Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - пятница, 18 августа 2017 г. Сейчасъ на порталѣ посѣтителей - 15.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΜΑΪῼ Α'.
Μνήμην ἐπιτελοῦμεν τῶν ἁγίων τριῶν ὁσιομαρτύρων Εὐθυμίου, Ἰγνατίου, καὶ Ἀκακίου.

ΕΣΠΕΡΑΣ ΕΝ Τῼ ΜΙΚΡῼ
Ἑσπερινῷ ἱστῶμεν στίχους δ'. καὶ ψάλλομεν προσόμοια. Ἦχος α'. Πανεύφημοι μάρτυρες ὑμᾶς.

ξέστη δαιμόνων ἡ πληθὺς, καὶ σατὰν ὁ δόλιος, ὁρῶν καταβέβληται· ἐν γὰρ τῷ σκάμματι τὸν Σταυρὸν Κυρίου, ἀνυψοῦντες ἔνδοξοι, Χριστοῦ τῷ θείῳ πόθῳ φλεγόμενοι, φαιδροὶ πρὸς θάνατον, ἐπεσπεύσατε στεῤῥόψυχοι, καὶ μαρτύρων δήμοις συνετάχθητε.

Εὐθύμιε μάρτυς τοῦ Χριστοῦ, μετὰ σοῦ Ἰγνάτιον, τὸν φίλον ὄντως καὶ σύναθλον, καὶ τὸν Ἀκάκιον, σὺν τῷ Ὀνουφρίῳ, μιμητὰς ἀθλήσεως τῆς σῆς παραλαβὼν πρὸς τὸν Κύριον, θερμῶς πρεσβεύσατε, ὅπως φύγωμεν τὰ ἔνεδρα ἐπηρείας δεινοῦ πολεμήτορος.

Τρισάριθμοι μάρτυρες στεῤῥῶς ἀνταγωνισάμενοι, τοῖς ὠμοτάτως δικάζουσι, καὶ ὑπομείναντες τῶν κολαστηρίων εἴδη φρικωδέστατα, τῆς ἄνω βασιλείας ἐτύχετε. Διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ το μέγα ἔλεος.

Δόξα. Ἦχος α'.

Μακάριοι ἐστὲ ὑμεῖς, οἱ τῆς Τριάδος ἰσάριθμοι, νεομάρτυρες ἔνδοξοι, διὰ τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν· ἐν ὀλίγῳ γὰρ τελέσαντες τὸν δρόμον τοῦ μαρτυρίου ὑμῶν, ἀπηλαύσατε εὐφροσύνης αἰωνίου, μετὰ ὁσίων συναγαλλόμενοι, καὶ μετὰ μαρτύρων συναγελαζόμενοι. Ἐντρυφώντες οὖν τοῦ θείου κάλλους ἀνενδότως, μὴ ἐπιλήσησθε ἡμῶν πρεσβεύοντες πρὸς Κύριον, ἐπιτυχεῖν ἡμᾶς τῆς αὐτῆς εὐφροσύνης, παμμακάριστοι.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν στίχον, προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Εὐφραθᾶ.

Δεῦρο πᾶσα πληθὺς, τῶν χριστωνύμων ὕμνοις, τιμήσωμεν αἰσίως, τοὺς μάρτυρας τοὺς νέους, οὓς ὁ Χριστὸς ἐδόξασε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ].

Εὖχος τῶν ἀσκητῶν, ἀγλάϊσμα μαρτύρων, Εὐθύμιε ἐδείχθης, σὺν θείῳ Ἀκακίῳ, καὶ πρέσβυς ἡμῶν ἄγρυπνος.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, [ἐθαυμάστωμεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς].

γχος τῶν ἀσεβῶν, Ἰγνάτιε ἐγένου, τελειωθεὶς ἀγχόνῃ, Χριστοῦ δὲ μάρτυς νέος, ᾧ ὑπὲρ πάντων πρέσβευε.

Δόξα. Ὅμοιον.

Σέλας τὸ τριλαμπὲς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τῶν σῶν νεομαρτύρων, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τὸν κόσμον σου.

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ Ἰησοῦ, θεόνυμφε Μαρία, μετὰ τῶν νεοάθλων, ὑπὲρ ἡμῶν τὸν κτίστην πρεσβεύσατε, δεόμεθα.

Ἀπολυτίκιον. Ἦχος α'. Τοὺς τρεῖς μεγίστους φωστῆρας.

σάριθμοι Τριάδος τῆς ἀκτίστου ὑπάρχοντες, σὺν ταῖς τῶν Ἀγγέλων χορείαις, καὶ μαρτύρων τοῖς τάγμασι, παρίστασθε χαίροντες ὑμεῖς, τῷ θρόνῳ τῆς θεότητος σοφοί. Διὰ τοῦτο ἐν μεθέξει, τὰς ἀστραπὰς ἐκεῖθεν προσλαμβάνοντες, πηγὰς ἰαμάτων τοῖς πιστοῖς παρέχετε καὶ θεῖον φωτισμόν, μάρτυς Εὐθύμιε Χριστοῦ, σὺν τῷ σοφῷ Ἰγνατίω, καὶ τῷ θείῳ Ἀκακίῳτε, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

Καὶ νῦν. Τῆς ἑορτῆς.



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα· ἱστῶμεν στίχους η'. καὶ ψάλλομεν προσόμοια τῶν Ἁγίων.Ἦχος δ'. Ὡς γενναίον ἐν μάρτυσιν.

Τὴν καινὴν καὶ χαρμόσυνον, ἑορτὴν Χριστὲ σήμερον, τῶν νεομαρτύρων σου ἑορτάζοντες, ἔαρος ὥρᾳ φιλάνθρωπε, ὡς ἄνθη πανεύοσμα, χελιδόνας τορευτὰς, κελαδούσας ἐν χάριτι σὴν θεότητα, καὶ πληρούσας χαρᾶς τῶν ὀρθοδόξων τὰς καρδίας σοι ἐν πίστει, αὐτῶν τοὺς ἄθλους προσφέρομεν.

Αἰσθητὸν ἔαρ σήμερον, αἰσθητὴν κτίσιν ηὔφρανε, νοητὸν ἀνέτειλε ἡ ἀνάστασις Χριστοῦ, καὶ φύσιν ἐν Πνεύματι βροτῶν ἀναπλάττουσα, ἐπευφραίνει νοητῶς. Νῦν δὲ ἔαρ τριπλάσιον ἡ πανήγυρις, τῶν τριῶν ἀθλοφόρων κατατέρπει, τριπλασίως τὰς αἰσθήσεις, ψυχῆς ἡμῶν καὶ τοῦ σώματος.

