Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 11.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΜΑΪῼ ΚΒ'.
Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Βασιλέως, καὶ Μεγαλομάρτυρος Ἰωάννου τοῦ Βλαδιμήρου καὶ Θαυματουργοῦ.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
[Εἰς τό, Κύριε ἐκέκραξα,] ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες ὑμᾶς.

στὴρ παμφαέστατος δειχθεὶς, καὶ ἀειλαμπέστατος, τερατουργὸς ὑπερθαύμαστος, πᾶσιν ἐξέλαμψας, τὰ τῶν Ὀρθοδόξων ἱερὰ συστήματα, λαμπρύνων καὶ φρουρῶν ταῖς πρεσβείαις σου, κλεινὲ Βλαδίμηρε· διὰ τοῦτο σὲ γεραίρομεν, εὐφημοῦντες τοὺς λαμπροὺς ἀγῶνας σου.

ς Ἄγγελος ὤφθης ἐν σαρκὶ, ἐγκρατὴς καὶ Ὅσιος, τοῦ Βαπτιστοῦ ὡς ἐπώνυμος· ὅθεν ἠξίωσαι, ἀετοῦ ἐν εἴδει, ἰδεῖν Θεῖον Ἄγγελον, δεικνύοντα Σταυρὸν, χαριτώνυμε, δι’ ὅνπερ ἤθλησας, ὑπ’ ἀνόμων κεφαλὴν τμηθεὶς, διὰ ζῆλον Ὀρθοδόξου Πίστεως.

Δόξα. Ἦχος πλ. α'.

Συνδράμωμεν ἀδελφοὶ, καὶ μετὰ πόθου προσέλθωμεν, ἐν τῷ σεπτῷ τεμένει τοῦ σημειοφόρου βασιλέως, καὶ μεγαλομάρτυρος, τοῦ σοφοῦ Βλαδιμήρου· καὶ τὴν θαυμαστὴν μυροθήκην, τοῦ σκήνους αὐτοῦ τιμῶντες, εὐφροσύνως πανηγυρίσωμεν, καὶ ἐγκωμιαστικῶς αὐτὸν ᾄσμασι μέλψωμεν· χαίροις Ἀνάκτων τὸ κλέος, καὶ τῶν Μαρτύρων ὁμόσκηνε, τῆς Βουλγαρίας τὸ καύχημα, Ἰλλυρικοῦ καὶ Μυσίας ὁ προστάτης, φρουρὲ Ἀλβανίας καὶ θαυματουργὲ ἀντιλήπτωρ, Ἰωάννη πανένδοξε, ὁ ὑπὲρ Χριστοῦ τὴν κάραν ἐκτμηθεὶς ὑπὸ τῶν ἰδίων συγγενῶν, καὶ ταύτην θαυμασίως ταῖς οἰκείαις χερσὶ τῷ βασιλεῖ τῶν αἰώνων προσκομίσας θυσίαν ἄμωμον, ὡς ὁλοκάρπωμα ἱερὸν, καὶ δῶρον πολύτιμον· διὸ παμμάκαρ μυροβλύτα πανθαύμαστε, ὡς παῤῥησίαν ἔχων, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἐκ πόθου τελούντων τὴν ἱερὰν, καὶ πανέορτον μνήμην σου.

Καί νῦν. [Θεοτοκίον.]

ν τῇ ἐρυθρᾷ θαλάσσῃ [τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς].

Εἰς τὸν Στίχον Ἦχος β'. Οἶκος τοῦ Εὐφραθᾶ.

Φέρων ἐν ταῖς χερσὶ, παμμάκαρ τὴν σὴν κάραν, τμηθεῖσαν ὑπ’ ἀνόμων, τοῦ Μαρτυρίου στέφος, ἐδέξω ὦ Βλαδίμηρε.

Στίχ. Δίκαιος ὡς φοίνιξ [ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται].

Τῷ ὅπλῳ τοῦ Σταυροῦ, δυσμενῶν παρατάξεις, ἐσκόρπισας γενναίως, καὶ νικητὴς ἐδείχθης, ἀθλήσας παναοίδιμε.

Στίχ. Εὐφρανθήσεται [δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ αὐτόν].

Λάρναξ τοῦ σεπτοῦ, καὶ μυροβλύτου πάλαι, ἰδού εὐωδιάζει, ἐτήσιον τὴν χάριν, τοῖς προσιοῦσι νέμουσα.

Δόξα. Ὅμοιον.

Τριάδα τὴν σεπτὴν καὶ θεαρχίαν πάντες, Πατέρα καὶ Υἱόν τε, καὶ Πνεῦμα ὀρθοδόξως ὑμνοῦμεν τὸ πανάγιον.

Καὶ νῦν.

νωθεν οἱ χοροὶ, Θεοτόκε Παρθένε, ὑμνοῦσι σὺν τοῖς κάτω, μετὰ τοῦ ἀθλοφόρου, τὸν τόκον σου τὸν ἄχραντον.


ΕΝ ΔΕ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὸ, Μακάριος ἀνήρ, ψάλλοντες καὶ τὰ ἀνοιξαντάρια. Εἰς τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν τὰ παρόντα. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

σπερ δένδρον κατάκαρπον, νοητῶς ἀνεβλάστησας, ἐν λιμῶνι πάντιμε, τῆς ἀθλήσεως· ἐκπέμπων Θεῖα χαρίσματα, πηγάς τε ἰάσεων, τῆς πανσέπτου σου σοροῦ, ἐξ ἧς πάντες ἀῤῥύονται, ῥῶσιν σώματος, ἀθλητῶν ὡραιότης Ἰωάννη· διὰ τοῦτό σε τιμῶμεν, ὡς πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Τὸν φιλοῦντά σε Κύριον, ὑπὲρ φύσιν ἐφίλησας, καὶ σαρκὸς ἐμίσησας ἡδυπάθειαν· καὶ τῷ Χριστῷ ἠκολούθησας, ἐπ’ ὤμων ἀράμενος, μάρτυς χαίρων τὸν Σταυρὸν καὶ πρὸς βίαιον θάνατον, προσεχώρησας· διὰ τοῦτο παμμάκαρ εὐφημοῦμεν, ἐν ψαλμοῖς καὶ ὑμνῳδίαις, τὴν φωτοφόρον σου ἄθλησιν.

ς καλῶς στρατευσάμενος, Βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν Βλαδίμηρε παραδέδωκας, ἐθελουσίως εἰς μάχαιραν, βαλὼν τὸν αὐχένα σου, ἐπαγόμενος χοροῖς, τῶν Μαρτύρων Μακάριε· ἠξιώθης γὰρ, καὶ τῆς νίκης δεχθῆναι τοὺς Στεφάνους, μεθ’ ὧν νῦν καθικετεύεις, ὑπὲρ ἡμῶν, θαυματόβρυτε.

Ἕτερα ὅμοια, Ἦχος ὁ αὐτός.

κ Βουλγάρων ἐξήνθησας, Ἰωάννη Μακάριε, ὥσπερ ῥόδον εὔοσμον καὶ μυρίπνοον, καὶ τῷ Θεῷ εὐηρέστησας, νηστείας δεήσεις τε, καὶ ἀγρύπνους προσευχὰς, τῷ Κυρίῷ ἀνέπεμπες, ἐκ καρδίας σου, καθαρᾶς καὶ ἁγίας διὰ τοῦτο, συνελθόντες εὐφημοῦμεν τὰς ἀριστείας σου ἔνδοξε.

Θηρεῷ εὐσεβείας σε, θωρακίσας ὁ Κύριος, δυνατὸν εἰργάσατο, πρὸς παράταξιν, τῶν δυσμενῶν ἐξερχόμενον. Ἰωάννη ἔνδοξε· οὓς τῷ ξίφει τῆς ἐν σοὶ, καρτερίας Βλαδίμηρε, κατηφάνισας, τὰς αὐτῶν βασκανίας, καὶ τῆς νίκης, ἀνεδύσω τοὺς Στεφάνους, σημειοφόρε πανθαύμαστε.

Βασιλείας ἐλάμπρυνας, τὴν στολὴν ὄντως αἵμασι, Μαρτυρίου ἔνδοξε, καὶ κατήυγασας· καὶ αἱρέσεων ἅπασαν, ἀχλὺν ἀπεδίωξας, καὶ ἐφώτισας λαοὺς, σαφηνίζων τὰ δόγματα, θείας χάριτος, ὀρθοδόξως πιστεύειν ἐν Τριάδι, μίαν φύσιν ἀμερίστως, τρισὶ προσώποις ὑπάρχουσαν.

Δόξα. Ἦχος δ'.

ξέλαμψας, ἔνδοξε, ὥστερ ἀστὴρ ἑωσφόρος ἐν τῇ γῇ τῶν Ἰλλυριῶν, Ἰωάννη πανένδοξε· καλῶς γὰρ καὶ δικαίως βασιλεύσας, καὶ τὸν Σταυρὸν τοῦ Κυρίου σου ἐπ’ ὤμων ἀράμενος, Χριστῷ ἠκολούθησας, ὡς φίλος γνήσιος Θεοῦ. Διὸ αἰτοῦμέν σε Ἅγιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ὑμῶν.

Καί νῦν. Τῆς Ἑορτῆς.
Εἰδὲ μὴ τύχῃ τῆς Ἑορτῆς, Θεοτοκίον, Ὁ διὰ σὲ Θεοπάτωρ· τὸ· Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. [Κεφ. μγ'. 9-14.]

