Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - понедѣльникъ, 18 декабря 2017 г. Сейчасъ на порталѣ посѣтителей - 9.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΦΕΒΡΟΥΑΡΙῼ ΙΓ'.
Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Μαρτύρων, Ἀκύλα καὶ Πρισκίλλης.

(Ποιηθεῖσα ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου, Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.)

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχ. δ' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

κύλα καὶ Πρίσκιλλα ὑμᾶς, Παῦλος ὁ μακάριος, τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, ἐμυσταγώγησεν, ἀγασθεὶς τῶν τρόπων, ὑμῶν τὴν σεμνότητα, καὶ βίον ἀληθῶς τὸν ἐνάρετον μεθ’ οὗ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Τοῦ Παύλου συνόμιλος δειχθείς, τούτῳ ὁμοδίαιτος, καὶ συνεργὸς καὶ συνέκδημος, Ἀκύλα ἔνδοξε, ὤφθης ἐν τῷ βίῳ ἀκλινῶς ἑπόμενος, τοῖς ἴχνεσιν αὐτοῦ παναοίδιμε, καὶ τὸ τῆς πίστεως, ἀνεκήρυξας μυστήριον, τοῖς ἐν σκότει, τῆς πλάνης καθεύδουσι.

Σοφίᾳ καὶ γνώσει ἀληθεῖ, τοῦ Χριστοῦ λαμπόμενος, τὴν ὑπὲρ νοῦν ἐνανθρώπησιν, τούτου ἐκήρυξας, τοῖς ἐσκοτισμένοις, ἔθνεσι μακάριε, ἐντεῦθεν σὺν Πρισκίλλῃ, ἐνήθλησας, μεθ’ ἧς καὶ εἴληφας, ἀφθαρσίας τὸ διάδημα, δυσωποῦντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος β'.

Τοῖς τοῦ νόμου θεσμοῖς διαπρέπων, τῆς ἐν Χριστῷ οἰκονομίας τὸ μυστήριον, ἐμυήθης Ἀκύλα, καταλιπὼν τὰ προσκιάσματα· καὶ Ἀποστολικῆς τρυφήσας χάριτος, σὺν Πρισκίλλῃ τῇ σεμνῇ, μαρτυρικοῖς ἐφοινίχθης αἵμασι, σὺν αὐτῇ καλῶς ἀθλήσας· μεθ’ ἧς καὶ καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου [εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου].

Ἀπόστιχα. Ἦχος β'. Οἶκος τοῦ Ἔφραθᾶ.

Παῦλος ὁ ἱερός, ὑμᾶς ἐγκωμιάζων, Ἀκύλα σὺν Πρισκίλλῃ, ὑμᾶς συνεργοὺς θείους, κηρύττει ἐν τῇ χάριτι.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Χαίροις θεοειδής, δυὰς τῶν Ἀποστόλων, Ἀκύλα θεηγόρε, καὶ Πρίσκιλλα θεόφρον, Χριστοῦ λαμπροὶ διάκονοι.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ].

Δρόμον τὸν ἱερόν, τελέσαντες ἀμέμπτως, Ἀκύλα σὺν Πρισκίλλῃ, μαρτυρικοῖς ἀγῶσι, Χριστὸν ἐμεγαλύνατε.

Δόξα Πατρί...

Λόγον τὸν τοῦ Θεοῦ, ὁμόδοξον τῷ Φύντι, καὶ Πνεύματι κηρύξας, τὴν μίαν Θεαρχίαν, Ἀπόστολε ἐδόξασας.

Καὶ νῦν. Θεοτοκίον.

Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, προσειληφὼς Παρθένε, διπλοῦς ἡμῖν ὡράθη, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος.

Νῦν ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον ἐκ τοῦ Μεγ. Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

Εἴδησις. Ἐν τῷ Μεγ. Ἑσπερινῷ, εἰ φθάσει ἡ μνήμη τῶν Ἁγίων ἐν τῇ Ἅγίᾳ καὶ Μεγάλῃ Τεσσαρακοστῇ, ψάλλεται ἡ Ἀκολουθία κατὰ τὸν τύπον τῶν Ἁγ. 40 Μαρτύρων.


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα· ἱστῶμεν στίχους ς'. καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Παῦλος ὁ μέγας τοῦ κόσμου θεόφρων ἥλιος, ὥσπερ φαιδρὰν ἀκτῖνα, εἰς τὴν σύμπασαν κτίσιν σὲ μάκαρ ἐπαφῆκε φωτιστικαῖς, σοῦ τῶν λόγων λαμπρότησι, καταφωτίζειν τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀγνωσίας κινδυνεύοντας.