ς ὡραῖοι καὶ πάγκαλοι, νεανίαι παρίστασθε, τῷ Χριστῷ μακάριοι νεομάρτυρες, κόσμον φοροῦντες βασίλειον, τὰ εἴδη κολάσεων, καὶ ὡς λίθους καθαροὺς τῆς σαρκὸς ὑμῶν στίγματα, τῶν αἱμάτων δὲ τὴν ῥοὴν ὡς πορφύραν, καὶ Σταυρόν τε θεῖον σκῆπτρον μετὰ δόξης, σὺν τοῖς Ἀγγέλοις ἀγάλλεσθε.

Τῆς Τριάδος ἰσάριθμοι, νεομάρτυρες ἔνδοξοι, ἀθληταὶ ἀήττητοι καὶ στεῤῥότατοι, ὁ θεῖος ὅντως Εὐθύμιος, σὺν τούτῳ Ἰγνάτιος, καὶ Ἀκάκιος στεῤῥὸς, οἱ καινὴν συγκροτήσαντες νῦν πανήγυριν, τῷ Δεσπότῃ τῶν ὅλων τὰς δεήσεις μὴ ἐλλείπητε προσφέρειν, ὑπὲρ ἡμῶν ἀξιάγαστοι.

Δόξα. Ἦχος πλ. δ'.

Σήμερον ἐξέλαμψαν ἐν τῷ τῆς πίστεως στερεώματι, οἱ τρεῖς ἥλιοι λαμπροὶ καὶ τερπνότατοι, ἡ ὑπέρλαμπρος τριὰς τῶν σοφῶν νεομαρτύρων τοῦ Χριστοῦ, οὓς οἱ πιστοὶ συνελθόντες ἐν τῷ σεπτῷ αὐτῶν τεμένει, ἐαρινοῖς ᾄσμασι καταστέψωμεν λέγοντες· χαίρετε τρεῖς ἀθληταὶ πανένδοξοι, τῆς ὀρθοδόξου πίστεως νεόδμητα φρούρια, καὶ βάσεις ἀσφαλέστατοι· χαίροις Εὐθύμιε μέγιστε, ὁ πρὸ τῶν ἀπίστων διατρανώσας τὴν θεότητα Χριστοῦ, καὶ τὴν δαίμονος Ἄγαρ πλάνην σοφῶς καταβαλὼν, ὃς ὥς ὁ νικηφόρος ἀθλητὴς, μετὰ βαΐων καὶ κλάδων τὸ πάθος προλαβὼν τοῦ Κυρίου σεαυτῷ ὑπερζωγράφησας, στάδιον ἀνοίξας μαρτυρίου λαμπρότατον, τοῖς μετὰ σὲ ἐλθοῦσι τρισὶ συναθληταῖς· χαίροις Ἰγνάτιε ἔνδοξε, ὁ μιμητὴς γενόμενος τῶν παθημάτων τοῦ Χριστοῦ ἀκριβέστατος, καὶ τῇ ἀγχόνῃ σου ἀποπνίξας τὸν διάβολον· χαίροις Ἀκάκιε πανέντιμε, ὁ τῇ ῥοῇ τῶν αἱμάτων σου ἐπιχρώσας σεαυτῷ ἁλουργίδα βασίλειον, μεθ’ ἧς παρίστασαι τῷ θρόνῷ τῆς θεότητος. Ἀλλ’ ὦ τριαδικὰ ἀσυνθέτου Τριάδος, ἀπλανῆ ἐνδιαιτήματα, μὴ διαλείπητε πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος· τὸ Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. [Κεφ. μγ'. 9.]

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ· γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔοται· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων· ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν ἰδιόμελα. Ἦχος α'.

πρεπε τοῖς αὐτόπταις τοῦ λόγου καὶ ὑπηρέταις, καὶ τῆς κατὰ σάρκα Μητρὸς αὐτοῦ τὴν κοίμησιν ἐποπτεύσαι, τελευταῖον οὖσαν ἐπ’ αὐτῇ μυστήριον, ἵνα μὴ μόνον τὴν ἀπὸ γῆς τοῦ Σωτῆρος ἀνάβασιν θεάσωνται, ἀλλὰ καὶ τῆς τεκούσης αὐτὸν τῇ μεταθέσει μαρτυρήσωσι. Διόπερ πάντοθεν θείᾳ δυνάμει περαιωθέντες, τὴν Σιὼν κατελάμβανον, καὶ πρὸς οὐρανὸν ἐπειγομένην, προέπεμπον τὴν ἀνωτέραν τῶν Χερουβὶμ, ἣν καὶ ἡμεῖς σὺν αὐτοῖς προσκυνοῦμεν, ὥς πρεσβεύουσαν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

σιότητος καύχημα, καὶ δόξα μαρτυρίου ἀνεδείχθητε θαυμάσιοι· τὸν Σταυρὸν γὰρ τοῦ Χριστοῦ ἀσκητικῶς ἀναλαβόντες, στάδιον ἠνύσατε μαρτυρίου πανένδοξον· καὶ μετὰ δόξης ἀποκάθαρσιν, ἑαυτοῖς μαρτυρικῶς ἐκτελέσαντες, ὡς καθαροὶ τῷ καθαρῷ παρίστασθαι Χριστῷ, στεφανηφόροι πανένδοξοι, τρεῖς νεομάρτυρες, Εὐθύμιε μέγιστε, Ἰγνάτιε στεῤῥόφρον καὶ Ἀκάκιε λαμπρότατε, μετὰ μαρτύρων καὶ ὁσίων εὐφραινόμενοι, καὶ πρεσβεύοντες ὑπὲρ ἡμῶν.

Ἦχος β'.

ς ἔαρ εὐφρόσυνον, ἀνέτειλεν σήμερον ἡ τρισαυγὴς τῶν νεομαρτύρων πανήγυρις. Δεῦτε οὖν φαιδρῶς ἑορτάσωμεν φιλέορτοι, τρυφῶντες ἐν πνεύματι τοῖς διὰ Χριστὸν ἀγῶσιν αὐτῶν καὶ παλαίσμασιν· ὅτι τὴν φύσιν ἐκβιασάμενοι, ὑπερήλασαν πάντας τῇ ἁγιότητι, καὶ τῷ ἔρωτι τοῦ Κυρίου φλεγόμενοι, ἔδραμον ἑκουσίως πρὸς τὸ μαρτύριον, καὶ τὸ ἔνδοξο ποτήριον τοῦ θανάτου πιόντες ἐν χαρᾷ, ἐδέξαντο τὸν τῆς νίκης στέφανον, ὡς νικηταὶ καὶ τροπαιοῦχοι, οἱ πανένδοξοι Εὐθύμιος, Ἰγνάτιος, καὶ Ἀκάκιος· καὶ νῦν μετὰ Ἀγγέλων ἐν οὐρανοῖς χορεύοντες, ὁσίων καὶ μαρτύρων, καὶ μέσον ἡμῶν ἱστάμενοι ἀοράτως, ἐν τῷ σεπτῷ αὐτῶν τεμένει, ἁγιάζουσιν ἡμᾶς τοὺς ἐκτελοῦντας τὴν ἱερὰν αὐτῶν καὶ σεβάσμιον πανήγυριν.

