Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - среда, 24 мая 2017 г. Сейчасъ на порталѣ посѣтителей - 16.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΙΟΥΛΙῼ ΙΑ'.
Ἀκολουθία τῆς Ἁγίας ἐνδόξου Βασιλίσσης καὶ Ἰσαποστόλου Ὄλγας, τῆς εἰσαγαγούσης τὸν Χριστιανισμὸν ἐν Ῥωσσίᾳ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν ὡς συνήθως τὴν α'. στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν τὰ ἑπόμενα. Στιχηρὰ προσόμοια. Τῆς Ἁγίας. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Σκεῦος ἱερωτατον, καὶ καθαρὸν ἐξελέξατο, ὁ Δεσπότης τῆς κτίσεως, σὲ τὴν ὑπερθαύμαστον, ὅπως σαγηνεύσῃ, καὶ καθοδήγησῃ, εἰς τὴν θρησκείαν τοῦ φωτός, τὴν Ῥώσσων χώραν τὴν πανευδαίμονα. Διό σε μακαρίζομεν, περιχαρῶς ἀνακράζοντες· ὑπὲρ πάντων ἱκέτευε, τῶν τιμώντων σε πάνσεμνε.

Πόθῳ καὶ ἀγάπῃ τε, τῇ τοῦ Χριστοῦ παναοίδιμε, ἑλκυσθεῖσα πανεύφημε, ἐγκαίρως ἐννοήσας, ἅπασαν τὴν πλάνην, τῶν εἰδώλων Ὄλγα· διὸ ἀπῆλθες ἐν σπουδῇ, εἰς Νέαν Ῥώμην ᾀειμακάριστε· ἐκεῖ δὲ τοῦ Βαπτίσματος, ἀξιωθεῖσα ἐπέστρεψας, εἰς Ῥωσσίαν κηρύττουσα, τὸν Χριστὸν ὡς σωτῆρα σου.

[Εἰ βούλει, εἰπὲ καὶ γ'. τῆς Ἁγίας Εὐφημίας ἐκ τοῦ Μηναίου· ἄλλως ἐπανάλαβε τὰ ἀνωτέρω.]
Δόξα. Ἦχος πλ. δ'.

τε πανεύφημε Ἄνασσα, τὸ ἀγγελικὸν ἐν εἰρήνῃ παρέδιδες πνεῦμά σου, τότε ἐν Ῥωσσίᾳ κατέλιπες ἀντάξιον ἔγγονον. Τὸ μὲν γὰρ παρελάμβανεν ὁ τῶν Ἀνάκτων Παντάναξ, ὁ δὲ παρεσκευάζετο πρὸς συμπλήρωσιν τοῦ ἔργου σου· ἐκεῖνο κατετάσσετο ἐν τῇ χορείᾳ τῶν δικαίων, οὗτος ἐκκλησίας τοῦ Σωτῆρος ᾠκοδόμει. Ἐκεῖνο ἀπελάμβανε τὸν στέφανον τῆς δόξης, καὶ οὖτος τὴν σημαίαν τοῦ Εὐαγγελίου ἀνεπετάννυε. Μεγάλη Ὄλγα ἡ δόξα σου! Θαυμαστὴ ἡ τοῦ ἐγγόνου σου, μεθ’ οὗ ἱκετεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτὸς.

Βασιλεὺς τῶν Οὐρανῶν διὰ φιλανθρωπίαν ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱὸς διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεὸν καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Τὸ Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας ἐκ γ'. καὶ τὰ Ἀναγνώσματα.

Βασιλειῶν α'. τὸ Ἀνάγνωσμα. [Κεφ. ις'. 1-14.]

Εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα. Καὶ ἦλθεν Σαμουὴλ εἰς Βηθλεέμ. Καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. Καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς, καὶ ἴδε τὸν Ἐλιὰβ καὶ εἶπεν· ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὸ πρόσωπον αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός· ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, Θεὸς δὲ ὄψεται εἰς καρδίαν... Καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ. Καὶ εἶπε Σαμουήλ πρὸς Ἰεσσαὶ· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς, ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαὶ· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτὸν ἐνταῦθα. Καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν. Καὶ αὐτὸς πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα χρίσον τὸν Δαβίδ, ὅτι οὗτος ἐστιν ἀγαθός. Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. Καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαβὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. [Κεφ. ιδ'.]

Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον· ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως· χείλη δὲ σοφῶν φυλάξει αὐτούς. Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται· σκηναὶ δὲ κατορθούντων στήσονται. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας· ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Φίλοι μισήσουσι φίλους πτωχούς· φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητα, ἁμαρτάνει· ἐλεῶν δὲ πτωχοὺς, μακάροις ἔσται. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Πραύθυμος ἀνὴρ καρδίας ἰατρός· σὴς δὲ ὀστέων καρδία αἰσθητική. Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν, ἐλεᾷ πτωχόν. Δικαιοσύνη ὑψοῖ ἔθνος· ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15-23. ς'. 1-3.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκοῦσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α'.

