Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - суббота, 21 октября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 11.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΜΑΪῼ Η'. [Ζ'.]
Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Νείλου τοῦ Ἀθωνίτου καὶ Μυροβλύτου.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια· Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

γγέλους συλλήπτορας σοφὲ, ἔχων δυναμοῦντάς σε, τά τῶν δαιμόνων φαντάσματα, καὶ πανουργεύματα, ἀπεκρούσω Νεῖλε, τὴν ὁδὸν διήνυσας, τὴν φέρουσαν πρὸς θείαν κατάπαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμών, τὴν εἰρήνην, καὶ τὸ μέγα ἒλεος.

Ψυχῆς καθαρότητι πολλῇ, Νεῖλε ἀξιάγαστε, τῷ καθαρῷ ἐξομοίωσαι, Θεῷ καὶ Κτίστῃ σου, καὶ θυσία ζῶσα, αὐτῷ προσενήνεξαι, ὡς φύλαξ τῶν αὐτοῦ διατάξεων· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμών, τὴν εἰρήνην, καὶ τὸ μέγα ἒλεος.

Λαβὼν ἐπωμάδιον Σταυρὸν, τοῦ Χριστοῦ πανόλβιε, ἐν τούτῳ πᾶσαν τὴν δύναμιν, τοῦ πολεμήτορος, καὶ τὰς ἐξουσίας, καὶ ἀρχὰς θεόσοφε, ἁπάσας τοῦ δεινοῦ κοσμοκράτορος, καταπεπάτηκας, καὶ ἀρίστως ἐθριάμβευσας, τοὺς ἀσάρκους, σαρκὶ τροπωσάμενος.

Δόξα, Ἦχος β'.

σιε Πάτερ, ἀξιάγαστε Νεῖλε τρισόλβιε, ἀγγελικὴν ζηλώσας διαγωγὴν, ἀτροφίαν εξήσκησας, καὶ ὕμνον ἀκατάπαυστον, τῷ Δεσπότῃ προσενήνοχας, ἐντεῦθεν προσηκάμενος, ὁ πάντα βλέπων, τῆς ψυχῆς σου τὴν πρόθεσιν, χαρίτων σε θείων κατηξίωσεν· ἐναργῆ σοι παρέχων τὰ σύμβολα, τῆς ἐκεῖ μενούσης σε ἀϊδιότητος, καὶ μακαρίας λήξεως, πρὸς ἣν ἤδη μεταστὰς, καὶ ταῖς ἀΰλοις χορείαις συνδιαιτώμενος, μὴ διαλίπης πρεσβεύων, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Στιχηρά Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

μνοις χρεωστικῶς, τῶν ἀσκητῶν τὸ κλέος, καὶ πάντων λαμπαδοῦχον, πληθὺς τοῦ Ἄθω δεῦρο, τὸν Νεῖλον μεγαλύνομεν.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος [τοῦ ὁσίου Αὐτοῦ].

Πόνοις τὸν Ἰησοῦν, ἐδόξασας διό σε, Νεῖλε ἀντιδοξάζει, ἐν θαύμασι ποικίλοις, καὶ μύρων ἀναβλύσεσιν.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, [ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα].

Πάντας τοὺς τὸν ναὸν, τὸ ἄντρον σὺν τῷ τάφῳ, σοῦ κατασπαζομένους, ἀπάλλαξον λιταῖς σου, Νεῖλε παντοίων θλίψεων.

Δόξα. Ὅμοιον.

Ψάλλατε ἐμμελῶς, οἱ μονασταὶ τοῦ Ἄθω, ἐπὶ τῇ μνήμῃ Νείλου, ἡμῶν λαμπροῦ φωστῆρος, καὶ ποδηγέτου σήμερον.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Δέσποινα ἀγαθὴ, τὰς ἁγίας σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον πλάστην, οἰκτειρῆσαι τοὺς δούλους σου.

Ἀπολυτίκιον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Μονάσας θεαρέστως ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, ἐν προσευχαῖς καὶ νηστείαις, τὸν Θεὸν ἐξεζήτησας, καὶ γέγονας δοχεῖον καθαρὸν, τοῦ Πνεύματος ἀστράπτων ταῖς αὐγαῖς, ἀρετῶν τὰς λαμπηδόνας, δι’ ὧν φωτίζεις Νεῖλε τοὺς βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Θεῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ τῆς Ἑορτῆς, καὶ Ἀπόλυσις.



ΕΝ ΔΕ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν, Στιχολογοῦμεν τὸ, Μακάριος ἀνήρ· Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους η'. καὶ ψάλλομεν τῆς Ἑορτῆς, β'. καὶ τοῦ ἁγίου Στιχηρὰ Προσόμοια, ς'. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ἐν τῷ Ὄρει τοῦ Ἄθω, λαμπρῶς ἀσκήσαντα, καὶ καθελόντα πάσας, τοῦ ἐχθροῦ τὰς ἐνέδρας, νηστείαις ἀγρυπνίαις, εὐχαῖς καὶ ῥοαῖς, τῶν δακρύων ὑμνήσωμεν, Νεῖλον τὸν μέγαν ἐν ὕμνοις χρεωστικῶς, ὡς Θεοῦ θεῖον θεράποντα.

Νεῖλος τὴν Αἴγυπτον ἄρδει, καρποὺς ἐκφέρειν ποιῶν, σὺ δὲ ταῖς τῶν δακρύων, τὸ τοῦ Ἄθωνος Ὄρος, ῥοαῖς σου καταρδεύσας, καρποὺς ἀρετῶν, κατεκόσμησας Ὅσιε, εἰς ἑκατὸν ἐπαυξήσας πνευματικῶς, τὸ σὸν τάλαντον ὡς γέγραπται.

Τοὺς ἐν τῷ θείῳ σου ἄντρῳ, συναθροισθέντας πιστῶς, τὴν θείαν ἐκτελέσαι, σοῦ πανίερον μνήμην, ἐν ᾧ τοὺς ὑπὲρ φύσιν ἀγῶνας στερροὺς, ἀνδρικῶς διετέλεσας, ἀλλ’ οὖν μὴ παύσῃ πρεσβεύων Πάτερ σοφὲ, μιμητὰς ἡμᾶς δειχθῆναί σου.

Ἕτερα Στιχηρὰ Προσόμοια, Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.

Νεῖλε θεόφρον πατὴρ ἡμῶν, διὰ τὴν ὄντως ζωὴν, τῆς παρούσης ἠλόγησας, καὶ τοῖς πόνοις ἔκδοτον, σοῦ τὸ σῶμα παρέδωκας, πρὸς τὴν ἀγήρω καὶ ἀτελεύτητον, τρυφὴν ἐνθέως ἀποσκοπούμενος, ἧς καὶ ἐπέτυχες, σὺν ὁσίων τάγμασι διηνεκῶς, θρόνῳ παριστάμενος, τοῦ παντοκράτορος.

σιε Νεῖλε μακάριε, θείᾳ δυνάμει ῥωσθεὶς, τῶν δαιμόνων τὴν ἔπαρσιν, σταθερῶς κατέβαλες, καὶ εἰς γῆν ἐταπείνωσας, δύναμιν ἔχων σὲ ἐνισχύουσαν, καὶ δυναμοῦσαν Χριστὸν τὸν Κύριον, ὃν καθικέτευε, καὶ ἡμῖν δωρήσασθαι τοῖς εὐσεβῶς, μνήμην τὴν πανίερον, ἐπιτελοῦσί σου.

Νεῖλε τοῦ Ἄθω τὸ καύχημα, παντός τε Ὄρους τερπνὸν, καὶ ἡδύτατον ἄκουσμα, σήμερον ἐξέλαμψας, ὡς φωστὴρ ἐκ τοῦ μνήματος, καταπυρσεύων πιστῶν συστήματα, διὰ τῆς χάριτος τῶν λειψάνων σου, ὅθεν γηθόμενοι, λάρνακα κυκλοῦμέν σου τὴν ἱερὰν, τάφον καὶ τὸ σπήλαιον, κατασπαζόμενοι.

Δόξα, Ἦχος πλ. β'.

Εἰς ὄρος ύψηλῆς ἐπιβὰς πολιτείας, τὸ μέγα Ὄρος κατέλαβες τὸ τοῦ Ἄθωνος, ἵν’ ἔχεις ὡς εἰκόνα τῶν ἀοράτων τὰ ὁρώμενα· δέονται γὰρ πόνων καὶ καμάτων, τὰ τραχέα καὶ ὑψηλὰ πρὸς ἀνάβασιν· ἀναβὰς δέ τις ἄνω, ὁρᾶ τὰ πόρρω καὶ κάτω· οὕτω σὺ μακάριε Νεῖλε, συνεργὸν ἔχων φερωνυμοῦντά σε, τὸν σὸν κατὰ σάρκα, καὶ κατά πνεῦμα θεῖον Μακάριον, ὡς Μωϋσῆς τὸν Ἀαρὼν, καὶ ὡς Ἠλίας τὸν Ἐλισσαῖον· οἳ τό Σίναιον καὶ τὸν Κάρμηλον ἔχοντες ἐνδιαίτημα, τὰς ὑψηλὰς θεοπτίας, καὶ προφητείας ἑώρων· οὕτως ὑμεῖς Ἀθωοικοῦντες, τῶν μεγίστων καὶ ὑπερτάτων θεωριῶν, τὴν γνῶσιν εἰλήφατε, καὶ πᾶσι τοῖς μονασταῖς ὑπογραμμὸς ἀνεδείχθητε· ἔχοντες οὖν πρὸς Θεὸν παρρησίαν, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, τῆς Ἑορτῆς.
Εἴσοδος· τὸ Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1-9.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15-23. ς'. 1-3.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. δ'. 7-15.]

