Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 17.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΦΕΒΡΟΥΑΡΙῼ ΙΘ'.
Μνήμην ἐπιτελοῦμεν τῆς Ὁσίας Μητρὸς ἡμῶν Φιλοθέης τῆς ἐξ Ἀθηνῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν Ψαλμόν, τὸ α'. Ἀντίφωνον τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. ς'. στιχηρὰ προσόμ. ἦχος δ'. Ὡς Γενναῖον ἐν Μάρτυσιν.

ς ἀστὴρ φαεινότατος, ἐν Ἀθήναις ἐπέλαμψας, καὶ ὡς μύρον κάλλιστον, καὶ ἡδύπνοον· ὡς ἀηδὼν δὲ εὐκέλαδος, ὡς μῆλον τὸ εὔοσμον, καὶ ὡς Ἥλιος φαιδρός, πανταχοῦ ἐξανέτειλας, καὶ ἐφώτισας, Μοναχῶν καὶ μιγάδων τὰς καρδίας· ὅθεν ἅπαντες ὑμνοῦμεν, σοῦ τὴν ἁγίαν Μετάστασιν. [Δίς.]

Καὶ πτωχῶν καταφύγιον, καὶ τῶν ξένων διάσωσμα, Νεανίδων σύναξις. Μήτερ γέγονας, τῶν ἀσθενούντων ἐπίσκεψις, καὶ νόσων, καὶ θλίψεων, ἰατρὸς καὶ ὁδηγός, τῶν ψυχῶν καὶ σωμάτων τε· διὰ τοῦτό σε, ὁ Χριστὸς ἀγαπήσας εἰς τὰς ἄνω, Οὐρανίους ἀναπαύσεις, ἐνέθηκέ σε Πανένδοξε. [Δίς.]

Δόξα. Ἦχος πλ. α'.

Πάντα τὰ σά, καὶ σαυτὴν τῷ Θεῷ καθιέρωσας, νοῦν καὶ ψυχὴν καὶ καρδίαν καὶ σῶμα· τῆς φωνῆς γὰρ τοῦ Εὐαγγελίου ἀκούσασα, τὰ πάντα κατέλιπες, χρυσὸν δὲ καὶ τιμὴν, ὡς οὐδὲν ἐλογίσω, καὶ ὅλη γέγονας τοῦ Χριστοῦ οἶκος ἔνδοξος· ὅθεν καὶ ἀνέκραζες πᾶσι τοῖς φοιτῶσι πρὸς σέ· καταλείψατε τὰ φθαρτά, καὶ ἐπίκηρα, καὶ ποθήσατε τὸν σταυρωθέντα Χριστὸν τὸν Θεὸν ἡμῶν· διὰ τοῦτο ὁ Χριστὸς ἰδών σου τὸ εὐγενὲς τῆς ψυχῆς, ἐλθὼν παρὰ σοὶ κατοικεὶν ᾑρετίσατο· αὐτὸν οὖν καθικέτευε Φιλοθέη Χρυσόηθε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

ν τῇ Ἐρυθρᾷ [θαλάσσῃ τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς].

Εἴσοδος. Τὸ Φῶς ἱλαρόν· Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1-9.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15-23. ς'. 1-3.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. δ'. 7-15.]

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Στιχηρὰ, ἦχος α'.

Σοφὴ Φιλοθέη σήμερον, εἰς Οὐρανοὺς ἀνελθοῦσα, τῷ ἐν Τριάδι Θεῷ συμπαρίσταται, καὶ τὸν Τρισάγιον Ὕμνον ᾄδει ἀκαταπαύστως, σὺν τοῖς ἀΐλοις Χοροῖς, καὶ τοῖς Ἁγίοις ἅπασι, δεῦτε οὖν καὶ ἡμεῖς δοξάσωμεν τὴν Ἁγίαν αὐτῆς Κοίμησιν, ἐν ψαλμοῖς καὶ Ὕμνοις βοῶντες πρὸς αὐτήν, ταῖς πρεσβείαις σου Μῆτερ σῶζε τὴν ποίμνην σου καὶ διαφύλαττε ταύτην ἐκ τῶν σκανδάλων τοῦ πολεμήτορος. Εὐφημήσωμεν οἱ Πιστοὶ τὴν Φιλοθέην σήμερον· καλῶς γὰρ ἀγωνισαμένη, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων βαστάσασα, ἀόκνως τὰς τούτου ἐντολὰς τελέσασα, οἰκητήριον γέγονε τοῦ Ἁγίου Πνεύματος, νῦν δὲ καταλιποῦσα τὰ ἐν Κόσμῳ, ταῖς Οὐρανίαις συναγάλλεται Ταξιαρχίαις, καὶ πρεσβεύει τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'.

Τοῦ πλούτου τὴν ποσότητα, ἐν ταῖς τῶν πτωχῶν χερσὶ παραθεμένη, ἀντὶ τούτου ἐκτήσω Πλοῦτον Οὐράνιον· δόξας δὲ καὶ ἡδονὰς καταφρονήσασα, καὶ ἀσκητικῶς διελθοῦσα, πειρασμούς τε πολλοὺς ὑπενήνοχας, μαρτυρικῶς τὸ ζῆν ἀφαιρεθεῖσα καρτερώτατα, δι’ ἀγάπην τοῦ Κτίσαντος, Φιλοθέη Πανέντιμε· αὐτὸν οὖν πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.

σία Μῆτερ, Ἀγγελικὴν ζηλώσασα διαγωγήν, ἀσιτίαν ἐξήσκησας, καὶ Ὕμνον ἀκατάπαυστον, τῷ Δεσπότῃ προσήνεγκας· ἐντεῦθεν προσκάμενος ὁ βλέπων τὰ κρύφια, τῆς ψυχῆς σου τὴν πρόθεσιν, χαρίτων σε θείων κατηξίωσεν, ἐναργῇ σοι παρέχων τὰ σύμβολα, τῆς ἐκεῖ μενούσης σε ἀϊδίου Μακαριότητος, πρὸς ἣν ἤδη μεταστᾶσα, καὶ ταῖς ἀΰλοις Χορείαις συνδιαιτωμένη, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. δ'.