Προσαγαγοῦσα ὥσπερ προῖκα πολύτιμον, τῷ Νυμφίῳ σου Χριστῷ, χώραν τὴν ἀτέρμονα, μόνη εὐλογημένη ἐν γυναιξὶ τῶν Ῥώσσων ὤφθης. Καταλιποῦσα γὰρ τὸ σκότος καὶ τὸ φῶς ἀγαπήσασα, τό τε ἔθνος σου ἔσωσας, καὶ θρίαμβον τῆς ἀληθοῦς θρησκείας μέγαν παρεσκεύασας. Διὸ σαῖς λιταῖς Ὄλγα ἀοίδιμε, σῷζε ἡμᾶς ἐκ λοιμοῦ καὶ λιμοῦ, καὶ τοῦ ἐπαράτου αἰφνιδίου θανάτου.

Ὁ αὐτός.

Σήμερον ὡς ἀληθῶς, τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ ὁ τῶν ἁπάντων Ἄναξ, ἐκ τοῦ ἐκλεκτοὺ λαοῦ αὐτοῦ, ὕψωσεν ἐμφανῶς, ὡς σελήνην σωτηρίας, τὴν μακαρίαν ἄνασσαν Ὄλγαν· ἧς ταῖς πρεσβείαις, πάντας ἡμᾶς, ἐξ ὀργῆς δικαίας σου, Δέσποτα, διαφύλαττε, τοὺς ὑμνοῦντας αὐτῆς τὴν ἔνδοξον κοίμησιν.

Ἦχος δ'.

Πρῶτος μὲν μέδων εὐσεβής, ὁ μακάριος ἐν Βασιλεῦσιν ὤφθη Κωνσταντῖνος· πρώτη δὲ σύ, ἐκ τῆς τῶν εὐσεβῶν Ῥώσσων χώρας, ἐν τῇ τῶν ἁγίων χορεία χοροστατεῖς. Μὴ οὖν ἐλλείπῃς τὸν νυμφίον σου Χριστόν, Μῆτερ Ὄλγα δυσωποῦσα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

λαμπρὰ καὶ θεία ὄντως πολιτεία σου, οὐ μόνον βροτούς, ἀλλὰ καὶ ἀσωμάτους Ὄλγα κατέπληξεν. Οἱ μὲν γὰρ καθορῶντες τὸν Δεσπότην, τὴν καθαράν σου ψυχήν, ταῖς τάξεσιν αὐτῶν συναριθμοῦντα, θαυμασίως ἠγάλλοντο. Οἱ δὲ πιστοί, τῶν ὑπὲρ τῆς ἀληθείας ἀτρύτων κόπων σου σήμερον μνημονεύοντες, σὲ ἱκετεύομεν ἔνδοξε, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α'.

Κροτήσωμεν φιλέορτοι τὰς χεῖρας, τιμήσωμεν συμφώνως καὶ ὑμνήσωμεν ἐν ᾄσμασι, τήν ἐτήσιον πανήγυριν τῆς πανυπερσεβάστου Μητρός· βασιλεῖς καὶ ἄρχοντες θαυμαζέτωσαν, καὶ τὴν Βασιλίδα εὐφημείσθωσαν ἐν ὕμνοις, Βασιλέα κηρύξασαν τοῖς ἐν σκότει καθημένοις πρὶν, τὸν Χριστὸν τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα. Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος χαριτώνυμον Νύμφην, ἐν τυμπάνοις ἀλλαλάξωμεν· τῶν θαυμάτων τὴν πηγήν· τῆς εὐσεβείας τὸν στῦλον· τὴν προστασίαν τῶν αἰχμαλώτων· τὴν θεραπείαν τῶν ἀσθενῶν· τὸν τῆς Ῥωσσίας πυρίμορφον ἥλιον· τῆς ἐκκλησίας τὸ σεμνὸν κόσμημα· τὴν παραμυθίαν τῶν ἁμαρτανόντων, τὴν ὑπὲρ πάντων τῶν Ὀρθοδόξων πρεσβεύουσαν, ἀοίδιμον Ὄλγαν ἐγκωμιαζοντες, οὕτω βοήσωμεν· Αὐγούστα πανένδοξε, σαῖς λιταῖς διαφύλαττε ἡμᾶς, ἐκ κινδύνων καὶ θλίψεων, τοὺς πόθῳ σε Μῆτερ πανηγυρίζοντας.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτὸς.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, ἐν τῇ σῇ μνήμῃ ὦ Βασίλισσα σήμερον, καὶ χαίρουσα νῦν κραυγάζει, σὺν τοῖς ἀγγέλοις τρανῶς· χαίροις Ὄλγα Μῆτερ παναοίδιμε· Ῥωσσίας τὸ καύχημα, Ὀρθοδόξων ἀγλάϊσμα· τῆς εὐσεβείας, ὁ ἀστὴρ ὁ λαμπρότατος, ἡ βοήθεια, τῶν πιστῶν τῶν τιμώντων σου, μνήμην τὴν ἀξιάγαστον, θερμῶς καὶ βοώντων σοι· πρέσβευε πάντοτε Μῆτερ, καὶ τὸν Χριστὸν καθικέτευε, ἡμῖν καταπέμψαι, τὰ πολλὰ αὐτοῦ ἐλέη, καὶ τὰ χαρίσματα.