καθαρά σου καρδία τοῦ Θείου Πνεύματος, φωτιστικαῖς ἀκτῖσι, αὐγασθεῖσα πλουσίως, Ἀκύλα θεηγόρε, φωτοειδής, ἀληθῶς ἐχρημάτισας, καὶ τῶν εἰδώλων τὸ σκότος τὸ χαλεπόν, θείᾳ χάριτι διέλυσας.

Οἱ τῷ ναῷ σου τῷ θείῳ πίστει προστρέχοντες, καὶ ἐν αὐτῷ σε μάκαρ, δυσωποῦντες Ἀκύλα, λυτροῦνται νοσημάτων παντοδαπῶν, καὶ κινδύνων καὶ θλίψεων, ταῖς ἱεραῖς σου πρεσβείαις καὶ πρὸς Θεόν, μεσιτείαις ἱερώτατε.

Προσόμοια ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὴν τῆς χάριτος ἔλλαμψιν, διὰ Παύλου δεξάμενος, τούτῳ ὁμοδίαιτος ἐχρημάτισας, καὶ συνεργὸς τῷ κηρύγματι, Ἀκύλα μακάριε, σὺν Πρισκίλλῃ τῇ σεμνῇ, καὶ τὸ φέγγος τῆς πίστεως, πᾶσιν ἤστραψας, πολιτείᾳ ἀμέμπτῳ διαλάμπων, καὶ σοφίᾳ οὐρανίῳ, καὶ εὐσεβείας τοῖς θαύμασι.

ς ξενίσας Ἀπόστολε, Παῦλον τὸν θεοκήρυκα, τούτῳ ἐμαθήτευσας γνώμῃ κρείττονι, καὶ τοῦ Σωτῆρος τὴν ἄῤῥητον, μεμύησαι κένωσιν, καὶ τῶν τούτου ἀγαθῶν, πρὸς ἀνθρώπους τὰς χάριτας, ἀνεκήρυξας, θεοῤῥήμονι γλώσσῃ θεηγόρε, καὶ ἰσχύϊ ἀηττήτῳ, τῆς ἐπιπνοίας τοῦ Πνεύματος.

Συζυγία πανθαύμαστος, ἀληθῶς ἀνεδείχθητε, Ἀκύλα καὶ Πρίσκιλλα, ὡς θεόφρονες, τῶν Ἀποστόλων πλουτίσαντες, τὸ μέγα ἀξίωμα, καὶ δοξάσαντες αὐτό, ἱεροῖς ἀγωνίσμασιν· ὅθεν σήμερον, τὴν ἁγίαν ὑμῶν τελοῦμεν μνήμην, ὑμᾶς πρέσβεις καὶ μεσίτας, πρὸς τὸν Σωτῆρα προβάλλοντες.

Δόξα Πατρί. Ἦχος δ'.

Τῆς αἰωνίου ζωῆς τὰ ῥήματα, ὡς πίων γῆ δεξάμενος, τοῦ Εὐαγγελίου τῆς χάριτος, τοὺς καρποὺς ἐγεώργησας Ἀπόστολε· ἡ γὰρ τῶν νομικῶν ἀκρίβεια, παιδαγωγός σοι γέγονε, τῆς εἰς Χριστὸν πίστεως, τὸν ἐν νόμῳ καὶ προφήταις φθεγγόμενον, καὶ ἐν αἵματι ἰδίῳ, διαθήκην αἰώνιον, ἡμῖν ἐγκαινίσαντα· ἧς λειτουργὸς καὶ διάκονος, διὰ Παύλου προχειρισθείς, τὴν δοθεῖσάν σοι χάριν, σοφῶς διήγαγες, σὺν Πρισκίλλῃ τῇ σεμνῇ ὁμοζύγῳ· μεθ’ ἧς τὰ ἄνω κατοικῶν βασίλεια, ἀπαύστως ἱκέτευε, Ἀκύλα μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.

διὰ σὲ Θεοπάτωρ Προφήτης Δαβίδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ Ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι, εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Τὸ Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα [1].

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. [Κεφ. ιη'. 1-8.]

ν ταῖς ἡμέραις ἐκείναις χωρισθεὶς ὁ Παῦλος ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον· καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ’ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγὼ ἀπό τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούσαντες ἐπίστευον καὶ ἐβαπτίζοντο.

Πρὸς Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. ις'. 1-4. 16.]