καθαρὰ τοῦ Πνεύματος τοῦ Ἁγίου Σοφία, σκηνώσασα ἐν σῇ καθαρᾷ καρδίᾳ σου, Παμμακάριστε Φιλοθέη, κατὰ πνευμάτων τῆς πονηρίας φοβερόν σε διώκτην ἀνέδειξε, καὶ μεγίστων νοσημάτων Ἰατῆρα Πανάριστον, διὸ παῤῥησίαν κεκτημένη πρὸς τὸν φιλάνθρωπον Θεόν, τῇ ἀπαύστῳ πρεσβείᾳ σου, τῶν ψυχικῶν ἡμᾶς παθῶν, καὶ σωμάτων ἐλευθέρωσον.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, [τὰς δεησεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως].

Εἰς τὸν στίχον στιχηρὰ. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις ὁ γαληνότατος νοῦς, ἡ ἱλαρᾷ, καὶ τῇ μορφῇ, καὶ τοῖς ὄμμασιν, ἡ πράξει, καὶ θεωρίᾳ, κεκοσμηκυῖα σαυτήν, καὶ τὸν νοῦν ὑψώσασα πρὸς Κύριον, ὁρῶσα τὴν τούτου ἀληθῆ δόξαν ἔνδοξε, καὶ λαμπομένη, παρ’ αὐτοῦ θείαν ἔλλαμψιν, ἀξιάγαστε Φιλοθέη ἀείμνηστε· μέμνησο οὖν πρὸς Κύριον, δεόμεθα Πάντερπνε, τῶν ἐκτελούντων τὴν μνήμην, καὶ προσκυνούντων τὰ λείψανα, τυχεῖν σαῖς πρεσβείαις, σωτηρίας, καὶ εἰρήνης, καὶ τοῦ ἐλέους αὐτοῦ.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, [καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου].

Χαίροις μοναζουσῶν καλλονή, καὶ τῶν μιγάδων ἀδιάσειστον ἕρεισμα, καὶ πάντων τῶν πενομένων καὶ τῶν νοσούντων ὁμοῦ, καὶ νηπίων μέγα καταφύγιον, καὶ ξένων ἐπίσκεψις, ὀρφανῶν παραμύθιον. Μήτηρ γὰρ τούτων, καὶ ποιμὴν ἐχρημάτισας, καὶ διέσωσας ἀπὸ ζάλης, καὶ θλίψεως· ὅθεν τὴν μακαρίαν σου, καὶ Θείαν Μετάστασιν, ἀνευφημοῦμεν Ὁσία, καὶ μεγαλύνομεν σήμερον, Σεπτὴ Φιλοθέη, διὸ πρέσβευε Κυρίῳ, ἐλεηθῆναι ἡμᾶς.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν [τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου].

Πάντας, τοὺς πρὸ Χριστοῦ τοῦ Θεοῦ, καὶ μετὰ τοῦτον ἐναρέτους ἐζήλωσας· Δαυΐδ γὰρ τὸ πρᾷον ἔσχες, καὶ Σολομῶντος σεμνή, τὴν Σοφίαν ὄντως τὴν πανθαύμαστον, Σαμψὼν τὴν ἀνδρείαν, καὶ Ἀβραὰμ τὸ φιλόξενον, ὑπομονήν τε τοῦ Ἰώβ, καὶ Προδρόμου δέ, θείαν ἄσκησιν, Ἀντωνίου καὶ Σάββα τε, χρύσεα ἤθη Μῆτέρ μου, σεπτοῦ Χρυσοῤῥήμονος, καὶ τῶν Ἁγίων ἁπάντων τὰ ἀγλαὰ κατορθώματα. Διὸ καὶ χορεύεις, μετὰ πάντων τῶν Ἀγγέλων, καὶ τῶν Ὁσίων σεμνή.

Δόξα. Ἦχος πλ. β'.

Μνήμη δικαίου, Σολομὼν φησὶ μετ’ ἐγκωμίων τελεῖται, καὶ ὁ λαὸς σὸν αὐτῷ ἀγάλλεται· τοῦτο γὰρ αὐτὸς αἰνιττόμενος ἐφθέγξατο, ἐγκωμιαζομένου Δικαίου εὐφρανθήσονται λαοί· διὸ Μῆτερ Φιλοθέη καὶ ἡμεῖς πιστῶς τὴν μνήμην σου τιμῶντες, καὶ προσκυνοῦντες ἀξίως, τὸ θεῖον καὶ σεβάσμιόν σου Σκῆνος, ἐν ψαλμοῖς καὶ ὕμνοις φιλοφρόνως ἐγκωμιάζομεν· πρέσβευε οὖν δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ Κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος [ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν].

Τὸ Νῦν ἀπολύεις· τὸ Τρισάγιον. Τροπάριον, [ἦχος πλ. δ'.]

ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη [τὸ κατ’ εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Φιλοθέην, τὸ πνεῦμά σου].

Καὶ ἡ εὐλόγησις τῶν ἄρτων.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν. Kάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

νέδειξε σήμερον τὴν Φιλοθέην πιστοί, ἡ θεία Μητρόπολης τῶν Ἀθηνῶν καὶ λαμπρά, ὡς μέγα θησαύρισμα· πάντες οὖν ἐν αἰνέσει ἐν τῇ ταύτῃ κηδείᾳ, ᾄσμασι θεηγόροις εὐφημήσωμεν ταύτην, βοῶντες ταύτῃ ἐκτενῶς· σῷσον ἡμᾶς ταῖς πρεσβείαις σου. [Δίς.]

[Δόξα. Καὶ νῦν.] Θεοτοκίον. Ὅμοιον.