Στίχ. Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

ντως σὺ ἀνεδείχθης ναὸς, τοῦ Παναγίου νοητῶς Ὄλγα Πνευματος· ἐγκαίρως γὰρ τοῦ Προφήτου, τὴν θείαν ῥῆσιν σαφῶς, ὡς σοφὴ Αὐγούστα ἐννοήσασα, τὴν πλάνην κατέλιπες, τῶν εἰδώλων πανένδοξε. Ὅθεν ἀπῆλθες, παραυτίκα ᾀείμνηστε, εἰς τὴν ἔνδοξον, Κωνσταντίνου Ἀκρόπολιν, φώτισμα τὸ σωτήριον, ζητοῦσα πανεύφημε, ὅ εὐχαρίστως λαβοῦσα, ἐδοξολόγεις τὸν Κύριον· αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Δεῦτε τῶν φιλεόρτων πληθύς, εὔσημον μνήμην ἐκτελέσωμεν σήμερον, Ἀνάσσης τῆς μακαρίας, καὶ ἀοιδίμου Μητρός, Ὄλγας πάντες ταύτῃ ἀνακράζοντες· ἱκέτευε πάντοτε, ὦ Αὐγοῦστᾳ τὸν Κύριον, ὑπὲρ σῆς χώρας, καὶ ἡμῶν τῶν τιμώντων σου, τὴν πανίερον, καὶ τιμίαν πανήγυριν· πέφυκας γὰρ πανσέβαστε, Ῥωσσίας ἀγλάϊσμα, Ὀρθοδοξίας ἡ στήλη, ταλαιπωρούντων ἀνάψυξις, παράκλησις ὄντως, τῶν πενήτων καὶ προστάτις, παντὸς τοῦ ἔθνους σου.

Δόξα. Ἦχος πλ. β'.

τῶν Βασιλευόντων Βασιλεύς, καὶ τῶν Ἀνάκτων Παντάναξ, καθάπερ πάλαι ἐζώγρησε Ἑλένης τὸν γόνον, τὸ φῶς διὰ τούτου δωρησάμενος τῷ κόσμῳ, οὕτω καὶ νῦν τὴν ἀοίδιμον Ἄνασσαν, ἐν τοῖς Ῥώσσοις ἐγείρει. Ταύτης οὖν καὶ ἡμεῖς σήμερον τὴν μνήμην ἑορταζοντες, καὶ τὰς πολυτίμους αὐτῆς ἱκεσίας ἐκζητοῦντες, ἐν πίστει βοήσωμεν πρὸς αὐτήν, ὦ φιλέορτοι· πρέσβευε τῷ Κυρίῳ, πανεύφημε Ὄλγα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινὴ, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῆς Θεοστέπτου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὰ Νῦν ἀπολύεις. Τὸ Τρισάγιον κ.τ.λ. Ἀπολυτίκιον. Ἦχος γ'.

γία Ἰσαπόστολε, Νύμφη τοῦ Χρίστοῦ, Βασίλισσα Ὄλγα, ἡ Ἔθνος τὸ σὸν, γάλα τὸ λογικὸν καὶ ἄδολον Χριστοῦ ποτίσασα· πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

[Εἰ βούλει, λεγε Δόξα, τὸ τῆς Ἁγίας Εὐφημίας· ἄλλως, τὸ ἀνωτέρω.]
Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτὸς.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς ἐκ φθορᾶς ὡς φιλάνθρωπος.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν ἑξαψαλμον, εἰς τὸ Θεὸς Κύριος τὰ Ἀπολυτίκια ὡς ἄνω.

Μετὰ δὲ τὴν α'. Στιχολογίαν τὰ ἑπόμενα τῆς Ἁγίας Καθίσματα. Ἦχος α'. Τὸν τάφον Σου, Σωτήρ.

πέστη τὸ σεπτὸν, τῆς Μητρὸς ἡμῶν Ὄλγας, μνημόσυνον πιστοὶ, ἀπαστράπτον ὡς ἄλλος, τοῖς πέρασιν ἥλιος, φωτεινὸς καὶ λαμπρότατος. Ὅθεν σήμερον, δόξαν προσοίσωμεν πάντες, τῷ δοξάζοντι, ἐπὶ τῆς γῆς τοὺς Ἁγίους, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ δὲ τὴν β'. Στιχολογίαν, τὸ Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.