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α'.

πρεπε τοῖς τὸν Ἄθω οἰκοῦσι μονοτρόποις, τὴν τούτου βασιλίδα καὶ Δέσποιναν, κατὰ πρῶτον ἐγκωμιάζειν· ἐξαιρέτως δὲ ἐν τῷ χώρῳ τούτῳ, ἐν ᾧ τοῖς ὁσίοις ὤφθη πατράσι, καὶ ὡς θεογράφους πλάκας, τὰς σωτηρίους ἡμῖν, διὰ Πέτρου τοῦ θεράποντος αὐτῆς, ἐπαγγελίας ἐπηγγείλατο, καὶ τῶν μετ’ ἐκεῖνον πατέρων· οὗτοι γὰρ ὡς Μωϋσῆς ἐν Σιναίῳ, ἐν τῷ δε παροικοῦντες τόπῳ, οὐχὶ τυπικῶς ὡς ἐκεῖνος διὰ τῆς βάτου, καὶ λεπτοτάτης αὔρας, ἀλλὰ τηλαυγῶς τὴν Κυρίαν τοῦ παντὸς ἰδεῖν ἠξιώθησαν, καὶ ὁμιλίας ἔτυχον· διὸ καὶ ἡμεῖς οἱ ἐν τῇ ἁγίᾳ ταύτῃ πέτρᾳ, ἐν ᾗ ὁ σήμερον ἑορταζόμενος θεῖος Νεῖλος, τὸν ναὸν αὐτῆς ἀνῳκοδόμησε, καὶ θυσίας ἐν τούτῳ ἀναιμάκτους, ὡς λειτουργὸς τῷ Θεῷ προσήνεγκε, μελῳδικῶς λιτανεύοντες κράζομεν· Παναγία Παρθένε ἁγνὴ, ἁγίως ἀξίωσον ἡμᾶς πολιτεύεσθαι, καὶ ἐν ἁγνότητι καὶ παρθενίᾳ, καὶ ἀκαταγνώστῳ μετανοίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

Ὁ αὐτός.

γάλλου ἐν Κυρίῳ, ἡ περιώνυμος Λαύρα, τοῦ Ὁσίου Ἀθανασίου, ἡ πάλαι μὲν τὸν θεῖον Νεῖλον, ἐν ταῖς ἀγκάλαις αὐτῆς αὐξήσασα, παντοίαις χάρισιν ἀρετῶν κεκοσμημένον, νῦν δὲ ὡς θησαυρὸν κεκρυμμένον, τὰ χαριτόπνοα τούτου λείψανα εὑροῦσα, πᾶσιν ὀρθοδόξοις, τὴν ἀκένωτον χάριν ἐχορήγησε· διὸ ἑορτὴν ἐτήσιον τελοῦντες, τὴν χαρμόσυνον μνήμην αὐτοῦ, τοῖς νοητοῖς ἄνθεσι στεφανώσωμεν, Χριστὸν τὸν ἀναστάντα, καὶ πάντας ἀναστάσαντα δοξάζοντες.

Ὁ αὐτός.

Εὐφραίνου ἐν Κυρίῳ, Ὁσίων Ἄθω τὸ κλέος, Ἀθανάσιε παναοίδιμε· σὺ γὰρ συνήγαγες θεοφεγγεῖς ὡς φωστῆρας, πληθὺν Ὁσίων Πατέρων ἐν τῇ μεγίστῃ σου, καὶ ἀριζήλῳ Λαύρᾳ, ἣν ἐπὶ γῆς ὡς οὐρανὸν, καὶ ὡς Παράδεισον ἄλλον ἀνέδειξας· δι’ ἧς ὡς ἄνθη πανεύοσμα, καὶ ὡς ἀστέρες ἐκπέμπουσιν εὐωδίαν καὶ λαμπρότητα, ἐξ’ ἧς ἐξήνθησαν, καὶ αὐγάζουσιν ὀνομαστὶ, Πέτρος ὁ μακάριος, καὶ Μάξιμος ὁ θεηγόρος, σὺν Γρηγορίοις καὶ Νικηφόροις, Ἰωάννης τε ὁ μελῳδὸς, καὶ ὁ νηφάλιος Νήφων, καὶ σὺν Μάρκῳ ὁ Θεόδωρος, μεθ’ ὧν ὑστάτως ὁ Ἀκάκιος, καὶ ὁ θεόσοφος Νεῖλος ἐν τῇ μνήμῃ αὐτοῦ, μετὰ καὶ τῶν ἀνωνύμως εὐαρεστησάντων τῷ Θεῷ ἐν τῷ χώρῳ τούτω, χειραγωγεῖ ἡμᾶς, ὁμοῦ τε καὶ ἰδίως πανηγυρίζειν καὶ ἀνυμνεῖν αὐτόν.

Ἦχος β'.

Θαυμαστὸς εἶ ὁ Θεὸς, καὶ τῶν θαυμασίων σου πέρας ὅλως οὐκ ἔστιν· ἰδοῦ γὰρ ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ, μετὰ πολυχρόνιον ἐν γῇ κατάκρυψιν ἀπεκάλυψας, τοῦ σοῦ θεράποντος Νείλου τὰ λείψανα, εὐωδίαν ἄρρητον ἐκπνέοντα, καὶ πηγὰς θαυμάτων προχέοντα, ἅπασι τοῖς πόθῳ προσιοῦσιν· ὅθεν καὶ ἐνίσχυσας ἡμᾶς, ἐξασθενήσαντας ταῖς ἀφορήτοις φορολογίαις, καὶ πρὸς ἄμιλλαν ἤγειρας, ναὸν πρὸς ἀνάμνησιν τοῦ θαύματος οἰκοδομήσειν· ἐν ᾧ ἐτησίως ἀθροιζόμενοι δοξάζομεν, τὸν ἐπὶ γῆς σε δοξάσαντα Ὅσιον.

Ἦχος γ'.

μωνύμως τοῖς νειλῴοις νάμασι κληθεὶς, κατὰ ἀπόρρητον οἰκονομίαν, φερώνυμος ἐδείχθης, Νεῖλε μακάριε, ὡς γὰρ ἐκεῖνα ἐτησίως ἀναβαίνοντα, πρόξενα γίνονται νέας χρονικῆς καρποφορίας, οὕτως αὐτὸς ἐτησίως, ἡμῖν ἐμφανιζόμενος, διὰ τῆς ἐτησίου σου μνήμης, ἀρδεύων τὴν ἀκαρπίαν τῶν ψυχῶν ἡμῶν, εἰς πνευματικὴν καρποφορίαν μετασκευάζων, καὶ διεγείρων πρὸς μίμησιν τῶν ἐναρέτων σου κατορθωμάτων, διὰ τῆς καινουργούσης ἡμᾶς μετανοίας· οὕτως οὖν ἀξιωθεὶς παρὰ Θεοῦ, δώρησαι ἡμῖν φερωνύμως, πάσας τοῦ παρόντος ἔτους τὰς ἡμέρας καρποφόρους, προσενεγκεῖν τῷ Χριστῷ, τῷ παρέχοντι τὴν εἱρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὁ αὐτός.

Ταῖς μυστικαῖς χρυσορρείθροις νάμασι, τῶν ἱερῶν σου λειψάνων προσερχόμενοι, χορήγησον ἡμῖν ἁγιώτατε Πάτερ, ῥῶσιν καὶ ὑγείαν ψυχῇ τε καὶ σώματι πρέπουσαν, μεσιτεύων ὡς ἱερεὺς ὑπὲρ ἡμῶν πρὸς τὸν Σωτῆρα, ἁμαρτιῶν ἄφεσιν λαβεῖν, καὶ ἀκατακρίτους ἡμᾶς παραστῆσαι αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ἦχος δ'.

Εὐφράνθητι ἔρημος διψῶσα, Ἡσαΐας προορῶν τῆς νῦν ἐρήμου τοῦ Ἄθω, τὴν πνευματικὴν οἴκησιν ἔλεγεν· ἰδοὺ γὰρ τὰ τραχέα καὶ σκολιὰ, καὶ ὅλως ἀδιώδευτα τοῦ Ὄρους μέρη, ὡς πόλις εὐπρεπὴς ὁρᾶται οἰκούμενα, καὶ τὰ σκολιὰ εἰς εὐθέα, καὶ τὰ ἄβατα εὐδιάβατα, καὶ τὰ ἄκαρπα κάρπιμα, ὡμάλισε γὰρ αὐτὰ Χριστὸς ὁ Θεὸς, διὰ τῶν δούλων αὐτοῦ· οἳ ὡς Παράδεισον τερπνὸν τρυφῆς, καὶ οὐρανὸν λαμπρὸν ἐποίησαν, ἀληθῶς τὸν τόπον τοῦτον· ὧν ταῖς λιταῖς διατήρησον Χριστὲ ὁ Θεὸς, εἰς τοὺς αἰῶνας ἀδιάφθορον.

