Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - понедѣльникъ, 18 декабря 2017 г. Сейчасъ на порталѣ посѣтителей - 9.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΙΑΝΟΥΑΡΙῼ Β'.
Προεόρτια τῶν Φώτων· καὶ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου, Πάπα Ῥώμης.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

Χριστὸς ἀναδείκνυται· ὁ Θεὸς ἐπιφαίνεται· ὁ Δαυῒδ προέγραψεν ἐμφανέστατα· καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται· Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὅρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.

Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάρρουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα;

Ἕτερα Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἱεράρχα Σίλβεστρε, ἱερωσύνης φωτί, ἱερῶς φωτιζόμενος, τοὺς πιστοὺς ἐφώτισας, φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τὴν τρισυπόστατον, οὐσίαν σέβειν· καὶ ἀπεδίωξας, σκότος αἱρέσεων· τὴν φωσφόρον σήμερον, ὅθεν φαιδρῶς, μνήμην σου γηθόμενοι, πανηγυρίζομεν.

Πάτερ θεοφόρε Σίλβεστρε, στῦλος ὡράθης πυρός, ἱερῶς προηγούμενος, ἱεροῦ συστήματος, καὶ νεφέλη σκιάζουσα, Αἰγύπτου πλάνης πιστοὺς ἐξαίρουσα, καὶ πρὸς τὴν θείαν γῆν μεταφέρουσα, ταῖς ἀπλανέσι σου, διδαχαῖς ἑκάστοτε· τὴν εὐκλεῆ, ὅθεν καὶ πανίερον, μνήμην σου σέβομεν.

Πάτερ θεηγόρε Σίλβεστρε, ῥείθροις τῶν σῶν προσευχῶν, τὸν πολύμορφον δράκοντα ἀσφαλῶς ἀπέπνιξας, ἱερῶς θαυμαζόμενος. Ἑλλήνων πλήθη, Θεῷ προσήγαγες· Ἑβραίων θράσος δὲ ἐταπείνωσας, θαύματα μέγιστα, ἐκτελῶν ἐνώπιον, τούτων σαφῶς· ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.

Δόξα, Καὶ νῦν, Ἦχος πλ. β'.

ρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καί φησὶ πρὸς αὐτόν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί· σύ με ἁγίασον Δεσπότα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα. Ἰωάννου Μοναχοῦ. Ἦχος α'.

Λαμπρὰ μὲν ἡ παρελθοῦσα ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη. Ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὕτη Πρόδρομον εὗρε προετοιμαστήν. Ἐν ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ Βηθλεέμ· ἐν ταύτῃ, ὑδάτων εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ Κολυμβήθρα. Τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε, νῦν δὲ Πατὴρ κόσμῳ σε ὑπέδειξεν. Ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς, Κύριε δόξα σοι.

Ἦχος β'.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου [καὶ Ἐρμωνιίμ].

Ἀνδρέου Ἱεροσολυμίτου. Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τὰς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καὶ φησὶ πρὸς τὸν Ἰωάννην· Δεῦρο ὑπηρέτησον ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον· δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.

Ἦχος γ'.

Στίχ. Εἴδοσάν σε ὕδατα ὁ Θεός, [εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν].

Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα. Ἐν ἐκείνῃ, τῷ Σωτῆρι Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμαζον· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυττε.

Δόξα, Καὶ νῦν, Ὁ αὐτός.

Δεῦτε ἅπαντες πιστοί, τὴν Ἰουδαίαν ἀφέντες, διέλθωμεν τὴν ἔρημον τοῦ Ἰορδάνου, καὶ θεασώμεθα σήμερον ἐκεῖ, τὸν δι’ ἡμᾶς ἐπιφανέντα σαρκί, τὸ Βάπτισμα αἰτοῦντα, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, τὸν Βαπτιστὴν παραιτούμενον, καὶ βοῶντα τῷ φόβῳ. Οὐ τολμῶ χειροθετῆσαι τῇ πηλίνῃ παλάμῃ τὸ πῦρ. Ὁ Ἰορδάνης καὶ ἡ θάλασσα ἔφυγον, Σωτήρ, καὶ ἀπεστράφησαν· κἀγὼ πῶς ἐπιθήσω ἐπὶ τὴν κορυφήν σου χεῖρα, ἣν τρέμει τὰ Σεραφίμ; Ἀνεχώρησεν ὁ Ἰορδάνης, ὡς ἐδέξατο τὴν Ἠλιού, δι’ Ἐλισσαίου μηλωτὴν· πῶς μὴ δύῃ εἰς χάος καὶ βάθος, βλέπων γυμνὸν σε ἐν τοῖς ῥείθροις; πῶς δὲ μὴ φλέξῃ με, ὅλος ἐκ σοῦ πυρουμένος; Τί βραδύνεις Βαπτιστά, τοῦ βαπτίσαι τὸν Κύριόν μου; ὁ Ἰορδάνης βοᾷ πρὸς Ἰωάννην. Τί τῶν πολλῶν κωλύεις τὴν κάθαρσιν; πᾶσαν τὴν κτίσιν ἡγίασεν· ἄφες ἁγιάσαι κἀμὲ καὶ τῶν ὑδάτων τὴν φύσιν, ὅτι εἰς τοῦτο ἐπεφάνη.

Ἀπολυτίκιον, Ἦχος δ'.

τοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν, Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

Ἐκ τρίτου.



ΕΝ ΤΟΙΣ ΑΠΟΔΕΙΠΝΟΙΣ
Ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς· Τῇ δευτέρᾳ. Ἦχος β'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι’ αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ἀπόρρητος, τοῦ Κτίστου συγκατάβασις, πρὶν ἐκ Παρθένου λάμψασα, κόσμον κατηύγασεν, αὐτὸς πάλιν ὁ Χριστός, ἄλλο νῦν μυστήριον, τελέσων ἔρχεται, ἐν lορδάνῃ βροτῶν, εἰς ξένην ἀναγέννησιν.

Διακονήσων, ἔργῳ φρικτῷ προέρχεται, πρὸς Ἰορδάνην Πρόδρομος, νῦν ἡ τοῦ Λόγου φωνή· τὸν πτωχεύσαντα Ἀδάμ, ὁ πλουτῶν Θεότητι· διὰ τοῦ Πνεύματος γάρ, πλουτήσων ἥκει Χριστός, τῷ δώρῳ τοῦ Βαπτίσματος.

ᾨδὴ η'.