Ἦχος δ'.

Τοὺς ἀριστέας Χριστοῦ τρισαρίθμους ὁπλίτας Εὐθύμιον, Ἰγνάτιον, καὶ Ἀκάκιον, συνελθόντες ἀδελφοὶ, ἐν τῷ σεπτῷ αὐτῶν τεμένει, ἐγκωμίοις μαρτυρικοῖς καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν· οὗτοι γὰρ τῶν τυραννούντων τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τὴν πίστιν Χριστοῦ τρανῶς κηρύξαντες, νομίμως ἐνήθλησαν, καὶ τὰ τῆς νίκης βραβεῖα παρ’ αὐτοῦ ἐκομίσαντο· καὶ νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων χορεύοντες τὴν ἀκατάλυτον χορείαν, αἰτοῦνται τῇ οἰκουμένη εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α'.

σατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε αὐτῷ πᾶσα ἡ γῆ· σήμεον γὰρ οἱ τρεῖς αὐτοῦ νεομάρτυρες Εὐθύμιος, Ἰγνάτιος, καὶ Ἀκάκιος, καινὴν ἑορτὴν συστησάμενοι, φιλοφρόνως δεξιοῦνται τοὺς συνελθόντας αὐτοῖς ἐραστάς· ἄϋλον τράπεζα παραθέμενοι, τοὺς διὰ Χριστὸν αὐτῶν ἀγώνας, ὡς ἐδέσματα παντοδαπὰ προβάλλουσι. Δεῦτε οὖν νοητῶς ἀριστήσαντες, εὐφρανθρῶμεν τῷ πνεύματι, καὶ τῷ Δεσπότῃ Χριστῷ ἐκ καρδίας εἴπωμεν· εἴης εὐλογημένος εἰς τοὺς αἰῶνας Κύριε, ὁ καὶ τούτους τοὺς ἐραστάς σου νικητὰς ἀναδείξας τῆς ἁμαρτίας, καὶ στεφάνῳ δόξης αὐτοὺς κατακοσμήσας. Ἀξίωσον οὖν καὶ ἡμᾶς, μιμητὰς γενέσθαι τῶν ἀρετῶν αὐτῶν, καὶ τῆς ἴσης δόξης ἐπιτυχεῖν, πολυέλεε Κύριε, δόξα σοι.

Καὶ νῦν. Ἀναστάσεως ἡμέρα...

Εἰς τὸν στίχον, Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις νεομαρτύρων τριὰς, οἱ τῆς Τριάδου τῆς ἀκτίστου ὑπέρμαχοι, οἱ πᾶσαν τὴν γῆν ἀκτῖσι τοῦ μαρτυρίου ὑμῶν ὡς φωστῆρες θεῖοι καταλάμψαντες, καὶ νῦν προσδεχόμενοι παρ’ ἡμῶν τὰ ἐφύμνια, καὶ τὰς δεήσεις τῷ Δεσπότῃ προσάγοντες καὶ ἰάματα, δεομένοις βραβεύοντες, θύματα ἀεισέβαστα, κειμήλια ἔντιμα, ἄνθη καὶ ὡραία καὶ νέα τῆς τῶν πιστῶν ὁμηγύρεως. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ].

Χαίροις νεομαρτύρων τριὰς, ὁ τὰς δαιμόνων παρατάξεις τρεψάμενος, καὶ πᾶσαν Ἀγγέλων φύσιν ὁ καταπλήξας σαφῶς, καὶ πληθὺν βραβείων ἐπαράμενος, σοφῶς τὸν ἀντίχριστον, ὁ ἐλέγξας Εὐθύμιε, καὶ εὐθυμίαν τοῖς πιστοῖς μνηστευσάμενος, ὁ τοὺ σκότους τε, ἀποπνίξας τὸν ἄρχοντα, πάθη ὁ μιμησάμενος Χριστοῦ μου Ἰγνάτιε, ὅλος ὥραῖος ἐμπρέπων τῇ ἀκακίᾳ Ἀκάκιε. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ [αὐτοῦ, ἐθαυμάστωμεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς].

Χαίροις νεομαρτύρων τριὰς, οἱ ἀθλοφόρων παλαιῶν μιμησάμενοι, τὴν στάσιν καὶ καρτερίαν καὶ τὸ γενναῖον σαφῶς, καὶ στεφάνους ἴσους εἰσδεξάμενοι· Χριστοῦ θείῳ ἔρωτι πυρποληθέντες ἀοίδιμοι, ἑαυτοὺς εἰς θάνατον ἑκουσίως ἐδώκατε, καὶ ὡς ἅγιοι, παρ’ ἡμῶν νῦν δοξάζεσθε, νόμιμον οἱ τελέσαντες, ἀθλήσεως στάδιον, νόμιμα στέφη καὶ θεῖα, παρὰ Χριστοῦ κομισάμενοι. Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ'.

Χαίρετε ἐν Κυρίῳ Τριάδος ἰσάριθμοι, νεομάρτυρες ἔνδοξοι· χαίρετε ἐν Χριστῷ τῷ Θεῷ, καὶ πάλιν χαίρετε Εὐθύμιε, Ἰγνάτιε καὶ Ἀκάκιε, τὸ τρισοφαὲς τριστέλεχον ἄθροισμα, ἡ νεοσύλεκτος χορεία, καὶ τρίπλοκος, ἡ γενναία παράταξις τοῦ Παντάνακτος Θεοῦ· χαίρετε τὰ πόνοις ἀσκήσεως λευκανθέντα κρίνα τῆς Ἐδὲμ, καὶ αἵμασι μαρτυρικοῖς, φοινιχθέντα ῥόδα τῆς χάριτος, ἡ λαμπρὰ ἁρμονία τῆς θεότητος τοῦ Ἱησοῦ, καὶ τῆς ἀγάπης αὐτοῦ ὁ σύνδεσμος· ὁ ἀδιάῤῥηκτος συνασπισμός τῆς πίστεως, τὸ τρίτειχον φρούριον τῆς πόλεως τοῦ Θεοῦ, ὁ τριόροφος οἶκος τῆς Παναγίας Τριάδος, τὰ καθαρὰ καταγώγια Πατρὸς Υἱοῦ καὶ Ἁγίου Πνεύματος· χαίρετε παῖδες τοῦ Χριστοῦ ὡραιότατοι, Μάρτυρες ἅγιοι· τὰ νεόθυτα πρόβατα, οἱ προσαγόμενοι μόσχοι, τῇ μυστικῇ τραπέζῃ τοῦ Χριστοῦ καὶ Θεοῦ· ὧν καὶ τὰ αἵματα βοῶσιν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπολυτίκιον εἰς τὸν μικρὸν Ἑσπερινόν.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν Τάφον σου Σωτήρ.