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ· γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔοται· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων· ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1-9.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15-23. ς'. 1-3.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτὴν, Στιχηρά. Ἦχος α'.

Μαθητὴς καὶ ὁπαδὸς γεγενημένος, τῶν τῆς ὁμοουσίου Τριάδος ὁμολογητῶν καὶ κηρύκων, καὶ σὺν αὐτοῖς ὑπὲρ εὐσεβείας διωκόμενος, τὸν διὰ ξίφους θάνατον Ἰωάννη Μακάριε ὑπέστης, τὰς τῶν αἱρετικῶν γλωσσαλγίας καταβαλλόμενος· ὅτι καὶ μαρτυρικοῖς στεφάνοις ἐκοσμήθης παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ παῤῥησίαν ἔλαβες πρεσβεύειν, τοῦ ῥυσθῆναι ἐκ κινδύνων, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Ἦχος β'.

Δεῦτε πιστοὶ τιμήσωμεν, τὸν ἀθλοφόρον τοῦ Χριστοῦ Ἰωάννην τὸν ἔνδοξον, ὡς γενναῖον στρατιώτην, τὸν καλῶς ἀγωνισάμενων ὑπὲρ τῆς Εὐσεβείας, βασιλέων καὶ τυράννων τὸ κράτος καταβαλλόμενον. Διὸ παῤῥησίαν ἔχων πρὸς Θεὸν, ἀκαταπαύστως πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.

Τοῦ εὐσεβοῦς Ἰωάννου ἡ μνήμη, μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε. Τὸν Χριστὸν γὰρ ποθήσας, εἰδώλων πλάνην κατεφρόνησε· καὶ ναὸν ἐγείρας ἐπί γῆς, τῷ σταυρωθέντι δι’ ἡμᾶς, ἐν οὐρανοῖς ἀπέλαβε τὸν τῆς ἐλπίδος στέφανον.

Ὁ αὐτός.

Τῇ χαριτονύμῳ σου κλήσει τὴν πρᾶξιν κατάλληλον ἔδειξας ὡς ἀληθῶς. Τῇ παρθενικῇ σου καθαρότητι ᾠκειώθης τῷ Χριστῷ, εὐδοκίᾳ τοῦ Πατρὸς, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος· Μαρτυρίου δὲ παλαίσμασι τῶν ἡλιακῶν ἀκτίνων λαμπρότερον ὑπερήστραψας· διὸ ὡς θυσία καθαρὰ καὶ ἄμωμος, τῇ Οὐρανίῳ προσηνέχθης τραπέζῃ, μετὰ Παρθένων καὶ Μαρτύρων εἰς αἰῶνας συνηδόμενος· μεθ’ ὧν αἴτησαι Ἰωάννη πανεύφημε, δωρήσασθαι ἡμῖν εἰρήνην καὶ τό μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β'.

Δεῦτε ἅπαντες Πιστοὶ συνελθόντες εὐφημήσωμεν σήμερον, Ἰωάννην τὸν σημειοφόρον. Οὗτος γὰρ τὴν ἐπίγειον βασιλείαν ἀπώσατο καὶ τὰ ὄντα ὡς οὐδὲν ἐλογίσατο· τὸ ὅπλον τοῦ Σταυροῦ ἐνδυσάμενος, Χριστῷ ἠκολούθησε, καὶ τῆς ἀπεράντου βασιλείας τῶν Οὐρανῶν ἠξιώθη ἀπολαβεῖν, ὡς πιστὸς δοῦλος Θεοῦ Παντοκράτορος. Διὸ αἰτοῦμέν σε Ἅγιε, πρόφθασον ἐξελοῦ ἡμᾶς ἀπὸ παντοίας ἀνάγκης τῶν ἐπεμβαινόντων πειρασμῶν, καὶ τῆς μελλούσης κρίσεως, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Καί νῦν. Τῆς Ἑορτῆς. Εἰδὲ βούλει, Θεοτοκίον.

Εἰς τὸν Στίχον τοῦ Ἁγίου. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

χλοι ἐξεπλήττοντο, θαῦμα φρικτὸν καθορῶντες, σὲ νεκρὸν καθήμενον εὐκλεὲς, Βλαδίμηρε, ἐφ’ ἡμίονος, ἐν χερσὶ φέροντα, τὴν ἀποτμηθεῖσαν, κεφαλήν σου τὴν ἐρίτιμον, ἥνπερ προσήνεγκας, εἰς ναὸν Κυρίου εὐξάμενος, ψυχήν σου τὴν Ὀρθόδοξον, παραθεὶς Θεῷ τῷ Παντάνακτι· ἣν λαβὼν συνῆψεν, Ἀγγέλων καὶ Ἁγίων τοῖς χοροῖς, τρυφᾶν ᾀεὶ φῶς τὸ ἄδυτον, τρισηλίου λάμψεως.

Στίχ. Δίκαιος ὡς φοίνιξ [ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται].

λλος ὤφθης ἥλιος, ἐν Βασιλεῦσιν ὦ Ἄναξ, ἀθλητὰ Βλαδίμηρε, ἐν τῷ στερεώματι Θείας Πίστεως, νέμων φῶς χάριτος, τοῖς προσερχομένοις, ὁλοψύχως ἐν τῇ σκέπῃ σου· σὲ γὰρ ἐν θαύμασι, ζῶντα, καὶ θανόντα ἐδόξασε, καὶ ἰατῆρα ἔδειξε, τοῖς προσκαλουμένοις σὸν ὄνομα, ὁ πάντων ἀνάκτων, ταχέως εἰσακούων καὶ διδοὺς, ἑνὶ ἑκάστῳ τὸ αἴτημα, θείαις σου ἐντεύξεσιν.

Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ [καὶ ἐλπιεῖ ἐπ’ αὐτόν].

Δεῦτε προσκυνήσωμεν λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ Πανάγιον, σκῆνος τεθησαύρισται, τοῦ παμμάκαρος· ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λαμπάσι, λιτανεύοντες βοήσωμεν· Ἅγιε πρόφθασον, καὶ τοὺς ἐν ἀνάγκαις ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς καταιγίδος τῶν θλίψεων· ἵνα τὴν τερπνήν σου, καὶ πάντιμον δοξάζωμεν σορὸν, ὦ Ἰωάννη Μακάριε, ῥύστα ἑτοιμότατε.

Δόξα. Ἦχος πλ. β'.

δαμάντινε τὴν ψυχὴν, ἀθλητικώτατε Ἄναξ, Ἰλλυρικοῦ τὸ κλέος, καὶ Βουλγαρίας τὸ ἐγκαλώπισμα· ἡ βρύσις τῶν θαυμάτων καὶ τῶν Πιστῶν ἀντιλήπτωρ ὁ μέγιστος. Σὺ γὰρ τὸ κραταιότατον ὅπλον τοῦ Σταυροῦ παρὰ Θεοῦ εἰληφὼς, τῶν Αἱρετικῶν τὰς φάλαγγας γενναίως συνέτριψας, καὶ τὴν Ὀρθόδοξον πίστιν ἐν γῇ Βουλγάρων ἐπηύξησας· διὸ ὡς ἡμῶν φρουρὸς καὶ προστάτης θερμότατος, πρόφθασον ταῖς λιταῖς σου παμμακάριστε Ἰωάννη Βλαδίμηρε, καὶ ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, ὡς παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν σὲ δοξάσαντα.

Καὶ νῦν. [Θεοτοκίον.] ποιητὴς καὶ Λυτρωτής.

Ἀπολυτίκιον. Ἦχος δ'.

Σταυρὸν τὸν ὀφθέντα σοι, ἐξ οὐρανοῦ τηλαυγῶς, τοῖς πᾶσιν ἐκήρυξας, φωτίσας ἔθνη τρανῶς, Βλαδίμηρε ἔνδοξε· λύθροις τῶν σῶν αἱμάτων φαιδρυνθείς ἠξιώθης, βραβείων τῶν ἀκηράτων, παρεστώς τῇ Τριάδι· διὸ ἐν παῤῥησίᾳ Χριστῷ πρέσβευε σωθῆναι ἡμᾶς.

Καὶ γίνεται ἡ εὐλόγησις τῶν ἄρτων, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α'. Στιχολογίαν, Καθίσματα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

κ τόπου θαυμαστῶς, τῶν Βουλγάρων ἐξῆλθες, τοῦ Πνεύματος ὀφθείς, καθαρώτατον σκεῦος, Μαρτύρων τὸ καύχημα, καὶ στεφάνων ἀξίωμα· ὅθεν αἴτησαι τὸν σὸν Δεσπότην φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ὑμνούντων παμμάκαρ, Ἰωάννη πανθαύμαστε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Μητέρα σε Θεοῦ, ἱκετεύομεν πάντες, Παρθένον ἀληθῶς, ἐν οἰκτιρμοῖς σοι βοῶμεν, οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Μετά τὴν Β'. Στιχολογίαν, Καθίσματα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Σταυρὸν τοῦ Κυρίου, μάκαρ φορῶν ἐν κρυπτῷ ὡς ἐπόθης μαρτυρικῷ, Στεφάνῳ κεκόσμησαι, Βασιλεῦ παναοίδημε, τοῦ οὐρανίου Ἄνακτος· Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· Ὅθεν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένος, ἀπαύστως, Βλαδίμηρε, Ἰωάννη πανθαύμαστε, πρέσβευε Χριστῷ τῷ Θεῶ, τῶν πταισμὰτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Τὴν ψυχὴν μου Παρθένε τὴν ταπεινὴν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τῷ φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον, Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, γαλήνην παρέχουσα· εἰς λιμένα σου ἔδραμον, Θεοτόκε βοήθει μοι, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλος σου.