Τὴν χάριν νῦν ἅπαντες ἀνευφημήσωμεν, Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὡς δι’ αὐτῆς τὴν χαράν, τῷ Κόσμῳ αὐγάσαντος λύσιν τῆς ἁμαρτίας, εὑραμένη ἡ φύσις, ἅπασα τῶν ἀνθρώπων, γηθομένη κραυγάζει, εὐχαῖς αὐτῆς Κύριε ῥῦσαι ἡμᾶς τῶν δεινῶν.

Μετὰ τὴν β'. Στιχολογίαν. Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Καθαρθεῖσα τὸ σῶμα καὶ τὴν ψυχήν, καὶ τὰς φρένας, καρδίαν καὶ λογισμόν, δοχεῖον γεγένησαι, καὶ λαμπρὸν οἰκητήριον, τῆς Ἁγίας Τριάδος, Ὁσία ἀοίδιμε. Ὅθεν συνελθόντες οἱ πιστοὶ κατὰ χρέος, γεραίρομεν ἅπαντες, τὴν ἁγίαν σου κοίμησιν, καὶ πιστῶς ἐκβοῶμέν σοι, Φιλοθέη ἀείμνηστε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου. [Δίς.]

[Δόξα. Καὶ νῦν.] Θεοτοκίον. Ὅμοιον.

στραπόμορφον ἅρμα Βασιλικόν, πορφυρίζουσα κλίνη, θρόνε χρυσέ, παλάτιον πάντερπνον, καὶ παστὰς θεαυγέστατε, παναγιωτάτη σκηνὴ ἁλουγόχροε, ὡραϊσμένη πύλη ναὲ Θεοδόξαστε, ὄχημα τοῦ λόγου, τὸ παγκόσμιον ὄντως, καὶ κλίμαξ χρυσόπλοκε, χρυσαυγίζουσα γέφυρα, καὶ χρυσήλατε τράπεζα· χαῖρε θεία λαβίς, καὶ φωτώνυμε, παναγιωτάτη Μήτηρ Θεοῦ τοῦ Παντάνακτος.

Ἕτερον Κάθισμα μετὰ τὸν Πολυέλεον, ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Δεῦτε πάντες οἱ πιστοί, ἐν ὑμνῳδίαις ἱεραῖς, καταστέψωμεν φαιδρῶς, καὶ μεγαλύνωμεν πιστῶς, τὴν ἐν Ἀθήναις ἐκλάμψασα εὐσεβοφρόνως, καὶ κράξωμεν αὐτῇ, ἐν κατανύξει ψυχῆς, καὶ χείλεσιν ἁγνοῖς, καὶ ἐν καρδίᾳ φαιδρᾷ, παρισταμένη Μῆτερ οὖν πᾶσι τοῖς Ἁγίοις, ἐν τῷ φωτὶ του Παντάνακτος, πρεσβείαν ποίει, ὑπὲρ τῶν δούλων, τῶν πιστῶς εὐφημούντων σε. [Δίς.]

[Δόξα. Καὶ νῦν.] Θεοτοκίον. Ὅμοιον.

Δοχεῖον ὤφθη ἐκλεκτόν, Παρθενομῆτορ Μαριάμ, καὶ θρόνος πύρινος Θεοῦ, καὶ κλίνη πάγχρυσος σεμνή, πεποικιλμένη καθέδρα τοῦ Βασιλέως, οἶκος καὶ παλάτιον πάντερπνον, νεφέλη χρυσαυγὴς καὶ ἀείφωτος, καὶ κιβωτὸς καὶ στάμνος μανναδόχος, καὶ χρυσοπόρφυρος θάλαμος. Διὸ τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ καὶ ἡμεῖς μελῳδοῦμέν σοι.

Τὸ πρῶτον Ἀντίφωνον τοῦ δ' ἤχου. Προκείμενον, [ἦχος δ'.] πομένων, ὑπέμεινα τὸν Κύριον, [καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου]. Τό, Πᾶσα πνοή. Εὐαγγέλιον Ὁσιακόν. Δόξα, Ταῖς τῆς Φιλοθέης... Καὶ νῦν, Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον, ἦχος πλ. β'.

Μύρον ἐν Ἀθήναις ἀνεδείχθης Φιλοθέη χρυσόηθε, μυρίζουσα τὰ καρδίας τῶν πιστῶν, τοῖς μυριπνόοις σου διδάγμασιν· ἀλλὰ μύρισον καὶ ἡμῶν τὰς καρδίας νοητῶς τῶν ἐν πίστει τελούντων τὴν σεβάσμιον μνήμην σου.

Ὁ κανὼν τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν εἰς ς'. καὶ τῆς ὁσίας εἰς η'.

Ὁ Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς· Χαίροις χαρᾶς σκήνωμα, τῆς λύπης λύσις. Ἦχος πλ. δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσῳσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

Χαῖρε κατάρας παλαιᾶς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, ᾅδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης, χαρᾶς χωρίον εὐρύχωρον, χαῖρε Θεοτόκε Πανύμνητε.

ρμα τοῦ λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε Πανάμωμε, Δαβιτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον· χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβὶμ ὑπερέχουσα, καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.

ερωτέρα νοερῶν Δυνάμεων, χαῖρε Θεόνυμφε, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως, χαῖρε Θεοῦ Παλάτιον, χαῖρε πύρινε Θρόνε, χαῖρε λυχνία πολύφωτε· χαῖρε μυριώνυμε Δέσποινα.

άβδος ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσασα, χαῖρε Ἀμόλυντε· χαῖρε βλαστῷ Ῥάβδου τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον, μυστικῶς καὶ βαθέως· ὡς γὰρ ἐκείνη τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.

Ἕτερος Κανὼν τῆς Ἁγίας. Οὗ ἡ ἀκροστιχίς· Μέλος σοι τερπνὸν ὦ Θεοῦ φίλη ᾄδω. σαάκ.
ᾨδὴ α'.