Ὁ Εἱρμός. φριξε παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα· καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ ἀκάματον πῦρ· ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο· Τὸν Κύριον, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

μᾶς μου σκεύη ἐκλεκτά, ἐπιγνώσομαι, εἰ τῆς ἐμῆς δωρεᾶς, σφραγὶς ἐνσημανθῇ, ἐν ὑμῖν τρισσὸν φῶς ἀπαστράπτουσα, πρὸς τὸ Βάπτισμα Χριστός, ὁ Λόγος φησί, τοῖς ῥᾳθυμίας ὄκνῳ διαμένουσιν· ἐν τούτῳ γὰρ νέαν ὁδὸν σωτηρίας, καὶ ἐλευθερίας, ζωὴν ἥκω δωρούμενος.

Τάξεως ἔμπαλιν ἐν σοί, φυσικῆς ἐστι πρᾶγμα τελούμενον νῦν· τὸ ἔλαττον καὶ γάρ, γνώμῃ εὐλογεῖται τοῦ κρείττονος· ὅθεν δέδοικα σὴν χειραπτῆσαι κάραν, τῷ Λυτρωτῇ ἐβόησεν ὁ Πρόδρομος· οὐ θέμις γὰρ χόρτον πυρὶ προσεγγίζειν, σύ με μᾶλλον, ἁγίασον σὸν δοῦλον.

Ἕτερον Διῴδιον, Ἦχος ὁ αὐτός. Οὗ ἡ Ἀκροστιχίς· Τρίτη τε.

Ὁ Εἱρμός. Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

ᾳθυμίας ὕπνον ψυχικόν, τινάξαντες καρδίας ἐγρηγόρσει, τῷ ἐρχομένῳ καθᾶραι ψυχὰς ἐν ῥείθροις βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

κανούσθω πρᾶξις ἐν ἡμῖν, ψυχῆς ἐν ὑψηλῇ θεωρίᾳ ὅπως κατ’ ἄμφω φανέντες φαιδροί, τῷ πάντας καθαίροντι, Εὐλογεῖτε τὰ ἔργα, βοῶμεν τὸν Κύριον.

Τὸ τάλαντον λόγῳ πρακτικῷ, κοσμήσαντες ἐν διπλῇ ἐργασίᾳ, πίστει τῷ δόντι Δεσπότῃ πιστοί, ὡς δοῦλοι προσάξωμεν, βαπτισθῆναι μολοῦντι, ψυχῶν εἰς ἀνάπλασιν.

Ὁ Εἱρμός. Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. μεγάλυνας Χριστέ, τὴν τεκοῦσαν σε Θεοτόκον, ἀφ’ ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν.

ύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, Βαπτίσματος τοῦ θείου, γνώμην ἀναλάβωμεν ἔμφρονα· ἥκει γὰρ ὁ Κτίστης, κάθαρσιν δωρήσασθαι ξένην, ῥείθροις βαπτιζόμενος, πᾶσί τε καινὴν δεῖξαι ἀλλοίωσιν.

φορῶντες εἰς Χριστόν, ταπεινούμενον ἑκουσίως, μέχρι καὶ δούλου μορφῆς, ὑπὸ τὴν αὐτοῦ χεῖρα τὴν κραταιάν, νῦν ταπεινωθῶμεν, πνεύματι συνεπαρθέντες, ὅπως βαπτιζόμενον, τοῦτον καθαροῖς ἔργοις τιμήσωμεν.

Ἕτερος.

Ὁ Εἱρμός. τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

Τῆς ἁμαρτίας τὸν βαρύν, ῥύπον ἀπορρίψαντες, καθαροὶ τῷ πάντας καθαίροντι, ῥείθροις θείοις, ἐποφθῶμεν Δεσπότῃ.

ν Ἰορδάνῃ ποταμῷ, βαπτισθῆναι ἥκοντι, τῷ Χριστῷ δεῦτε προσεγγίσωμεν, τῶν δακρύων, καθαρθέντες τοῖς ῥείθροις.

ν τῇ Γεννήσει σου Σωτήρ, ἡμᾶς ἑορτάσαντας, μετὰ Μάγων καὶ Ποιμένων, νῦν πρόσδεξαι, σὲ τιμῶντας, βαπτισθῆναι μολοῦντα.

Ὁ Εἱρμός. τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Φορέσας τὴν ἐμήν, Ἰησοῦ μου πτωχείαν, προέρχῃ σεαυτόν, τοῖς οἰκέταις μιγνύων, καὶ Βάπτισμα αἰτούμενος, ὑπὸ δούλου φιλάνθρωπε· ὅθεν βλέπων σε, ὁ Ἰωάννης ἐβόα· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως, Θεὲ ὑπεραγαθέ;

Δόξα, Καὶ νῦν, Ὅμοιον.

Προέρχεσθαι Χριστός, ἀγαθότητι μέλλει, πρὸς ῥεῖθρα ποταμοῦ, Ἰορδάνου ἐν τούτοις, ἡμῶν τὴν ἀνάπλασιν, ἀπεργάσασθαι χάριτι. Θεῖε Πρόδρομε, τοῦτον ὑπόδεξαι χαίρων, καὶ τοῖς ὕδασι, τοῦτον θελήσαντα λοῦσον, τὸν μόνον φιλάνθρωπον.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Πτωχεύσας ὁ πλούσιος, δι’ εὐσπλαγχνίαν πολλήν, ἡμᾶς τοὺς πτωχεύσαντας, δι’ ἀκρασίαν ποτέ, πλουτίσαι βουλόμενος, ἔρχεται ἐπιβῆναι, Ἰορδάνου τοῖς ῥείθροις, καὶ ὑπὸ Ἰωάννου, προφανῶς βαπτισθῆναι. Ὑμνήσωμεν πιστοί, τὴν αὐτοῦ ἄκραν ταπείνωσιν.

Δόξα, Καὶ νῦν, Ὅμοιον.

Πεπλήρωται σήμερον, τοῦ Ἠσαΐου φωνή, βοῶντος· Ἑτοιμάσατε, τὴν τοῦ Κυρίου ὁδόν, καὶ τρίβους ποιήσατε· ἤχησε γὰρ ὡς ἔφη, ἡ φιλέρημος σάλπιγξ, ἅπαντας συγκαλοῦσα, Ἰωάννης ὁ πάνυ· διὸ συνδράμωμεν ἅμα, καὶ παράδοξα ἴδωμεν.