Μετὰ τὸν Πολυέλαιον, Καθίσματα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὰ ἐπίγεια πάντα καταλιπὼν, Βασιλείαν ἐπόθεις τῶν οὐρανῶν, Χριστῷ ἠκολούθησας, τῶν Μαρτύρων συμμέτοχε· τὰ γὰρ παρόντα πάθη νεκρώσας τοῦ σώματος, καὶ τὸν Σταυρὸν ἐπάρας, ὁπλίτα Μακάριε, νόσους θεραπεύεις ἀνιάτους νοσούντων. Σταυροῦ τῇ δυνάμει γὰρ ἀπελαύνεις καὶ χάριτι, Ἰωάννη Μακάριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτως ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτὰ, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου. Σὺ γὰρ ὤφθης σκέπη ὁμοῦ καὶ ἀντίληψις, πειρασμῶν καὶ θλίψεων, ᾀεί με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου.

Εἶτα οἱ Ἀναβαθμοὶ, τὸ α'. Ἀντίφωνον τοῦ δ'. Ἤχου. Προκείμενον. Ἦχος δ'. Δίκαιος ὡς φοίνιξ [ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται]. Στίχ. Εὐφρανθήσεται δίκαιος [ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ’ Αὐτόν]. Τὸ, Πᾶσα Πνοή. Εὐαγγέλιον. Καὶ Ν'. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου. Εἶτα, Ἐλέησόν με ὁ Θεός.

Ἦχος β'.

Παμμάκαρ Ἰωάννη, Μαρτύρων τὸ κλέος, καὶ καύχημα Βασιλέων, μιμητὴς ἐγένου τοῦ Βαπτιστοῦ πανένδοξε· διὰ φθόνον τῆς σῆς συζύγου, τὴν κεφαλήν σου ἔτεμον οἱ ἀπηνεῖς σου συγγενεῖς, καὶ ἀναίσχυντοι· καὶ τὴν κάραν σου δεχθεὶς ἰδίαις χερσὶν, εἰς τόπον εἰσῆλθες ἐν ᾧ τὸν θησαυρὸν εὗρες ἐν κρυπτῷ τῆς αἰωνίου βασιλείας. Καὶ νῦν αἴτησαι ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

Εἶτα οἱ Κανόνες· ἐὰν τύχῃ ἑορτὴ, προηγεῖται ὁ Κανὼν τῆς Ἑορτῆς· εἰδὲ οὐ τύχῃ ἑορτὴ, ψάλλομεν τὸν Κανόνα τῆς Θεοτόκου, τὸν πλ. δ'. Πολλοῖς συνεχόμενος πειρασμοῖς. Καὶ οἱ Κανόνες τοῦ Ἁγίου οἱ δύο, ὁ δ'. καὶ ὁ πλ. β'. ὁ δ'.

Κανών, οὗ ἡ Ἀκροστιχίς· Τὸν δίκαιον ὑμνῶ Ἰωάννην Δεσπότην. [Δανιὴλ]. Ἦχος δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Τὸν θεῖον καὶ ἀθλοφόρον σήμερον, ὕμνοις τιμήσωμεν, τὸν Ἰωάννην ἅπαντες Πιστοὶ, συνελθόντες δοξάσωμεν· ὅτι Χριστῷ δεδούλευκεν, ὡς καθαρὸς καὶ φίλος γνήσιος.

πάσας τὰς ἀρετὰς προβλέπων σου, Θεὸς τὸ πρὶν ἐν κρυπτῷ, ἃς ἐκτελῶν, θεόφρων ἀθλητὰ, τοῖς χοροῖς τῶν δικαίων σε, συγκατατάττει ἔνδοξε, μετὰ ἁγίων εὐφραινόμενον.

Νυμφῶνα τὸν ἐπὶ γῆς, Μακάριε, ἀποσειόμενος, μαρτυρικὴν ὑπέφερες πληγὴν, Ἰωάννη Βλαδίμηρε. Διὸ ἡμεῖς οἱ δοῦλοί σου, ἀνευφημοῦμέν σε πανάριστε.

Θεοτοκίον. Δεήσεις ἱκετηρίας Ἄχραντε, νῦν σοι προσάγωμεν· δίδου ἡμῖν ἐξ ὕψους ἀγαθὴ, τὰ ἐλέη σου, πάναγνε, ἱκετικῶς δεόμεθα, Θεομακάριστε ἀνύμφευτε.

Ἕτερος Κανών. Ἦχος πλ. β'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν.

Τίς τῶν θαυμάτων ἐξείποι τὰς δωρεὰς, ἃς Χριστὸς παρέσχε σοι, Ἀθλοφόρε τοῦ Χρίστοῦ, Ἰωάννη ἔνδοξε; διὸ καταλάμπεις ὡς φωστὴρ ἀξιοθαύμαστε.

λην σου ἔχων ἐλπίδα πρὸς τὸν Θεὸν, μάκαρ καὶ διάνοιαν, τῶν πρόσκαίρων καὶ φθαρτῶν, ὅλως οὐκ ἐφρόντισας· διὸ καὶ τὸ στέφος ἐκ γειρὸς Κυρίου δέδεξαι.

Νῦν εἰς τὰ ἄνω ταμεῖα τὴν σὴν ψυχὴν, ὁ Χριστὸς καθίστησι γενναιόφρον ἀθλητά· θησαυροῖς γὰρ ταύτην τοῦ Πατρὸς, ἐναπέθετο ἐκεῖ, συμβασιλεύειν ᾀεὶ.

Θεοτοκίον. Νύμφη Θεοῦ Παναγία Χριστιανῶν, τεῖχος ἀπροσμάχητον, τοὺς ὑμνοῦντάς σε ᾀεὶ, ἐκ παντοίων λύτρωσαι δεινῶν, καὶ πταισμάτων χαλεπῶν, θεογεννῆτορ Ἁγνή.

Ὁ Εἱρμός. Εἰ μὲν οὐκ ἔστι τῆς Ἐορτῆς. Ἀνοίξω τὸ στόμα μου.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

άτρευσας τοὺς πιστῶς, ἐν τῷ τεμένει σου, σοφὲ σπεύδοντας, κινδύνων αὐτοὺς καὶ θλίψεων, τῶν προσερχομένων λυτρούμενος.

Καλῶς καὶ θεοσεβῶς, σὺ βασιλεύσας ἐπὶ γῆς, ἔμπλεως θείου φωτὸς γεγένησαι, οὗ νῦν ἀπολαύεις γηθόμενος.

γίοις ἐν οὐρανοῖς συναυλιζόμενος, Χριστῷ πρέσβευε, νέμειν ἡμῖν τὴν ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Θεοτοκίον. Ἰδόντες σου οἱ λαοὶ, τὰς τῶν θαυμάτων δαψιλεῖς χάριτας, Μήτερ Θεοῦ Θεόνυμφε, πόθῳ σε δοξάζομεν Ἄχραντε.

Ἕτερος.

Ὁ Εἱρμός. Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

πὶ τὴν ἄσειστον Χρίστοῦ, πέτραν τῶν ἐντολῶν σεαυτὸν στερεώσας οὐδ’ ὅλως, ἐσαλεύθης τῷ νοΐ· διὸ μαρτύρων χοροῖς, ἠριθμήθης μάρτυς ἀξιάγαστε.

λον τὸν ἔρωτα Χρίστοῦ, ἔχων ἐν τῇ καρδίᾳ, τὰς ἐκ τόπου εἰς τόπον, ἀμειβὰς ᾦ ἀθλητὰ, ὑπέφερες καρτερῶς· Ἰωάννη ὅθεν νῦν δεδόξασαι.

Νυνὶ εὐφραίνεται πιστῶς, πόλις ἡ Δυῤῥαχίου, Τριβαλλῶν ἔνθα κεῖται, σώμά σου τὸ ἱερὸν, Μακάριε τὰς ἐκεῖ, νόσους πάντων ἀσθενῶν ἰώμενον.

Θεοτοκίον. Ὑ Πάρχεις γέφυρα Ἁγνὴ, Θεοτόκε Παρθένε, πρὸς οὐράνιον τρίβον, ὁδηγοῦσα τοὺς πιστῶς, ἀνευφημοῦντας ᾀεὶ, τὸν σὸν τόκον μόνη Ἀειπάρθενε.

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

ξέλαμψεν ἡμῖν, τοῦ δικαίου ἡ μνήμη, ὡς ἥλιος ἐν γῆ, τὰς ἀκτῖνας ἁπλοῦσα, τοῖς πέρασι καὶ ἅπαντας, ὀρθοδόξους συνήγειρεν, ἐκτενῶς αὐτῷ ἐν κατανύξει καρδίας ἀνακράζοντας· Ἄναξ ἀνάκτων τὸ κλέος, πιστῶς σε μακαρίζομεν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὸν πάντων ποιητὴν, καὶ Υἱόν σου καὶ κτίστην, πανάμωμε Ἁγνῆ, διὰ Πνεύματος Θείου, ἐν Μήτρᾳ συνέλαβες, καὶ φθορᾶς δίχα τέτοκας· ὃν δοξάζοντες, σέ ἀνυμνοῦμεν Παρθένε, ὡς παλάτιον, τοῦ βασιλέως τῆς δόξης, καὶ Κόσμου προσφύγιον.