δελφοί, συνίστημι ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα αὐτὴν προσδέξησθε ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ. σπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος, εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν. σπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.

Λιτή. Ἰδιόμελα. Ἦχος α'.

Τὴν εὐκλεῆ τῶν Ἀποστόλων ξυνωρίδα, Ἀκύλαν καὶ Πρίσκιλλαν, ᾀσματικοῖς ἐπαίνοις αἰνέσωμεν· καταλλήλως γὰρ ταῖς θείαις ἐντολαῖς, τὸν βίον περαιοῦντες, τὸν πολύτιμον τῆς χάριτος μαργαρίτην, διὰ Παύλου ὠνήσαντο, ὡς ἀντιμισθίαν ἐπάξιον τῆς αὐτῶν πολιτείας· ὅθεν τῇ αἴγλῃ τοῦ Πνεύματος, τῇ οἰκουμένῃ ἐκλάμψαντες, τῆς θεογνωσίας τὸ φῶς τὸ θαυμαστόν, τοῖς ἐν πλάνῃ ἐπύρσευσαν· καὶ αἵμασιν οἰκείοις βαφέντες, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἀπέλαβον βοῶντες· Κύριε δόξα σοι.

Ἦχος β'.

τῆς μεγίστης σου χάριτος, ἧς ἀληθῶς κατηξίωσαι, Ἀκύλα θέοφρον Ἀπόστολε· ξενιστὴς γὰρ καὶ συνέστιος, τοῦ σκεύους γεγονὼς τῆς ἐκλογῆς, ἀγαπητὸς αὐτῷ καὶ οἰκεῖος, καὶ συνοδίτης καὶ συνεργός, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, Ἀποστολικῶς ἐχρημάτισας· καὶ παρ’ αὐτοῦ τὰ θεῖα μυσταγωγηθείς, τῆς εὐσεβείας τὸ μυστήριον, τοῖς ἔθνεσιν ἐκήρυξας· δι’ ὅ σε γεραίρομεν, σὺν Πρισκίλλῃ τῇ θεόφρονι.

Ἦχος γ'.

ποστολικὴν πορείαν ἀνύσαντες, μαρτυρικοῖς ἀγῶσιν ἐσφραγίσατε, τοῦ Εὐαγγελίου τὸ κήρυγμα· τὸν γὰρ λόγον τῆς πίστεως, κεχερσωμέναις ψυχαῖς ἐσπείρατε, τῆς ἀπάτης τὴν ἄκανθαν, προθέλυμνον ἐκτίλαντες· καὶ τῇ ἐκφανθείσῃ εὐδοκίᾳ θείᾳ, τὸν βίον ἰθύνοντες, τῶν δεξαμενῶν ὑμᾶς μακὰριοι, τὸ αἷμα προθύμως ἐκχέατε, ὑπὲρ Χριστοῦ νομίμως ἀγωνισάμενοι. Ἂλλ’ ὦ Ἀκύλα καὶ Πρίσκιλλα, Ἀποστόλων καὶ Ἀθλητῶν συνόμιλοι, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ'.

ς μαθηταὶ καὶ σύσκηνοι, τοῦ θεηγόρου Παύλου, διακονοῦντες αὐτῷ ὤφθητε, Ἀκύλα τρισμάκαρ, καὶ Πρίσκιλλα θεόφρον· ὅθεν τοῖς ἴχνεσιν αὐτοῦ ἑπόμενοι, τοῖς δεσμοῖς αὐτοῦ ἐκοινωνήσατε, καὶ τῶν ἐν αὐτῷ χαρισμάτων, τὰς ἀποῤῥοίας ἐδέξασθε· καὶ νῦν τῆς ἄνω δόξης σὺν αὐτῷ τρυφῶντες, πρεσβεύσατε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα Πατρί... Ἦχος πλ. β'.

Τῆς νομικῆς λατρείας τὸ πέρας, ἀξίως ἐκληρώσασθε, Ἀκύλα καὶ Πρίσκιλλα, ὡς εὐθεῖς τῇ καρδίᾳ· τῷ γὰρ δοτῆρι τοῦ νόμου Χριστῷ προσελθόντες, ἀτρέπτως σαρκωθέντι, σοφίας καὶ χάριτος ἐπλήσθητε, καὶ τῆς αὐτοῦ οἰκονομίας, μαθηταὶ ἐδείχθητε, καὶ Ἀπόστολοι θεηγόροι· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγος ὑμῶν, φωτίζων καὶ στηρίζων πρὸς γνῶσιν θείαν, τοὺς ἀπαύστως βοῶντας· Κύριε δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος [ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀναργύρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν].