Λαμπρὰ ἡ τῶν ὡρῶν, βασιλὶς ἀνατέλλει, ὑπέρλαμπροι δὲ νῦν, συνεκλάμπουσι ταῦτῃ, Χριστοῦ οἱ νεομάρτυρες, ὁ σοφὸς Εὐθύμιος, καὶ Ἰγνάτιος, σὺν τῷ κλεινῷ Ἀκακίῳ, οἱ κηρύξαντες, ἐν τῷ σταδίῳ γενναίως, Χριστοῦ τὴν θεότητα.

Δόξα, τὸ αὐτό. Καὶ νῦν, ὅμοιον.

Τὰ μύρα σοι θερμῶς, προσκομίζουσαι Λόγε, Ἀγγέλου τῇ μορφῇ, ἐξεπλάγησαν ὄντως, γυναῖκες αἱ θεόφρονες, Ἀποστόλοις δὲ ἔκραζον· ἐξηγήγερται, ὄντως Χριστὸς καὶ ἀνέστη· οὐ γὰρ εὕρομεν, αὐτὸν ἐν τάφῳ καὶ ὤφθη, ἡμῖν θεῖος Ἀγγελος.

Μετὰ τὴν β'. στιχολογίαν, Κάθισμα. [Ἦχος γ'.] Θείας πίστεως.

Νέος ἔλαμψας, Χριστοῦ τῇ πίστει, μάρτυς ἔνδοξε, λαμπρὰν Τριάδα, ἀθλοφόρων πληρῶν καὶ τυπούμενος, τὸν ἀριθμὸν ἀρχιθέου Τριάδος τε· ἀλλ’ ἐμφραγήτωσαν στόματα βλάσφημα, μη δεχόμενα νεομαρτύρων τὴν ἄθλησιν, ὁμολογούντων Χριστοῦ τὴν θεότητα.

Δόξα, τὸ αὐτό. Καὶ νῦν, Ἀναστασιμοθεοτοκίον.

Θεῖος ἄγγελος φανεὶς ἐν δόξῃ, ἐξεβόησε ταῖς μυροφόροις· τί ζητεῖτε Χριστὸν ἐν τῷ μνήματι; ἰδοὺ ὁ τάφος κενός· ἐξηγήγερται· τοῖς Ἀποστόλοις δὲ, ταῦτα κηρύξατε. Αὗται τρέμουσαι, χαρᾷ καὶ φόβῳ ἐπέστρεφον, κραυγάζουσαι· ἀνέστη ὄντως ὁ Κύριος.

Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα. [Ἦχος δ'.] πεφάνης σήμερον.

Τῶν λαμπρῶν ἀγώνων σου, τὴν οἰκουμένη ὡραΐζει ἔνδοξε, βαϊοφόρος ἑορτὴ, ὁσιομάρτυς Εὐθύμιε. Σῶζε τρισμάκαρ, τοὺς πόθῳ τιμῶντάς σε.

Δόξα, ὅμοιον.

πεφάνη σήμερον, τῇ Ἐκκλησία, ἡ καινὴ πανήγυρις, τῶν ἀθλοφόρων τῶν τριῶν, δίκην φωστήρων αὐγάζουσα, τῶν ὀρθοδόξων λαῶν τὰ συστήματα.

Καὶ νῦν, ὅμοιον.

πεφάνη σήμερον, Ἄγγελος θεῖος, ἐξαστράπτων, Κύριε, ταῖς μυροφόροις γυναιξὶ, τὴν σὴν κηρύττων ἀνάστασιν, δι’ ἧς οἰκτίρμον ἡμᾶς κατοικτείρησον.

Οἱ ἀναβαθμοί. Τὸ α'. Ἀντίφωνον τοῦ δ'. ἤχου. Προκείμενον. Ἦχος δ'. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ]. Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ [αὐτοῦ, ἐθαυμάστωμεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς]. Εὐαγγέλιον κατὰ Λουκᾶν. Εἶπεν ὁ Κύριος, προσέχετε ἀπὸ τῶν ἀνθρώπων... Δόξα, Ταῖς τῶν ὁσιάθλων πρεσβείαις... Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου... Στίχος. Ἐλέησον με ὁ Θεός...

Καὶ τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

Λίαν ἐμοὶ ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐμοὶ ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. Περισσοτέρων δέ μοι ἠγαπήθησαν οἱ μάρτυρές σου Κύριε· ὅτι τῷ ἰδίῳ αἴματι αὐτῶν κηρύξαντές σου τὴν θεότητα, στηρίζουσιν ἡμᾶς, τῇ σωτηρίῳ ὁμολογίᾳ, τοῦ τρισαγίου σου ὀνόματος. Εὐχαῖς οὖν τῶν νέων σου τούτων μαρτύρων, Εὐθυμίου, Ἰγνατίου καὶ Ἀκακίου, στήριξον ὀρθοδοξίᾳ τὴν Ἐκκλησίαν σου Χριστὲ, καὶ πλουσίαν τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ὁ κανῶν τοῦ Πάσχα καὶ τῶν Ἁγίων. Ἦχος α'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. ναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ναστάσεως ἡμέρα τοῦ Κυρίου Χριστοῦ. Δεῦτε συμφώνως πάντες, τριῶν μαρτύρων ἑορτὴν συγκροτήσωμεν πιστοὶ. Τριὰς ὁ Θεὸς, αὐτοὺς γὰρ ἐδόξασεν, ἐπινίκιον ᾄδοντας.

ναστάσεως ἡμέρα βασιλέως Χριστοῦ. Πάντα καινὰ ὁρῶντες, δεῦτε συμφώνως καὶ ἡμεῖς, συγκροτήσωμεν πιστοῖ, καινὴν ἑορτὴν, τοὺς τρεῖς νεομάρτυρας, μετὰ πόθου ἐξᾀδοντες.

Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα τὸν ἀναστάντα Χριστὸν, καὶ τρεῖς νεομάρτυρας, αὐτοῦ ἐξαστράπτοντας, ἡλίου φαιδρότερον, καὶ πάντας αὐγάζοντας, τοὺς πιστοὺς ἐν τῇ χάριτι.

Καθαρθῶμεν τὰς αἰσθήσεις καὶ ὀψόμεθα, τρεῖς παρηλίους λαμπροὺς, νῦν συνανίσχοντες, Χριστῷ ἐκ τοῦ μνήματος, ἡλίῳ ἐκλάμψαντι, σεπτοὺς νεομάρτυρας, καὶ πιστοὺς καταυγάζοντας.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ πόθῳ, ἡ Ἰβήρων Μονὴ εὐμοιρήσασα, μαρτυρικῶν λειψάνων θησαυροῦ ἀναφαιρέτου.

Θεοτοκίον. Ἀναστάντα κατιδούσα τὸν υἱὸν καὶ Θεὸν, ἥσθης σὺν Ἀποστόλοις, Θεοχαρίτωτε ἁγνὴ, καὶ τὸ χαῖρε πρωτουργὸς ὡς πάντων χαρᾶς αἰτία εἰσδέδεξαι, Θεομῆτορ πανάμωμε.