Καὶ γίνεται ἀνάγνωσις.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῇς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

τὰ πάντα σου προβλέπων Θεὸς Παμμάκαρ, ἃ ἐν κρυπτῷ προσηύχου, Ἰωάννη θεόφρων, Χριστός σε ἐδόξασε, σὺν πᾶσιν Ἁγίοις τε, συγκαταριθμῶν ὁ φιλάνθρωπος.

Νῦν σε ἅπαντες δοξάζομεν θεοφόρε, ὦ Ἰωάννη ἔνδοξε. Χριστῷ γὰρ ἐδούλευσας, γένους περιφάνειαν, καὶ δόξαν ἐπίκηρον, Μάρτυς, ὡς οὐδὲν λογισάμενος.

μνοις ἅπαντες συμφώνως σὲ ἀνυμνοῦμεν, ὡς τοὺς λιμένας φθάσαντα, τοὺς ἐπουρανίους, ἱστίοις πτερούμενος, τοῦ Σταυροῦ τῆς χάριτος, Μάρτυς χαριτώνυμε ἔνδοξε.

Θεοτοκίον. Μήτηρ Ἄχραντε, Παρθένε Θεογεννῆτορ, σὲ ἀνυμνοῦμεν πᾶσαι γενεαὶ τῶν ἀνθρώπων, διὰ σοῦ σωζόμεναι, καὶ σὲ ἱκετεύομεν, λύτρωσαι ἡμᾶς ταῖς πρεσβείαις σου.

Ἄλλος.

Ὁ Εἱρμός. Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἐορτάζουσα.

Μυρίζει πάνσοφε, ἣ Θεία θήκη σου, ἔνθα κεῖται τὸ θεῖον καὶ ἱερὸν, σῶμά σου Μακάριε, καὶ ἰαμάτων δωρεὰς, ἀναβλύζει τοῖς τεμῶσί σε.

Ναὸν καθίδρυσας, τὸν σὸν πανένδοξε, καὶ σεπτὸν ἀθλοφόρε, ἔνθα νυνὶ, βρύει τὰ ἰάματα, ἡ παναγία σου σορὸς, Ἰωάννη παμμακάριστε.

Θεοτοκίον. Ζωὴν ἐβλάστησας, Θεὸν Πανάμωμε, τὸν κατέχοντα πάντα Κτίστην δρακὶ, τῇ αὐτοῦ Θεόνυμφε, καὶ ἐν σοφίᾳ Οὐρανοὺς, καὶ συνέσει στερεώσαντα.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Νίκην σοι ὁ Χριστὸς, ἐκ τῶν ἄνωθεν δέδωκε, θεόσοφε Ἰωάννη, κατὰ τῶν ἀντιπάλων, ἰσχύν τε παμμακάριστε.

μάκαρ Ἀθλητὰ, Ἀθλοφόρων ὁμόσκηνε· ἡ δόξα τῶν δικαίων, καὶ ἡμῶν τῶν ὑμνούντων, προστάτης καὶ ὑπέρμαχος.

δόντες οἱ Πιστοὶ, τῶν θαυμάτων τὰς χάριτας, Βλαδίμηρε Ἰωάννη, ἐκ τῆς θείας σοροῦ σου, ἀντλοῦμεν τὰ ἰάματα.

Θεοτοκίον. Ὦ Δέσποινα Ἁγνὴ, Θεοτόκε πανύμνητε, ἐπίβλεψον ἐφ’ ἡμᾶς νῦν, τοὺς οἰκτρούς σου ἱκέτας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Ἄλλος.

Ὁ Εἱρμός. Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τάς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγαυσον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

ρωτι θείῳ ἀποσκοπῶν, πρὸς τὰς δι’ αἰώνων ἀμοιβὰς, πολλὰς βασάνους ὑπέφερες· τόπῳ δὲ ἐκ τόπου μεταφερόμενος, νειστείαις ἀγρυπνίαις προσεκαρτέρησας.

ώμη τῇ θείᾳ δυναμωθεὶς, πάσας τοῦ ἐχθροῦ τὰς μηχανὰς, οὐδ’ ὅλως εἰς νοῦν λελόγισαι, Μάκαρ Ἰωάννη· ἀλλὰ Σταυρὸν τοῦ Χριστοῦ, λαβὼν ἐν ταῖς χερσί σου, ἤρθης πρὸς θείας σκηνάς.

Τῶν ἐκτελούντων σου Ἀθλητὰ, μνήμην τὴν ἁγίαν καὶ σεπτὴν, ὑπερασπίζῃ ἑκάστοτε, βλάβης ψυχοφθόρου τούτους ῥυόμενος, καὶ τῇ σῇ μεσιτείᾳ, πάντας προσάγων θεῷ.

Θεοτοκίον. Ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, Δέσποινα τοῦ Κόσμου ἀγαθὴ, προσκαλουμένων σε πρέσβευε, θεῷ τῷ Υἱῷ σου, ὅπως λυτρώσηται ἡμᾶς, ἐκ τῶν κινδύνων καὶ περιστάσεων.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῇς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

νωθεν, ὁ Χριστός σοι τὸ στέφος χαρίζεται, ὦ Ἰωάννη παμμάκαρ, διὰ προσευχῆς σου καὶ ἀγρυπνίας, ἣν ἐτέλεις ἐν κρυπτῷ Θεῷ χαριτώνυμε.

Νίκην σοι, ὁ Θεὸς ὁ τῶν ὅλων δεδώρηται, ὦ Ἰωάννη θεόφρον· καὶ ἡμεῖς ἀντλοῦμεν ἐκ τῶν ἁγίων σου Λειψάνων, ἰαμάτων χαρίσματα ἔνδοξε.

Νυμφῶνος, τοῦ προσκαίρου ἐξέφυγες ἔνδοξε τὴν ἁμαρτίαν, καὶ ταύτης, ὁμιλίας πάσας τὰς γυναικείας· διὰ πόθον τοῦ Σταυροῦ, καὶ τὴν κάραν σου τέτμησο.

Θεοτοκίον. Ἡ μόνη, διὰ λόγου τὸν Λόγον κηύσασα, τὸν ἀλογίας ἁπάσης, τοὺς βροτοὺς ῥυσάμενον, καὶ τῆς ἄνω βασιλείας τῆς αὐτοῦ, κοινωνοὺς ἀναδείξαντα.

Ἄλλος.

Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

ομφαία σε ἔσπευδε, βασιλείας τῆς ἐν γῇ, ἀποστερῆσαι ἔνδοξε· ἀλλὰ σὺ βασιλείας τῶν Οὐρανῶν, στεφάνων ἠξίωσαι, καὶ τὴν ἄνω πορφύραν περιβέβλησαι.

ήττητος γέγονας, ἐπηρείαις τοῦ ἐχθροῦ, νευρούμενος τῷ Πνεύματι· καὶ τὴν δρόσον δεχόμενος παρ’ αὐτοῦ, πηγὴ ἀναδέδειξαι, τῶν θαυμάτων ἐν Κόσμῳ παναοίδιμε.

νίκα κατέλαβες, Ἰωάννη ἀθλητὰ, τοῦ Μαρτυρίου στάδιον, ταῖς χερσί σου κατέχων περιχαρῶς, Σταυρὸν ἀνεκραύγαζες· Σὺ γενοῦ μοι προστάτης καὶ ὑπέρμαχος.

Θεοτοκίον. Ὡς μόνη κυήσασα, τὸν τῶν ὅλων Ποιητὴν, διαπαντὸς ἱκέτευε, ὑπὲρ πάντων τῶν πόθῳ σε καὶ πιστῶς, τιμώντων πανύμνητε, καὶ τὸν τόκον, ὑμνούντων σου τὸν ἄφθαρτον.

Κοντάκιον, Ἦχος πλ. α'. Τῇ ὑπερμάχῳ.

ς θησαυρὸν πολυτελῆ καὶ κρύνην βρύουσαν, τοῖς ἐπὶ γῆς ἡμῖν κρουνοὺς νόσους καθαίροντας, ὁ Δεσπότης παρέσχε σκῆνός σου τὸ θεῖον, ἀῤῥωστημάτων ὡς ἀγαθὸς λύσιν παντοδαπῶν, καὶ χάριν θείαν βραβεῦον τοῖς προστρέχουσιν· ἵνα κράζωμεν· Χαῖρε ἄναξ Βλαδίμηρε.

Ὁ Οἶκος.

νωθέν σοι ἐδόθη βασιλείας τὸ κράτος, πανθαύμαστε σοφὲ Ἰωάννη· καὶ ταῖς τῶν ἀσωμάτων φωναῖς Ἰλλυριοὺς τὴν Πίστιν διδάσκων ἅπαντας, ἐφώτισας καὶ ἤγειρας βοᾶν σοι μετὰ πόθου ταῦτα· Χαῖρε πιστῶν Βασιλέων κλέος· χαῖρε σεπτῶν, Ἀθλοφόρων δόξα. Χαῖρε τῶν παγίδων ἐχθροῦ τὸ κατάλυμα· χαῖρε τῶν δογμάτων Χριστοῦ τὸ κραταίωμα. Χαῖρε ὕψος ἐνδοξότατον βασιλείας εὐσεβοῦς· χαῖρε βάθος ταπεινώσεως, τὸ ὑπὲρ τοὺς οὐρανούς. Χαῖρε, ὅτι ἐκτήσω τοῦ Προδρόμου τὸν ζῆλον· χαῖρε, ὅτι κατέχεις ἐν χερσί σου τοὺς κλήρους. Χαῖρε ἀστὴρ ἐμφαίνων τοῖς πέρασι· χαῖρε πηγὴ ἐνθέου ἀφέσεως. Χαῖρε δι’ οὗ ἀπεσβέσθη ἡ πλάνη· χαῖρε δι’ οὗ ἐκυρώθη ἡ Πίστις. Χαῖρε ἄναξ Βλαδίμηρε.