Ὁ Εἱρμός. νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Μονὰς ἅς ἐπόθησας, τὰς Οὐρανίους Θεόληπτε, νῦν εὗρες ὦ Μῆτέρ μου μισθὸν τῶν πόνων σου, ὧν ὑπήνεγκας ἐν τῷ παρόντι βίῳ, εὐχαῖς καὶ δεήσεσι Κυρίῳ ᾄδουσα.

λίους σῦ ἄφθονος πηγὴ Ὁσία τεθέασαι, πτωχοὺς καταρδεύουσα πλουσιωτάταις ῥοαῖς· ὅθεν Στέφανον, σῇ κορυφῇ ἐδέξω, ἀξίως ὦν ἔσπειρας σῶν γεωργίων καρπόν.

Λαλεῖν σοι οὐ δύναμαι τῶν ἀρετῶν εὐπρέπειαν, καὶ ὕψος τὸ ἔνθεον, ᾧ ὡραΐσθης σεμνή, καὶ ἀνύψωσας, πρὸς τὰς ἐπουρανίους, σκηνὰς καὶ δεδόξασαι παρὰ τοῦ πάντων Θεοῦ.

Θεοτοκίον. Ὁλόκληρον φύλαττε τὴν ποίμνην Παναγία Δέσποινα, Μαρία Θεόνυμφε, ἣν ἡ Φιλόθεος κατῳκήσατο, ἐνθάδε τοῦ δοξάζειν, τὸν ἄσπορον τόκον σου, καὶ σὲ Παρθένε Ἁγνή.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου...

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν Πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

σχυρότατον ὅπλον, χαῖρε πιστῶν Δέσποινα, χαῖρε κραταιὰ προστασία, χαῖρε ἀντίληψις, χαῖρε βοήθεια, ἁμαρτωλῶν, χαῖρε τεῖχος τῶν προσκαλουμένων σε, χαῖρε τοῦ Κόσμου χαρά.

Σωτηρίας ἀνθρώπων, χαῖρε στεῤῥὸν ἔρεισμα, χαῖρε τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἡ ἐπανάκλησις, δι’ ἧς ἀπέλαβον τὴν παλαιὰν εὐκληρίαν, χαῖρε ἡ ἀνοίξασα, πάλιν Παράδεισον.

Χαῖρε ἄφλεκτε βάτε, χαῖρε φωτὸς ἤχημα, χαῖρε τοῦ Ἡλίου νεφέλη, χαῖρε περίδοξε, καὶ περιλάλητε τοῦ Βασιλέως καθέδρα, χαῖρε πόλις ἔμψυχε, Χριστοῦ τοῦ ζῶντος Θεοῦ.

πειρόγαμε Μῆτερ, χαῖρε Ἁγνὴ Δέσποινα, χαῖρε ἡ ἀνήροτος χώρα καὶ ἀγεώργητος, ἡ γεωργήσασα, τὸν γεωργὸν τῶν ἁπάντων, χαῖρε γῆ ἀλήθειαν ἡ ἀνατείλασα.

Ἄλλος.

Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Σὺ τὸν πλοῦτον ἔνειμας Ὁσία, τὸν σὸν δεομένον τὸν ῥευστόν· και γὰρ ἐν τούτῳ πάνσεπτε, καυχᾶσθαι οὐ προήρησαι, ἀλλ’ ἀντὶ τούτου δέδεξαι, σῇ κορυφῆ δόξης στέφανον.

Σαῖς προσευχαῖς πρὸς τὸν Δεσπότην, περίσωζε ἀεὶ τὴν ποίμνην τὴν σήν, καταγεραίρουσάν σε Πάνσεμνε, ὡς θεῖον ἐνδιαίτημα, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν, κατὰ δαιμόνων ἐνίσχυσον.

δὸν τὴν ἀπάγουσαν εἰς ἄνω, εὑροῦσα διώδευσας σεμνῶς· ὅθεν καὶ πρὸς Οὐράνιον, ἐλήλυθας πολίτευμα, καὶ τοῖς Ὁσίοις ἅπασιν, Ὁσία συγκατηρίθμησαι.

Θεοτοκίον. Ἰάσεις παρέχουσα παντοίας, τοῖς πόθῳ τιμῶσί σου Ἁγνή, τὸν Τόκον τὸν ἐκ πνεύματος, Ἁγίου συλληφθέντα σοι, παράσχου καὶ τοῖς δούλοις σου, ἡμῖν πταισμάτων ἄφεσιν.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους...

Κάθισμα, ἦχος πλ. δ'. Τὸ προσταχθέν.

Καταλιποῦσα τὰ τῆς γῆς, ὦ Φιλοθέη, μετέστης ἄνω πρὸς μονὰς τὰς Οὐρανίους, καὶ πρεσβεύεις σὺν πᾶσι τοῖς ἐπουρανίοις, Ὁσίοις ἅμα δικαίοις καὶ τοῖς λοιποῖς, καὶ πᾶσι τοῖς ἄνω Νόοις καὶ λειτουργοῖς, καὶ κραυγάζειν τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Θεὲ ὑπεράγαθε, σῶζε πάντας οὕς ἔπλασας. [Δίς.]

[Δόξα. Καὶ νῦν.] Θεοτοκίον. Ὅμοιον.

Θεοχαρίτωτε, Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

νατολή, τοῦ Πατρικοῦ ἀπαυγάσματος, καὶ ἡλίου, τοῦ ἐξανατείλαντος πρὸ ἑωσφόρου ἐκ τοῦ Πατρός. Χαῖρε Θεοτόκε, νεφέλη κούφη καὶ ἔμψυχε, Παρθένε χαῖρε Μήτηρ, χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη Πανάμωμε.