Τὴν ὑπερένδοξον Ἄνασσαν ἅπαντες, Ὄλγαν ἐν ᾄσμασιν ἀνευφημήσωμεν· καὶ μετὰ δέους πρὸς αὐτὴν, προστρέξωμεν ἐκβοῶντες· χαῖρε ἡ ὑπέρμαχος, τῶν πιστῶν καὶ τὸ στήριγμα, χαῖρε Ὀρθοδόξων τε, κλέος ὄντως καὶ σέμνωμα, χαῖρε χαριτώνυμε Μῆτερ, χαῖρε χαρμονὴ τῆς Ῥωσσίας.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τὴν ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον· τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι! Διὸ ὡς προσετάγην βοῷ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ δὲ τὸν Πολυέλεον, τὸ ἑπόμενον. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

κουσίᾳ σου βουλῇ, βάπτισμα ἔλαβες σοφή, κατελθοῦσα ἐν σπουδῇ, εἰς τὸ Βυζάντιον ἁγνή, ἔνθα Πολύευκτος ἐβάπτισέ σε τότε· ὃς καὶ φωτισθεὶς, ἀνεβόησε· σὺ ἐν γυναιξίν, ἀπαράμιλλος, ὡς ἐκλιποῦσα τὸ σκότος καὶ τὴν πλάνην, τὸν δὲ Χριστὸν ἐκζητήσασα· Εὐλογημένη, ὅθεν ὑπάρχεις, μακαρία Βασίλισσα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν· πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχήν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὁ τρέφων πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

Εἶτα οἱ ἀναβαθμοί, τὸ α'. ἀντίφωνον τοῦ δ'. ἤχου. Προκείμενον. Ἦχος δ'. Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ Ἁγίῳ μου ἔχρισα αὐτόν. Στίχ. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. ια'. 29-33.] Εἶτα ὁ Ν'. ψαλμὸς. Δόξα. Ταῖς τῆς Θεοστέπτου πρεσβείαις κ.τ.λ. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου. Εἶτα· Ἐλεήμων, ἐλέησόν με...

Ἦχος πλ. β'.

Βασιλικὴ πανήγυρις, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐπελαμψε σήμερον, ἡ ἔνδοξος μνήμη, Ὄλγας τῆς Βασιλίδος. Δεῦτε οὖν χαριστήριον ᾠδὴν ταύτῃ προσείσωμεν, καὶ εὐλαβῶς πρὸς αὐτὴν ἐκβοήσωμεν λεγοντες· Μὴ ἐλλείπῃς πρεσβεύειν, Θεόστεπτε Ἄνασσα, ὅπως εὕρωμεν ἱλασμὸν τῶν ἡμετέρων ἀνομημάτων, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, πλὴν τῶν Θεοτοκίων. Ἦχος πλ. δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

νάσσης τὴν θείας τὴν ἑορτήν, σήμερον ἐν ὕμνοις, ἐκτελέσωμεν οἱ πιστοί, πρὸς ταύτην ἐν πόθῳ ἐκβοῶντες· ὑπὲρ ἡμῶν τῷ Χριστῷ, Ὄλγα πρέσβευε.

Βασίλισσα Ὄλγα οἱ εὐσεβεῖς, πάντες ἐκζητοῦμεν, τὴν σὴν σκέπην διηνεκῶς· ἐν πίστει βοῶντες χαῖρε Μῆτερ, τὸ τῆς Ῥωσσίας σεμνὸν ἐγκαλλώπισμα.

Γεραίρειν Αὐγούστα ὁ δυστυχὴς, τὰ σὰ μεγαλεῖα, καὶ τὰς πράξεις ἰλιγγιῶ· ἀλλ’ ὅμως ταῖς θείαις σου πρεσβείαις, ἐνίσχυσόν με πανεύφημε δέομαι.

Θεοτοκίον. Ναὸς ἀνεδείχθης ἐπὶ τῆς γῆς, Θεοτόκε ὄντως, καὶ παλάτιον εὐαγὲς, τοῦ Λόγου· διό σε ἱκετεύω, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Δέομαί σου Αὐγούστα, πανευκλεὴς Ἄνασσα, ὅπως μὴ ἐλλείπῃς πρεσβεύειν, ὑπὲρ τοῦ δούλου σου, ὃς εὐλαβείᾳ πολλῇ, τόδε τὸ πόνημα γράφει, πρὸς τιμὴν τῆς μνήμης σου, Ὄλγα ᾀείμνηστε.

Εὐσεβείας ἡ στήλη, περιστερὰ πάνσεμνος, καὶ τῶν Ὀρθοδόξων ἁπάντων, ὤφθης τὸ καύχημα. Ὅθεν τιμῶμεν λαμπρῶς, τὴν πανσεβάσμιον μνήμην, καὶ τὰ κατορθώματα, τὰ σὰ πανένδοξε.

Ζωφεγγὴς ἡ σὴ μνήμη, ὡς φωταυγὴς ἥλιος, ἐν τῇ Ἐκκλησίᾳ Αὐγούστα, ἐπέστη σήμερον· καὶ τῶν πιστῶν τὰς ψυχὰς, καθαγιάζει· διό σε, Μῆτερ ἀνυμνοῦμέν σε, σεπτὴ Βασίλισσα.