Συναξάριον.
Τῷ αὐτῷ Μηνί, κβ'. μνήμη τοῦ Ἁγίου Ἐνδόξου Βασιλέως, Σημειοφόρου, Μεγαλομάρτυρος, Ἰσαποστόλου, Μυροβλυτου, Ἰωάννου τοῦ Βλαδιμήρου και Θαυματουργοῦ.

Στίχοι. Χεὶρ συγγενοῦς τέμνει σε ἡ μιαιφόνος.

             Χεὶρ Κυρίου νέμει σοι ἀξίως στέφος.

             Εἰκάδι δευτερίῃ ἄορ πέφνεν ἄνακτα Ἰωάννην.

Οὗτος ὁ ἐν βασιλεῦσιν ἁγιώτατος καὶ ἐνδοξότατος Ἰωάννης ὁ σημειοφόρος πατρίδα μὲν εἶχε κάποιον χωρίον τῆς ἐπαρχίας τῶν Βουλγάρων, λεγόμενον Βλαδίμηρον· ὅθεν ἔλαβε καὶ τὴν ἐπωνυμίαν νὰ ὀνομάζεται Βλαδίμηρος· ἀπὸ γένος Βασιλικὸν, καὶ γονεῖς πιστοὺς καὶ ορθοδόξους. Ὁ πατήρ του ἐκαλεῖτο Νεεμᾶν, ὁ υἱὸς Συμεὼν τοῦ πρώτου εὐσεβοῦς καὶ ἁγίου βασιλέως τῶν Βουλγάρων, Ἀχριδῶν, ὁ ὁποῖος ἐδιδάχθη τὴν ἀμώμητον καὶ όρθόδοξον πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ, καὶ σωτῆρος πάντων, ἀπὸ τοὺς ἁγίους ἑπταρίθμους, τὸν Κλήμεντα λέγω, τὸν μακαριώτατον Ναοὺμ, Κύριλλον, Μεθόδιον, καὶ τοὺς λοιποὺς ἁγιωτάτους Ἰσαποστόλους, καὶ φωστῆρας τῶν ὁρίων τούτων, καὶ κήρυκας τῆς ἀληθείας· οἱ ὁποῖοι ἠγωνίσθησαν κατὰ πολλὰ μὲ ζῆλον θεῖον, καὶ ἐγύρισαν τὰ πεπλανημένα ἔθνη τῶν αἱρετικῶν Μασσαλιανῶν, καὶ Βογομίλων τῶν Βουλγάρων, τῆς Μυσίας, Ἀλβανίας Δαλματίας, Ἰλλυρικοῦ, καὶ Σερβίας, εἰς τὴν ὀρθοδοξίαν· ἀπὸ τοὺς ὁποίους ἦτον ὁ ἅγιος Συμεὼν βασιλεὺς Βουλγάρων, ὁ πάππος τοῦ θαυμασιωτάτου ἁγίου τούτου, τοῦ ὁποιου, ὡς ἄνωθεν εἴπομεν, ὁ Πατήρ του ἦτον ὁ Νεεμᾶν, καὶ ἡ Μήτηρ αὐτοῦ Ἄννα Ῥωμαῒς, ἀπὸ γένους βασιλικοῦ καταβαίνοντες εἰς τὴν βασιλείαν αὐτῶν, εἰς τὰ μέρη ταῦτα τῶν Τριβαλλῶν τῆς Ἀλβανίας, καὶ εἰς τὰ πέριξ. Ἐγεννήθη δὲ εἰς τὸ χωρίον Βλαδιμήρου ὁ ἀειλαμπέστατος οὗτος καὶ φαεινότατος ἀστὴρ, ἀπὸ πιστοτάτους γεννήτορας, ἀπὸ τὸν βασιλέα Νεεμᾶν, καὶ τὴν βασίλισσαν Ἄνναν, ἁγεώτατος βλαστὸς ἀπὸ ῥίζαν εὐλογημένην καὶ θεοχαρίτωτον· ὁ ὁποῖος ἐξ ἁπαλῶν ὀνύχων ἔλαμπε μὲ ἀρεταῖς καὶ χάριτες, νηστείαες, ἀγρυπνίαις, καὶ ἐλεημοσύναις, σκεῦος καθαρὸν καὶ ἅγιον, καὶ κατοικητήρεον γενόμενος παεδιόθεν τοῦ Παναγίου Πνεύματος, καλῶς τε καὶ θεαρέστως ἀπὸ τὸν ἁγεώτατον τότε Ἀχριδῶν Ἀρχιεπίσκοπον παιδαγωγηθεὶς τὸν σοφώτατον καὶ ἐν ἁγίοις Νικόλαον τὸν θαυμαστόν· τὸν ὁποῖον οἱ γονεῖς αὐτοῦ συνέζευξαν μὲ τὴν θυγατέρα τοῦ βασιλέως Σαμουήλ. Ἐφύλαττε μὲν παρθενίαν ὁ τρισμακάριστος τοῦτος καὶ χαρετώνυμος Ἰωάννης, σχολάζων εἰς θεάρεστα ἔργα, καὶ ἐναρέτως διάγων μὲ ζῆλον ἔνθεον· μετὰ δὲ τὸν θάνατον τῶν γονέων του αὐτεξούσιος κατασταθεὶς βασιλεὺς, αὔξησε τὴν πίστεν, βάνωντας διδασκάλους, κήρυκας, καὶ ὁδηγοὺς νὰ νουθετοῦν, καὶ νὰ δεδάσκουν, καὶ νὰ ἐπιστρέφουν τὰ ἔθνη, καὶ τὸν ὑποκείμενον αὐτοῦ λαὸν εἰς τὴν ὀρθοδοξίαν· ἔκτισε μοναστήρια, Ἐκκλησίας, καὶ ξενοδοχεῖα, καὶ νοσοκομεῖα. Ἔβαλε γοῦν μίαν τῶν ἡμερῶν κατὰ νοῦν εἰς τὰ ὅρια τοῦτα, ὁποῦ ἦτον δρυμῶνας, καὶ δάσος πυκνότατον, τόπος ἄγριος ἀπὸ τὰ δένδρα καὶ τὰ ποτάμια, καθὼς τὴν σήμερον φαίνεται, νὰ οἰκοδομήσῃ ξεχωριστὰ τόπον καὶ κατοικητήριον τῷ τρεσυποστάτῳ Θεῷ· καὶ ἐκαβαλίκευσε μὲ τρεῖς μεγιστάνους τῆς βασιλείας του, τάχα περιδεαβάζωντας καὶ κυνηγῶντας· ἀλλὰ κυνηγῶντας, ἐκυνηγήθη κατὰ ἀλήθειαν παρὰ Θεοῦ, ὡς ἄλλος Πλακίδας Εὐστάθεος, ἢ εἰπεῖν μᾶλλον, ὡς δεύτερος Κωνσταντίνος· καὶ οὐρανόθεν ὁδηγηθεὶς καὶ φωτισθεὶς, βλέπει εἰς τὸ δάσος μέσα ἕνα ἡλιοειδῆ ἀετὸν, ὅς τις εἶχεν εἰς τὰ μετάφρενα αὑτοῦ, ἤγουν εἰς τὰ πτερά του ἐπάνω, ἕνα Σταυρὸν ὑπέρλαμπρον· καὶ τρέχοντας νὰ τὸν φθάση, ἐμβῆκε μέσα εἰς τὸ δόσος, καὶ ἐστάθη ὁ ἀετός· ὁ ὁποῖος δὲν ἦτον ἀετὸς, ἀλλὰ ἕνας Ἀρχάγγελος, καὶ τὸν Σταυρὸν ἔστησεν εἰς τὸν τόπον τοῦτον, ὅπου κεῖται τώρα τὸ σεβασμεώτατον σκῆνος, καὶ ἡ σορός ἡ πάντιμος τῶν μυροβλύτων Ἁγίων Λειψάνων αὐτοῦ. Τότε ἐξεκαβαλίκευσε μὲ τοὺς τρεῖς μεγιστάνους, καὶ ἐπροσκύνησαν τὸν σταυρωθέντα Χριστὸν καὶ Κύριον, καὶ ἐπρόσταξε καὶ ἒκτισαν ἕνα εὐκτήριον οἶκον, μίαν Ἐκκλησίαν, εἰς τὸν ὁποῖον ἑπτάκις τῆς ἡμέρας ἤρχετο προσευχόμενος, καὶ ἡμέραν καὶ νύκτα ἀγρύπνα, ὥστε ὁποῦ ἡ σύζυγος αὐτοῦ ὑπόπτευε μήπως καὶ εἰς ἄλλην γυναῖκα ἐπήγενεν, ἐπειδὴ καὶ μὲ αὐτὴν ποσῶς δὲν ἐσυνευρίσκετο· καὶ διὰ τοῦτο ἔβαλε τὸν ἀδελφόν της νὰ ἐχθρευθῇ κατὰ πολλὰ ἐκ συνεργείας διαβολικῆς, καὶ ἐγύρευε τρόπον νὰ τὸν θανατώσῃ, νὰ γένῃ κληρονόμος τῆς βασιλείας αὐτοῦ, καὶ νὰ στερεώσῃ ταῖς αἵρεσες τοῦ καιροῦ ἐκείνου, ὡς κρυφὸς αἱρετικὸς ὁποῦ ἦτον, καὶ ἄλλος Ἰσκαριώτης Ἰούδας, καὶ Κάϊν ἀδελφοκτόνος, σπέρμα Χαναάν. Ἐκείναις ταῖς ἡμέραις γοῦν, ὁποῦ ὁ Πορφυρογέννητος Βασίλειος, ὁ τῶν Ῥωμαίων Βασιλεὺς, ἐκούρσευε καὶ ἐκυρίευσε τὰ Βουλγαρικὰ, Σερβικὰ, καὶ Γερμανικὰ μέρη ὑποτάσσωντάς τα, ἐπειδὴ ἔφθασε νὰ ἔμβῃ καὶ εἰς τὰ ὅρια εἰς τὴν ἐπαρχίαν τῆς βασιλείας τοῦ ἁγιωτάτου, καὶ γενναιοτάτου Ἰωάννου, ἁρματώθη ὁ χαριτεπώνυμος οὗτος Ἰωάννης ὁ βασιλεὺς, καὶ ὤντας ἁρματωμένος μὲ τὴν χάριν τοῦ Θεοῦ, καὶ μὲ τὰ φουσάτα του, ἠπήντησε τοὺς Ῥωμαίους, καὶ τοὺς ἐγύρισεν ἀπράκτους· καὶ νικήσας αὐτοὺς, καὶ κατατροπωσάμενος, ἔγινε μέγας καὶ κύριος εἰς ὅλην τὴν Βουλγαρίαν, Σερβίαν, Ἰλλυρικὸν, καὶ Ἀλβανίαν. Στραφεὶς οὖν διὰ νὰ ἔλθῃ ἐδῶ εἰς τὴν Ἀλβανίαν, τότε ηὗρε καιρὸν ὁ θεοήλατος γυναικάδελφός του, καὶ εἰς τὸ κατέβασμα εἰς τὸν δρόμον ἔδειξεν ἔξαφνα τὴν ἐπιβουλήν του μέσα εἰς τὸ φουσάτον, καὶ ἐξεσπάθωσε, διδοὺς αὐτῷ μίαν σπαθίαν, ἀλλὰ μάταια ἐκοπίασε· καὶ εἰς τὴν δευτέραν τοῦ δίδει ὁ δίκαιος τὸ ἴδιον βασιλικὸν σπαθί του, καὶ τοῦ λέγει· Ἔπαρε, καὶ διὰ τὴν ἀλήθειαν, καὶ τὴν Ὀρθοδοξίαν, ἀποκεφάλισέ με· εἶμαι ἕτοιμος, ὡς