Σὺ τὸ χρυσοῦν, θυμιατήριον Δέσποινα, τοῦ ἀστέκτου, καὶ ἀΰλου ἄνθρακος, ἐν ᾧ ἐκαύθη διαῤῥαγέν, τῆς Ἀδαμιαίας παρακοῆς τὸ χειρόγραφον, διό σοι χαῖρε κράζω, δι’ ἧς πάσιν ἐδόθη, ἡ χαρὰ καὶ τρυφὴ καὶ ἀπόλαυσις.

Σὺ τῶν βροτῶν, δόξα καὶ κλέος καὶ καύχημα, καὶ Ἀγγέλων, στέφος καὶ διάδημα, διὸ ἡ γῆ καὶ ὁ οὐρανός, μίαν Ἐκκλησίαν, στησάμενοι παναρμόνιον, τὸ χαῖρέ σοι βοῶμεν, χαῖρε Δέσποινα Κόσμου, χαῖρε πάντων ἀνθρώπων βοήθεια.

Κλίνη σεπτή, ἣν Σολομὼν προδιέγραψε, κυκλουμένην δυνατοῖς ἑξήκοντα, χαῖρε Παρθένε ἡ κιβωτός, ἡ κεχρυσωμένη τοῦ νοητοῦ ἁγιάσματος, λαβὶς ἡ θεία χαῖρε, χαῖρε βάτε πυρφόρε, χαῖρε πύλη ἡ κλῖμαξ, καὶ γέφυρα.

Ἄλλος.

Ὁ Εἱρμός. καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας. Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τὴν Ὁσίαν Φιλοθέην, φιλοφρόνως τιμήσωμεν, ἐν ᾠδαῖς ᾀσμάτων, ταύτην εὐσεβῶς μεγαλύνοντες· αὕτην γὰρ ὤφθη δοχεῖον Θείου Πνεύματος, καὶ πεφώτισται, τούτου ταῖς θείαις λαμπρότησι.

πὶ Θρόνου καθημένη, Θείας δόξης Πανθαύμαστε, τοὺς τὴν σὴν τελοῦντας μνήμην εὐσεβῶς διαφύλαττε, ταῖς σαῖς πρεσβείαις ὦ Μῆτερ, ταῖς πρὸς Κύριον, ᾧ βοᾷς ἀεί, δόξα Χριστὲ τῇ δυνάμει σου.

ωμαλαίᾳ διανοίᾳ καὶ γενναίῳ φρονήματι, τὰς Κυρίου Μῆτερ πάσας ἐντολὰς ἐκτετέλεκας, ὡς κτησαμένη ἀγάπην τὴν πρὸς Κύριον, καὶ τοῦ τέλους τελείαν Ὁσία ἀείμνηστε.

Θεοτοκίον. Παναγία Θεοτόκε τοὺς εἰς Σὲ καταφεύγοντας, ἐκ κινδύνων ῥῦσαι πάντων καὶ σκανδάλων τοῦ ὄφεως, τὴς Φιλοθέης πρεσβείαις ἣν δοξάζομεν, μετὰ σὲ καὶ γὰρ ὤφθη Κυρίῳ δουλεύουσα.

Καταβασία. Τὴν ἀνεξιχνίαστον...

ᾨδὴ ε'.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Νοερὰν Σατραπείαν, καὶ τυραννικὴν ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπως, ἐν καιρῷ τῆς ἐξόδου μου πάρεχε. Ἵνα σοι τὸ χαῖρε, χαρμονικῶς Δέσποινα κράζω, χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε.

ς χαρὰν συλλαβοῦσα, χαῖρε Ὑπεράμωμε, χαῖρε Ὑπέραγνε, χαῖρε τῆς ἁγνείας, πορφυρόχροον ἄνθος ἡδύπνοον, χαῖρε Παρθενίας, κακκοβαφὲς τὸ ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον.

Μυστικὴ μυροθήκη, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα, χαῖρε κρήνη Θεία, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ τὸν βότρυν, τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.

διόδευτε πύλη, χαῖρε ἣν διώδευσε Χριστὸς ὁ Κύριος, Παραδείσου πύλας ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι’ ἧς χαίρει, ὁ Οὐρανὸς καὶ Γῆ χορεύει, ἡ τὰ ἄνω συνάψασα.

Ἄλλος.

Ὁ Εἱρμός. ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσι σε, σωτηρίαν βραβεύοντα.

Μόνην τὴν φερέσβιον, εὑροῦσα κατετρύφησας, πᾶσαν θειοτέραν θεωρίαν, δι’ ἧς ἀνήχθης εἰς θείαν ὄντως ζωήν, και γέγονας πᾶσι τοῖς πιστῶς ἐπικαλουμένοις σε ἐναντίων ὑπέρμαχος.

βίος σου ἔνθεος, καὶ ἀρεταὶ θαυμάσιαι, καὶ τὰ κατορθώματα γενναῖα, ὅθεν καὶ δόξης πλείστης ἠξίωσαι, τῆς ἄνωθεν Μῆτερ ἐκ Θεοῦ, ὅνπερ καθικέτευε ὑπὲρ τῶν ἀνυμνούντων σε.

Νοῦς ἅπας ἀνθρώπινος, ἀδύνατον λογίσασθαι, τοὺς κινδύνους Μῆτερ καὶ τὰς θλίψεις, ἅσπερ ὑπέστης ὑπὸ τῶν ἔξωθεν, ἀκλόνητον σχοῦσα λογισμόν, πίστει τῇ πρὸς τὸν Κύριον, οὗ τὸν λόγον τετήρηκας.

Θεοτοκίον. Πάναγνε Δέσποινα, τὸν Κύριον ἡ τέξασα, σῶζε τοὺς εἰς σὲ τεθαῤῥηκότας, καὶ τῆς μελλούσης πάντας κολάσεως, ἀπάλλαξον Ἄχραντε σεμνή, παῤῥησίαν ἔχουσα, μητρικὴν πρὸς τὸν Κύριον.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα...