Θεοτοκίον. Ἱκετεύω σε Κόρη, τὸν τῆς ψυχῆς τάραχον, καὶ τὴν ἀῤῥωστίαν μου πᾶσαν, Μῆτερ κατεύνασον· ὅπως τιμῶ σε θερμῶς, ὑμνολογῶ τε δικαίως, καὶ τὸ χαῖρε κράζω σοι, ὡς ὁ Ἀρχάγγελος.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

Μετὰ δὲ τὴν Ἐκφώνησιν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τὸν Ναόν σου ἔνδοξε περικυκλοῦντες, καὶ τὰ σὰ θαυμάσια ὑμνολογοῦντες ἐν αὐτῷ· ἐν κατανύξει βοῶμέν σοι· Ὄλγα βοήθει, τοὺς σὲ ἑορτάζοντας.

Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.

ς πύργον ἀπόρθητον, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ στῦλον ἀκλόνητον, τῆς εὐσεβείας τρανῶς, τιμῶμέν σε πάνσεμνε· λύσασα γὰρ τὴν πλάνην, τῶν εἰδώλων Αὐγούστα, δεύτερος Κωνσταντῖνος, ἐν Ῥωσσίᾳ ἐδείχθης, Χριστὸν ἐν παῤῥησίᾳ πολλῇ, Ὄλγα κηρύξασα.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Παρθένε πανάμωμε, μὴ διαλείπῃς ἁγνή, πρεσβεύειν ἑκάστοτε, ὑπὲρ ἡμῶν τῶν πιστῶς, ᾀεὶ εὐφημοῦντων σε· ἄλλην γὰρ προστασίαν, οὐ κεκτήμεθα Μῆτερ, πάναγνε τοῦ Σωτῆρος, ἐκτὸς σοῦ Παναγία, ἡ τῶν ἀπηλπισμενων ἐλπίς, καὶ καταφύγιον.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ὁμήγυρις ἅπασα, τῶν Ὀρθοδοξούντων ἀνευφημοῦσά σε, μεγαλύνει Μῆτερ σήμερον, τὸν δοξάσαντά σε, Ὄλγα Κύριον.

Θησαυρὸς ἀνεκτίμητος, ὤφθης τῆς πατρίδος σου καὶ ἀγλάϊσμα· Ὀρθοδόξων τε κραταίωμα, καὶ τῆς ἀσεβείας, βαρὺς πέλεκυς.

κετεύομεν ἔνδοξε, ὅπως μὴ ἐλλείπῃς ποτὲ πρεσβεύουσα, τῷ Νυμφίῳ σου πανεύφημε, ὑπὲρ τῶν σῶν δούλων, Ὄλγα πάνσεμνε.

Θεοτοκίον. Καταλλάξαι βουλόμενος, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ Δέσποινα, τοὺς ἀνθρώπους τῇ Θεότητι, ἐν τῇ σῇ Παρθένε, μήτρα ᾤκησεν.

Καταβασία. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

Κάλυψον ἡμᾶς, τῇ σῇ σκέπῃ παναοίδιμε, καὶ ταῖς πολλαῖς σου Ὄλγα πρὸς τὸν Θεόν, Μῆτερ πρεσβείαις, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων καὶ κακώσεων, καὶ πάσης ἐπιῤῥοίας τοῦ πονηροῦ, τὸν πάντων Κτίστην, ἱκετεύουσα Βασίλισσα.

Μάρανον Ἁγνή, τὰς κακὰς ὁρμὰς τοῦ σώματος, ἱκετεύω Αὐγούστα τὰς τοῦ ἐμοῦ, καὶ σωφροσύνην, τῇ πρεσβείᾳ σου παράσχου μοι.

Θεοτοκίον. Ὅλῃ τῇ ψυχῇ, διανοίᾳ καὶ καρδίᾳ τε, τὸν τῆς Παρθένου Τόκον ὑμνολογῶ· καὶ ὡς Θεόν μου, μεγαλύνω τοῦτον πάντοτε.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Ναὸς ἐδείχθης σοφή, καὶ καθαρὸν ἐνδιαίτημα, ἐπὶ τῆς γῆς ἀληθῶς, τοῦ Ἁγίου Πνεύματος· διὸ νῦν τὸ πνεῦμά σου, μετὰ τῶν Ἀγγέλων, συγχορεύει Ὄλγα ἔνδοξε.

Ξενεῖον ὤφθης τρανῶς, τῶν Ὀρθοδόξων Βασίλισσα,· τοὺς καταφεύγοντας γὰρ τῇ σκέπῃ σου πάνσεμνε, θερμῶς ἐκ κακώσεων, καὶ δεινῶν κινδύνων, διασῴζεις ἀξιαγαστε.

πάντων Ἄναξ τρανῶς, σκεῦος λαμπρὸν ἐξελέξατο, τὴν ὑπερθαύμαστον σέ, Αὐγούστα βουλόμενος, τῶν Ῥώσσων τὸ ἔνδοξον, ὅπως σαγηνεύσῃ, ἔθνος ὄντως καὶ μακάριον.