Καταβασία. Ἀναστάσεως ἡμέρα...

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Δεῦτε ἔαρ πάντες νοητὸν, ἐν καιρῷ τοῦ τῆς φύσεως ἔαρος ἴδωμεν, τοὺς Νεομάρτυρας ὡς ἄνθη ὀρέγοντας ἡμῖν, θαυμάτων παράδοξα.

Νῦν πάντα πεπλήρωται φωτὸς, τῇ ἐγέρσει τοῦ κτίσου συνεκλαμπρυνόμενα· ἀλλ’ ἐορτάζει φαιδρῶς, καὶ μνήμη τριῶν συναθλητῶν, πιστῶν ἡ ὁμήγυρις.

Βαΐα Εὐθύμιε χερσὶν, ὡς βραβεῖα κατέχων ἀκαταπτόητος, πρὸς τὴν σφαγὴν ἐν χαρᾷ, ἐπέδραμες ἔρωτι Χριστοῦ, σοφὲ πυρπολούμενος.

Τῷ ὅπλῳ σταυροῦ περιφραχθεὶς, ὥσπερ λέων ἐπέβης ἀγχόνῃ Ἅγιε, καὶ συμπλακεὶς τῷ ἐχθρῷ τὴν νίκην ἐξήγειρας λαμπρὰν, Ἰγνάτιε ἔνδοξε.

Χθὲς σὺ ένεκρώθης ὦ Χριστὲ, ὁ Ἀκάκιος κράζει ἀποτεμνόμενος· νῦν δὲ κἀγῶ διὰ σὲ. Αὐτός μὲν συνδόξασον Σωτὴρ, ἐν τῇ βασιλείᾳ σου.

Θεοτοκίον. Θεὸν ὃν ἐκύησας σαρκὶ, ἐκ νεκρῶν καθὼς εἶπεν ἐξεγειρόμενον, θεασαμένη ἁγνὴ, χόρευε καὶ τοῦτον ὡς Θεὸν, ἄχραντε μεγάλυνε.

Καταβασία. Δεῦτε πόμα πίωμεν...

Κοντάκιον τῆς ἑορτὴς. Εἶτα κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

ς ἥλιος ὑμῶν, ἡ σεβάσμιος μνήμη, ἀνέτειλεν ἡμῖν, Νεομάρτυρες θεῖοι, Τριάδος ἰσάριθμοι, τοὺς πιστοὺς καταυγάζουσα ἤν περ σήμερον, ἐπιτελοῦντες βοῶμεν, ἱκετεύσατε, ὑπὲρ ἡμῶν ἀθλοφόροι, τὸν μόνον φιλάνθρωπον.

Δόξα ἕτερον. Τὸν σοφίαν καὶ λόγον.

Τῶν βασάνων τὰ εἰδὴ τὰ χαλεπά, ὀσιὀαθλοι θεῖοι καρτερικώς, ὑμεῖς ὑπεμείνατε, γενναιόφρον Εὐθύμιε, καὶ Ἰγνάτιε θεῖε, τρισμάκαρ Ἀκάκιε· παρομοίοις τρόποις, λαμπρῶς ἐδοξάσθητε, θεραπεύειν τὰς νόσους μετὰ τέλος τὴν χάριν, ἐξ ὕψους ἐδέξασθε, τοῖς ἐν πίστει προστρέχουσι τῇ σορῷ τῶν λειψάνων ὑμῶν· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν. Ἀναστασιμοθεοτοκίον.

κ τῶν κόλπων κατῆλθε τῶν πατρικῶν, ὁ μηδέποτε τούτους ἀπολιπών, ἠνώθη παχύτητι, τῆς σαρκὸς ὁ ἀόρατος, καὶ σταυροῦ τὸ πάθος, ἑκὼν κατεδέξατο· τοὺς νεκροὺς ἀνέστησε, νεκρώσας τὸν θάνατον. Ὅθεν τὴν πηγὴν σε, τῶν τοσούτων θαυμάτων ὑμνοῦντες βοῶμεν σοι, Θεοτόκε πανύμνητε· χαῖρε κλῖμαξ οὐράνιε, καὶ γέφυρα παρθένε ἁγνή, πρὸς ζωὴν μετάγουσα τὸ ἀνθρώπινον· χαῖρε ᾅδου ἡ γύμνωσις Δέσποινα.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. πὶ τῆς θείας φυλακὴς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

πὶ τῆς θείας φυλακῆς, στάντες οἱ μάρτυρες Χριστοῦ, ἔχοντες αὐτὸν ἐν καρδίᾳ, μετὰ πόθου ἔκραζον, αὐτῷ οἱ παμμακάριστοι, σήμερον ἡμῖν σωτηρία Σῶτερ, εἴγε θανοῦμεν διὰ σὲ παντοδύναμε.

ἐνιαύσιος ἀμνὸς, ὁ ἐκ παρθένου προελθὼν, στέφανον ἡμῖν νῦν παράσχου, διὰ σὲ πρὸς θάνατον σήμερον ἐπισπεύδουσιν, ἔκραζον τῷ ὡραίῳ ἐκ τάφου, οἱ Νεομάρτυρες Χριστῷ, ἡλίῳ λάμψαντι.

θεοπάτωρ μὲν Δαυίδ, πρὸ τῆς σκιώδους κιβωτοῦ, ἥλατο σκιρτῶν· ἡμεῖς δὲ προσφορὰ δι’ αἵματος χαίροντες προσερχόμεθα, ὁρῶντές σε ἐκ τάφου ὡραῖον ἐξαναστάντα Χριστὲ, βοῶσιν οἱ Μάρτυρες.

Νάουσιν ἀθανασίας Νεομαρτύρων αἱ σοροὶ, ρεῖθρα πρὸς Χριστοῦ, καὶ θαυμάτων πελάγη τοῖς κάμνουσι. Ψαύσωμεν ὀστέων νεκρῶν ἐν πίστει, καὶ κατίδωμεν θαῦμα τὴν εὐωδίαν αὐτῶν, ὄντως οὐράνιον.

Θεοτοκίον. Ὁν ἀπεκὐησας Χριστὸν, ὡραιοτάτως ἐκ νεκρῶν, λάμψαντα ἁγνὴ καθορῶσα, ἡ καλὴ καὶ ἄμωμος, ἐν γυναιξὶν ὡραία τε, σήμερον εἰς βροτῶν σωτηρίαν, σὺν Ἀποστόλοις Αὐτὸν χαίρουσα δόξαζε.

Καταβασία. Ἐπὶ τῆς θείας φυλακὴς...

ᾨδὴ ε'.

Ὁ Εἱρμός. ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ρθρίζομεν ὑμῶν τῷ τεμένει, Χριστὸν ὑμνοῦντες, τὸν ἐκ τάφου λάμψαντα ζωοδότην, ὑμᾶς θαυμαστώσαντα, καὶ δόξῃ στεφανώσαντα, ὦ Νεομάρτυρες ἔνδοξοι.