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Ἔμψυχος χαῖρε Δέσποινα Κόχλος, ἡ κογχύλη σῶν ἀχράντων αἱμάτων, πορφυραυγῆ, ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ παντὸς βασιλεῖ, πορφυρώσασα, τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ ἡ καλύψασα χαῖρε Πανύμνητε.

Στηρίζει μὲν τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς οὗτος ἄρτος, χριστιανῶν τὰς καρδίας κρατύνει τὸ σὸν ᾀδόμενον Ἅγιον Ὄνομα, ἐντεῦθεν καὶ χαρμονικῶς πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι.

Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, Κιβωτὸς ἡ Θεοχώρητος χαῖρε, χαῖρε Σκηνή, χαῖρε Ἅγιον Ὄρος, χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε, παλάτιον χαῖρε Θεοῦ, χαῖρε τέμενος Θεῖον Πολύφωτον.

πέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος, χαῖρε κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία, καὶ χάρις Θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.

Ἄλλος.

Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δoξάζοντες.

Θεοῦ, ὡς Παῦλος ὑπάρξασα, γεώργιον Ὁσία ἀπέδωκας ἑκατοστεύοντα, τῶν ἀρετῶν σου τὸν ἔνθεον, καρπὸν Χριστῷ τῷ σὲ γεωργήσαντι.

κπλήττει πᾶσαν διάνοιαν, βροτῶν τὰ παρὰ σοῦ νῦν τελούμενα, ψυχὰς ἀνθέλκης γάρ, ἐζοφωμένας τοῖς πταίσμασι πρὸς Θεῖον φῶς Ὁσία, τοῖς σοῖς διδάγμασι.

σία ᾦδε διάξασα, ζωὴν ἣν εὗρες Μῆτερ Οὐράνιον, ἧς καθικέτευε, ἀξιωθῆναι τοὺς δούλους σου, τοὺς σὲ νῦν εὐλαβῶς μακαρίζοντας.

Θεοτοκίον. Ὑμνοῦμεν ἄχραντε Δέσποινα, τὸν τόκον σου ἀσπόρως ἐκλάμψαντα, ἐκ σοῦ Θεόνυμφε, καὶ σὲ Παρθένε γεραίρομεν, ᾠδαῖς ἀπαύστοις ὡς ἁγνὴν Θεομήτορα.

Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον...

Κοντάκιον, ἦχος γ'. Ἡ Παρθένος σήμερον.

Μνηστευθεῖσα ἄμωμε τῷ τοῦ Πατρὸς θείῳ Λόγῳ, καθαρὰν καὶ ἄσπιλον, αὐτῷ σαυτὴν διετήρεις, ὅθεν σε πρὸς τὸν νυμφῶνα τῆς ἄνω δόξης, κέκληκεν ὁ σὸς Νυμφίος, ᾧ συναγάλλῃ, και πρεσβεύει Φιλοθέη, σωθῆναι πάντας ἡμᾶς ἀξιάγαστε.

Οἷκος.

Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν τῆς Πανευφήμου Φιλοθέης· ἅπαν Γένος καὶ ἡλικία πᾶσα· νεανίσκοι καὶ παρθένοι τοῦ Χριστοῦ, τὴν μυροβλύτισσα ἐγκωμίοις καταστέψωμεν· νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀποῤῥίψασα, δι’ ἀσκητικῶν πόνων τὸν τύραννον ἐχθρὸν καταβέβληκεν. Οὐρανίῳ δὲ καὶ Θείῳ στέφει κοσμουμένη αἰτεῖται παρὰ Χριστοῦ, δοθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Συναξάριον.
Μηνὶ Φεβρουαρῳ ΙΘ'. Μνήμην ἐπιτελοῦμεν τῆς Ὁσίας καὶ Θεοφόρου Μητρὸς ἡμῶν Φιλοθέης.

Στίχ. Ἡ Φιλοθέη τῶν τῇδε μεταστᾶσα,

          Χαίρουσ’ ἀνῆλθε πρὸς Μονὰς οὐρανίους.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

μόνη Ἀπείρανδρος, ἡ μόνη Ἄφθορος, χαῖρε Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος καὶ ἀπειρόγαμος, τὸ ξένον χαῖρε, καὶ φρικτὸν Μυστήριον, χαῖρε Ἀγγέλων τρυφή, χαῖρε Ἀνθρώπων χαρά.

Σιὼν πόλις ἔμψυχε, τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη, δεδοξασμένα, χαῖρε Θεόνυμφε, χαῖρε ἡ κλῖμαξ, δι’ ἧς μεταβαίνομεν, πρὸς Οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.

Λειμὼν θεοφύτευτος, εὐώδης κῆπος Θεοβλαστούργητος, ἀνεδείχθης Παρθένε, ἀθανασίας Ἄνθος ἀνθήσασα, διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν, χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ γλυκασμοῦ.

πέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με λύτρωσαι, ἵνα σοι χαρμοσύνως, τὸ χαῖρε κράζω, χαῖρε ἁγνείας πηγή, χαῖρε ταμεῖον πάσης καθαρότητος, χαῖρε δοχεῖον Θεοῦ, χαῖρε χωρίον Χριστοῦ.

Ἄλλος.

Ὁ Εἱρμός. διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Φαεινοτάταις ἀστραπαίς, τῆς Ὑπερουσίου Τριάδος, καταλαμπρύνασα τὸν νοῦν, βοᾷς σὺν Ἀγγέλοις ᾗ παρίστασαι· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

ερωτάτοις λειτουργοῖς, τοῖς παρισταμένοις τῷ Θρόνῳ τῆς τρισηλίου ἀστραπῆς τοῦ Θεοῦ, συγχορεύεις κραυγάζουσα, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Λιμένα εὔδιον ψυχῶν, Μῆτερ δειμαμένη τοὺς ζάλῃ, καὶ τρικυμίαις τῶν παθῶν, ναυαγοῦντας γαλήνης ἠξίωσας· ὅθεν οἱ σωθέντες κραυγάζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον. Ἡ τὸν προάναρχον Υἱόν, Μῆτερ τοῦ Πατρὸς δεξαμένη, ἐν τῇ γαστρί σου μητρικῶς, σὸν Υἱὸν ἐκδυσώπει ποίμνην τηρεῖν, τῆς Φιλοθέης ᾄδουσαν, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Καταβασία. Ὁ διασώσας ἐν πυρί...