ἄλλος Ἰσαὰκ καὶ Ἄβελ, διὰ τὴν ὁμολογίαν τοῦ Χριστοῦ καὶ τὴν εἰς Χριστὸν πίστιν, νὰ θυσιασθῶ· τότε τοῦ κατεβάζει μὲ τὸ σπαθί του ὁ ἄσπλαγχνος, καὶ, ὢ τοῦ θαύματος! ὡσὰν τὸν ἀποκεφάλισεν, ἅρπασε μὲ τὰ ἴδιά του χέρια τὴν ἁγίαν του κεφαλὴν, καὶ ποσῶς δὲν ἐξεκαβαλίκευσεν ἀπὸ τὸ χρυσοχαλήνωτον καὶ βασιλικὸν μουλάριον ὁ Ἅγιος Ἰωάννης, μόνον ἔτρεχε καβαλάρης, ψάλλωντας καὶ αἰνῶντας τὸν Θεὸν, καὶ λέγωντας· Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυρίου πορευσώμεθα, καὶ ἄλλα καθ’ ὁδόν· τὸ ὁ ὁποῖον τόλμημα βλέποντες τὰ φουσάτα, ἐθαύμασαν, ἔκλαιον, ἐθρήνουν, ἐκοπτοντο, καὶ ἔτρεξαν νὰ ἁρπάσουν τὸν ἐπίβουλον, τὸν φονέα· ἀλλὰ εὐθὺς ἐκεῖνος ἐλύσιαξεν, ὦ τέρας μέγα! καὶ ἔτρωγε τὰς σάρκας του· καὶ ὡσὰν εἶδεν ὁ Κόσμος, ἐβγῆκαν Ἱερεῖς, Ἀρχερεῖς, Μεγιστάνες, καὶ Ἄρχοντες νὰ συναπαντήσουν τὸν γαληνότατον Βασιλέα, τὸν Πατέρα τῶν ὀρφανῶν, καὶ χηρῶν προστάτην, καὶ ἀκολούθησαν ἕως ὁποῦ ἦλθε καὶ ἐξεκαβαλίκευσεν εἰς τὸν τόπον τοῦτον, καὶ ἐπρόσφερε μὲ τὰ ἴδιά του χέρια τὴν κεφαλήν του, λέγωντας· Κύριε εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Τότε ἠκούσθησαν ψαλμῳμδίαις οὐρανόθεν, καὶ ἐγέμησεν ὁ τόπος εὐωδίας πνευματικῆς, καὶ ἐκήδευσαν τὸ παρθενικώτατον ἐκεῖνο καὶ βασιλικὸν σῶμα οἱ εὑρεθέντες Ἀρχιερεῖς καὶ Ἱερεῖς, τὰ στρατεύματα, ὁ λαὸς ὅλος· καὶ πολλοὶ ὀρφανοὶ καὶ πτωχοὶ ἐθρήνουν, πῶς ὑστερήθησαν τοιούτου προστάτου καὶ ἀντιλήπτορος· πολλοὶ χωλοὶ καὶ ἀσθενεῖς μόνον ἀσπαζόμενοι τὸ Ἅγιόν του Λείψανον, ἰατρείας ἀπελάμβανον. Καὶ ὕστερον κακὴν κακῶς ἀπεῤῥάγη ὁ φονεὺς ἐκεῖνος, ὁ γυναικάδελφός του, λυσιασμένος εἰς ἔνδειξιν πολλῶν, καὶ ἐσβέσθη μὲ ταῖς κακίαις του· καὶ ἡ αἴτιος τοῦ φόνου, ἡ πονηροτάτη του σύζυγος, ἡ γυνὴ ἡ Βασίλισσα, πολλὰ μεταμεληθεῖσα, ἐμετανόησε δακρύουσα, καὶ ὀλολύζουσα γοερῶς ἐθρήνει, γυρεύουσα συγχώρησιν εἰς τὸ κακὸν ὁποῦ ἐπαρακίνησε καὶ ἔγινε. Καὶ ἀφ’ οὗ ἔθαψαν τὸ Ἅγιον σῶμα καὶ ἀθλητικώτατον ἐκεῖνο τοῦ Μάρτυρος, ᾠκοδόμησαν ἕνα θαυμασιώτατον Ναόν, ὁ ὁποῖος εἶναι οὗτος, ὁποῦ ἀπὸ τὴν πολυκαιρίαν καὶ ἀπὸ τοῦς σεισμοὺς εἶχε σαθρωθῆ, καὶ τώρα τριακοσίους ἐννέα χρόνους ἐξανακτίσθη ἀπὸ τὸν πανυψηλότατον Κάρλα Θεωπίαν, ἀνεψιὸν τοῦ τότε Βασιλέως Φραγγίας, καὶ μέχρι τῆς σήμερον κατ’ ἔτος εἰς τὴν μνήμην του πανήγυρις μεγάλη γίνεται. Ἀπὸ τὸν καιρὸν τοῦ μαρτυρίου καὶ τῆς κοιμήσεώς του εἶναι χρόνοι ἑπτακόσιοι ὀγδοήκοντα· καὶ περισσοὶ ἀῤῥωστημένοι καὶ ἀναγκευμένοι ἰατρεύονται· καὶ καθὼς ἔχομεν ἀπὸ παλαιοὺς ἀκουσμένον, πολλάκις πολλοὶ ἐβουλήθησαν τὸ πάνσεπτον καὶ ἅγιον Λείψανόν του νὰ πάρουν, καὶ νὰ τὸ στερήσουν ἀπὸ τὸν τόπον τοῦτον, καὶ ἀπὸ τὴν ἁγίαν του Μονὴν, καὶ δὲν ἐδυνήθησαν· μίαν φορὰν οἱ Φράγγοι τὸ ἐπῆραν, καὶ ἔσκασαν τότε ἐκεῖ ὅσον νὰ τὸ κατεβάσουν εἰς τὸν τόπον, ὁποῦ ὀνομάζεται Σκουμβὶ, δεκαέξ μουλάρια, ὥστε ὁποῦ ῥίχνοντές το μέσα εἰς τὸν ποταμὸν λεγόμενον Σκουμβίον, διὰ νὰ κατέβῃ εἰς τὴν θάλασσαν, ὢ τοῦ θαύματος! ἐγύρισεν ὀπίσω, πλημμυρήσαντος τοῦ ποταμοῦ· καὶ γυρίζοντας, ἐφάνη εἰς τὴν Κούσσιαν, τὸ παραπόταμον οὕτω λεγόμενον, ἡ θήκη μὲ τὸ ἅγιόν του Λείψανον, ὅπου πολλάκις ἐφάνη καὶ Ἅγιον φῶς εἰς τοὺς Ἐγχωρίους· καὶ μετὰ ταῦτα περνοντες οἱ Πιστοὶ τὸ ἱερὸν αὐτοῦ Λείψανον, μὲ Λιτανείαν ὕστερον τὸ ἔφερον πάλιν εἰς τὴν ἁγίαν Μονὴν ταύτην. Καὶ τὶ νὰ εἰπῇ τινὰς πρότερον; ἄπειρα, θαύματα καθ’ ἑκάστην κάμνει, καὶ τὸ περισσότερον ποτὲ ὀσμὴν πορνείας καὶ ἀσέλγείας εἰς τὴν μονήν του δὲν στέργει, μάλιστα τοὺς δουλεύοντας αὐτὸν μὲ πίστιν, τοὺς ἐγλύτωσε καὶ τοὺς γλυτώνει ἀπὸ διαφόρους κινδύνους· ὥστε ὁποῦ τὰ ἀνεκδιήγητα καὶ καθημερινά του θαύματα εἰς τὰ μέρη ταῦτα, εἶναι εἰς στερέωσιν τῆς Καθολικῆς καὶ Ἀποστολικῆς ἡμῶν Πίστεως· καὶ ἀκαταπαύστως ὡς ἡλιακαὶ ἀκτῖνες τὴν περίχωρον ταύτην καταλαμπρύνουσι. Τὸ λοιπὸν, ὦ μυροβλύτα Μεγαλομάρτυς, καὶ σημειοφόρε πανθαύμαστε, Ἅγιε Ἰωάννη Βλαδίμηρε, σκέπε, φρούρει, λύτρωσον τοὺς μετ’ εὐλάβείας προσερχομένους, καὶ πανηγυρίζοντας τὴν Ἁγίαν σου μνήμην, ἀπὸ πάσης βλάβης καὶ ἐπηρείας· ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν ἐλευθέρωσον· πρέσβευε, ὡς παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν· φύλαττε τὴν πολιτείαν ταυτην ἀπὸ πᾶσαν ἀνάγκην, θλίψιν τε καὶ στενοχωρίαν, θανάτου πικροῦ καὶ κινδύνου, καὶ ἐξιλέωσαι τὸν πανοικτίρμονα Θεὸν διὰ τὸν κόσμον, καὶ τὸν λαὸν τοῦτον ἐλευθέρωσον· καὶ ἡμὰς τοὺς ἐλεεινοὺς δούλους σου, ὁποῦ ὑπηρετοῦμεν τὸν πάνσεπτον καὶ ἅγιον Ναόν σου, Μοναχοὺς, Ἱερομόναχους, τὰ ὀρφανὰ, ὁποῦ εἰς τὴν σκέπην σου περιμαζώνονται καὶ καταφεύγουν· τοὺς ἐλεοῦντας ἡμᾶς καὶ συνδρομοῦντας καὶ προφθάνοντας πρόφθασον, ἁμαρτιῶν ἀφέσεως τυχεῖν ἀξίωσον, καὶ ζωῆς τῆς αἰωνίου, ἀθανάτου καὶ ἀτελευτήτου μετασχεῖν. Τοῦτο εἶναι τὸ κομψὸν καὶ σύντομον Συναξάριον Χριστιανοί μου τοῦ Ἁγίου· ἀμὴ τὸ μεγάλον Βιβλίον εἶχε περισσότερα τῆς Ἀκολουθίας καὶ τῆς διηγήσεως, τὸ ὁποῖον ἐχάθη· εἰς δὲ τὰ βιβλία τὰ Σερβικὰ σώζεται καλλίτερα ὁ βίος καὶ τὰ θαύματα τοῦ Ἁγίου. Οὗ ταῖς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τῆς Ἁγίας Ἀειπαρθένου Μαρίας ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Νῦν εἰς τὰ ἄνω κατοικεῖ ὁ Χριστός σε βασίλεια, Μάκαρ εὐσεβῶς, λατρεύσαντα τῷ Θεῷ, καὶ πιστῶς ἀνακράζοντα· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Δεσπόζεις πᾶσαν Ἰλλυριῶν τὴν γῆν πανένδοξε· σὺ γὰρ βασιλεύσας ἔνδοξε ἐπ’ αὐτῆς, ὡς πιστὸς δοῦλος καὶ γνήσιος, Εὐλογημένος εἶ ὁ Θεός μου, ἀνέκραζες, καὶ Κύριος.