Ὁ αὐτός.

πέτρα τῆς ζωῆς, ἡ ἔντιμος καὶ ἀκρογωνιαία, ὁ ἀληθὴς θεμέλιος καὶ ἀσάλευτος εἰς τὸν αἰῶνα, ὁμωνυμοῦνται τῷ γράμματι τὸν Ἄθωνα εὑροῦσα, ἐπὶ τὰ τούτου σκληρὰ καὶ πετρώδη, τὴν πρώτην εὐαγγελικὴν ζωὴν, ᾠκοδόμησεν ἀσάλευτον· Μάρτυρες γὰρ ἀληθείας οἱ ὅσιοι, οἵ ἀνεκλείπτως κοσμοῦσι τὸν τόπον τοῦτον· καὶ γὰρ μετὰ Πέτρον, καὶ Εὐθύμιον, καὶ Ἀθανάσιον τὸν πανθαύμαστον, Μάξιμόν τε καὶ Νήφωνα, καὶ Ἰωάννην, Νεῖλος ὁ μακάριος διέπρεψεν, οἳ πολλοὺς εἶχον τοὺς ὁπαδοὺς, μεθ’ ὧν Ἀκάκιος ὁ ἀοίδιμος, οὗτοι τὴν βαθυτάτην ταύτην ἔρημον, κατὰ καιροὺς ἰδίους κοσμοῦντες, τὴν ὑψηλοτάτην καὶ ἀκλόνητον, εὐαγγελικὴν ζωὴν ἠκολούθησαν, ἣν ὁπαδοὶ αὐτῶν ἀσκηταὶ λαβόντες, κρατοῦσιν ἀπαράβατον· στήριξον ἡμᾶς Χριστὲ, ἡ ἀσάλευτος πέτρα τῆς ζωῆς, φυλάττειν αὐτὴν ἀκίβδηλον, ταῖς πρεσβείαις τῶν ὁσίων σου.

Δόξα. Ἦχος πλ. α'.

Σήμερον ὡς ἀληθῶς, ἡ μυστικὴ αὕτη ἑβδόμη, ἡ τοῦ Ὁσίου καὶ θαυμασίου Νείλου, τὰ λείψανα ἀνακαλύψασα, τῆς πάλαι ἑβδόμης ἐκείνης φέρει ὁμοίωσιν, ὅτε ὁ Σταυρὸς ἐν οὐρανῷ, ἔλαμψεν ἡλίου φαιδρότερον· οὕτω τὰ σταυροφόρα τοῦ θεοσόφου ὁστᾶ, ἐκ γῆς ἀναλάμψαντα, ὡς ἔμπλεα τερπνοτάτης εὐωδίας, θείου φωτισμοῦ καὶ λαμπρότητος, ἔπλησαν πάντας τοὺς παρευρεθέντας· ὅθεν ἀγαλλόμενοι ἐν ψαλμοῖς καὶ ὕμνοις, τὴν ἁγίαν Λαύραν κατέλαβον, καὶ ὡς θησαυρὸν πολύτιμον ἐναπέθεντο, ἰάματα παρέχοντα, πᾶσι τοῖς πιστῶς προσιοῦσι, καὶ εὐλαβῶς ἀσπαζομένοις· τὴν ἀνάμνησιν οὖν ταύτην ἑορτάζοντες, παννύχιον προσφέρομεν, τῷ Χριστῷ δοξολογίαν, τῷ δοξάσαντι τὸν αὐτοῦ θεράποντα.

Καὶ νῦν, τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον· Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Οἶκον Παρθενομῆτορ ἁγνὴ, οἱ φοιτηταί σου εὐλαβῶς σοι ἀνέθεντο, τὸ Ὄρος τούτο τοῦ Ἄθω, ἐν ᾧ οἰκεῖς νοερῶς, οὐρανὸν ὡς ἄλλον τοῦτο δείξασα· ἰδοὺ γὰρ ἐξέλαμψαν, ὡς φωστῆρες ὑπέρλαμπροι, φωτὸς τοῦ θείου, τὰς ἀκτίνας δεξάμενοι, καὶ ἐκλάμπουσιν, ἀρετῶν ταῖς φαιδρότησι, φῶς ὡς ἀειλαμπέστατον, τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐνοικήσασαν τούτοις, παρὰ τοῦ σοὶ ἐνοικήσαντος, Χριστοῦ ὃν δυσώπει, καὶ ἡμᾶς ἀξιωθῆναι φωτὸς τοῦ οἴκου σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος [τοῦ ὁσίου Αὐτοῦ].

Στύλος φωτοειδὴς ἀρεταῖς, ἐστηριγμένος καὶ νεφέλη σκιάζουσα, οἱ θεῖοι ἡμῶν πατέρες, ἐφάνησαν ἀληθῶς, μοναχῶν τὰς τάξεις ποδηγούμενοι, ὁ Πέτρος Εὐθύμιος, ὁ λαμπρὸς Ἀθανάσιος, Μάξιμος Νήφων, καὶ ὁ Νεῖλος ὁ ἔνδοξος, οἱ τρισόλβιοι, οὗτοι γὰρ συνεκάλεσαν, ἡμᾶς πάντας σήμερον, Νείλου τοῦ θείου τὴν μνήμην, πνευματικῶς ἐκτελέσαντες, μεθ’ οὗ δυσωποῦσι, τὸν Χριστὸν ἡμῖν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, [ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα].

Χαίροις ὁ ἐπ’ ἐσχἀτων φανεὶς, Νείλων τῶν πάλαι, ἀτεχνῶς ἀφομοίωμα· τὸν βίον γὰρ τούτων Πάτερ, φερωνυμήσας καλῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρώτατον, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοόλους, ἀστραπὰς εἰσδεχόμενον, τὰς τοῦ Πνεύματος, ὡς ἐκεῖνοι πανόλβιε, ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων ἐκ θείας, φωτοφανείας μυούμενος, Χριστοῦ ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ'.

Τῶν ἀσκητῶν τὰ πλήθη, τῶν ἐν ἐρήμοις τοῦ Ἄθω, ὡς καθηγητὴν σε τιμῶμεν, Νεῖλε Πατὴρ ἡμῶν· διὰ γὰρ σου τὴν τρίβον, τὴν ἐν ἀβάτοις τόποις ὁδεύωμεν· χειραγωγόν σε προστάτην ἐν πειρασμοῖς κεκτημένοι, καὶ ἄγρυπνον φύλακα· ἰδοὺ γᾶρ ταῖς λιταῖς σου, ἡ Σκήτη αὕτη, ἡ σὲ ἐτησίως, καὶ καθ’ ἑκάστην γεραίρουσα, ὡς ῥόδον ἐν ἀκάνθαις διαμένει ἀμάραντον, φρούρησον μακάριε, ἀειθαλλῆ εἰς αἰῶνας, καὶ ἀξίωσον ἡμᾶς μιμητάς σου γενέσθαι, καὶ κληρονόμους τῶν χαρισμάτων σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον, [ὅρα ἐν τῷ μικρῷ ἐσπερινῷ.]
Δόξα, ἕτερον, ὅμοιον. Τοῦ λίθου σφραγισθέντος.

Μοναστῶν πληθὺς πᾶσα, ἡ τὸν Ἄθω οἰκοῦντες, συνελθόντες τὴν μνήμην ἐκτελέσωμεν πόθῳ, τοῦ Νείλου ἐν ᾄσμασι τερπνοῖς, τιμῶντες ἀυτὸν χρεωστικῶς, θαυμασίων ἐξαισίων, καὶ διδαχῶν ἐνθέων ὡς ὄντα, ὑφηγητὴν βοῶντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ μεγαλύναντι· δόξα τῷ τὴν σεπτήν σου μνήμην φαιδρύναντι.

Καὶ νῦν, τῆς Ἑορτῆς.



ΕΝ ΔΕ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α'. Στιχολογίαν. Κάθισμα. Ἦχος πλ. δ'. Τὸ προσταχθέν.

Διὰ νηστείας ἀκραιφνοῦς Νεῖλε θεόφρον, ἀπονεκρώσας τῶν παθῶν ἐπαναστάσεις, τοῦ Χριστοῦ ὁ ἔρως σοι ἔδωκεν τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶν τε καὶ μετὰ τέλος θαυματουργεῖν, ὄντως θαῦμα παράδοξον, ὅτι ὀστέα τὰ σὰ, ἐκβλύζουσιν ἰάματα, πᾶσι τοῖς πίστει θερμῇ σοι προστρέχουσιν.

Δόξα, ἕτερον. Τὴν Σοφίαν κοὶ Λόνον.