ᾨδὴ η'.

Ὁ Εἱρμός. Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας.

εσσαὶ ἐκ ῥίζης, χαῖρε ῥάβδος βλαστήσασα, χαῖρε ἀποτίστως ἀνθηφοροῦσα, ἄνθος τὸν Χριστὸν ὡραῖον, χαῖρε πῖον Ὄρος, χαῖρε κατάσκιον, χαῖρε Θεοῦ Ὄρος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος, πάντων ηὐδόκησε πρὸ τῶν αἰώνων.

Σιδηρᾷ σου Ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως, ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας, τὰ περικυκλοῦντα πάθη ἀποσόβει τὴν ταπεινήν μου ψυχήν, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρέ σοι Παρθένε κράζω.

ραιώθης ὅλη, τὸν Ὡραῖον ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία· διό σοι τὸ χαῖρε κράζομεν, λέγοντες· χαῖρε Θεοτόκε Ἀγνὴ Κεχαριτωμένη, χαῖρε τῆς κτίσεως ἐνδοξοτέρα.

Δανιὴλ ὃ εἶδεν, Ὄρος πρὶν ἀλατόμημον, Θεογεννῆτορ, ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος, χαῖρε Θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων ἁγιωτέρα, χαῖρε τῆς κτίσεως τιμιωτέρα.

Ἄλλος.

Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Ανῆλθες πρὸς γνῶσιν θεωρίας, και πάντα σαφῶς μεμύησαι τοῦ Πνεύματος, ἄδυτα μυστήρια, πᾶσι δὲ κατήγγειλας, τοῖς προσφοιτῶσι Πάνσεπτε, σοὶ καὶ κραυγάζουσι, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δόξης καταφρονήσας τῆς κάτω, καὶ πᾶσα διάνοιαν ἐπτέρωσας, ἀρετῶν κουφότητι, ὅθεν καὶ ἀνύψωσαι, πρὸς θεῖον ὕψος ἄῤῥητον, ᾧ χαίρεις ψάλλουσα, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

φθης ὀρφανῶν τροφὸς καὶ Μήτηρ, καὶ πάντων ἀδικουμένων ἡ ἀντίληψις, τῶν ἐν νόσοις ἴασις, αἰχμαλώτων λύτρωσις, καὶ τοῖς ἐν λύπαις Πάνσεμνε, χαρὰ τοῖς ψάλλουσι, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Ἴασαι ἁγνὴ τὰς ἀσθενείας, τῶν πίστει προστρεχόντων σοι Θεόνυμφε καὶ ὁμολογούντων σε Θεοτόκον ἄχραντε, ὡς τὸν Θεὸν γεννήσασαν, ᾧ πάντες ψάλλομεν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε [εἰς πάντας τοὺς αἰῶνας].

Καταβασία. Παῖδες Ἑβραίων...

ᾨδὴ θ'.

Ὁ Εἱρμός. φριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

δοὺ σε πᾶσαι γενεαί, μακαρίζουσι τὴν Ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ ἐκ Θείου Πνεύματος, καὶ ὡς τεκούσῃ τὴν χαράν, τὸ χαῖρε βοῶσί σοι, χαῖρε ζωῆς θησαυρέ, χαῖρε κρήνη, ψυχικὸν μέλι βρύουσα.

ρθωσας Δέσποινα Ἁγνή, τοῦ προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα, καὶ τῆς προμήτορος Εὔας τὴν λύπην εἰς χαρὰν ἔτρεψας· ὡς οὖν αἰτία τῆς χαρᾶς τὸ χαῖρε βοῶμέν σοι, χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε τῶν Χριστιανῶν ἀγαλλίαμα.

ξιον χαῖρέ σοι βοᾷν, ἐν σοὶ γὰρ οὐσιωδῶς ἡ ἀΐδιος, χαρὰ ἐσκήνωσε, Παρθένε Κόρη Θεογεννήτρια, χαῖρε παράδεισε τρυφῆς, χαῖρε ἡ χρυσόῤῥειθρος ἀθανασίας πηγή, χαῖρε νέκταρ ἀληθὲς ἡ προχέουσα.

Νύττει μου βέλει γλυκερῷ τὴν καρδίαν ὁ σὸς πόθος Πανύμνητε, καὶ ἐκβιάζει με· χαῖρέ σοι κράζειν διὰ παντός, καὶ βοᾷν, χαῖρε λιμήν, χαῖρε ἡ ποντίσασα, τὸν νοητὸν Φαραώ, γλυκυτάτη εὐδιάβατος θάλασσα.

Ἄλλος.

Ὁ Εἱρμός. πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλῶν Νόων φύσις γεραίρουσα, τὴν ἱερὰ θαυμάσια (τὴν ἱερὰν Μετάστασιν, τὰ ἱερὰ Εἰσόδια) τῆς Θεομήτορος, καὶ βοάτω·Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

χου πρὸς ὑπαντήν, Ἀγγέλων συστήματα Μῆτερ κατήρχετο, καὶ ὁ τῶν Ὁσίων δέ, χορὸς σὺν τούτοις θείοις ἐν ᾄσμασιν, ἐπηκολούθει πάνσεμνε ἀναγομένης σου, εἰς τὰ ἄνω, πάντερπνα σκηνώματα, ὧν Χριστός σοι τὰς πύλας ἀνέῳξε.