Ὁ Προεόρτιος Κανών, οὗ ἡ Ἀκροστιχίς, Κατὰ Ἀλφάβητον, ἄνευ τῶν Εἱρμῶν. Ποίημα Ἰωσήφ. Ἦχος β'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι’ αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Αἰσθανόμενος, τὴν τοῦ Κυρίου ἔλευσιν, ἐκ τῆς ἐρήμου πρόεισιν, ὁ θεῖος Πρόδρομος, ἐκβοῶν περιφανῶς· Ἤγγικεν, ἐπέφανεν, ἡ ἀπολύτρωσις· μετανοήσατε, καὶ ὕδατι καθάρθητε.

Βαπτιζόμενον, ἁμαρτιῶν με κλύδωνι, Λόγε Πατρὶ συνάναρχε, ὅλον καθάρισον, μετανοίας ῥαντισμῷ, ὁ τῷ βαπτισμῷ σου πιστοῖς, τὴν ἀπολύτρωσιν ἀεὶ δωρούμενος, δι’ εὐσπλαγχνίαν ἄμετρον.

Γῆ ὡς γέγραπται, τοῦ Ζαβουλῶν τὸ ἄδυτον, βλέπουσα φῶς αὐγάσθητι· ἰδοὺ γὰρ πάρεστιν, Ἰορδάνου ταῖς ῥοαῖς· καὶ τὸν ἐπὶ πάντων Θεόν, ὕμνει κραυγάζουσα· Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Δῆμον ἅπαντα, ὁ θεηγόρος Πρόδρομος, βλέπων παραγενόμενον, τούτοις ἐφθέγγετο· Τίς ὑπέδειξεν ὑμῖν, ἀπὸ τῆς μελλούσης ὀργῆς φυγεῖν, ποιήσατε τῆς μετανοίας καρπούς, ἐν χάριτι σῳζόμενοι.

Ἕτερος Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Ὑμνεῖν σε πίστει τὴν χάριν δίδου μάκαρ. ωσήφ. Ἦχος πλ. δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο· ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ· ᾠδὴ δὲ ἀνεμέλπετο· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Υἱοθετήθης ἐν χάριτι Σίλβεστρε, Θεῷ Πατρὶ καθαρόν, βίον ἀσπασάμενος, καὶ θείαις ἀστραπαῖς, ψυχὴν φωτοειδέστατος, γενόμενος μετῆλθες πρὸς τὸ φῶς, κραυγάζων τὸ ἀνέσπερον· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Μεγαλοφρόνως παθῶν κατεκράτησας, καὶ σάρκα ἀσκητικαῖς, ἀγωγαῖς ὑπέταξας, τῷ Πνεύματι σοφέ· θεῖον καταγώγιον, Τριάδος γεγονὼς περιφανῶς, τῆς πονηρίας τὰ πνεύματα, ψάλλων ἐταπείνωσας· Ἐνδόξως γὰρ δεδόξασται.

Νόμῳ τῷ θείῳ ἐνθέως πειθόμενος, καὶ θεοπνεύστου Γραφῆς, γνώσει καλλυνόμενος, Ἑλλήνων τοὺς σοφούς, ἀλήθειαν ἐπαίδευσας, Χριστὸν ὁμολογεῖν σὺν τῷ Πατρί, βοῶντας καὶ τῷ Πνεύματι· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

ν ὑποστάσει μιᾷ γνωριζόμενον, τὸν σαρκωθέντα Χριστόν, μάκαρ ἀνεκήρυξας, θελήσεσι διτταῖς, καὶ ἐνεργείαις Σίλβεστρε, νοούμενον, καὶ πίστει τοὺς αὐτῷ, θεώσαντα κραυγάζοντας· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον. να τοὺς κάτω τοῖς ἄνω συνάψειεν, ὁ μόνος πάντων Θεός, μήτραν ἀπειρόγαμον, ὑπέδυ καὶ σαρκός, φανεὶς ἐν ὁμοιώματι, τῆς ἔχθρας τὸ μεσότοιχον ἑλών, εἰρήνην ἐμεσίτευσε, καὶ ζωὴν ἐβράβευσε, καὶ θείαν ἀπολύτρωσιν.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

πέφανε Χριστὸς βοᾷ ὁ Πρόδρομος, καὶ ῥείθροις ἐπιβαίνει τοῦ Ἰορδάνου· ὑπαντῆσαι τούτῳ σπεύσωμεν, καθαραῖς διανοίαις φωτιζόμενοι.

Ζητῶν ἀνοδίαις τὸν πλανώμενον, Θεέ μου πτωχείαν πλουσιωτάτην, ἐνδυσάμενος ἐφίστασαι, βαπτισθῆναι ἡ ἁπάντων ἀπολύτρωσις.

γῆ καὶ οὐρανὸς νῦν χορευέτωσαν· ὁ πάντων βαπτίζεται εὐεργέτης, ἐν τοῖς ὕδασι βυθίζων ἡμῶν, τὴν πληθὺν τῶν ἀμέτρων παραπτώσεων.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένοις.

Νοὸς καθαρότητα, κτησάμενος ἱεράρχης γεγένησαι, χρῖσμα ἅγιον δεξάμενος· διὸ σε θεοφόρε Πάτερ εὐφημοῦμεν.

Σταυρῷ τὸν τανύσαντα, παλάμας σαρκὶ Θεὸν ἐτράνωσας, λογικαῖς σου ἀποδείξεσι, καὶ Ἰουδαίων θράσος, ὤλεσας παμμάκαρ.

ν θαύμασι μέγιστος, γενόμενος φυγαδεύεις τὰ πταίσματα, καὶ καθαίρεις τὰ νοσήματα, τῶν πίστει αἰτουμένων, Σίλβεστρε θέοφρον.

Θεοτοκίον. Παρθένος ἁγνή, μετὰ τὴν κύησιν Παναγία διέμεινας· Θεὸν Λόγον γὰρ ἐγέννησας, ἡμῖν ὁμοιωθέντα, χωρὶς ἁμαρτίας.

Ὁ Εἱρμός. Τὸν φόβον σου Κύριε, ἐμφύτευσον ταῖς καρδίαις τῶν δούλων σου, καὶ γενοῦ ἡμῖν στερέωμα, τοῖς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένοις.

Κάθισμα τοῦ Ἁγίου, Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ποταμὸς εὐσεβείας ἀναδειχθείς, τῶν δογμάτων σου ῥείθροις πᾶσαν τὴν γῆν, κατήρδευσας Σίλβεστρε, ἱεράρχης ὡς ἔνθεος· καὶ θαυμάτων ὄμβροις, παθὼν ῥύπον ἔπλυνας· καὶ τρυφῆς χειμάρρουν, ἀξίως κεκλήρωσαι· ὅθεν συνελθόντες, εὐσεβῶς σε τιμῶμεν, ἐν ᾄσμασι σήμερον, καὶ πιστῶς ἐκβοῶμέν σοι· ἱεράρχα θεσπέσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα, Καὶ νῦν, Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν.