Μονασταὶ καὶ μιγάδες πάντες ὁμοῦ, ἀθροισθέντες ὁρᾶτε θαῦμα φρικτὸν, Νεῖλος ὁ θαυμάσιος, ὥσπερ ζῶν νῦν ἐξέλαμψεν, διὰ τῶν λειψάνων, τῶν αὐτοῦ θαυμασίως, τοῖς πᾶσιν ἀνάστασιν, ἐκκηρύτων τοῖς πέρασι, τὰς ἰάσεις παρέχοντα· ὅθεν ἀντὶ μύρων, εὐωδίας τὴν χάριν, προχέει τὴν σήμερον, τοῖς ἐκ πόθου γεραίρουσι, τῶν λειψάνων τὴν εὕρεσιν, βλύζουσαν θαυμάτων κρουνοὺς, καὶ ἰάσεων ῥεῖθρα ἀκένωτα, τὴν ἐνέργειαν τοῦ Σωτῆρος δεξάμενα.

Καὶ νῦν, τῆς Ἑορτῆς.

Μετὰ τὴν β'. Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

κ βρέφους τῷ Θεῷ, Νεῖλε Πάτερ ἐδείχθης, ὡς δῶρον ἱερὸν, καὶ τῷ κτίσαντι πρέπον, προθύμως τὸν ζυγὸν αὐτοῦ, τὸν χρηστὸν ἐκ νεότητος, ἄρας ἄγευστον, τύρβης τοῦ βίου τηρήσας, πᾶσαν αἴσθησιν, διὸ ὡς ἄσαρκος μάκαρ, ἐν γῇ εὐηρέστησας.

Δόξα, ἕτερον, ὅμοιον.

τάφος σου σοφὲ, καὶ τὸ ἄντρον σου τοῦτο, θαυμάτων ἀστραπαῖς, καταλάμπουσι πάντας, τοὺς πόθῳ προσιόντας σοι, καὶ θερμῶς ἐκτελοῦντάς σου, τὴν σεβάσμιον, καὶ φωτοφόρον ἡμέραν, ἣν ἐξήνθησεν, ἡ τῶν λειψάνων σου χάρις, ὡς ῥόδον τερπνότατον.

Καὶ νῦν, τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.

Τὴν καρτερίαν σου, καὶ τοὺς ἀγῶνάς σου, πάντες θαυμάζουσιν, οἱ καθορῶντές σε, ὑπομονῆς τὸ καρτερὲς, ἐν τούτῳ σου τῷ σπηλαίῳ, πῶς οὐκ ἐδειλίασας, τῆς ἐρήμου τὸ ἄγριον, πῶς σε οὐκ ἐπτόησε, τὸ τραχὺ καὶ σκληρότατον· διό σε εὐφημοῦντες βοῶμεν· δόξα Χριστῷ τῷ σὲ δοξάσαντι.

Δόξα, ἕτερον, ὅμοιον.

ς εὐωδέστατον, κρίνον ἐξήνθησεν, ἐκ τάφου σήμερον, Πάτερ σὰ λείψανα, ὀσμὴν ζωῆς τῆς ἐν Χριστῷ, ἀφώνως ἀναβοῶντα· χρόνους γὰρ κρυπτόμενα, ὑπὸ γῆν ἀδιάφορα, πνέουσιν ἀείζωον, εὐωδίαν ἰάσεων, διὸ καὶ εὐχαρίστως βοῶμεν· δόξα Χριστῷ τῷ ἀναστάντι.

Καὶ νῦν, τῆς Ἑορτῆς.

Οἱ ἀναβαθμοί· τὸ α'. Ἀντίφωνον, τοῦ δ'. Ἤχου.·Προκείμενον. Ἦχος δ'. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ. Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, [ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα]. Τὸ, Πᾶσα πνοή. Εὐαγγέλιον Ὁσιακόν. Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Καὶ τὸ Ἰδιόμελον, Ἦχος β'.

Εἰσελθὼν διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, Νεῖλε πανόσιε, πρὸς πλάτος εὐαγγελικῶς, βασιλείας οὐρανῶν ἔφθασας, ἐκτιναξάμενος φθορὰν σαρκὸς, εἰς ἄφθαρτον νῦν κατήντησας ζωὴν, Πάτερ παγκόσμιε.

Οἱ Κανόνες: ὁ Κανὼν τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς ς'. καὶ τοῦ ἁγίου οἱ δύο εἰς η'.

Ὁ Κανὼν τοῦ ἁγίου. Ἦχος δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Ταῖς θείαις λαμπρότησι, καταυγαζόμενος Ὅσιε, τὸ νέφος διάλυσον τῆς διανοίας μου, ὅπως μέλψω σου, τὸν βίον Νεῖλε Πάτερ, καὶ τὰ κατορθώματα τῆς πολιτείας σου.

ρθρίσας πρὸς Κύριον, δικαιοσύνης τὸν ἥλιον, ἐκ βρέφους πανόλβιε, σκότος διέφυγες, τῶν τοῦ σώματος, παθῶν δι’ εγκρατείας, καὶ χάριν ἐπλούτησας, Νεῖλε οὐράνιον.

Νοὸς καθαρότητα, δι’ ἀπαθείας κτησάμενος, τοῦ Πνεύματος γέγονας, κατοικητήριον, Νεῖλε ὅσιε, τῶν ασκητῶν τὸ κλέος, πατέρων ἀγλάϊσμα, φωστὴρ παγκόσμιε.

Θεοτοκίον. Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα φορέσαντα, σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ παντοκράτορος.

Ἕτερος Κανὼν τοῦ ἁγίου. Ἦχος πλ. δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.

Σοφίας ὅλως ἀμυήτως ἔχοντι, πρὸς δὲ καὶ μὴ καθαρῷ, ὄντι συμπαθείᾳ, βλέψον παναοίδιμε, τὸν ὕμνον τοῦτον μέλποντι, διακαοῦς ἐκ πόθου, ὃν πρὸς σὲ ἔχω τὸν ῥύστην μου, ὅθεν δυσωπῶ σεφωτίσαι με.

γει τοῦ Ἄθω μοναστῶν ὁμήγυρις, ἐπὶ τὴν μήμην πιστῶς, Νείλου τοῦ τὸν βίον, στίλβοντα ὡς ἔσοπτρον, ἁνίσαντος καὶ χάριτας, ἀρυσόμεθα πόθῳ, τούτου τὸν βίον μιμούμενοι, ἔχοντες αὐτὸν ἀντιλήπτορα.

Δόξα. Ῥητόρων τέχναι καὶ σοφῶν αἱ μέθοδοι, σιγᾶτε ἅπασαι καὶ γὰρ, ὄντως θεία χάρις, ἄνωθεν ἐφοίτησε, καὶ Νεῖλον τὸν θεόφρονα, ἐκ χειλέων ἀπείρων, νηπίων ξένως ἐδόξασε, ξένως ἐπὶ γῆς τὸν βιώσαντα.

Καὶ νῦν. Θεοτοκίον. Ὅτε τὰ ἔθνη ὁ Θεὸς ἐμέριζε, κατὰ Ἀγγέλους αὐτοῦ, τότε σὲ Παρθένε, προγινώσκων ἔσεσθαι, αὐτοῦ Μητέρα ἄχραντον, σοὶ ἀπένειμε τοῦτο, τὸ μέγα Ὄρος καὶ κάλλιστον, εἰς κληρονομίαν ἀπόλεκτον.

Καταβασία· Ἀναστάσεως ἡμέρα.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

λόνυκτον Πάτερ ἱκεσίαν, ἀγρύπνῳ προσφέρων λογισμῷ, Θεῷ τῷ παντοκράτορι, πάθη σαρκὸς ἐκοίμησας, ὅθεν προστάτης ἄγρυπνος, πάντων ἡμῶν ἐχρημάτισας.

Νεκρώσας τὰ μέλη ἐγκρατείᾳ, ἐζώωσας Πάτερ τὴν ψυχὴν, ταῖς θείαις ἐπιδόσεσι, τῶν ἀρετῶν νευρούμενος, παντουργικαῖς δυνάμεσι, Νεῖλε τοῦ Ἄθω τὸ καύχημα.

Γευσθεὶς τοῦ Θεοῦ σοφῶν ῥημάτων, καὶ γνώσεως τούτου μετασχὼν, ἡσύχως διετέλεσας, τὴν σὴν ζωὴν τοῖς ὄρεσι, καὶ τοῖς σπηλαίοις ὅσιε, ταῖς κακουχίαις θλιβόμενος.

Θεοτοκίον. Ἐλέους σου Κόρη ταῖς ῥανίσι, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, παθῶν θεοχαρίτωτε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσὴ λυχνία ὑπάρχουσα.

Ἄλλος.

Ὁ Εἱρμός. στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὔκ ἐστι πλὴν σοῦ, ἅγιος μόνε φιλάνθρωπε.

πογυμνώσας σεαυτὸν, γηΐνων ἀπὸ παντοίων, ἀνεκτήσω τὸν οὐράνιον ὄλβον, τὸν γὰρ τάφον σου σοφὲ, τῶν μύρων σου ἐνέπλησας, καλῶν ἀπὸ παντοίων, καταπλουτῶν τοὺς ὑμνοῦντάς σε.