Στιχηρὰ προσόμοια. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθείς.

Οἱ ἐν Κορίνθῳ τὸν Παῦλον τὸν θεόπτην, ἀσμένως ξενίσαντες, γνώμῃ θεόφρονι, καὶ παρ’ αὐτοῦ τὰ οὐράνια, ἐκδιδαχθέντες, τῆς εὐσεβείας θεῖα μυστήρια, Ἀκύλας καὶ Πρίσκιλλα οἱ οὐρανόφρονες, ἀνευφημείσθωσαν σήμερον, ὡς ὑπηρέται, καὶ ὑποφῆται καὶ θεῖοι κήρυκες, τῆς τοῦ Χριστοῦ ἐνανθρωπήσεως, καὶ δογμάτων τῶν θείων ἐκφάντορες, καὶ Ἁγίων Μαρτύρων, κοινωνοὶ καὶ ἰσοστάσιοι.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν [καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν].

ς συζυγία ὁμόφρων καὶ ἀρίστη, τῷ βίῳ ὁμότροποι ἐχρηματίσατε, καὶ πληρωταὶ τῶν προστάξεων, τῶν ἐν τῷ νόμῳ, τὴν τούτων ἔκβασιν ἐκδιδόμενοι, καὶ ταύτην εὑράμενοι πίστει καὶ χάριτι, Χριστοῦ Ἀπόστολοι ὤφθητε, μαθητευθέντες, τῷ θείῳ Παύλῳ καὶ ὑπουργήσαντες· ὅθεν σὺν τούτῳ περιήλθετε, πᾶσαν κτίσιν Ἀκύλα καὶ Πρίσκιλλα, τὴν σωτήριον χάριν, τοῖς ἀνθρώποις καταγγέλλοντες.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ].

Οἱ τοῦ Σωτῆρος διάκονοι καὶ μύσται, καὶ δόξα καὶ καύχημα τῶν Ἑβδομήκοντα, ὡς ἀληθῶς μαθητῶν αὐτοῦ, καῖ Ἐκκλησίας, αἱ δᾳδουχίαι αἱ οὐρανόφωτοι, Ἀκύλας καὶ Πρίσκιλλα, οἱ θεοκήρυκες, τῆς εὐσεβείας τελέσαντες, σοφῶς τὸν δρόμον, δόξῃ μαρτύρων ἐκαλλωπίσθησαν, τοὺς ἑαυτῶν αὐχένας ξίφεσιν, ἐκτμηθέντες ὡς θεῖοι Ἀπόστολοι, καὶ Χριστὸν δυσωποῦσι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα Πατρί... Ἦχος πλ. δ'.

ερουργὸς καὶ Ἀπόστολος, τοῦ Εὐαγγελίου γενόμενος, τῶν τοῦ Χριστοῦ παθημάτων μάρτυς, ἐχρημάτισας θεόφρον· ποικίλαις γὰρ θλίψεσι, τῆς ἀληθείας τὴν ἔκφανσιν, καὶ θαυμάτων ἐνεργείᾳ καὶ ἀγῶσι καρτεροῖς, ὑπὲρ ἥλιον ἔδειξας λάμπουσαν. Καὶ νῦν τὰ γέρα δεχόμενος, σὺν Πρισκίλλῃ τῇ σεμνῇ, σὺν αὐτῇ Ἀκύλα πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, [τὰς δεησεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως].

Τό Νῦν ἀπολύεις... Τρισάγιον. Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Τοῦ Παύλου συνέκδημος, καὶ συνεργὸς γεγονώς, Ἀκύλα Ἀπόστολε, τῆς εὐσεβείας τὸ φῶς, τοῖς πᾶσι κατήστραψας· ὅθεν καὶ ἐναθλήσας, σὺν Πρισκίλλῃ τῇ θείᾳ, στέφος ἀθανασίας, σὺν αὐτῇ ἐκομίσω, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπόλυσις.



ΕΝ Τῼ ΟΡΘΡῼ
Τὰ ἀπολυτίκια ὡς ἐν τῷ Ἐσπερινῷ.

Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὸν Παῦλον τὸν σοφόν, εὐσεβῶς δεδεγμένοι, ἐδέχθητε τὸ φῶς, τῆς Ἁγίας Τριάδος, Ἀκύλα καὶ Πρίσκιλλα, συζυγία θεόληπτε, καὶ Ἀπόστολοι, καὶ μαθηταὶ θεηγόροι, καθωράθητε, τοῦ σαρκωθέντος Δεσπότου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. [Δίς.]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

μόνη τὸν Θεόν, ἐξ ἁγνῶν σου αἱμάτων, κυήσασα ἡμῖν, σαρκωθέντα ἀτρέπτως, σαρκός μου τὰ νοσήματα, καὶ ψυχῆς τὰ συντρίμματα, Κόρη ἴασαι, καὶ τοῦ νοός μου τὸ σκότος, διασκέδασον, φωτιστικῇ σου πρεσβείᾳ καὶ σῷσόν με δέομαι.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Παρακλήτου δύναμιν ἐνδεδυμένοι, τοῦ Χριστοῦ τὴν σάρκωσιν, λόγοις καὶ θαύμασι σεπτοῖς, Ἀκύλα μάκαρ καὶ Πρίσκιλλα, τοῖς ἐν τῷ σκότει τῆς πλάνης κηρύττετε. [Δίς.]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

λαμπὰς ἡ ἄσβεστος ἀΰλου φέγγους, Θεοτόκε Πάναγνε, τὴν σκοτισθεῖσάν μου ψυχήν, τοῖς χαμαιζήλοις νοήμασι, τῇ σῇ ἐλλάμψει καταύγασον δέομαι.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Μαθηταὶ καὶ οἰκεῖοι καὶ ξεναγοί, τοῦ θεόφρονος Παύλου καὶ συνεργοί, Ἀκύλα καὶ Πρίσκιλλα, γεγονότες τῇ χάριτι, σὺν τούτῳ πλείστους πόνους, στεῤῥῶς ὑπεμείνατε, ὁμοῦ ὁδοιποροῦντες, τῷ θείῳ κηρύγματι· ὅθεν τῆς ἀπάτης, καθελόντες τὸ θράσος, νομίμως ἠθλήσατε, καὶ λαμπρῶς ἐδοξάσθητε, θεοφόροι Ἀπόστολοι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς τὴν σεπτὴν ὑμῶν μνήμην, φαιδρῶς ἑορτάζουσι. [Δίς.]

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σαρκωθεὶς ἐξ αἱμάτων σου τῶν ἁγνῶν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προστάτην σε ἔδειξε, τῶν ἀνθρώπων Πανάχραντε, καὶ βοηθὸν καὶ ῥύστιν, καὶ μέγα προσφύγιον, καῖ τῶν ἁμαρτανόντων, θερμὸν ἱλαστήριον· ὅθεν τῶν πολλῶν μου, ὀφλημάτων τὴν λύσιν, καὶ βίου διόρθωσιν, καὶ φωτὸς θείου ἔλλαμψιν, τῇ ψυχῇ μου πρυτάνευσον, Παρθένε Θεοτόκε Ἁγνή, ἡ καθέδρα τοῦ Χριστοῦ ἡ πάγχρυσος, ἡ ἀεὶ βοηθοῦσα, τοῖς πίστει φωνοῦσί σε.

Ἀναβαθμοί. Ἐκ νεότητός μου... Τὸ α'. ἀντίφωνον τοῦ δ'. ἤχου. Καὶ τὸ προκείμενον. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὰ στερέωμα.

Εὐαγγέλιον [2]. Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. κα'. 12-20.]

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φύλακας, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Ὁ Ν'. Ψαλμός. Δόξα. Ταῖς τῶν Ἀποστόλων... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β'.

ποστολικῶς διαπρέψαντες, ἀθλητικῶς πρὸς Χριστὸν ἐξεδημήσατε, Ἀκύλα καὶ Πρίσκιλλα, Ἀπόστολοι μακάριοι· ὅθεν διπλοῦν στέφος δεξάμενοι, ἐκ χειρὸς ζωαρχικῆς, ἀδιαλείπτως δυσωπεῖτε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν οὗ ἡ ἀκροστιχίς· Ἀκύλαν καῖ Πρίσκιλλαν ἐγκωμιάζω. Γερασίμου. Ἦχος πλ. δ'.
ᾨδη α'.

Ὁ Εἱρμός. γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

κτῖσι Τριάδος τῆς Παντουργοῦ, ἐκλελαμπρυσμένοι, ὡς Ἀπόστολοι ἱεροί, Ἀκύλα καῖ Πρίσκιλλα τὸν νοῦν μου, πρὸς εὐφημίαν ὑμῶν καταυγάσατε.