Θεοτοκίον. Λιμὴν γενοῦ ἀσφαλής, καὶ τεῖχος Κόρη ἀκράδαντον, καὶ προστασία στεῤῥά, τῶν σὲ μετὰ πίστεως, Παρθένε πανάμωμε, ἀνυμνολογούντων, καὶ βοώντων χαῖρε Δέσποινα.

Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον.

Μετὰ δὲ τὴν Ἐκφώνησιν. Τὸ Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.

Τῇ ὑπερσόφῳ Βασιλίσσῃ κατὰ χρέος τε, καὶ μετὰ πόθου τὴν θερμὴν εὐγνωμοσύνην μου, Ἀναπέμπω σοι ἡ Χώρα σου, ὦ Αὐγούστα! Ἀλλ’ ὡς ἔσωσας καὶ πάλαι ἐκ τοῦ σκότους με, ἐκ παντὸς καὶ νῦν σκανδάλου ἐλευθέρωσον, ὅπως ᾄδω σοι· Χαῖρε Ὄλγα Θεόστεπτε.

Ὁ Οἶκος. Ἄγγελος πρωτοστάτης.

γγελοι ἀοράτως, σὺν ἡμῖν ἐξυμνοῦσι, μετὰ δέους τὰ σὰ μεγαλεῖα· τὰ γὰρ εἴδωλα Μῆτερ τρανῶς, ὡς χειρῶν ἀνθρώπων ἔργα συνέτριψας, καὶ Ῥώσσους κατεφώτισας, τοὺς πόθῳ σοι βοῶντας οὕτως· Χαῖρε ἀστέρος λαμπροῦ Προμήτωρ· χαῖρε φιλόστοργος Ῥώσσων Μήτηρ. Χαῖρε Βλαδιμήρου τῷ ὅντι ὁ πρόδρομος· χαῖρε τοῦ Χριστοῦ ἰσαπόστολος ἔνδοξος. Χαῖρε τίμιον ἀγλάϊσμα ἱερέων εὐλαβῶν· χαῖρε καύχημα πανάριστον Βασιλέων εὐσεβῶν. Χαῖρε τῆς εὐσεβείας ἀδιάσειστος πύργος· χαῖρε ὅτι ὑπαρχεις Ὀρθοδόξων ὁ στῦλος. Χαῖρε λαοὺς διδάξασα Ἂνασσα· χαῖρε λαμπρῶς τὴν πλάνην διώξασα. Χαῖρε δι’ ἧς τὸ σὸν Ἔθνος ἐσώθη· χαῖρε δι’ ἧς ἐλυτρωθη τοῦ σκότους. Χαῖρε Ὄλγα Θεόστεπτε.

Συναξάριον.
Τῃ ια'. τοῦ μηνὸς Ἰουλίου, Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας, ἐνδόξου, Θεοστέπτου, Βασιλίσσης καὶ Ἰσαποστόλου Ὄλγας, τῆς εἰσαγαγούσης τὸν Χριστιανισμὸν ἐν Ῥωσσίᾳ.

Στίχοι. Ἐγγὺς Βασιλὶς ὄντως Ὄλγα Κυρίου,

             Ταῖς ἀρεταῖς ἔστηκεν ἐστιλβωμενη.

             Οὐρανοῦ εἰς ξενίην Ὄλγα δεκάτῃ ἦλθε πρώτη.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Παῖδες Ῥωσσίας ἀνυμνοῦσι, σέ Βασίλισσα, ὡς ταύτην ἐκ τοῦ σκότους, καὶ τῆς πλάνης σοφή, σαφῶς ἐξαγαγοῦσα· Εὐλογητὸς ὁ Κύριος, βοῶντες εὐγνωμόνως.

ώσσων ὑπάρχεις ὦ Αὐγούστα, σεμνὸν καύχημα, καὶ πάντων τῶν ὑμνοῦντων, τὴν σὴν μνήμην τρανῶς· πρεσβεύεις γὰρ Κυρίῳ, ὡς παῤῥησίαν ἔχουσα, πρὸς τοῦτον Ὄλγα Μῆτερ.

Σῶζε Βασίλισσα εὐχαῖς σου, Ὀρθοδόξους τε καὶ πάντας τοὺς ἐκ πόθου, τὴν σεπτὴν ἑορτήν, τὴν σὴν ἀνευφημοῦντας, καὶ πίστει ἀνακράζοντας, εὐσεβῶν ὑπάρχεις κλέος.

Θεοτοκίον. Ἄγγελοι πάντες σὺν ἀνθρώποις, τὸ μυστήριον, Παρθένε ἐξυμνοῦσι· πῶς τὸν Λόγον Θεοῦ, ἐβάστασας ἐν μήτρᾳ, τῇ σῇ ᾀειμακάριστε, θαυμαστῶς καὶ ὑπὲρ λόγον!