Τὴν ἄμετρόν σου παῤῥησίαν, Νεομαρτύρων Τριὰς, δεδορκὸς ὁ τύραννος τῷ θανάτῳ, παρέδω, ἐλκόμενοι πρὸς ὃν, ἀγαλλομένῳ ποδὶ, πάσχα κροτοῦντες ἐδράμετε.

Προσέλθωμεν ἐν ταῖς βασάνοις, καὶ ἀντὶ μὐρου τὸ αἷμα προσοίσωμεν τῷ Δεσπότῃ, ἐν τοῖς ἄθλοις ἔλεγον, οἱ σοφοὶ Νεομάρτυρες, πάσχα κροτοῦντες σφαττόμενοι.

Θεοτοκίον. Οὐκ ἤνοιξας Παρθένου ἐν τῷ σαρκοῦσθαι, μνήματος οὐκ ἔλυσας τὰς σφραγῖδας, βασιλεῦ τῆς κτίσεως. Ὅθεν ἐξαναστάντα σε, θεασαμένη ἠγάλλετο.

Καταβασία. Ὀρθρίσωμεν ὄρθρου βαθέος...

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Κατῆλθες μαρτύρων τοῖς ἄθλοις τριὰς, καὶ συντρίψασα ἔχθροῦ τὰς παγῖδας, ἀνῆλθες εἰς οὐρανοὺς ἐν χαρᾷ, καὶ ὁ Κύριος, διαδήματι λαμπρῷ, ἐπέστεψέ σε τῆς νίκης.

Τῷ πόλῳ περιπολεύοντες ὑμεῖς, καὶ τῷ θρόνῳ τοῦ Χριστοῦ ἐστηκότες, πορφύραν ἡμφιεσμένοι λαμπρὰν, συνευφραίνεσθε, τῶν μαρτύρων τοῖς χοροῖς, καὶ ὁσίων τοῖς δήμοις.

Ποθοῦντες οἱ μάρτυρες φθάσαι Χριστὸν, ἐξελθόντες τοῖς ἄθλοις, μέχρι θανάτου ὄντως, κατηγωνίσαντο, καὶ διέῤῥηξαν, τὰς παγῖδας τοῦ ἐχθροῦ, ὡς ἱστὸν τῆς ἀράχνης.

Τελέσαντες δρόμον ἀθλήσεως λαμπρὸν, ἀνηνέχθητε ὄντως, εἰς μονὰς οὐρανίους, ὦ Νεομάρτυρες, καὶ εἰλήφατε τὸ διάδημα λαμπρὸν, ἐκ χειρὸς τοῦ Δεσπότου.

Φοινίκων τοῦς κλάδους βραβεία ἐν χερσὶ, καὶ σταυρὸν ὥσπερ σκῆπτρον, καὶ ῥοὴν τῶν αἱμάτων πορφύραν φέροντες, συμπαρίστασθε, βασιλεύοντες Χριστῷ, Νεομάρτυρες θεῖοι.

Φυλάξασι πίστιν Χριστοῦ, καὶ λαμπρὸν ἐκτελέσασι δρόμον, καὶ ἀγῶνα ὡραῖον ἀγωνισαμένοις, Νεομάρτυρες, ἠνεώχθησαν ὑμῖν, παραδείσου αἱ πύλαι.

Θεοτοκίον. Κατῆλθεν ἐν τοῖς κατωτάτοις τοῖς γῆς, ὁ λαγόσι σου ἁγνὴ, κατελθὼν, καὶ οἰκήσας, καὶ σαρκωθεὶς ὑπὲρ νοῦν, καὶ συνήγειρεν, ἑαυτῷ τὸν Ἀδὰμ ἀναστὰς ἐκ τοῦ τάφου.

Καταβασία. Κατῆλθες ἐν τοῖς κατωτάτοις...

Κοντάκιον. [Ἦχος δ'.] πεφάνης σήμερον.

πεφάνη σήμερον τῇ Ἐκκλησίᾳ, ἡ καινὴ πανήγυρις, τῶν ἀθλοφόρων τῶν τριῶν, δίκην φωστήρων αὐγάζουσα, τῶν ὀρθοδόξων Χριστὲ τὰ πληρώματα.

Ὁ Οἶκος.

Οἱ ἐν Ἄθῳ ἀσκοῦντες δεῦτε πάντες συνδράμωμεν καὶ ἐν τῇ τοῦ Προδρόμου ἱερᾷ Σκήτῃ συνελθόντες κατίδωμεν θαύματα ξένα θείᾳ δυνάμει τερατουργούμενα. Εὐρήσομεν ἐκεῖ τρεῖς νέους ὁσιομάρτυρας, Εὐθύμιον, Ἰγνάτιον, καὶ Ἀκάκιον, οἵτινες, εἰ καὶ πρὸς ὥραν τῇ βίᾳ καθυπαχθέντες ἠρνήσαντο φεῦ! τὸν πάντων σωτήρα Χριστὸν, ἀλλ’ ὕστερον ἀσκητικοῖς ἑαυτοὺς ἐκδόντες καμάτοις, τὴν Κωνσταντίνου μετά βαΐων καί κλάδων στεφηφόροι καταλαβόντες, ὡς οἱ πάλαι ἀβραμιαῖοι τρεῖς παῖδες, κατὰ τῆς πλάνης ἠνδραγάθησαν· τὸν γὰρ τῆς Ἄγαρ ἀπάτης ψευδοπροφήτην ὡς ἀντίχριστον καταισχύναντες, τὴν ὀρθόδοξον πίστιν τῷ ἱδίῳ αἵματι αὐτῶν ἐστήριξαν καὶ ἐβεβαίωσαν, τὸν σωτῆρα Χριστὸν, Θεὸν καὶ ἄνθρωπον διατρανώσαντες. Ἔνθεντοι καὶ μακρὰ πελάγη διαπεράσαντες ἀδιάφθοροι, τόνδε τὸν ἱερὸν ναὸν ἐκληρώσαντο, τοῖς ἱδίοις τάφοις, καὶ τῇ σορῷ τῶν λειψάνων αὐτῶν. Καὶ νῦν ἰάσεις βραβεύοντες τοῖς ἐν πίστει προστρέχουσι, καταυγάζουσι τῶν ὀρθοδόξων τὰ συστήματα.

Συναξάριον.
Μὴν Μάϊος, ἔχων ἡμέρας λα'. κλπ.
Εἰς τὴν α'. Μνήμη τοῦ ἁγίου προφήτου Ἱερεμίου.

Στίχ. Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου,

          Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν.

          Πρώτῃ ἐν Μαΐου λίθοις κτάνον Ἱερεμίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἐνδόξων τριῶν ὁσιομαρτύρων Εὐθυμίου, Ἰγνατίου καὶ Ἀκακίου τῶν νέων.