Νῶτα οὐ δέδωκας ἐχθρῷ, ἐν τῷ παλαίειν σε Νεῖλε, ἀλλ’ ὡράθης εὐθυβόλως ῥομφαία, καὶ ὀργῆλον τὴν αὐτοῦ, καὶ βέβηλον κατέτρωσας, καρδίαν καὶ ἀνδρείως, τοῦτον ποσί σου κατέρραξας.

Δόξα. Ὃν ἐθεώρεις ἀκλινῶς, νοός σου τῷ τελεσκόπῳ, νῦν λυθέντων τῶν ἐσόπτρων παμμάκαρ, καθαρῶς Νεῖλε σοφὲ, τὸ κάλλος τὸ ἀμήχανον, ἐπαπολαύων τούτου, τοῖς ὑμνηταῖς σου πρυτάνευσον.

Καὶ νῦν. Θεοτοκίον. Νεύσει σου Μήτηρ τοῦ Θεοῦ, προνουμένη Ὄρους τοῦ Ἄθω, σὺ ἐνέπλησας ἀζύγων τὸ πρώην, μοναστῶν τῶν κατ’ ἀρχὰς ἀμιλουμένων Δέσποινα, Ἀγγέλοις νῦν δὲ φεῖσαι, τῶν ἀμελῶν Παναγία μου.

Καταβασία. Δεῦτε πόμα πίομεν καινόν.

Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ζωῆς ἐφιέμενος, τῆς ἀκηράτου σοφὲ, τοῦ κόσμου τὴν τερπνότητα, ὥσπερ ἐπίβουλον, παρεῖδες καὶ σκύβαλα, ὅθεν ἐν εὐφροσύνῃ, ὁσιώτατε Νεῖλε, ἦλθες ἐπὶ τὸ Ὄρος, τὸ τοῦ Ἄθω προθύμως, ἐν ᾧ τῶν μεμνημένων σου, μέμνησο πάντοτε.

Δόξα, ἕτερον. Ἐπεφάνης σήμερον.

ν ὁσίοις ὅσιος, ὕστατος ὤφθης, φέρων ὡς ἀρχέτυπα, τὰ τῶν ἀρχαίων ἀληθῶς, τοὺς σοὺς ἀγῶνας καὶ ἔπαθλα, ἐν οἷς εὐφραίνεις, τοὺς πίστει τιμῶντάς σε.

Καὶ νῦν, τῆς Ἑορτῆς.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

ώμῃ τε καὶ χάριτι παντουργικῇ, τοῦ παμβασιλέως Θεοῦ ἡμῶν, τὰς πανουργίας, τῶν ἀσάρκων δυσμενῶν, ὁλοσχερῶς διέφυγες, Νεῖλε θεοφόρε Πατὴρ ἡμῶν.

γαλλιασώμεθα πνευματικῶς, μνήμην ἐκτελοῦντες πανέορτον, σημειοφόρου, καὶ σεπτοῦ ἡμῶν πατρὸς, οὗ τινος ταῖς δεήσεσι, πάντων δυσχερῶν ἐκλυτρούμεθα.

ασιν ἀένναον σοῦ ἡ σορὸς, Νεῖλε ἀναβλύζει μακάριε, τοῖς προσιοῦσι, καὶ καθαίρει μολυσμοὺς, σαρκὸς ὁμοῦ καὶ πνεύματος, ὦ Πάτερ πατέρων θεόληπτε.

Θεοτοκίον. Ῥῦσαι ἡμᾶς Πάναγνε ταῖς σαῖς λιταῖς, πάντων τῶν σκανδάλων τοῦ ὄφεως, καὶ τῶν παγίδων, καὶ ἰάτρευσον ἡμῶν, τὰ χαλεπὰ νοσήματα, ταῖς πρὸς τὸν Υἱόν σου ἐντεύξεσιν.

Ἄλλος.

Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Μεμνημένη σου ἅγιε, ἡ πληθὺς τοῦ Ἄθω ἡ θεοσύλλεκτος, ἄγει μνήμην πανευφρόσυνον, καὶ μετρίως ἄγεται πρὸς μίμησιν.

Εἷς ὑπάρχων ὁ πόθος σου, καὶ τοῖς ἐκτελοῦσί σου τὸ μνημόσυνον, πάσης βλάβης ἀπολύτρωσαι, τοῦ δολίου μάκαρ κοσμοκράτορος.

Δόξα. Ἵνα τύχω ἀφέσεως, τῶν ἁμαρτιῶν μου ὁ πολυώδυνος, δός μοι οἶνον κατανύξεως, καὶ ἀγαλλιάσεως τὸ ἔλαιον.

Καὶ νῦν. Θεοτοκίον. Σὺ τοῦ ᾅδου ἡ νέκρωσις, καὶ τοῦ Ὄρους Δέσποινα θεία ἔγερσις, τῶν ἐν ᾅδῃ τε ἡ λύτρωσις, καὶ τῶν ἐν τῷ Ἄθω ἡ βοήθεια.

Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα.

Παθῶν κατεφρόνησας, σαρκὸς θεομακάριστε, τῇ ὑπερβαλλούσῃ ἐγκρατείᾳ, ὅθεν σοι χάρις θείᾳ δεδώρηται, πάθη θεραπεύειν τῶν πιστῶς, Νεῖλε προσιόντων σοι, καὶ τελούντων τὴν μνήμην σου.

γίως τὸν βίον σου, παμμάκαρ διετέλεσας, ὅθεν τοῖς ἁγίοις συνετάγης, τοῖς ἀπ’ αἰῶνος Θεῷ δουλεύουσι, πάντων ἁγιάζων τὰς ψυχὰς, πόθῳ τῶν ὑμνούντων σου, τὰ σεπτὰ κατορθώματα.

Μακάριος γέγονας, τῷ ὄντι Νεῖλε ὅσιε, σὺ γᾶρ ἐν ὁδῷ δικαιοσύνης, τοῦ παντεπόπτου Θεοῦ πεπόρευσαι, ἄκακος καὶ πρᾷος γεγονὼς, καὶ ταῖς ἀναβάσεσι, ταῖς καλαῖς σεμνυνόμενος.

Θεοτοκίον. Μακρὰν τὸ ἀνθρώπινον, Θεοῦ Παρθένε γέγονε, σοῦ γὰρ συλλαβούσης τὸν Σωτῆρα, ἀνερμηνεύτως θεοχαρίτωτε, πάλιν εἰς Παράδεισον μολεῖ, πίστει μακαρίζων σε, Θεοτόκε πανύμνητε.

Ἄλλος.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

Οὗ τοῦ κάλλους ἐτρώθης, ᾀσματίζων ἔκραζες Νεῖλε θεόσοφε, ποῦ ποιμαίνεις Λόγε ὡς ἀρνία, ὁσίων τὰ πνεύματα, οἷς συμποίμανόν με, καὶ ἀρωμάτων τῶν ἐκείνων, τὴν ψυχήν μου νυμφίε μου πλήρωσον.

να τι βοᾷς πρός με, ἔφη ὁ νυμφίος σου Νεῖλε πανόσιε, ἡ ἀπὸ λιβάνου, σοῦ σπηλαίου καλὴ ἡ πλησίον μου, ἡ περιστερά μου, πτέρυγας εὐχῆς κεχρυσωμένας, σὺ λαβοῦσα πλησίον πετάσθητι.

Δόξα. Μελῳδοῦμέν σοι Πάτερ, ταπεινοῖς ἐν ᾄσμασι Νεῖλε τὰ τέκνα σου, καὶ ἐκλιπαροῦμεν, ἱκετεύοντες σοῦ κατ’ ἐνώπιον, μὴ ἀποστερήσῃς, τῆς πατρικῆς σου προστασίας, τοὺς ἐσχάτως ἡμᾶς κινδυνεύοντας.

Καὶ νῦν. Θεοτοκίον. Ἔχοντες σε οἱ πόθῳ, κλῆρον σου τὸν ἅγιον οἰκοῦντες Δέσποινα, μετὰ τοῦ Ὁσίου, ἄγρυπνόν τε προστάτην καὶ πρύτανυν, φάλαγγας δαιμόνων, ἀνδρειοφρόνως ἀπωθοῦμεν, εὐχαρίστως διό σε δοξάζομεν.

Καταβασία. Ὀρθρίσωμεν ὄρθρου βαθέος.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δoξάζοντες.

γνῶς βιῶσαι αἰρούμενος, ἐγκράτειαν ὡς ἄσαρκος ἤσκησας, στάσιν τε παννύχιον, εὐχὴν σοφὲ ἀδιάκοπον, πίστιν ἀληθεστάτην, θείαν ταπείνωσιν.

Καλῶν ἰδέαις κοσμούμενος, ὡς Ἄγγελος Θεοῦ ἐλειτούργησας, Νεῖλε μακάριε, καὶ μεταστὰς κατεσκήνωσας, μετὰ Ἀγγέλων Πάτερ θεομακάριστε.

γγέλους ἔχων συλλήπτορας, δαιμόνων ἀπεκρούσω φαντάσματα, καὶ ἀπροσκόπτως διώδευσας, Νεῖλε θεόφρον ψυχοσωτήριον.