Καταβασία. Οὐκ ἐλάτρευσαν.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τὸν Βασιλέα τῶν Οὐρανῶν μὴ ἐλλείπῃς, ὑπὲρ πάντων πρεσβεύειν Ἁγία, τῶν ἀνευφημούντων, σὲ Ὄλγα εἰς αἰῶνας.

πὲρ ὑγείας τῶν σὲ πιστῶς ἀνυμνούντων, τῷ Δεσπότῃ Αὐγούστα μὴ παύσῃ, μετὰ τῆς Παρθένου, πρεσβεύειν εἰς αἰῶνας.

Φιλοστοργίας μοναδικῆς δεῖγμα μέγα, ὦ Βασίλισσα ἔδωκας Ὄλγα· τοὺς γὰρ σοὺς ἐγγόνους, ἀνέθρεψας ἐν πίστει.

Θεοτοκίον. Οὐ σιωπήσωμεν θαυμαστῶς οἱ σοὶ δοῦλοι, Θεοτόκον σὲ κηρύττοντες Κόρη, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς, ἡ σὴ μνήμη πληροῖ τοὺς ὑμνοῦντάς σε, ὅτι τρανῶς, Ὄλγα ὡς Σωτηρά τε καὶ Θεόν, τὸν Ἰησοῦν ἐκήρυξας, μετὰ παῤῥησίας Μῆτερ πολλῆς, ἐν τῇ σῇ χώρᾳ ὅθεν, Ἀπόστολος ἐδείχθης, ὡς Κωνσταντῖνος ὁ μακάριος.

Ψαλμοῖς τε καὶ ἐν ὕμνοις τὴν ἑορτήν, τὴν σὴν Ὄλγα τιμᾷ τὰ συστήματα, καὶ ἐν ᾠδαῖς, πάντων Ὀρθοδόξων πνευματικαῖς, καὶ τὴν πρεσβείαν ἔνδοξε, πρὸς τὸν Βασιλέα τῶν Οὐρανῶν, ἐπιζητεῖ Αὐγούστα, πανεύφημε βοῶντα, χαῖρε Ῥωσσίας κλέος μέγιστον.

Μῆτερ! σοὶ προσάγω ὁ ἐνδεής, τὸ παρὸν ὦ Βασίλισσα πόνημα, ὁμολογῶν, ὅτι ὄντως τοῦτο μικρὸν ἐστι· πλὴν μὴ παρίδῃς δέομαι, τὸν τὴν πολιτείαν σου τὴν λαμπράν, θεόστεπτε Αὐγούστα, ὑμνήσαντα ἐν τούτῳ, μετὰ πολλοῦ πόθου καὶ πίστεως.

Θεοτοκίον. Ὑπάρχεις ἀσυγκρίτως τῶν Σεραφείμ, ἀνωτέρα Παρθένε Θεόνυμφε, καὶ ἁπασῶν, τῶν Ἐπουρανίων Ἐξουσιῶν, τιμιωτέρα Δέσποινα καὶ ὑψηλοτέρα τῶν Οὐρανῶν. Διό σε Θεοτόκε, αἱ γενεαὶ ὡς ἔφης, μακαριοῦσι Κόρη ἅπασαι.

Καταβασία. Ἅπας γηγενής.

Μετὰ δὲ τὴν Ἐκφώνησιν. Ἐξαποστειλάριον. Ἀπόστολοι ἐκ περάτων.

πόστολος ὤφθης Ὄλγα, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας· τῶν γὰρ εἰδώλων τὴν πλάνην, κατέπνιξας θαυμασίως, καὶ τὴν ἀλήθειαν Μῆτερ, εἰσήγαγες ἐν Ῥωσσίᾳ. [Δίς.]

Θεοτοκίον.

γλυκασμὸς τῶν Ἀγγέλων, [τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι τῶν αἰωνίων βασάνων].

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ', καὶ ψάλλομεν στιχηρὰ προσόμοια τὰ ἑξῆς. Ἦχος α'. Τῶν Οὐρανίων Ταγμάτων.

Πρέσβευε πάντοτε Μῆτερ, ὑπὲρ τῶν δούλων σου, τῷ τῶν Βασιλευόντων, Βασιλεῖ καὶ Δεσπότῃ, Βασίλισσα θεόφρων ὄντως γὰρ νῦν, εἰς τὰ ἄνω Βασίλεια, συμβασιλεύεις Αὐγούστα βασιλικῶς, σὺν Ἀγγέλοις καί δικαίοις τε.

νδοξον βλάσφημα Ὄλγα, ἐκ σοῦ πανεύφημε, ἐξῆλθε θαυμασίως, ὁ σὸς ἔγγονος Μῆτερ, Βλαδίμηρος ὁ θεῖος ὅν οἱ πιστοὶ, μετὰ σοῦ ἑορτάζουσιν, ὅτι Ῥωσσίας ἐδείχθητε νοητῶς, πύργοι ὄντως ἀδιάσειστοι.