Στίχ. Εὐθύμιέ μοι, χαῖρε, χαῖρε, πολλάκις·

          Σφαγεὶς γὰρ εὗρες τὴν ἄνω χαρὰν πρόφρων.

          Τὸν Ἰγνάτιον ἄλλον ὡς ἄστρον βλέπω.

          κ γῆς φαεινὸν, εὶς πόλον δι’ ἀγχόνης·

          ρνὸς δίκην σφάττουσι, φεῦ! διὰ ξίφους.

          Τὸν κλεινὸν Ἀκάκιον, ἄνδρες αἰμάτων·

          Τῇ πρώτῃ ὁσιάθλους τρεῖς ἀγλαοὺς ἅμα μέλπω.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γενναίως τὸν καλὸν διανύσαντες, ἀγῶνα Νεομάρτυρες, σώματος ὑμεῖς, τὴν τελευτὴν ἀλογήσαντες, νῦν παρίστασθε, χαίροντες ζώντι Χριστῷ, τοῦ πάσχα τοῦ μυστικοῦ, ἐν οὐρανοῖς ἀεὶ γευόμενοι.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Χριστοῦ τὴν ἀνάστασιν, ἄθλησιν σεπτὴν, Νεομαρτύρων τῶν σοφῶν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ς ὄντως ἱερὰ καὶ πολύφωτος, αὕτη ἡ ὑπέρλαμπρος, μνήμη τῶν τριῶν Νεομαρτὺρων σου Χριστὲ, καὶ θεία πέφυκε, πάντας εὐφραίνουσα, πιστοὺς ὑμνοῦντάς σε νῦν, τὸν τῶν πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

σμάτων ἱερῶν ἀναλάβωμεν, σάλπιγγα θεόφρονες, καὶ τὴν ἱερὰν, Νεομαρτύρων κροτοῦντες μνήμην εἴπωμεν· χαίρετε ἔσοπτρα νῦν, Τριάδος τὰ μυστικὰ καὶ ἡμῶν τῶν πιστῶν τὰ ἐντρυφήματα.

Θεοτοκίον. Ὁ πάσης βασιλεύων τῆς κτίσεως, γενόμενος ἄνθρωπος, ᾤκησε τὴν σὴν Θεοχαρίτωτε νηδὺν, καὶ σταυρὸν ὑπομείναις καὶ θάνατον, ἀνέστη θεοπρεπῶς, συνεγείρας ἡμᾶς ὡς παντοδύναμος.

Καταβασία. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος...

ᾨδὴ η'.

Ὁ Εἱρμός. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, καθ’ ἣν ὑμῶν κροτοῦμεν, τοῦ μαρτυρίου τοὺς ἄθλους. Ἑορτῶν ἑορτὴν ἐγκαινίαζοντες ὑμῶν Νεομάρτυρες, ὑμνοῦμεν Χριστόν, Θεὸν εἰς τοῦς αἰῶνας.

Δεῦτε τὴν καινὴν τῶν μαρτύρων πανήγυριν, καιναῖς ὑμνολογίαις, πανηγυρίσωμεν σήμερον φιλέορτοι· ἐγκαινίζοντες Χριστοῦ τὴν ἀνάστασιν, ὑμνοῦμεν αὐτὸν, ὡς Θεὸν εἰς τοῦς αἰῶνας.

Φέρων ἐν χερςὶ τὸν σταυρὸν καὶ βαΐα, Εὐθύμιε τῷ ξίφει, τὴν κεφαλὴν ἀπτοήτως, ὑποκλίνας σοφὲ, βασιλείας τοῦ Χριστοῦ ἐκοινώνησας, κραυγάζων αὐτῷ, ὠσαννὰ εἰς τοῦς αἰῶνας.

ρον κύκλῳ τοὺς όφθαλμούς σου τριὰς μαρτύρων καὶ ἴδε συνηγμένους τοὺς ἐκ ψυχῆς σε ποθοῦντας, καὶ ὡς φίλους ἡμᾶς ἀδελφούς τε καὶ οἰκέτας διάσωζε, ἀνυμνολογοῦντας, ὑμῶν τὴν θείαν μνήμην.

Θεοτοκίον. Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ ἀναστάσει, ὡς Θεὸς κραταιὸς, συνανύψωσεν ἡμᾶς καὶ ἐθέωσε. Διὸ ἀνυμνοῦμεν, αὐτὸν εἰς τοῦς αἰῶνας.

Καταβασία. Αὕτη ἡ κλητὴ...

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Σήμερον τῇ ἐγέρσει, Χριστοῦ τοῦ ζωοδότου ὡς ἥλιος ἐκλάμπει ἡ μνήμη τῶν μαρτύρων.

Φαιδρύνου ἡ σκήτη, ἡ τοῦ Σωτῆρος βαπτιστοῦ, τῶν σῶν τέκνων ἡ δόξα, σοὶ γὰρ ἀνατέταλκε· χόρευε φίλη, παιάνιζε σὺ, ὅτι σοροὺς τρεῖς Νεομαρτύρων, πηγὴν θαυμάτων ἐπλούτησας.

Μεγάλυνον ψυχὴ μου, τοὺς τρεῖς ἀθλοφόρους, Χριστοῦ τοῦ ζωοδότου.

θείας ὤ φίλης, ὤ γλυκυτάτης τελευτῆς, ἣν ὑπέστητε ὅντως, τῷ Χριστῷ μακάριοι, ὦ νεομάρτυρες ἔνδοξοι τρεῖς· οὓς οἱ πιστοὶ ἔχοντες προστάτα, οὐκ αἰσχυνθησόμεθα.

Μεγάλυνον ψυχὴ μου, Εὐθύμιον τὸν μέγαν, σὺν ἅμα Ἰγνατίῳ, και θείῳ Ἀκακίῳ.

θείας, ὢ φίλης, ὤ υποσχέσεων τερπνῆς, μεθ’ ἡμῶν ἔτι ζῶντες, εἶναι ὑπεσχέθητε, φύλακες θεῖοι τοῦ βίου ἡμῶν, οὓς οἱ πιστοὶ πρέσβεις τῷ Κυρίῳ, προβάλλοντες ἀγαλλόμεθα.

Σήμερον τῇ ἐγέρσει, Χριστοῦ τοῦ ζωοδότου, ἡ μνήμη συναστράπτει, τριῶν Νεομαρτύρων.

μάρτυρες θείοι, ὦ στρατιώται τοῦ Χριστοῦ, ὦ τερπνὰ καὶ ὡραῖα, τῆς Τριάδος σφάγια, πόθῳ ὑμῖν, ἀναθέμενος νῦν τὴν ᾠδὴν, ὅλος ἐξαιτοῦμαι, τὴν μεθ’ ὑμῶν συγκατοίκησιν.

Χαῖρε Παρθένε χαῖρε, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτὸς, ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον καὶ τοὺς πιστοὺς, πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Καταβασία. Φωτίζου, φωτίζου...