Θεοτοκίον. Ῥημάτων Κόρη Πανάμωμε, τοῦ θείου Γαβριὴλ ὡς ἀκήκοας, Λόγον συνέλαβες, ἐν τῇ ἀσπόρῳ νηδύϊ σου, καὶ ὑπὲρ λόγον τοῦτον ἄχραντε τέτοκας.

Ἄλλος.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Λειμῶσι τῶν ἀρετῶν, μεμελημένος ἐνέκυψας, σὺν δάκρυσι δὲ αὐτοὺς, κατήρδευσας ὅθεν σοι, ἐδόθη τὰ δράγματα, τὴς ἀθανασίας, πρὸς Χριστοῦ Νεῖλε μακάριε.

Ψαλμοῖς καὶ ὕμνοις πιστοὶ, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ Νείλου τοῦ νοητοῦ, τὰ λίαν εὐφραίνοντα, καρδίας ὡς γέγραπται, ἐν ᾠδαῖς αἰνοῦντες, τὴν χάριν ἀπαρυσώμεθα.

Δόξα. Ἀνέπτης πρὸς οὐρανὸν, πυρίνῳ ὥσπερ ἑν ἅρματι, ἰδέαις τῶν ἀρετῶν, Χριστῷ παριστάμενος, ἔνθεν αὐγαζόμενος, τὰς ἐκεῖθεν λάμψεις, καταπέμπεις τοῖς ὑμνοῦσί σε.

Καὶ νῦν. Θεοτοκίον. Ἱλάσθητι καὶ ἡμῖν, τοῖς καταργοῦσι τὸν κλῆρόν σου, καὶ ἀλλοτρίαν ὁδὸν, ἁγνὴ τῶν ὁσίων σου, ἀφρόνως ὁδεύουσι, καὶ πρὸς τὴν ἀρχαίαν, βηματίζειν καθοδήγησον.

Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις.

Κοντάκιον, Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

ἐκ γῆς φανέρωσις, τῶν ἱερῶν σου λειψάνων, Νεῖλε συνεξέλαμψε, τῇ τοῦ Χριστοῦ Ἀναστάσει, τοῦτον γὰρ ἀεὶ ποθήσας θερμῶς ἐκ βρέφους, ἔλαβον τὰ σὰ ὀστέα τὴν τούτου χάριν, ὡς Χριστῷ συσταυρωθέντα, τῷ ἀναστάντι πρὸ αἰώνων Θεῷ.

Ὁ Οἶκος.

σοφῶς δημιουργήσας τὰ σύμπαντα, καὶ τὴν διὰ παραβάσεως φθαρεῖσαν φύσιν ἡμῶν, εἰς τὸ ἀρχαῖον ἀναμορφώσας κάλλος, διὰ τῆς ἀναστάσεως τῆς ζωηφόρου σαρκὸς αὐτοῦ, ἐν τῷ καιρῷ τούτῳ τοῦ ἔαρος, τῷ καὶ φυσικῶς εἰκονίζοντι τὸν ἀνακαινισμὸν ἡμῶν, καὶ τὴν ἐσομένην ἀνάπλασιν καὶ ἀνάστασιν, ἐν τούτῳ εὐδοκῆσαι καὶ φανεῖναι, ἐν οὐρανοῖς ἐξαστράπτοντα τὸν τίμιον Σταυρὸν αὐτοῦ· οὗτος πάντως ᾠκονόμησε σήμερον, καὶ τὰ πολλοῖς ἔτεσιν ἐν γῇ κρυπτόμενα λείψανα, τοῦ θεράποντος Νείλου ἀναφανεῖναι, ἰαμάτων ἀκτίνας ἐκπέμποντα, καὶ θαυμάτων βολὰς ἐξαστράπτοντα, καὶ ὡς ἄνθη καὶ ῥόδα τερπνὰ, ἀτμοὺς ἀερινοὺς καὶ πανευώδεις, τοῖς πιστοῖς ἐμπνέοντα, καὶ σαφῶς προμηνύοντα, ὡς καὶ ἡ ζωηφόρος Ἀνάστασις τοῦ Κυρίου, καὶ ὁ ἐν οὐρανοῖς φανεὶς λαμπρὸς αὐτοῦ Σταυρὸς προκαταγγέλουσι, καὶ ὁ φυσικὸς τῆς γῆς ἀνακαινισμὸς ἀφώνως διδάσκει, ὅτι οἱ συσταυρωθέντες καὶ συνταφέντες, καὶ μυστικῶς τῷ Χριστῷ συναναστάντες διὰ τοῦ βαπτίσματος, καὶ τὰς τούτων τηροῦντες μορφώσεις ἐν τῇ θνητῇ σαρκὶ αὐτῶν, ὡς ὁ θεοφόρος Νεῖλος διετήρησεν ἀνακαινισθήσονται, καὶ ἐξανθήσουσιν, καὶ ἐν οὐρανοῖς ἐξαστράψουσιν ὡς φωστῆρες, οἱ πιστῶς δουλεύσαντες Χριστῷ τῷ δημιουργῷ τοῦ παντὸς, καὶ προαιωνίῳ Θεῷ.

Συναξάριον.
Τῷ αὐτῷ Μηνὶ ἑβδόμῃ, μνήμη καὶ ἡ ἐν αὐτῇ συμβάσα εὕρεσις τῶν ἁγίων λειψάνων, τοῦ ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀθωνίτου καὶ Μυροβλύτου.

Στίχοι· Νεῖλος ἄρδει νάμασι γῆν Αἰγυπτίων·

              δὲ μοναστὰς τοῦ Ἄθωνος ἀρδεύει.

             Λάμψεν ἐν ἥματ’ ἑβδομάτῳ Νειλῷϊος αἴγλη.

Καὶ τὰ λοιπὰ τοῦ Συναξαριστοῦ.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Παραπλήσια, τὰ μύρα Νεῖλε πάνσοφε, ἐκ τοῦ σοῦ αἵματος, ταῖς τῶν ναμάτων ῥοαῖς, ἐξέβλυσαν ῥέοντα καὶ καταρδεύοντα, τοὺς κραυγάζοντας· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

γαπήσας σε, δικαίως ὅν ἠγάπησας, Θεὸς ὁ δίκαιος, διὰ καλῶν ἀμοιβαῖς, ἐνθέως ἠμείψατο Νεῖλε μακάριε, ὡς βοήσαντα· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τῶν δακρύων σου, τὰ ῥεύματα δεξάμενος, ὁ παντοκράτωρ Θεὸς, ῥοαῖς ὁ αὐτὸς σαφῶς, ὁμοίως ἀμοίβεται, χάριν δωρούμενος, μύρων βλύσεσι, καὶ ἰαμάτων χάρισι, θεραπεύειν τοὺς νοσοῦντας.

Θεοτοκίον. Ἐλεήμονα, τεκοῦσα μόνη Κύριον, θεοχαρίτωτε, τῇ οὖν αὐτοῦ πανσθενεῖ, δυνάμει οἰκτείρησον, ἁγνὴ θεόνυμφε, τὸν βοῶντά σοι· εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Ἄλλος.

Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Νέος Πάτερ ἐδείχθης ἄλλος, Νεῖλος ἀρετῶν αὐγαῖς, φωτίζων μονοτρόπους, ὥσπερ οὗτος ποτὲ, ἐν τῷ Σινᾷ κραυγάζων· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Εἷς τῶν φανέντων ἐν τῷ Ἄθῳ, πύργος μέγιστος ἐφάνης φωτοφόρος, τῶν ἐχθρῶν τὰς βουλὰς, ἀπείργων ἐν τῷ μέλπειν· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Δόξα. Ἴασιν δὸς ταῖς σαῖς πρεσβείαις, τοῖς τελοῦσί σου τὴν μνήμην τὴν φωσφόρον, ἐν τῷ τάφῳ τῷ σῷ, ἀγρύπνοις μελῳδίαις, καὶ μελῳδοῦσιν ἄπαυστα, ὁ Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν. Θεοτοκίον. Λύσιν παράσχου μοι Παρθένε, δουλωθέντα με τοῦ βίου ταῖς ἀπάταις, καὶ πρὸς θείαν ζωὴν, ὁδήγησον ὑμνεῖν σε· εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σὴς κοιλίας.

Καταβασία. Ὁ παίδας ἐκ καμίνου ρυσάμενος.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ώμῃ θεϊκὴ τὰς παρατάξεις, δαιμόνων τὰς ὀλεθρίους ἐξηφάνισας, χάριν τε ἀπείληφας, παύειν ἀρρωστήματα, καὶ ἐκδιώκειν πνεύματα, βοῶν ἀκάθαρτα· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Βιώσας παμμάκαρ θεαρέστως, δικαίοις τὸν ὀφειλόμενον, ὕπνον νῦν κεκοίμησαι, καὶ πρὸς ἀτελεύτητον, μετεβιβάσθης Ὅσιε, βοῶν ἀπόλαυσιν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

στάμενος ἄνω τοῦ σπηλαίου, ὡς ἐπὶ λυχνίας λύχνος Ὅσιε, πάντων τὰ νοήματα, πίστει κατεφώτιζες, ὑποδεικνύων ἄριστα, Νεῖλε μακάριε, τὴν τρίβον τῆς ζωῆς καὶ ἀνάγων, τούτους θείῳ λόγῳ, πρὸς ὕψος ἀπαθείας.