Λαμπρὸν ἐφόδιον Μῆτερ, ὄντως ἐζήτησας, παρὰ τοῦ Πατριάρχου, μετὰ τὸν φωτισμόν σου, τὴν τούτου εὐλογίαν ἥν εὐλαβῶς, καὶ λαβοῦσα Βασίλισσα, εἰς τὴν πατρίδα ἀπῆλθες τὴν σὴν σοφή, τὸν Χριστὸν Θεὸν κηρύττουσα.

Τοῦ σοῦ ἐνδόξου ἐγγόνου, Ἄνασσα γέγονας, τοῦ θείου Βλαδιμήρου, ὁδηγὸς ὄντως Ὄλγα· ἤ μᾶλλον ὤφθης τούτου Μῆτερ σοφὴ, ἀληθῶς ἄλλος πρόδρομος· μεθ’ οὗ πρεσβεύειν μὴ παύσῃ ἐν Οὐρανῷ, ὑπὲρ πάντων ἀξιάγαστε.

Δόξα. Ἦχος πλ. β'.

ορτὴ πανσεβάσμιος, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐπέλαμψε σήμερον, ἡ μνήμη τῆς Ἰσαποστόλου καὶ Μητρὸς ἡμῶν Ὄλγας. Διὸ μυστικῶς εὐφραινόμενοι, ἐν ἀγαλλιάσει βοήσωμεν. Δόξα σοι Χριστέ, τῷ τὸ φῶς ἡμῖν δείξαντι· πάντας γὰρ θέλεις σωθῆναι, καὶ εἰς τελείαν ἐπίγνωσιν, ἀληθείας ἐλθεῖν. Τοῦτο γὰρ τρανῶς, καὶ ἐν Ῥώσσοις κατέδειξας, ἐγείρας ἐν αὐτοῖς τὴν ἀοίδιμον Ἄνασσαν· δι’ ἧς τῆς πλάνης ῥυσθέντες, αἶνον προσάγουσι, τῇ εὐδοκίᾳ σου Κύριε.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, [τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως].

Δοξολογία Μεγάλη, τὸ Ἀπολυτίκιον τῆς Ἁγίας, ἡ Ἐκτενὴς, τὸ Πληρώσωμεν τὴν ἐωθινήν... κτλ. καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά. Εἰς δὲ τοὺς Μακαρισμοὺς δ'. τροπάρια ἐκ τῆς γ'. ᾨδῆς τοῦ Κανόνος τῆς Ἁγίας [δευτερεύοντες τὸ α'], καὶ δ' ἐκ τῆς ς'.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος δ'. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ, [ὁ Θεὸς ᾿Ισραήλ]. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, [Κύριον ἐκ πηγῶν ᾿Ισραήλ].

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα [κεφ. γ', 23].

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, [συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν].

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον [κεφ. ιβ'. 38-45].

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον τῷ Ἰησοῦ Γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· [Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. Ὁ δὲ ἀποκριθείς, εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ Προφήτου· ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. Τότε λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον, καὶ κεκοσμημένον. Τότε πορεύεται καὶ παραλαμβάνει μεθ’ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ].

Κοινωνικόν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, [καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς. Ἀλληλούϊα].

Εἰς δὲ τὰ Δίπτυχα, ψάλλομεν τὸ ἑπόμενον Μεγαλυνάριον·
Μεγαλυνάριον πρὸς τιμὴν τῆς Ἁγίας καὶ Ἰσαποστόλου Ὄλγας.

Χαίροις τῆς Ῥωσσίας ἡ χαρμονή, χαίροις Ὀρθοδόξων, ὄντως Ὄλγα ἡ καλλονή· χαίροις Ἐκκλησίας, τὸ καύχημα τὸ μέγα, Βασιλισσῶν τὸ κλέος, Αὐγούστα ἔνδοξε.

Ἕτερον. Ὑπὲρ τῆς Α. Μ. τῆς ὁμωνύμου τῇ Ἁγίᾳ Εὐσεβεατάτης τῶν Ἑλλήνων Ἀνάσσης Ὄλγας.

Σὲ καθικευτεύει πανευλαβῶς, καὶ πᾶσα καρδία, Μῆτερ Ὄλγα Ἑλληνικὴ· πρέσβευε Κυρίῳ, ὑπὲρ τῆς ἡμετέρας, Σεπτῆς ὄντως Ἀνάσσης, καὶ Φιλοχρίστου τε.

Τέλος τῆς Ἀκολουθίας τῆς Ἁγίας Ὄλγας.
Καὶ τῷ ἐν Τριάδι Θεῷ δόξᾳ.

Источникъ: Ακολουθία της αγίας και ενδόξου βασιλίσσης και ισαποστόλου όλγας της εισαγαγούσης τον Χριστιανισμόν εν Ρωσσία: Ψαλλομένη τη ΙΑ'. Ιουλίου. / Συντεθείσα υπό Νικολάου Π. Αβούρη ιερέως. — Εν Ζακύνθω: Τύποις Νικολάου Κοντόγιωργα, 1904. — Σελ. 7-30, 41-48.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0