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

γάλλου τὸ πανάγιον, Ὅρος τοῦ Ἄθω σήμερον· τοῦ Βαπτιστοῦ γὰρ ἡ σκήτη κροτεῖ πανήγυριν θείαν, μάρτυρας νέους ἔχουσα τοὺς ἰδίους ὁσίους σου· δῴη σοι οὖν ἡ πάναγνος, καρποὺς τοιούτους προσφέρειν τῇ παναγία Τριάδι.

Καὶ τῆς ἑορτῆς.

Εἰς τοὺς Αἰνούς, Πᾶσα πνοή. Ἱστῶμεν στίχους η'. Ἀναστάσιμα δίς· καὶ τῶν Ἁγίων ς'. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῶν ὀρθοδόξων τὰ πλήθη δεῦτε συνδράμετε· ἰδοὺ γὰρ νῦν ἐπέστη, ἑορτὴ λαμπροτάτη τριῶν Νεομαρτύρων, οἳ τὸν Χριστὸν, ἀναστάντα τοῦ μνήματος, ἀνακηρύξαντες, πλάνην τῶν δυσσεβῶν, κατὰ κράτος ἐξευφάλισαν.

Οἱ τὴν καινὴν συγκροτοῦντες ταὐτην πανήγυριν, Εὐθύμιος ὁ θεῖος, καὶ Ἰγνάτιός εἰσι, σὺν ἅμα Ἀκακίῳ, οἳ ὥς τριὰς, τῇ Τριάδι παρίστανται, μετὰ μαρτύρων ὁσίων ἀγγελικῶς, μελῳδοῦντες τὸ τρισάγιον.

Περιφλεγόμενοι ὄντως ὑμῶν τῷ ἔρωτι, τριὰς νεομαερτύρων, ὦ Εὐθύμιε θεῖε, Ἰγνάτιε στεῤῥόφρον καὶ κλεινὲ, τοῦ Χριστοῦ μου Ἀκάκιε, ἱδοῦ συνήλθομεν πάντες μνήμην ὑμῶν, ἐκτελέσαι διὰ πίστεως.

Ἕτερα προσόμοια. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Αἶνον τῷ Θεῷ χαρμονιῶς, πᾶσαι μοναστῶν αἱ χορεῖαι, νῦν ἀναμέλψωμεν, ἐν τῇ μνήμῃ σήμερων τῶν ἀθλοφόρων Χριστοῦ, Εὐθυμίου τοῦ μάκαρος, σοφοῦ Ἰγνατίου, ἅμα Ἀκακίου τε, ἐνηθληκότων στεῤῥῶς. Ὅθεν τοὺς στεφάνους καὶ γέρα ἔλαβον ἀξιως τῆς νίκης, καὶ ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσιν.

σιοι καὶ μάρτυρες Χριστοῦ, θαύμασιν αὐγάζετε κόσμῳ ἐξ ἀκενώτου πηγῆς, θήκης τῶν σεπτῶν ὑμῶν λειψάνων ἔνδοξοι. Διὸ σήμερον ἄπαντες, τῷ θείῳ τεμένει, πόθω ἀθροιζόμενοι πανηγυρίζομεν, μήμην τὴν ὑμῶν δυσωποῦντες, μείαν πρὸς Θεὸν τοῦ ποιῆσαι, ὑπὲρ τῶν ὑμᾶς τιμώντων ἔνδοξοι.

στητε πρὸ βήματος στεῤῥῶς, καὶ δικαστηρίων ἀνόμων ὁσιομάρτυρες, τὸν Χριστὸν κηρύττοντες Θεὸν καῖ ἄνθρωπον, καὶ τὴν πλάνην ἐλέγχοντες, Εὐθύμιε μάκαρ, θεῖέ τε Ἰγνάτιε, στεῤῥὲ Ἀκάκιε. Ὅθεν ἀφορήτους βασάνους, φέροντες καὶ μόνον στεφάνους, πρὸς Χριστοῦ ἀξίως ἀπειλήφατε.

Δόξα. Ἦχος πλ. α'.

δοὺ δὴ τὶ καλόν, ἢ τί τερπνὸν ψἀλλει ὁ Δαβίδ, ἀλλ’ ἢ τὸ κατοικεῖν τοὺς ἀδελφοὺς ἅμα· ἰδοὺ γὰρ οἱ ἐκ διαφόρων μερῶν ὁρμηθέντες καὶ εἰς τόνδε τὸν χῶρον τοὺς ἀσκητικοὺς ἀνύσαντες ἀγῶνας, καὶ τὴν Κωνσταντίνου ἀγιάσαντες, τῇ ἐκχύσει τοῦ σεπτοῦ αὐτῶν αἵματος, καὶ ὡς θεῖοι νεκροὶ μακρὰ πελάγη ἀδιάφθοροι περάσαντες, Τριάδος ἰσάριθμοι νεομάρτυρες, Εὺθύμιος, Ἰγνάτιος καὶ Ἀκάκιος, τόνδε τὸν ὡραῖον ναὸν κληρωσάμενοι, ἅμα οἱκοῦσιν ὡς ἀδελφοὶ ἐν πνεύματι, καλοί τε καὶ τερπνοὶ χρηματίζοντες, καὶ τῇ θήκῃ τῶν ἱερῶν λειψάνων, καὶ τῇ κόνει τῶν τάφων αὐτῶν, ἡμας ἁγιάζοντες, πρεσοεύουσιν ἀπαύστως ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν. Ἀναστάσεως ἡμέρα...
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.

Τυπικά, καὶ ἐκ τῶν κανόνων τῶν Ἁγίων ᾠδὴ γ'. καὶ ς'. Ὁ Ἀπόστολος, Πράξεις τῶν Ἀποστόλων. Κατ’ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας... Σημείωσαι ὅτι παρ’ ὅλην τὴν Ν'. Πράξεις ἀναγινώσκονται, καὶ οὐχὶ Ἐπιστολαί. Εὐαγγέλιον ὡσαύτως τοῦ ἁγίου Γεωργίου. Κοινωνικὸν: Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι. [λληλούϊα]

Источникъ: Ακολουθίαι και μαρτύρια των αγίων ενδόξων τεσσάρων νέων οσιομαρτύρων Ευθυμίου, Ιγνατίου, Ακακίου και Ονουφρίου, των εν τοις εσχάτοις καιροίς υπέρ Χριστού αθλησάντων, συγγραφέντα υπό Ονουφρίου του Ιβηρίτου. Τούτοις προστίθενται και οι Βίοι και αι Ακολουθίαι των νεομαρτύρων Γεωργίου του Χιοπολίτου και Θεοδώρου του Βυζαντίου. Εκδίδονται δε υπό Ακακίου, μοναχού προδρομίτου. — Εν Αθήναις: Εκ του τυπογραφείου «Η φιλόμουσος Λέσχη», 1862. — Σελ. 3-28.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0