ρμῳ γαληνῷ νῦν προσωρμίσθης, τοῦ βίου πάντα τερπνὰ μισήσας Ὅσιε, εἶχες γὰρ ἰθύνοντα, πάσας τὰς πορείας σου, τὸν κυβερνήτην Κύριον, Νεῖλε τρισόλβιε, τὸν νεύματι τὸ πᾶν διοικοῦντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Νόων οὐρανίων ὑπερτέρα, ἐδείχθεις ἁγνὴ Θεὸν κυοφορήσασα, τοῦτον οὖν ἱκέτευε, Δέσποινα πανάμωμε, τῶν σαρκικῶν ἀνώτερον, γενέσθαι με πειρασμῶν, νοὸς ἐν ὑψηλῇ ταπεινώσει, τοῦτον ἀνυμνοῦντα, σὺν σοὶ εἰς τοὺς αἰῶνας.

Ἄλλος.

Ὁ Εἱρμός. πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ν τῷ σπηλαίῳ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτετικὸν, καὶ ἀπαθὲς σαρκίον σου, ἐφάνη τηρούμενον, κατὰ παθῶν πανόλβιε, καὶ σωματικῶν, καὶ ψυχικῶν νοσημάτων, τὴν ῥῶσιν ἐξαστράπτων, τοῖς πιστῶς μελῳδοῦσι, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν ἰαμάτων χάριτας, σὴ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελωδούντων· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα. Ἀπαλλαγῆναι πρέσβευε, τὸν Σωτῆρα καὶ Κύριον, τοὺς προσπεφευγότας, τῷ ναῷ σου ἅγιε, καὶ τάφον κυκλοῦσί σου, καὶ τὴν μνήμην τελοῦσί σου, παντοίων ἐκ θλίψεων, δαιμόνων κακουργίας, καὶ πάσης ἐπηρείας, Χριστὸν ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον. Μῆτερ Θεὸν κυήσασα, ὑπὲρ λόγον τὸν Κύριον, τοῦτον ὡς Υἱόν σου, Παναγία αἴτησαι, ἐν ὥρᾳ τῆς κρίσεως, τῆς καταδίκης καὶ τοῦ πυρὸς, σκότους ἀφεγγοῦς, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, λυτρώσασθαι τοὺς πίστει, εὐσεβῶς μελῳδοῦντας, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία. Αὕτη ἡ κλητή.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλῶν Νόων φύσις γεραίρουσα, τὴν ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω·Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

ντως οὐρανὸς, ὕψει πολιτείας σου, ὤφθης κατάστερος, θαύμασι πανόλβιε, ὡς ἄλλοις ἄστροις καταστραπτόμενος, τῶν μοναζόντων Ὅσιε, καταλαμπρύνων ψυχὰς, τῶν τιμώντων, Νεῖλε τοὺς ἀγῶνάς σου, καὶ τελούντων τὴν θείαν σου κοίμησιν.

δη τῷ Χριστῷ, ἐγγίζων τρανώτερον καὶ καθαρώτερον, μέμνησο τῶν πίστει σου, μνημονευόντων Νεῖλε μακάριε, ἁμαρτιῶν συγχώρησιν, ἡμῖν αἰτούμενος, νοσημάτων, πάντων ἀπολύτρωσιν, καὶ Θεοῦ βασιλείας οἰκείωσιν.

Σοῦ τὰ ἱερὰ, καὶ ἅγια λείψανα, ἐν θήκαις κείμενα, θάπτει τὰ νοσήματα, καὶ φλέγει στίφη δαιμόνων πάντοτε, Νεῖλε θεομακάριστε, τῇ θείᾳ χάριτι, ἀναβλύζει, πᾶσι τὰ ἰάματα, τοῖς πιστῶς σε ἀεὶ μακαρίζουσιν.

Θεοτοκίον. Ἄφες μοι βοῶ, Θεὸν ἡ κυήσασα, ἁμαρτιῶν τὴν πληθὺν, νέκρωσον τὸ φρόνημα, τὸ τῆς σαρκός μου, σύ μου τὸ καύχημα, ἰσχύς τε καὶ κραταίωμα, οἴκτειρον σῶσόν με, σωτηρία, πάντων σὺ ὑπάρχεις γὰρ, Θεοτόκε ἁγνὴ ἀείπάρθενε.

Ἄλλος.

Ὁ Εἱρμός. ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

νθέου ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπί τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ μεταβὰς μακάριε, Νεῖλε πρὸς ἀΰλους διαμονὰς, σωθῆναι ἀθλοφόρε, δυσώπει τοὺς ἐν πίστει, ἐν τῷ ναῷ σου προσεδρεύοντας.

Λειμῶσι τῶν Ἀγγέλων ἐν οὐρανοῖς, τῷ τῶν ὅλων Θεῷ παριστάμενος, ἐπὶ τῆς γῆς, βρύει σου ὁ τάφος τὰς δωρεὰς, ἐν ὧ σεπτῶς κατέκειτο, σῶμά σου τὸ ἅγιον καὶ σεπτὸν, τοῖς πόθῳ προσιοῦσι, καὶ φόβῳ ἁπτομένοις, Νεῖλε παμμάκαρ τῶν λειψάνων σου.

Δόξα. Ἡμεῖς ἐν σοὶ καυχώμεθα εὐκλεῶς, οἱ ἐν Ὄρει τοῦ Ἄθω μονάζοντες, ὅτι ἡμῖν, ἔδειξέ σε Κύριος ἀληθῶς, προστάτην καὶ ὑπέρμαχον, Νεῖλε θεοφόρε πατὴρ ἡμῶν, διό σε ὡς προστάτην, ἡμῶν καὶ εὐεργέτην, καὶ προμηθέα μεγαλύνομεν.

Καὶ νῦν. Θεοτοκίον. ᾨδάς σοι εὐχαρίστως πάντες ἡμεῖς, οἱ τῷ Ὄρει οἰκοῦντες προσφέρομεν, Μήτηρ Θεοῦ, ὄτι διασώζεις ἡμᾶς ἀεὶ, ἐκ πειρασμῶν καὶ θλίψεων, τρέφεις τε καὶ θάλπεις καὶ προνοεῖς, ἀλλ’ οὖν δεόμεθά σου, καὶ θείας βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.

Καταβασία. Φωτίζου, φωτίζου.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

κ βρεφικῆς σε ἔλαβεν, ἡλικίας ὁ πλάστης, καὶ Πνεύματος εἰργάσατο, σκήνωμα τοῦ ἁγίου, ὅθεν φωστὴρ ἀνεδείχθης, Νεῖλε τῶν μοναζόντων, ἐκ σκότους παραπτώσεων, ὁδηγῶν πρὸς τὸ φέγγος, τῶν τοῦ Θεοῦ, ἐνταλμάτων Ὅσιε καὶ προσάγων, Χριστῷ ὃν καθικέτευε, τοὺς ὑμνοῦντάς σε σῶσαι.

Καὶ νῦν, τῆς Ἑορτῆς.

Εἰς τοὺς Αἴνους· ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν τῆς Εορτῆς γ'. καὶ τοῦ ἁγίου Στιχηρὰ Προσόμοια γ'. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.

ς θεϊκή τις σαφῶς οἰκονομία, ἡ κλῆσίς σου γέγονε, Νεῖλε μακάριε, ὡς γὰρ ἐκεῖνος τοῖς νάμασι, τοῦ ἔτους ὅλου, τὴν εὐκαρπίαν διατεκμαίρεται, οὕτω τοῖς ἰάμασι σὺ ἀναδέδειξαι, φῶς γὰρ σε κόσμῳ εἰς ἴασιν, ὡς εὐκαρπίαν, ἡ θεία χάρις ἐναπεφήνατο, λελαμπρυσμένον ταῖς ἀκτῖσι, τοῦ τρισηλίου φωτὸς πανσεβάσμιε, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ς ἐν θαλάμῳ φωτὸς πεπληρωμένῳ, σπηλαίῳ παρέμεινας ὦ ἱερώτατε, κύκλω δὲ τούτου παρέστησας, ὥσπερ ἐνόπλους, ὑπασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτειχίζοντας παρεμβολὰς τῶν παθῶν, ἐν τῷ νυμφῶνι δὲ ἤλασας, τῷ θείῳ μάκαρ, ὧ παρρησίᾳ νῦν παριστάμενος, τῷ σῷ νυμφίῳ καὶ Θεῷ ἡμῶν, τῆς αὐτοῦ ἐντρυφῶν ὡραιότητος, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ς ἐξ ἀλήκτων πηγῶν ἐκ τῶν λειψάνων, ναοῦ καὶ τοῦ μνήματος, ἀεὶ τὴν χάριν ἀντλῶν, Νεῖλος ὁ θεῖος προτίθησιν, εἰς εὐωχίαν, τῆς τούτου μνήμης ἐν ᾗ ἠθροίσθημεν, τοὺς πάντας ἐν πνεύματι, χαρίτων θείων πληρῶν, δεῦτε λοιπὸν καὶ συνδράμωμεν, καὶ εὐλογίας, ἐκ τῶν τιμίων αὐτοῦ μετάσχωμεν, θείων λειψάνων καὶ δοξάσωμεν, τὸν ἐν ἁγίοις Χριστὸν τὸν Θεὸν ἡμῶν, δοξαζόμενον ὄντως, καὶ αὐτοῖς ἀναπαυόμενον.