όρατε Θεέ, ἀκατάληπτε Λόγε, ἐτέχθης ἐκ Πατρός, ὑπὲρ φύσιν καὶ λόγον· πάλιν δὲ ἐπ’ ἐσχάτων, ἐκ τῆς Παρθένου οὐκ ἀλλοιώσας ὃ ἦς, ἔρχῃ καὶ ἐν τοῖς ῥείθροις, τοῦ Ἰορδάνου νῦν βαπτισθῆναι σαρκί, ὁ εὐδοκήσας σῷσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. λήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος σεσαρκωμένος, καὶ ἔσῳσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Θαυμάζει σου, Ἰησοῦ εὐεργέτα τὴν ἄφιξιν, ὁ μέγιστος Πρόδρομος, καὶ συστελλόμενος κράζει σοι· Πῦρ ὑπάρχων Δεσπότα, μὴ καταφλέξῃς με, χόρτον χρηματίζοντα Κύριε.

στάμενον, ἐν τοῖς ὕδασι τούτοις θελήματι, ὁρῶν με νῦν πρόσελθε, ὦ Ἰωάννη καὶ βάπτισον, ὅπως τὴν δι’ ὕδατος, χάριν ἀνθρώπων, τῷ γένει ἀπεργάσωμαι.

Κρυπτόμενον, ὡς νεφέλη σε ἔγνωκα Ἥλιον, Θεέ μου τῷ σώματι· πῶς οὖν γυμνοῦσαι τὰ ὕδατα, νῦν περιβαλλόμενος; ὁ Ἰωάννης ἐβόα ἐκπληττόμενος.

Λαμπρύνεται, τῶν ἀνθρώπων ἡ φύσις καὶ λύτρωσιν, τοῦ σκότους εἰσδέχεται, τῆς ἁμαρτίας καὶ ἄνωθεν, θεῖον περιβάλλεται, τῆς ἀφθαρσίας χιτῶνα γυμνουμένου μου.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

εράρχης θεόληπτος, χρίων Ἱερέας θείῳ ἐν Πνεύματι, ἀνεδείχθης Πάτερ Σίλβεστρε, καὶ λαοὺς φωτίζων ἱερώτατε.

Συνεργείᾳ τοῦ Πνεύματος, νόσους ἀπελαύνων πάθη ἀνίατα, ἐθεράπευσας πανόλβιε, ἐπιστρέφων πλάνης τοὺς παράφρονας.

Τῶν αἱρέσεων Σίλβεστρε, πλάνην ἐκδιώξας, ποίμνην ἐποίμανας, εὐσεβείας βρύων ὕδατα, ἐπὶ χλόην θείας ἐπιγνώσεως.

ξεχύθη σου χείλεσι, χάρις θείου Πνεύματος· διὰ τοῦτό σε, Ἱερέα τοῦ λαοῦ αὐτοῦ, ὁ Θεὸς παμμάκαρ Πάτερ ἔχρισεν.

Θεοτοκίον. Ἴασαί μου τὰ τραύματα, Κόρη τῆς καρδίας, καὶ κατευόδωσον, τῆς ψυχῆς μου τὰ κινήματα, εἰς Θεοῦ Παρθένε τὰ θελήματα.

Ὠδή ε'.

Ὁ Εἱρμός. τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.

Μετανοεῖτε βοῶν, ἡ Βασιλεία τοῦ Θεοῦ ἤγγικεν, ὁ ἱερὸς Πρόδρομος, ἐφάνη ἐκ τῆς ἐρημίας, τοὺς ἐρημωθέντας ἡμᾶς ἀνακτώμενος.

Νόμος ὁ πάλαι φησί, καὶ Προφητῶν ὁ ἱερὸς σύλλογος· Ἦλθε Χριστὸς ἡμᾶς ἀναπλάττων, τῷ θείῳ βαπτισμῷ, τοὺς παλαιωθέντας, πολλοῖς παραπτώμασι.

Ξένα φησὶ καὶ φρικτά, ὁ Ἰωάννης καθορῶ σήμερον! Νῦν ἡ πηγὴ τῆς ἀθανασίας, προῆλθεν ἐκ μικρᾶς, ῥανίδος τὸ θεῖον, αἰτήσασθαι βάπτισμα.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

Ταῖς πλοκαῖς τῶν σῶν λόγων, ἅπαντα διέλυσας μάταιον σύνδεσμον, καὶ πρὸς θείαν Πίστιν, τοὺς τῇ πλάνῃ δεθέντας συνέδησας, διανοίγων Πάτερ, τούτων τὸν νοῦν τῇ ἀναπτύξει, τῶν Γραφῶν ἱεράρχα μακάριε.

καρδία σου Πάτερ, ἄμωμος γεγένηται τοῖς δικαιώμασι, τοῦ κοινοῦ Δεσπότου, ὂν ποθήσας σαρκὸς κατεκράτησας, καὶ θαυμάτων χάριν, πεπλουτηκὼς νόσους ἴασαι, καὶ ψυχῶν χαλεπώτατα τραύματα.

Νεμομένης καρδίας, νόσον ψυχολέτειραν δεινῆς αἱρέσεως, τοῦ πικρῶς μανέντος, δραστηρίοις φαρμάκοις τῶν λόγων σου, θεοφόρε στήσας, ὡς ἰατρὸς χάριτι θείᾳ, τοῦ σεπτοῦ ἐφυγάδευσας Πνεύματος.

Θεοτοκίον. Χαῖρε μόνη τεκοῦσα, τὸν ἀπειροδύναμον σάρκα πτωχεύσαντα. Χαῖρε τοῦ πεσόντος, ἐπανόρθωσις κόσμου Πανάμωμε. Χαῖρε λύπης λύσις, χαῖρε πιστῶν ἡ σωτηρία, χαῖρε θρόνε Θεοῦ ὑψηλότατε.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. βυσσος ἁμαρτημάτων, ἐκύκλωσε με ἐσχάτη· ἀλλ’ ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε, Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου.

μβρησον ἁμαρτημάτων, ἡμῖν φιλάνθρωπε λύσιν, ὁ τοῦ Ἰορδάνου ταῖς ῥοαῖς, βυθίσας τὰ πταίσματα, τῶν γηγενῶν, διὰ ἔλεος μέγα.