Καλῶς ἐν Κορίνθῳ τὸν εὐκλεῆ, ξενίσαντες Παῦλον, ἐμυήθητε παρ’ αὐτοῦ, τῆς οἰκονομίας τοῦ Σωτῆρος, τὸ ὑπὲρ λόγον μυστήριον ἔνδοξοι.

πέσχετε Παύλου τῇ διδαχῇ, ὑμῶν τὴν καρδίαν, καὶ Ἀπόστολοι εὐκλεεῖς, ὤφθητε Χριστοῦ τοῦ Βασιλέως, τοῦ Παρακλήτου τὴν χάριν δεξάμενοι.

Λαμπτῆρες τῆς πίστεως τοῦ Χριστοῦ, Ἀκύλα θέοφρον, καὶ ἡ Πρίσκιλλα ἡ σεμνή, ὤφθητε κηρύγματι τῷ θείῳ, τῆς ἀσεβείας τὸν ζόφον διώκοντες.

Θεοτοκίον. Ἀσπόρως συνέλαβες τὸν Χριστόν, ἀφθόρως δὲ τοῦτον, Θεοτόκε κυοφορεῖς, καὶ τρέφεις τὸν τρέφοντα τὰ πάντα, καὶ γαλουχεῖς τὸν ζωὴν πᾶσι νέμοντα.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου...

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Νάμασι τοῦ Πνεύματος, περικλυζόμενοι Ἅγιοι, ὕδωρ τὸ ζῶν, βλύζετε τῷ κόσμῳ, ὡς Ἀπόστολοι ἔνδοξοι.

Κλήματα κατάκαρπα, Ἀκύλα μάκαρ καὶ Πρίσκιλλα, τῇ μυστικῇ, Παύλου γεωργίᾳ, τοῦ Χριστοῦ ἀνεδείχθητε.

Αἴγλῃ θείας χάριτος, φωταγωγοῦντες Ἀπόστολοι, τοὺς ἐν νυκτί, εἰδωλομανίας, τῷ Χριστῷ προσηγάγετε.

χνεσιν ἑπόμενοι, Παύλου τοῦ θείου μακάριοι, συγκοινωνοί, τούτου ἐν τοῖς πόνοις, καὶ συνέκδημοι ὤφθητε.

Θεοτοκίον. Πύλη ἐπουράνιε, πύλας ζωῆς μοι διανοιξον, καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου, ἁμαρτίας με λύτρωσαι.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους...

Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Τοῦ Παύλου τοῖς ῥήμασι, καταυγασθεὶς τὴν ψυχήν, ὡς ἥλιος ἔλαμψας, θεογνωσίας φωτί, Ἀκύλα μακάριε· στέφος δὲ μαρτυρίου, ἀνεπλέξω νομίμως· ὅθεν ἀναπηγάζεις, ποταμοὺς ἰαμάτων, τοῖς πίστει ἑορτάζουσι, μάκαρ τὴν μνήμην σου. [Δίς.]

[Δόξα. Καὶ νῦν.] Θεοτοκίον.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Παρθένε Πανάχραντε· ὄλεσον κατὰ κράτος, τῶν βαρβάρων τὰ θράση· γνώτωσαν τὴν ἰσχύν σου, φιλοπόλεμα ἔθνη· τῷ νεύματί σου πάντας, ἡμᾶς διαφύλαξον.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. ξ ὄρους κατασκίου, Λόγε ὁ προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ ἐδοξολόγει σου τὴν δύναμιν.

ήματα ζωῆς, τοῖς πάλαι νεκρωθεῖσι, τῇ πλάνῃ τοῦ ἐχθροῦ, Ἀκύλα ἐξαγγέλλων, πρὸς τὴν ζωὴν τῶν ἁπάντων Χριστὸν ἰθύνεις, τοὺς δεξαμένους σου τὸ κήρυγμα.

αμα σαφῶς, ὁ σὸς ἐδείχθη λόγος, ὡς δρόσος μυστική, Προφητικῶς θέοφρον, τοῖς ἀνιάτως νοσοῦσι τῇ ἀπιστίᾳ, οὓς καὶ ὑγίωσας Ἀπόστολε.

Σύσκηνος τελῶν, τῷ Παύλῳ, τῷ θεόπτῃ, Ἀκύλα ἱερέ, σὺν τῇ σεμνῇ Πρισκίλλῃ, τούτου διάκονοι ἅμα καὶ συνοδῖται, καὶ συνεργοὶ θεῖοι ἐδείχθητε.