Δόξα, Ἦχος πλ. α'.

Σήμερον συνεξέλαμψεν ἡμῖν, τετρασήμαντος χαρμοσύνη, ἐαρινῆς χάριτος, ὡς ἐκ τεττάρων συγκροτουμένης χαρίτων· τῆς γὰρ πρώτης ἡμῶν χρονικῆς γεννήσεως, καὶ τῆς μελλούσης ἀνακαινίσεως, εἰκὼν ἀληθῶς ἐστι τὸ ἔαρ, ἀπαρχὴ καὶ πρωτότυπον τῆς μελλούσης, ἡ ζωηφόρος τοῦ Σωτῆρος Ἀνάστασις, καὶ πᾶσαι αἱ ὑπέρλαμπροι ἡμέραι αὕται· τῆς δ’ αὖ ἐσομένης δόξης τε καὶ λαμπρότητος, ἡ ἐν οὐρανῷ τοῦ Σταυροῦ λαμπρὰ σημαία, μεθ’ ὧν τὰ αὐτὰ συνεξεικονίζει σήμερον, ἡ ἐκ γῆς φανέρωσις τῶν εὐόσμων καὶ λαμπρῶν, τοῦ θείου Νείλου λειψάνων, ταῦτα ἡμῖν τὰ καλὰ, Θεὸς συνεκλάμπει, ἐν τῇ ἑβδόμῃ ταύτῃ, τοῦ λαμπροτάτου τῶν μηνῶν ἡμέρα, τὴν ἄδυτον καὶ ἀνέσπερον, Μωσαϊκὴν ἑβδόμην κηρύττουσα· δεῦτε οὖν ἀδελφοὶ, τῆς ἀλήκτου χαρᾶς ἐκείνης, τὰ προοίμια φαιδρῶς εὐφρανθῶμεν, καὶ ὑπογραμμὸν ἔχοντες, τὸν εἰς εὐφημίαν προκείμενον ἡμῶν πατέρα, τοῦτον μιμησάμενοι, εἰς οὐρανὸν ἀνατείνομεν τὸ ὄμμα, ἵνα σὺν αὐτῷ, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.

Καὶ νῦν, τῆς Ἑορτῆς. Ἀναστάσεως ἡμέρα.
Δοξολογία Μεγάλη, καί Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικὰ, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ἡ γ'. ᾨδὴ, καὶ ἐκ τοῦ α'. Κανόνος τοῦ ἁγίου ἡ γ'. καὶ ἐκ τοῦ β' ἡ ς'. ᾨδὴ· αἴτινες ἐγράφησαν ἐνταῦθα πρὸς εὐκολίαν.

Ὁ Κανὼν τοῦ ἁγίου ᾨδὴ, γ'. Ἦχος δ'. Τοὺς σοὺς ὑμνολόγους.>

λόνυκτον Πάτερ ἱκεσίαν, ἀγρύπνῳ προσφέρων λογισμῷ, Θεῷ τῷ παντοκράτορι, πάθη σαρκὸς ἐκοίμησας, ὅθεν προστάτης ἄγρυπνος, πάντων ἡμῶν ἐχρημάτισας.

Νεκρώσας τὰ μέλη ἐγρατείᾳ, ἐζώωσας Πάτερ τὴν ψυχὴν, ταῖς θείαις ἐπιδόσεσι, τῶν ἀρετῶν νευρούμενος, παντουργικαῖς δυνάμεσι, Νεῖλε τοῦ Ἄθω τὸ καύχημα.

Γευσθεὶς τοῦ Θεοῦ σοφῶν ῥημάτων, καὶ γνώσεως τούτου μετασχὼν, ἡσύχως διετέλεσας, τὴν σὴν ζωὴν τοῖς ὄρεσι, καὶ τοῖς σπηλαίοις ὅσιε, ταῖς κακουχίαις θλιβόμενος.

Θεοτοκίον. Ἐλέους σου Κόρη ταῖς ῥανίσι, τοῦς ἄνθρακας σβέσον τῶν ἐμῶν, παθῶν θεοχαρίτωτε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσὴ λυχνία ὑπάρχουσα.

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ. Ἦχος πλ. δ'.

Λειμῶσι τῶν ἀρετῶν, μεμελημένος ἐνέκυψας, σὺν δάκρυσι δὲ αὐτοὺς, κατήρδευσας ὅθεν σοι, ἐδόθη τὰ δράγματα, τῆς ἀθανασίας, πρὸς Χριστοῦ Νεῖλε μακάριε.

Ψαλμοῖς καὶ ὕμνοις πιστοὶ, τοῦ ποταμοῦ τὰ ὁρμήματα, τοῦ Νείλου τοῦ νοητοῦ, τὰ λίαν εὐφραίνοντα, καρδίας ὡς γέγραπται, ἐν ᾠδαῖς αἰνοῦντες, τὴν χάριν ἀπαρυσώμεθα.

Δόξα. Ἀνέπτης πρὸς οὐρανὸν, πυρίνῳ ὥσπερ ἑν ἅρματι, ἰδέαις τῶν ἀρετῶν, Χριστῷ παριστάμενος, ἔνθεν αὐγαζόμενος, τὰς ἐκεῖθεν λάμψεις, καταπέμπεις τοῖς ὑμνοῦσί σε.

Καὶ νῦν. Θεοτοκίον. Ἱλάσθητι καὶ ἡμῖν, τοῖς καταργοῦσι τὸν κλῆρόν σου, καὶ ἀλλοτρίαν ὁδὸν, ἁγνὴ τῶν ὁσίων σου, ἀφρόνως ὁδεύουσι, καὶ πρὸς τὴν ἀρχαίαν, βηματίζειν καθοδήγησον.

Εἶτα· Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου.

Ἀπολυτίκιον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Μονάσας θεαρέστως ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, ἐν προσευχαῖς καὶ νηστείαις, τὸν Θεὸν ἐξεζήτησας, καὶ γέγονας δοχεῖον καθαρὸν, τοῦ Πνεύματος ἀστράπτων ταῖς αὐγαῖς, ἀρετῶν τὰς λαμπηδόνας, δι’ ὧν φωτίζεις Νεῖλε τοὺς βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Θεῷ· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἕτερον, ὅμοιον.

Μοναστῶν πληθὺς πᾶσα, ἡ τὸν Ἄθω οἰκοῦντες, συνελθόντες τὴν μνήμην, ἐκτελέσωμεν πόθῳ, τοῦ Νείλου ἐν ᾄσμασι τερπνοῖς, τιμῶντες ἀυτὸν χρεωστικῶς, θαυμασίων εξαισίων, καὶ διδαχῶν ἐνθέων ὡς ὄντα, ὑφηγητὴν βοῶντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ μεγαλύναντι· δόξα τῷ τὴν σεπτήν σου μνήμην φαιδρύναντι.

Κοντάκιον, Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

ἐκ γῆς φανέρωσις, τῶν ἱερῶν σου λειψάνων, Νεῖλε συνεξέλαμψε, τῇ τοῦ Χριστοῦ Ἀναστάσει, τοῦτον γὰρ ἀεὶ ποθήσας θερμῶς ἐκ βρέφους, ἔλαβον τὰ σὰ ὀστέα τὴν τούτου χάριν, ὡς Χριστῷ συσταυρωθέντα, τῷ ἀναστάντι πρὸ αἰώνων Θεῷ.

Ἀπόστολον καὶ Εὐαγγέλιον, ζήτει τοῦ ἁγίου Ἀντωνίου.
Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον [ἔσται δίκαιος. Ἀλληλούϊα].


Μεγαλυνάρια.

Νεῖλον τὸν πηγάσαντα ἀληθῶς, νάματα δακρύων, καὶ κεράσαντα γλυκασμὸν, τὴν σεπτὴν Τριάδα, ἐξ ἧς ἀντεκεράσθη, τὰ νάματα τῶν μύρων, ὕμνοις τιμήσωμεν.

κες ὡς ἐξ Ὄρους ἐαρινοῦ, ἡδύπνοα φέρων, τῶν λειψάνων σου ὡς εἰπεῖν, ἀρώματα Πάτερ, μυρίζων τοὺς ἐν πίστει, καὶ πόθῳ σου τὴν μνήμην, Νεῖλε γεραίροντες.

Εἰς τὸν ἁγιασμὸν.

Τοὺς πιστῶς σου τὴν σορὸν ἀσπαζομένους, σοὺς ἱκέτας, καὶ σὲ λιτανεύοντας, Νεῖλε λιταῖς σου, κινδύνων ἀπάλλαξον.

Источникъ: Η Ακολουθία εκ χειρογράφου. — Ἄθως, [χ.χ.]. — 40 σελ.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0