Πέλαγος Χριστὲ ὑπάρχων, δικαιοσύνης προέρχῃ, νῦν ἐν Ἰορδάνῃ ποταμῷ, βυθίσαι τὸν δράκοντα, καὶ τοῦ Ἀδάμ, τὴν παράβασιν πλῦναι.

εῖθρον σε τῆς ἀφθαρσίας, Χριστὲ ὑπάρχοντα ὄντως, ῥεῖθρα πῶς χωρήσει ποταμοῦ; ἐβόα ὁ Πρόδρομος, δοξάζων σου, τὴν πολλὴν εὐσπλαγχνίαν.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

πρόϊτον καὶ φρουρᾷ αἰωνίᾳ, συγκλειόμενον εἰργάσω εὐχαῖς σου, τὸν πονηρόν, λυμαινόμενον φθόνῳ, τοὺς προσιόντας μακάριε δράκοντα, ὡς θύρας τε, καὶ ὡς μοχλούς, τοῦ Σταυροῦ τὴν σφραγῖδα ἐνθέμενος.

ημάτων σου μελιρρύτων ὁ φθόγγος, εἰς τὴν σύμπασαν ἐξῆλθε παμμάκαρ, καὶ διδαχῶν, εἰς τὰ πέρατα πάντα, τῆς οἰκουμένης τὸ φέγγος ἐξέλαμψε, θαυμάτων τε τὸ διαυγές, καὶ τῶν ἔργων ἡ θεία ἐπίδειξις.

άματα καὶ χαρίσματα θεῖα, ἐπομβρίαις ἀναβλύζων πλουσίως, τοῦ παντουργοῦ, Ἱεράρχα παμμάκαρ, καὶ Παναγίου ἑκάστοτε Πνεύματος, τοὺς πίστει σοι εἰλικρινεῖ, προσιόντας ἴασαι ἐν χάριτι.

Θεοτοκίον. Νοήσαντες θεηγόροι προφῆται, Μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν τοῦτο, φωταγωγούμενοι θείῳ ἐν Πνεύματι· καὶ νῦν ἡμεῖς περιχαρῶς, τὰς ἐμφάσεις ὁρῶντες πιστεύομεν.

Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Κοντάκιον Προεόρτιον. Ἦχος δ' Ἐπεφάνης σήμερον.

ν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῷσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.

Ὁ Οἶκος.

Οὐκ ἀπαιτῶ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς· μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ὑπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω· ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλ’ ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις· σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῷσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτοπλαστον.

Ἕτερον τοῦ Ἁγίου. Ἦχος δ'. Τὰ ἄνω ζητῶν.

Σοφίας Θεοῦ, ἐμπλήσας τὸ στόμα σου, Τριάδος ἡμῖν, τὴν γνῶσιν ἐτράνωσας, καὶ τὴν ἀθεότητα τῶν τυράννων, κατέβαλες Σίλβεστρε, τῇ σφεδόνῃ τῶν λόγων σου· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

Ὁ Οἶκος.

Τοῦ Κορυφαίου τῶν Ἀποστόλων τὴν καθέδραν πλουτήσας, τοῦ Θεοῦ λειτουργὸς ἐδείχθης θαυμασιώτατος, ὡραΐζων, στηρίζων, καὶ μεγαλύνων δόγμασι θείοις τὴν Ἐκκλησίαν· ὡς ἀστὴρ δὲ φωτοβόλος, φωτίζων φωτὶ ἀρετῶν, Τριάδα σέβειν διδάσκεις, ὡς ἀμέριστον μίαν Θεότητα· καὶ τάς αἱρέσεις τῶν δυσμενῶν ἀπεδίωξας, Σίλβεστρε πάνσοφε· διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

Συναξάριον.
Τῇ β'. τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου Πάπα Ῥώμης.

Στίχ. Ζωοῖ νεκρὸν βοῦν, αἰσχύνων Ζαμβρῆν Μάγον,

           καὶ νεκρὸς ζῶν, Σίλβεστρος Ῥώμης Πάπας.

          Θυμὸν ἀποπνείει Σίλβεστρος δευτέρῃ ἠοῖ.

Οὗτος χειροτονεῖται, διὰ τὴν εἰς ἄκρον ἀρετης ἀνάβασιν, τῆς Πρεσβυτέρας Ῥώμης ἐπίσκοπος, τοῦ Μιλτιάδου τὸν βίον ἀπολιπόντος. Πολλῶν οὖν θαυμάτων γενόμενος αὐτουργὸς καὶ τὸν μέγαν ἐν Βασιλεῦσι Κωνσταντῖνον πρὸς τὴν εἰς Χριστὸν πίστεν χειραγωγήσας, καὶ διὰ τοῦ θείου Βαπτίσματος τὰ τῆς ψυχῆς αὐτοῦ πάθη καὶ τοῦ σώματος ἅμα καθάρας, καὶ παρὰ τοῦ νόμου προκηρυχθέντα τὸν Χριστὸν ἀποδείξας, καὶ τὸν ταῦρον ζωώσας, ὃν ἀνεῖλεν ἐπῳδῇ Ἑβραῖος, ἀναστῆσαι δὲ οὐκ ἴσχυσε, καὶ πολλοῖς σωτηρίας αἴτιος γεγονὼς, ἐν βαθεῖ γήρᾳ πρὸς Χριστὸν ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ ἁγίου ἱερομάρτυρος Θεαγένους.

Στίχ. Θεάγενες, βλήθητι τοῦ πόντου μέσον,

           κἂν βυθισθῇς, ἔνδον ἐκνήξῃ πόλου.

Οὗτος ἦν Ἐπίσκοπος ἐν τῷ Παρίῳ τοῦ Ἑλλησπόντου· προσαχθεὶς δὲ τῷ τριβοῦνῳ Ζηλικινθίῳ, καὶ τὸν Χριστὸν ὁμολογήσας Θεὸν, ἀφειδῶς ἐν ξύλοις τύπτεται. Εἶτα δεσμεῖται, καὶ μετὰ ταῦτα τῷ βυθῷ τῆς θαλάσσης ἐκδίδοται, ἔνθα τὸν δρόμον πληροῖ τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θεόπεμπτος καὶ Θεοδότη, ἡ μήτηρ τῶν Ἁγίων Ἀναργύρων, ἐν εἰρήνῃ τελειοῦνται.

Στίχ. Τὸν Θεόπεμπτον σαρκικῆς λῦσαι πέδης,

          λθον, Θεοῦ πέμψαντος, ἔμπυροι Νόες.

