὡς ἐν δρυμῷ ξύλων ἀξίνη, δαυϊτικῶς ἐξέκοψε τὴν πλάνην τοῦ ἐχθροῦ· καὶ ὁμολογήσαντες Χριστόν, ἐναντίον βασιλέων, ἀπαύστως πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον. Ὡς γενναῖον ἐν μάρτυσι.

Μακαρίζω σε Πάναγνε, τὴν βροτοὺς ἀφαρπάσασαν, ἐκ βυθοῦ κακίας καὶ ἀπογνώσεως· ὑμνολογῶ σε Θεόνυμφε τὴν ἀειμακάριστον, καὶ δοξάζω σου σεμνή, τὴν ἀπόρρητον κύησιν, ὅτι ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κατάρας, ἠλευθέρωσας Παρθένε, προγονικῆς τὸ ἀνθρώπινον.

Ἢ Σταυροθεοτοκίον.

ν Σταυρῷ ὡς ἑώρακε, καθηλούμενον Κύριε, ἡ ἀμνὰς καὶ Μήτηρ σου ἐξεπλήττετο, καί· Τί τὸ ὅραμα ἔκραζεν, Υἱὲ ποθεινότατε; ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ παράνομος, ὁ πολλῶν σου θαυμάτων ἀπολαύσας; Ἀλλὰ δόξα τῇ ἀρρήτῳ, συγκαταβάσει σου Δέσποτα.

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.

[Προκείμενον. Ἦχος δ'. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου [12: 1-10.]

δελφοί, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν ᾿Ιησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ὅν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; Εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.

Ἀλληλούϊα. Ἦχος δ'. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν. Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.

Ἐκ τοῦ κατὰ Λουκᾶν. [κα' 12-19.]

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα].

Примѣчаніе:
[1] Ἐννοεῖ ἐνταῦθα ὁ Ὑμνῳδὸς τοὺς τρεῖς πρώτους μάρτυρας τοὺς τὸν Χριστὸν όμολογοῦντας, Ἀκίνδυνον, Πηγάσιον, καὶ Ἀνεμπόδιστον. Ὅρα ἔμπροσθεν τὸ Συναξάριον αὐτῶν.

Источникъ: Μηναίον του Νοεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 10-15.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0