κ τῶν ὑψίστων ὁ Χριστός σε δοξάζει Βλαδίμηρε· πόθῳ καὶ ἡμεῖς δοξάζομεν ἀθλητὰ, τὴν πανέορτόν σου ἄθλησιν, Εὐλογημένος ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Θεοτοκίον. Σὲ ἀνυμνοῦμεν, Θεοτόκε Θεόνυμφε Δέσποινα· σὺ γὰρ τὸν τῶν ὅλων κτίστην τε καὶ Θεὸν, ἐν ἀγκάλαις σου ἐβάστασας. Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Ἄλλος.

Ὁ Εἱρμός. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν Τύραννον ἔπεισε βοᾷν. Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

λβανίας Ἰωάννη ὤφθης ἔνδοξε, ἀστὴρ ἀειλαμπέστατος· ἐν ᾗ τὸ σκῆνος τὸ σεπτόν σου κείμενον ποιεῖ, θαυμάτων παράδοξα σοφὲ, εἰς φωτισμὸν τῶν εὐσεβῶς μακαριζόντων σε.

Λαμπρυνθεὶς τοῖς σοῖς παθήμασι Μακάριε, λάμπεις τοῦ στερεώματος, τηλαυγέστερον καταυγάζων χάριτι τῇ σῇ, συμφώνως τοὺς ψάλλοντας Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.

Θυμηδίας καὶ χαρᾶς ἁπάσης ἔμπλεοι, ἑόρτιον τὴν μνήμην σου, ᾦ Βλαδίμηρε τὴν Ἁγίαν καὶ Μαρτυρικὴν, τελοῦντες βοῶμεν τῷ Χρεστῷ· Εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον. Ὃν ἐκύησας Παρθένε παναμώμητε, πᾶσι πιστοῖς τὸν Κύριον, ἐκλυτρώσασθαι τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν, ἱκέτευε Ἄχραντε Ἁγνὴ, εὐλογημένη ἀληθῶς Κυρία Δέσποινα.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ποθήσας Σταυρὸν τὸν τοῦ Χριστοῦ, παμμάκαρ ἔνδοξε· τὴν χάριν δέδεξαι, τοῦ ἰᾶσθαι τοὺς προστρέχοντας, τοὺς μετὰ πίστεως θερμῆς νῦν ἐξαιτοῦτάς σοι, καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

πάντων προβλέπων σου Θεὸς, τὰς πράξεις ἔνδοξε, νῦν σοι δεδώρηται, τῶν θαυμάτων τὰ παράδοξα, ἐκ τῆς αὑτοῦ θείας χειρὸς, ὃν ἀνυμνοῦντες πιστῶς, ἐκβοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Τὴν μνήμην σου ἅπαντες Πιστοὶ, ὕμνοις δοξάζοντες, θεόφρον πάνσοφε, καὶ τὴν ἁγίαν σου κοίμησιν, θεοφρόνως ἀναμέλπομεν, τῷ ἐκ Παρθένου δι’ ἡμᾶς σεσαρκωμένῳ Θεῷ, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

μᾶς τοὺς ὑμνοῦντάς σε πιστῶς, καὶ σοὶ προστρέχοντας, Θεόφρον ἔνδοξε, δίδου ἡμῖν πᾶσιν Ἅγιε, τὴν σὴν χάριν ἱκετεύουσιν, ἐν τῶν Λειψάνων σου πιστῶς, νῦν ἀπαντλήσασθαι, καὶ βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον. Νύμφην καὶ Παρθένον ἀληθῶς, κυρίαν ἄχραντον, Μητέρα ἄνανδρον, πάντες σὲ δοξάζομεν λέγοντες· Παναγία παναμώμητε, μὴ ὑπερείδῃς τοὺς πιστῶς ἀνακραυγάζοντας, καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἄλλος.

Ὁ Εἱρμός. κ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Νῦν εὐφραίνεται πόλις ἡ Δυῤῥαχίου φαιδρῶς, σὲ προστάτην καὶ ῥύστην, ἔχουσα πάνσοφε· νέος γὰρ αὐτῇ ἀνατείλας ὡς Ἥλιος, ταύτην καταυγάζεις ὑμνοῦσάν σε Θεόφρον.

Βαρυνθέντα μεγέθει, τῶν ἀνυποίστων κακῶν, τὸν λαόν σου ἐν πίστει ἀεὶ τιμῶντά σε, ταῖς σαῖς πρὸς Θεὸν ἱκεσίαις λυτροῦσαι ἀεὶ, ἀνυμνολογοῦντα, Χριστὸν, εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα. Ἀπὸ πάσης ἀνάγκης, ῥῦσαι τοὺς δούλους σου, τοὺς τὴν ἔνδοξον μνήμην, ἐπιτελοῦντάς σοι, Μάρτυς τοῦ Χριστοῦ, Ἰωάννη μακάριε, καὶ πιστῶς ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον. Ἵνα σε Θεοτόκε, πάντες δοξάζωμεν, ὡς τεκοῦσαν τὸν Κτίστην καὶ Ποιητὴν τοῦ παντὸς, πρέσβευε ἀεὶ, λυτρωθῆναι τοὺς δούλους σου, πάσης ἐπηρείας, καὶ βλάβης τῶν Δαιμόνων.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις. Διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.