Στίχ. Νόσῳ παρῆλθε τὸν βίον Θεοδότη,

          Νόσων λυτῆρας ἡ τεκοῦσα τῷ βίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Μᾶρκος ὁ κωφός, ἐν εἰρήνῃ τελειοῦται.

Στίχ. Ὁ Μᾶρκος οὐκ ἤκουσε γηίνων λόγων,

          Καὶ πρὶν λιπεῖν γῆν, ὦτα γῆθεν ἐξάγων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.

Στίχ. Βρύχημα, χάσμα, δῆγμα θηρῶν ἀγρίων.

          Βασιλείου τὸ πρᾷον οὐ κατεπτόει.

Οὗτος ἦν ἐπὶ τοῦ δυσσεβοῦς Ἰουλιανοῦ, ἐξ Ἀγκύρας τῆς πόλεως· καὶ διὰ τὸ τὸν Χριστὸν σέβεσθαι αὐτὸν καὶ κηρύσσειν, κατεσχέθη. Παραστήσαντες δὲ αὐτὸν τῷ ἡγεμόνι Σατορνίλῳ, ὡμολόγησε τὸν Χριστὸν κατενώπιον αὐτοῦ μετὰ πολλῆς παῤῥησίας. Διὸ κρεμασθεὶς ξέεται ἀφειδῶς· εἶθ’ οὕτως ἐξ Ἀγκύρας ἀπαχθεὶς ἐν Κωνσταντινουπόλει, αὖθις καὶ ἄρτι ξέεται καὶ ἐπὶ τοσοῦτον τείνεται, ὡς ἐξαρθρωθῆναι τοὺς ἁρμοὺς τῶν χειρῶν καὶ τῶν ὤμων αὐτοῦ. Εἶτα λωροτομεῖται, καὶ σιδήροις πυρωθεῖσι κατακεντᾶται τὰς σάρκας. Καὶ πάντα γενναίως φέρων, δέχεται τοῦ Θεοῦ τὰς ἀντιλήψεις. Καὶ εἰς κάμινον πυρὸς ἐμβληθεὶς, παραδόξως διὰ προσευχῆς ἄσπιλος διεφυλάχθη. Εἰς Καισάρειαν δὲ μετὰ ταῦτα δέσμιος ἀπαχθεὶς, εἰς θηριομαχίαν ὑπὸ τοῦ ἄρχοντος καταδικάζεται. Ὁ δὲ ἅγιος προσευξάμενος, καὶ βληθεὶς ὑπὸ λεαίνης, τὸν τῆς ἀθλήσεως στέφανον τελειωθεὶς ἐκομίσατο. Τούτου τὰ ἱερὰ λείψανα συγγενεῖς τινες καὶ φίλοι ἐπιμελῶς συλλέξαντες, καὶ μύροις καὶ ὀθονίοις εἱλήσαντες, μετὰ τῆς πρεπούσης τιμῆς ἐκήδευσαν ἐν ἐπισήμῳ τόπῳ, Μαρτύριον σεπτὸν ἐκεῖσε ἐσχάτως οἰκοδομήσαντες.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Σέργιος ξίφει τελειοῦται.

Στίχ. Οὐχ οἷον εἰπεῖν, οὐδὲ πρὸς γνῶσιν φέρειν,

          σῃ χαρᾷ Σέργιος ἐτμήθη κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Θεόπιστος, λιθοβοληθεὶς τελειοῦται.

Στίχ. Κτείνει σε Θεόπιστε πιστὲ τοῖς λίθοις,

           τῶν ἀπίστων πληθὺς ἐκ δυσβουλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ ὁσίου πατρὸς ἡμῶν Κοσμᾶ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ θαυματουργοῦ, τοῦ ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Εἰκόνος χρυσῆς ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεπάτησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στολὴν ἱεράν, ἐπενδύων με Χριστὲ τὸν γυμνωθέντα, τῇ συμβουλίᾳ τοῦ ἀλάστορος, γυμνὸς προβῆναι τοῖς ὕδασιν, εἵλου ἀγαθότητος πλούτῳ· ἀνυμνῶ σου τὸ εὔσπλαγχνον, καὶ προσκυνῶ τὴν θαυμαστὴν οἰκονομίαν σου.

Τίς αὕτη Χριστέ, ἡ πολλή σου πρὸς ἡμᾶς οἰκονομία; τίς ἡ πτωχεία; τίς ἡ ἄφατος καὶ ὑπὲρ νοῦν συγκατάβασις; ἔφη ὁπηνίκα σε εἶδεν, ὁ Ἰωάννης γυμνούμενον, καὶ βαπτισθῆναι ὑπ’ αὐτοῦ ἐγκελευόμενον.

φῆψας Χριστέ, ὥς περ λύχνον τὴν σεπτὴν σάρκα σου μέσον, τοῦ Ἰορδάνου καὶ ἐζήτησας, τὴν συγχωσθεῖσαν τοῖς πάθεσι, καὶ τῇ ἁμαρτίᾳ εἰκόνα· καὶ εὑρὼν κατεκάλλυνας, τῷ Βαπτισμῷ σου ἀγαθέ· ὅθεν ὑμνοῦμεν σε.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δίκαιος ὥσπερ φοῖνιξ, ἐν τῷ οἴκῳ Κυρίου Πάτερ ἐξήνθησας, καρποὺς δικαιοσύνης· ἐξ ὧν οἱ σὲ τιμῶντες, διατρέφονται ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

σχυραῖς τῶν σῶν λόγων, ἀποδείξεσιν εἷλες τοὺς ματαιόφρονας, νοσοῦντας ἀπιστίαν, καὶ χαίρων ἐμελῴδεις, παναοίδιμε Σίλβεστρε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Διαμένει ἡ δόξα, εἰς αἰῶνάς σου Πάτερ καὶ τὸ μνημόσυνον, σὺν πᾶσι τοῖς Δικαίοις· μεθ’ ὧν ἡμῶν τῶν πίστει, μελῳδούντων μνημόνευε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

κλεινὸς Ἱεράρχης, τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ σκότος τῆς κακίας, διέλυσε καὶ πάντας, τοὺς βοῶντας ἐφώτισεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Ὑπερθαύμαστε Κόρη, τὸν πρὸ πάντων αἰώνων ἐκυοφόρησας, ἡμῖν ὁμοιωθέντα, δι’ ἄκραν εὐσπλαγχνίαν, ἵνα σῷσῃ τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωνὴ βοῶντος ἐμφανῶς, ἐν ἐρήμῳ ἐπιστὰς ὁ Ἰωάννης, ἐπιστρέφων καρδίας, μετανοούσας θερμῶς, δοξάζειν τὸν ἐπιφαινόμενον, ἐν τῷ Ἰορδάνῃ, Σωτῆρα καὶ Δεσπότην.