νθος χρυσαυγές, ποικίλον, χρυσόχροον, καὶ εὐωδίας μεστόν, τοῖς ἐν ταῖς Ἀθήναις νῦν, ταῖς χρυσιζούσαις Μῆτερ ἐξήνθησας, καὶ πᾶσαν εὐωδίασας, καὶ κατελάμπρυνας, τὴν Πατρίδα καὶ τοὺς σοὺς Γεννήτορας, τῶν χαρίτων τῶν σῶν τῇ τερπνότητι.

νω σε Χριστός, καλέσας εἰς ἄληκτον ζωὴν μετήνεγκεν, ὃν καθικετεύουσα, μὴ παύσῃ Μῆτερ ὑπὲρ τῶν πίστει σου, τὴν ἱερὰν Μετάστασιν ὑμνούντων Πάντερπνε, καὶ βοώντων· χαίροις ἀξιέπαινε, Φιλοθέη τὸ ῥόδον τὸ εὔχροον.

Θεοτοκίον. Κύριον Ἁγνή, Παρθένε ὃν ἔτεκες τοῦτον δυσώπησον, ἄτρωτον τηρεῖν ἀεί, τὴν νεολαίαν, ἣν ἡ Φιλόθεος, τὸν σὸν ὑμνεῖν συνήγαγε τόκον Πανάμωμε, ἐκ παντοίων πολέμων Ἄχραντε, αἰσθητῶν, και ἀΰλων Θεόνυμφε.

Καταβασία. Ἅπας γηγενής...

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

γάλλου τέρπου χόρευε, πᾶς ὁ λαὸς τὴν σήμερον, τῆς Φιλοθέης τὴν μνήμην, πανηγυρίζοντες πάντες· ἰδοὺ γὰρ καταλείψασα, τὸν Κόσμον τὸν ἐπίκηρον, πρὸς τὰς Μονὰς ἐλήλυθε, τὰς Οὐρανίους καὶ χαίρει, ὑπὲρ ἡμῶν καὶ πρεσβεύει. [Δίς.]

[Δόξα. Καὶ νῦν.] Θεοτοκίον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Εἰς τοὺς αἴνους, τὸ Πᾶσα πνοή, στιχηρὰ ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθεὶς τῆς Βασιλείας.

Σήμερον χαίρει ἡ γῆ καὶ συγχορεύει, διδοῦσα τὸ βλάστημα, αὐτῆς εἰς χεῖρας Θεοῦ, ὡς θεῖον δῶρον καὶ μέγιστον, τὴν Φιλοθέην, τὴν ἐν Ἀθήναις ἀναβλαστήσασαν, εὐφραίνεται καὶ ἅπασα, τῶν Οὐρανῶν ἡ πληθύς, ὡς δεξαμένη τὴν ἄσπιλον, καὶ θειοτάτην, καὶ ὅλην οὖσαν Θεοῦ κατοίκησιν· χαίρει δὲ μᾶλλον καὶ ἀγάλλεται, Ἰησοῦς Χριστὸς ὁ Θεὸς ἡμῶν· ὅς ἀνήγαγε ταύτην εἰς τὰ ἄδυτα βασίλεια. [Δίς.]

ἱλαρὰ τὴν ψυχὴν καὶ τὴν καρδίαν, ἥλιος ὁ πάμφωτος, ἀστὴρ αὐγέστατος, περιστερὰ ἡ ἀκέραιος, ἡ Φιλοθέη, ἡ μῦρον οὖσα καὶ μῆλον πάγχρυσον, ἡ ὅλη μυρίσασα, καὶ χαριτώσασα, νοῦν καὶ ψυχὴν καὶ καρδίαν τε, σὺν τῷ σαρκίῳ, καὶ γενομένη φῶς καὶ ἀπαύγασμα· νῦν δὲ ἀφεῖσα τὰ ἐπίκηρα, ἀνελήλυθεν ἄνω πρὸς Κύριον, καὶ πρεσβεύει ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Φυτὸν ὡραῖον ἐβλάστησε και κλάδον, ἡ Θεία Μητρόπολις τῶν Ἀθηνῶν ἡ λαμπρά, φέρον καρπὸν εὐωδέστατον, πλήρη χαρίτων, γλυκὺν εἰς γεῦσιν καὶ θυμηδέστατον, τὴν θείαν καὶ ἄσπιλον καὶ θεοδόξαστον, τὴν Φιλοθέην τὴν πράξει τε, καὶ θεωρίᾳ, κατακοσμοῦσαν ψυχὴν τοῦ σώματος· ὅθεν ἐν ὕμνοις μεγαλύνομεν, καὶ γεραίρομεν ταύτης τὴν κοίμησιν, ἐν ψαλμοῖς μελιῤῥύτοις, καὶ τερπνοῖς τοῖς μελῳδήμασιν.

Δόξα, ἦχος β'.

Τῶν ὑπὲρ νοῦν ἀγαθῶν, δεξαμένη ἔρωτα, πάντα τὰ ἐν Κόσμῳ τερπνά, ὑπερεῖδες Θεόληπτε· ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδάμ· τὸν ὄφιν δὲ ἀποκρουσαμένη δι’ ἐγκρατείας, Ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν Οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύουσα τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεουμένην ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένη Φιλοθέη τὴν μνήμην σου.

Καὶ νῦν. [Θεοτοκίον.]

Τὴν πᾶσαν ἐλπίδα μου [εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου].

Δοξολογία μεγάλη, καὶ ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν. Ἐκ τοῦ Κανόνος, ᾨδὴ γ'. καὶ ς'.

Источникъ: Βίος και πολιτεία της οσίας και θεοφόρου μητρός ημών Φιλοθέης της εξ Αθηνών. / Εκδίδοται υπό της οικογενείας Μιλτιάδου Βενιζέλου. — Εν Αθήναις: Εκ του Τυπογραφείου των Καταστημάτων Ανέστη Κωνσταντινίδου, 1893. — σελ. 13-32.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0