Κήρυκες Χριστοῦ, καὶ θεῖοι ὑποφῆται, Ἀπόστολοι σοφοί, καὶ μάρτυρες γενναῖοι, μάκαρ Ἀκύλα καὶ Πρίσκιλλα θεοφόρε, ὡς ἀληθῶς ἐχρηματίσατε.

Θεοτοκίον. Ἴασαι Ἁγνὴ τὴν νόσον τῆς ψυχῆς μου, ὡς μήτηρ τοῦ Χριστοῦ, καὶ πλήρης συμπαθείας, καὶ τὴν καρδίαν μου πλῆσον φωτὸς ἀΰλου, ἵνα ὑμνῶ σε πολυΰμνητε.

Καταβασία. Τὴν ἀνεξιχνίαστον...

ᾨδὴ ε'.

Ὁ Εἱρμός. ἐκ νυκτὸς ἀγνοίας, θεογνωσίᾳ φαιδρύνας τὰ πέρατα, φώτισόν με τῷ ὄρθρῳ, τῆς φιλανθρωπίας σου Κύριε.

Λελαμπρυσμένος μάκαρ, τοῦ Παρακλήτου ἀΰλοις ἐλλάμψεσιν, ηὔγασας τοῖς ἐν σκότει, τῆς θεογνωσίας τὰς χάριτας.

Λύτρωσιν αἰωνίαν, τῇ τοῦ Σωτῆρος κηρύττων χρησιμότητι, χάριτί τε καὶ πίστει, ὤφθης τοῖς ἐν πλάνῃ Ἀπόστολε.

πόστολοι Κυρίου, τῶν Ἑβδομήκοντα μυστῶν οἱ συνάριθμοι, Ἀκύλα σὺν Πρισκίλλῃ, ῥύσασθε ἡμᾶς πάσης θλίψεως.

Θεοτοκίον. Νόμῳ τῆς ἁμαρτίας, δεδουλωμένος καὶ στένων ὁ ἄθλιος, σὲ νῦν ἐπιβοῶμαι, Κόρη σωτηρίας δεόμενος.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα...

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

Εἰς ἅπασαν, ἀληθῶς ὁ φθόγγος σου, ἐξελήλυθε τὴν γῆν θεηγόρε, τὰ τοῦ Σωτῆρος ἑκούσια πάθη, καὶ τὴν ἁγίαν κηρύττων Ἀνάστασιν, δι’ ἧς ἐκ τάφου τῶν παθῶν, νεκρωθείσας ψυχὰς ἐξανέστησας.

Γεγόνατε, κοινωνοὶ καὶ σύσκηνοι, καὶ συνόμιλοι τοῦ Παύλου τοῦ θείου, διακονήσαντες τούτῳ προθύμως, καὶ παρ’ αὐτοῦ παιδευθέντες τὰ κρείττονα, ἠκολουθήσατε αὐτῷ, τὴν σωτήριον χάριν κηρύττοντες.

Καθείλετε, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἀοράτῳ δυναμούμενοι σθένει, τοῦ ὁραθέντος ἡμῖν εὐσπλαγχνίᾳ, ἐν ἀσθενείᾳ σαρκὸς ὡς ηὐδόκησεν, Ἀκύλα καὶ Πρίσκιλλα σοφοί, καὶ τῆς νίκης τὸν στέφανον ἤρασθε.

ς μύσται, ὡς ὑπηρέται Κυρίου, ὡς διάκονοι αὐτοῦ θεοφόροι, τῆς εὐσεβείας τὸν κάλλιστον δρόμον, μαρτυρικῶς καὶ νομίμως ἠνύσατε, ἀθλήσαντες ὑπὲρ Χριστοῦ, ὦ Ἀκύλα τρισμάκαρ καὶ Πρίσκιλλα.

Θεοτοκίον. Μητράνανδρε, Θεοτόκε Παρθένε, ἡ τὸν Λόγον ἀποῤῥήτως τεκοῦσα, τῆς τῶν παθῶν ἀλογίστου δουλείας, τὴν μολυνθεῖσαν ψυχήν μου ἀπάλλαξον, καὶ ἐντολῶν τῇ ἐλαφρᾷ, ἐργασίᾳ αὐτὴν καταδούλωσον.

Καταβασία. Τὴν θείαν ταύτην καὶ πάντιμον...

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Συνεργοὶ γενόμενοι τοῦ θείου Παύλου, τοῦ Χριστοῦ Ἀπόστολοι, καὶ Ἀθληταὶ πανευκλεεῖς, ὡς ἀληθῶς ἀνεδείχθητε, μάκαρ Ἀκύλα, καὶ Πρίσκιλλα πάνσεμνε.