Χειμάρρους πέφυκας τρυφῆς, ὁ θαλάσσας καὶ πηγὰς δημιουργήσας· καὶ πῶς ὕδασι βαίνεις; τὶ ἀποπλῦναι ζητῶν; ἡ πάντων ἔκπλυσις καὶ κάθαρσις, τῶν ὑμνολογούντων, Χριστὲ σε εἰς αἰῶνας.

Ψῦξαι τὰ ῥεύματα ζητῶν, τῆς κακίας τοῦ ἐχθροῦ καὶ τὰς θαλάσσας, τῶν παθῶν ἀναστεῖλαι, καὶ τοῖς πιστοῖς ἱλασμόν, πηγάσαι καὶ ἄφεσιν Δεσπότα, ἔρχῃ βαπτισθῆναι, ἐν ῥείθροις, Ἰορδάνου.

ρῶν καὶ χρόνων Ποιητά, ὑπὸ χρόνον γεγονὼς δι’ εὐσπλαγχνίαν, ὁ ἀχρόνως ἐκλάμψας, ἐκ προανάρχου Πατρός, ἐπέστης τὰ χρόνια πταίσματα πάντων ἀποπλῦναι, ἐν ῥείθροις Ἰορδάνου.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Μίαν φύσιν Πάτερ, τῆς μιᾶς Θεότητος θεολογήσας, ἐν τρισὶ προσώποις, νοουμένης ἔμελπες ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ληθείας Πάτερ, ἀληθὴς διδάσκαλος ἀνηγορεύθης· ψευδωνύμου πλάνης ὅθεν ἐστηλίτευσας ἀπάτην μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κορυφαῖος ὤφθης, ἱεροῦ συστήματος ἱερομύστα, καὶ τοῦ Κορυφαίου, Μαθητῶν ἐκόσμησας βοῶν τὸν θρόνον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ρεταῖς ἐνθέοις, Πάτερ τὴν καρδίαν σου κατακαλλύνας, ὅλος ὡραιώθης, καὶ ταῖς ἄνω τάξεσι βοῶν συνήφθης· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Ῥήμασί σου θείοις, γενεαὶ ἑπόμεναι αἱ τῶν ἀνθρώπων, μακαρίζομέν σε τὴν ἀειμακάριστον καὶ μελῳδοῦμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι’ ἡμᾶς, οἱ πιστοὶ ὁμοφώνως, ἐν ὕμνοις μεγαλύνομεν.

δών σε ὁ Ἰωάννης, πρὸς αὐτὸν εὐεργέτα, ἐλθόντα καὶ αἰτοῦντα παρ’ αὐτοῦ, ἐν ταπεινώσει τὸ Βάπτισμα, ἐκπλαγεὶς συνεστάλη, μηδόλως χειραπτῆσαί σε, τολμῶν τὸν ἁπτόμενον πάντα, ὀρέων καὶ καπνίζονται.

ς χελιδὼν σεμνοτάτη, προμηνύουσα ἔαρ, ἐπέστη νοητὸν ὁ Βαπτιστής, τοῖς ἐν χειμῶνι ὑπάρχουσι, τῶν ἀμέτρων πταισμάτων, καὶ ζάλην ὑπομένουσιν ἀεί, ἐναντίων πνευμάτων, πονηροτάτοις πάθεσι.

Σὲ τὸ ἀπαύγασμα δόξης, τοῦ Πατρὸς ἐπιλάμψαν, τοῖς σκότει καθημένοις τῶν δεινῶν, ἄδυτε Ἥλιε Κύριε, καὶ ἐρχόμενον πάντας, φωτίσαι ἱερῷ σοῦ Βαπτισμῷ ὡς Θεὸν καὶ Σωτῆρα, ἐν ὕμνοις μεγαλύνομεν.

τοῦ θανάτου ἀξίνη, ἐν τῇ ῥίζῃ κειμένῃ, ὡς δένδρῳ ἀπειλεῖ τὴν ἐκτομήν, τὴν ἀκαρπίαν σου βλέπουσα· μὴ οὖν ἄκαρπος μείνῃς, ψυχή μου, ἀλλὰ βόησον Θεῷ, ἐν θερμῇ μετανοίᾳ· Ἡμάρτηκά σοι, σῷσον με.

Φωνὴ βοῶντος ἠκούσθη, ἐν ἐρήμοις καρδίαις· Εὐφράνθητε, ἐπέστη ὁ Χριστός, ἄφεσιν πᾶσι δωρούμενος· ἁγιάσθητε πᾶσα, ἡ θάλασσα, πηγαὶ καὶ ποταμοί, καὶ κοιλάδες καὶ νάπαι, καὶ πᾶσα ἡ ὑφήλιος.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν· οἱ διὰ σοῦ σεσῳσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

έρευσας προθύμως, σεαυτὸν παμμάκαρ, τῶν ἡδονῶν τῇ νεκρώσει καὶ γέγονας, τοῦ δι’ ἡμᾶς νεκρωθέντος, θῦμα εὐπρόσδεκτον.

ς θεῖος Κορυφαῖος, ἱερῶν Πατέρων, ἱερώτατον δόγμα ἐκράτυνας, αἱρετικῶν ἀποφράξας, ἄθεα στόματα.

Συνήφθης ταῖς χορείαις, ταῖς τῶν Ἀσωμάτων, τοὺς ἀσωμάτους ἐχθροὺς τροπωσάμενος, περιφανῶς Ἱεράρχα, θέοφρον Σίλβεστρε.

μνήμη σου τῷ κόσμῳ, Πάτερ Ἱεράρχα, ὡς φωταυγὴς ἑξανέτειλεν ἥλιος, φωταγωγοῦσα τοὺς πίστει, ἀνευφημοῦντάς σε.

Θεοτοκίον. Φιλάγαθε Παρθένε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, τὸν ἀγαθὸν ἡ τεκοῦσα, Θεὸν καὶ Κύριον.

Ὁ Εἱρμός. Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν· οἱ διὰ σοῦ σεσῳσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Φωνὴ βοῶντος ἤχησε καὶ οἱ βουνοὶ σκιρτήσατε· χόρευσον γένος ἀνθρώπων· ὁ γὰρ προάναρχος Λόγος, σάρκα λαβὼν ὡς ἄνθρωπος, ἥκει βαπτισθησόμενος, ὑπὸ χειρῶν ὧν ἐπλασεν, ἐν Ἰορδάνῃ καὶ λύσων, τοῦ κόσμου τὴν ἁμαρτίαν.