Δέχου τὰς δεήσεις παμμάκαρ, τῶν σὲ ὑμνούντων μετὰ πόθου· δίδου τὴν σὴν χάριν Θεόφρων, ἡμῖν τοῖς πίστει ἀνευφημοῦσί σε· διὸ ἡμεῖς οἱ δοῦλοί σου, σὲ Ἰωάννη μεγαλύνομεν.

ναξ Ἰωάννη θεόφρον, ἡμῖν τοῖς πίστει προσιοῦσι, λύσιν ἁμαρτάδος παράσχου, καὶ θείας δόξης τυχεῖν ἱκέτευε, τοὺς πόθῳ ἀνυμνοῦντάς σε, καὶ μεγαλύνοντας τρισόλβιε.

Νίκην σοι ὁ πάντων Δεσπότης, νέμει ἐξ ὕψους Ἀθλοφόρε, σοῦ τὸ καρτερὸν καὶ γενναῖον, κατὰ τῆς πλάνης προβλέπων ἔνδοξε· νικητικοῖς βραβείοις σε, ὡς νικητὴν ὄντως ἐδόξασε.

δες Κωνσταντῖνος ὡς ἄλλος, Μάκαρ Σταυρὸν τὸν τοῦ Κυρίου, οὗ ταῖς ἡγεσίαις ἀνῆλθες εἰς τόπον, ἔνθα νῦν οἱ προστρέχοντες, λαμβάνουσιν ἰάματα, Σταυροῦ τῇ χάριτι σωζόμενοι.

θλησας νομίμως τῷ πόθῳ, Χριστοῦ τοῦ πάντων βασιλέως· ἔλαμψας ἐν Κόσμῳ ἀκτῖσι, τῶν ἰαμάτων, καὶ τὴν σκοτόμαιναν, τῆς πλάνης ἀπεδίωξας, ὀρθοδοξίᾳ καλλυνόμενος.

Θεοτοκίον. Λύτρωσαι ἡμᾶς τῶν κινδύνων, ἐπερχομένων καὶ τῆς ἄνω, θείας βασιλείας ἀξίους, γενέσθαι δεῖξον θεοχαρίτωτε, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνοντας.

Ἄλλος.

Ὁ Εἱρμός. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

Λιμένα θεῖον Μάρτυς κατέχουσα, τοῦ Δυῤῥαχίου πόλις Ἰωάννη μακάριε, πρὸς Θεὸν νῦν προβάλλεται πρόμαχον, ῥύοντα τῶν κινδύνων καὶ περιστάσεων, πίστει τε καὶ πόθῳ, ἀκλινεῖ ἀνευφημοῦσά σε.

γῆ τὸ αἷμά σου καρτερόψυχε, ὡς τὸ τοῦ Ἄβελ πάλαι δεξαμένη ἐκραύγαζε, μονονοὺ τὴν αὐτὴν ἀφιεῖσα φωνὴν, κατὰ τοῦ ἀντπάλου καὶ πολεμήτορος, πρός Χριστὸν τὸν πάντων, βασιλέα καὶ Θεὸν ἡμῶν.

Λυσσῶν ὁ δείλαιος ἐπετίθετο, σὸς συγγενὴς μανεὶς κατὰ Χριστοῦ σὴν ἀπέτεμε, κεφαλὴν δυσμενῶς· ἀλλὰ ταύτην λαβὼν, ἔτρεχες ἐπὶ τόπον τῆς ἀναπαύσεως, ἐκεῖνος δὲ ἐῤῥάγη, ὡς Ἰούδας ἄλλος δόλιος.

Θεοτοκίον. Σοφώς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ σοῦ πανύμνητε, καὶ θείου φωτὸς, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῆ πίστει δοξάζοντας.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Χριστός σε ἐμεγάλυνε, ἐν θαύμασιν ὁ Κύριος, ὡς ἑαυτοῦ ὑπηρέτην, Βλαδίμηρε Ἰωάννη. Τοῦτον δοῦναι ἱκέτευε, ἁμαρτιῶν τὴν ἄφεσιν, ἐν ᾄσμασι τὴν πάνσεπτον, καὶ παναγίαν σου μνήμην, εὐσεβοφρόνως τελοῦσιν.

Θεοτοκίον. Ὅμοιον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγεννημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι κόρη, ἀνέδειξε Θεοτόκον.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.

Δεῦτε ἀθροίσθητε ἅπαντες, ἐν τῷ ἁγίῳ Ναῷ, τοῦ σοφοῦ καὶ τρισμάκαρος, Ἰωάννου ἄνακτος, καὶ δοξάσωμεν Κύριον, τὸν δόντα τούτῳ δόξαν καὶ χάριν τε, καὶ ἰαμάτων βλύζειν τὰς χάριτας. Ὦ παμμακάριστε, τῶν Ἀγγέλων μέτοχε, καὶ πρεσβευτὰ, σῶσον τὰς ψυχὰς ἡμῶν, Θεομακάριστε.

Μάρτυς Ἰωάννη ἔνδοξε, σὺ τὸν Σταυρὸν τοῦ Χριστοῦ, ὁλοψύχως ἀράμενος, τῷ Χριστῷ προσέδραμες, ὁπαδὸς μέχρις αἵματος· ἐχθροὺς νικήσας τῇ καρτερίᾳ σου, καὶ τούτων Μάκαρ ξηράνας χείμαῤῥον, χαίρων τὸ σῶμά σου, πρὸς σφαγὴν παρέδωκας· ὅθεν τὴν σὴν, κάραν ἐστεφάνωσεν, ὁ Μεγαλόδωρος.

Πάθει τὸ πάθος μιμούμενος, τὸ ζωηφόρον Χριστοῦ, παρ’ αὐτοῦ τὴν ἐνέργειαν, τῶν θαυμάτων εἴληφας, ἀθλοφόρε Βλαδίμηρε, καὶ διασώζεις τοὺς σοὶ προστρέχοντας, πολλῶν κινδύνων αὐτοὺς ῥυόμενος, ἔχων εὐάρεστον, παῤῥησίαν ἔνδοξε, πρὸς τὸν Χριστὸν, ᾧ καὶ νῦν παρίστασαι, δόξης πληρούμενος.

Ξίφει κεφαλὴν τεμνόμενος, ἀπὸ ζωῆς εἰς ζωὴν, ἐκ θνητῆς εἰς ἀθάνατον, καὶ φθαρτῆς πρὸς ἄφθαρτον, προφανῶς μεταβέβηκας, μὴ ἀναμείνας φύσεως νέκρωσιν, ἀλλ’ αὐθαιρέτως θανεῖν ἑλόμενος. Ὢ τῶν ἀγώνων σου, βασιλεῦ πανένδοξε, δι’ ὧν χοροῖς, Ἀθλητῶν ἠρίθμησαι, συναγαλλόμενος!

Δόξα. Ἦχος γ'.

Καταλιπὼν τοῦ Κόσμου, καὶ τοῦ βίου τὰ πρόσκαιρα, καὶ ἐπιποθήσας Σταυρὸν τὸν πανσεβάσμιον, ἀνῆλθες πρὸς τὰ ἄνω βασίλεια, ὡς ἀετὸς ὑψιπέτης, Ἰωάννη πανεύφημε. Διὸ καὶ ἡμεῖς ἐκ τῶν σῶν Λειψάνων χαρίσματα λαμβάνομεν· καὶ μῦρα μυρίζεις προχέων, ἀθλητὰ τοῦ Χριστοῦ, Μάρτυς Πανθαύμαστε, καὶ εἰς Οὐρανοὺς χορεύεις μετὰ Ἀγγέλων. Καὶ νῦν παρὰ σοῦ αἰτούμεθα, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καί νῦν. Τῆς Ἑορτῆς· εἰδέ μη, Θεοτοκίον οἷον βούλει.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικὰ, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ'. καὶ ς'.
Ὁ Ἀπόστολος, καὶ Εὐαγγέλιον εἰς Μάρτυρας.

Ὁ Ἀπόστολος.

Προκείμενον Ἦχος δ'. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα [ς'. 10-17.]

δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.

Ἀλληλούϊα. Ἦχος β'. Ἐπακούσαι σου Κύριος ἐν ἡµέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ. Στίχ. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡµῶν, ἐν ᾗ ἂν ἡµέρᾳ ἐπικαλεσώμεθά σε.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον [κ'. 1-16.]

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. Οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. Περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς, εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γὰρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον [ἔσται δίκαιος. Ἀλληλούϊα].

Μεγαλυνάριον τοῦ Ἁγίου.

Τὸν ἀστέρα πάντες τὸν φαεινὸν, τὸν ἐκ Βλαδιμήρου ἀπαστράψαντα νοητῶς, Μαρτύρων τὸ κλέος, καὶ Βασιλέων δόξαν, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.

ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΔΟΞΑ.

Источникъ: Ακολουθία του αγίου ενδόξου βασιλέως, και μεγαλομάρτυρος Ιωάννου του Βλαδιμήρου και θαυματουργού. — Εν Βενετία, 1858. — σελ. 1-10, 20-32.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0