Ὅμοιον.

Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δεσπότα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, ὧν ἡ Ἀκροστιχὶς μέχρι τῶν τῆς ε'. τοῦ παρόντος μηνός. Ἆσμα Θεοφάνους εἰς τὰ Φῶτα. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.

Αἱ Ἀγγελικαί, προπορεύεσθε Δυνάμεις, ἐκ τῆς Βηθλεέμ, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου. Προέρχου Ἰωάννη, καταλείψας τὴν ἔρημον. Χαῖρε ποταμὲ καὶ εὐτρεπίζου. Πᾶσα δὲ γῆ ἀγαλλιάσθω. Χριστὸς ἔρχεται, τὴν ἁμαρτίαν τοῦ Ἀδάμ, καθᾶραι ὡς εὔσπλαγχνος.

Στόμασιν ἁγνοῖς, καὶ ψυχαῖς κεκαθαρμέναις, δεῦτε μυστικῶς, Βηθλεὲμ μεταχωροῦντες, καὶ πρὸς τὸν Ἰορδάνην, σὺν Χριστῷ ἐπειγόμενοι, ᾄσωμεν αὐτῷ μετ’ εὐφροσύνης, αἱ πατριαὶ τῆς γῆς νῦν πᾶσαι, πιστῶς λέγουσαι· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.

Μέγα καὶ φρικτόν, τὸ μυστήριον ὑπάρχει! ὅτι ὁ Θεός, τοῖς ἀνθρώποις ὡμοιώθη, καὶ ἁμαρτίαν ὅλως, μὴ εἰδὼς ὁ ἀνεύθυνος, ὑπὸ Ἰωάννου βαπτισθῆναι, ἐν ποταμῷ τῷ Ἰορδάνῃ, αἰτεῖ σήμερον. Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι.

νθος ἐκ Δαυῒδ, ἀνατείλας τῆς Παρθένου, ἦλθεν ὁ Χριστός, πρὸς τὰ ῥεῖθρα Ἰορδάνου, τὰς ἁμαρτίας πλῦναι, τοῦ Προπάτορος ὕδασι. Χόρευσον Ἀδάμ· εὐφραίνου Εὔα· ὁ οὐρανὸς ἀγαλλιάσθω· λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.

Δόξα, Ὅμοιον.

Τρέμει τῇ χειρί, δειλιῶν χειροθετῆσαι· χαίρει τῇ ψυχῇ, ἐννοῶν ὁ Ἰωάννης, ὅτι τὴν κορυφήν σου, ὑποκλῖναι ηὐδόκησας, δούλου τὴν μορφὴν ἐνδεδυμένος, ἵνα βροτοὺς δουλείας ῥύσῃ, ἐχθροῦ κράζοντας· Εὐλογημένος ὁ ἐλθών, Θεὸς ἡμῶν δόξα σοι.

Καὶ νῦν, Ὅμοιον.

πασα ἡ γῆ, μυστικῶς ἀγαλλιάσθω, νῦν προφητικῶς, καὶ τὰ ὂρη σκιρτησάτω· ἀνάστρεψον τὸ ῥεῖθρον, Ἰορδάνη ὡς γέγραπται· φρίξον ἐκ προσώπου τοῦ Δεσπότου· ὅτι Θεὸς ἐνανθρωπήσας, βροτοὺς ἅπαντας, τῆς ἁμαρτίας τοῦ Ἀδάμ, καθᾶραι ἐλήλυθεν.

Ἀποστιχα Στιχηρὰ Ἰδιομελα. Ἦχος πλ. β'.

Φαιδροτέρα ἡλίου γέγονεν, ἡ παρελθοῦσα ἑορτὴ τῶν Γενεθλίων Χριστοῦ· λαμπρὰ καὶ ἐπίφωτος δείκνυται ἡ ἐπερχομένη, τῆς θείας Ἐπιφανείας αὐτοῦ. Ἐν ἐκείνῃ Ποιμένες, μετ’ Ἀγγέλων δοξολογοῦντες, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα· ἐν ταύτῃ δέ, τοῦ Δεσπότου ὁ Ἰωάννης ἁψάμενος τῇ δεξιᾷ χειρί, σὺν τρόμῳ ἔλεγεν· Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα, ὁ μόνος ἔχων τὸ μέγα ἔλεος.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου [ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ].

τοιμάζου Ἰορδάνη ποταμέ· ἰδοὺ γὰρ παραγίνεται Χριστὸς ὁ Θεός, βαπτισθῆναι ὑπὸ Ἰωάννου, ἵνα τῶν δρακόντων ἀοράτους κεφαλὰς συνθλάσῃ τῇ θεότητι, ἐν τοῖς ὕδασι τοῖς σοῖς. Ἀγάλλου ἡ ἔρημος, Ἰορδάνου· τὰ ὄρη σκιρτήσατε μετ’ εὐφροσύνης· ἥκει γὰρ ἡ αἰώνιος ζωή, ἀνακαλέσαι τὸν Ἀδάμ. Φωνὴ βοῶντος βόησον, ὦ Ἰωάννη Πρόδρομε· Ἐτοιμάσατε ὁδοὺς τοῦ Κυρίου, καὶ τὰς τρίβους αὐτοῦ εὐθείας ἀπεργάσασθε.

Στίχ. Εἴδοσαν σὲ ὕδατα ὁ Θεός, [εἴδοσαν σὲ ὕδατα καὶ ἐφοβήθησαν].

γαλλιάσθω ἡ ἔρημος τοῦ Ἰορδάνου, καὶ ἀνθείτω ὡς κρίνον· φωνὴ γὰρ βοῶντος ἠκούσθη ἐν αὐτῇ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· ὁ γὰρ τὰ ὅρη στήσας σταθμῷ, καὶ τάς νάπας ζυγῷ, ὁ τὰ πάντα πληρῶν ὁ Θεός, βαπτίζεται ὑπὸ δούλου· πτωχεύειν ἤρξατο, ὁ τὰ πλούσια δῶρα χαριζόμενος. Ἤκουσεν Εὕα, ἐν λύπαις τέξῃ τέκνα· νῦν δὲ ἤκουσεν ἡ Παρθένος, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα, καὶ νῦν, Ἦχος πλ. δ'. Ἀνατολίου.

ωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ’ Ἀγγέλων μοι λειτούργησον· ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· Ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Источникъ: Μηναίον του Ιανουαρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 15-23.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0