Ὁ Οἶκος.

μᾶς ὁ Παῦλος ὁ σοφός, τῆς ἐκλογῆς τὸ σκεῦος, ἐπαίνοις ἐκθειάζων, συνεργοὺς παρίστησιν ἐν Χριστῷ Ἰησοῦ, ἐν τῷ Εὐαγγελίῳ, οἵτινες ὑπὲρ τῆς ψυχῆς αὐτοῦ, τὸν τράχηλον ὑμῶν ὑπεθήκατε. Τοῦτον γὰρ ἐν Κορίνθῳ ξενοδοχήσαντες ἀσμένως, παρ’ αὐτοῦ ἐμυήθητε τῆς εὐσεβείας τὸ μέγα μυστήριον, καὶ τοῦ Χριστοῦ Ἀπόστολοι καὶ μαθηταὶ ὤφθητε, ἑαυτοὺς ἀπαρνησάμενοι· καὶ τῷ θείῳ κηρύγματι διακονοῦντες, σὺν αὐτῷ πλείστους πόνους καὶ καμάτους ὑπέστητε, καὶ ὑπὲρ τῆς δόξης τοῦ Σωτῆρος τὸ οἰκεῖον αἷμα ἐξεχέατε, συζυγία σεπτὴ καὶ ἀρίστη, μάκαρ Ἀκύλα καὶ Πρίσκιλλα πάνσεμνε.

Συναξάριον.
Τῇ ιγ'. τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Μαρτύρων, Ἀκύλα καὶ Πρισκίλλης, μαθητῶν καὶ συνεργῶν τοῦ Ἁγίου Ἀποστόλου Παύλου, ξίφει τελειωθέντων.

Στίχ: Τμηθὲν γύναιον Ἀκύλας φησὶ βλέπων·

         Οὐκ ἀνδριοῦμαι πρὸς τομὴν ἀνὴρ κάρας;

Ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

ᾨδη ζ'.

Ὁ Εἱρμός. ἐν αρχῇ τὴν γῆν θεμελιώσας καὶ οὐρανοὺς τῷ λόγῳ στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αιῶνας Κύριε ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

αμάτων χάριν ἀναβλύζων, καὶ τῶν βροτῶν τὰς νόσους θεραπεύων, πρὸς τὴν Χριστοῦ ἐπίγνωσιν ἐφείλκυσας, τοὺς ἐν πλάνῃ κρατηθέντας σοφέ.

γαπητοὶ τῷ Παύλῳ γεγονότες, καὶ σὺν αὐτῷ τὴν κτίσιν διελθόντες, τῆς εὐσεβείας τὸν λόγον κατεσπείρατε, ὦ Ἀκύλα σὺν Πρισκίλλῃ ὁμοῦ.

Ζῶντι Θεῷ λατρεύοντες ἀμέμπτως, νεκροποιῶν εἰδώλων τὴν ἀπάτην, λόγοις καὶ ἔργοις πίστεως καθείλετε, ὡς Ἀπόστολοι Χριστοῦ ἱεροί.

Θεοτοκίον. Ὡς τὸν Θεὸν τεκοῦσα καὶ Σωτῆρα, πρὸς σωτηρίας ἴθυνόν με τρίβον, Εὐλογημένη Κόρη Παναμώμητε, πεπτωκότων κραταιὰ προσφυγή.

Καταβασία. Οὐκ ἐλάτρευσαν...

ᾨδὴ η'.

Ὁ Εἱρμός. Οἱ θεοῤῥήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Γνώμῃ τελείᾳ Ἀκύλα σὺν Πρισκίλλῃ, πρὸς εὐσεβείας καμάτους, ἐναπεδύσασθε χαίροντες, τὸν Σταυρὸν τοῦ Κυρίου, προθύμως βαστάζοντες.

νδεδυμένοι τὴν χάριν τοῦ Παρακλήτου, συνοδοιπόροι τοῦ Παύλου καὶ συνεργάται ἐδείχθητε, ἐν τῷ Εὐαγγελίῳ, Ἀκύλα καὶ Πρίσκιλλα.

είθροις αἱμάτων τὴν χλαῖναν τῆς ἀφθαρσίας, πεφοινιγμένοι ὡραίως, Κυρίῳ παρίστασθε, ὡς Ἀπόστολοι τούτου, καὶ θεῖοι διάκονοι.

Θεοτοκίον. Ἀγεωργήτως τεκοῦσα τὸν Ζωοδότην, τὴν νεκρωθεῖσαν ψυχήν μου, τοῖς πάθεσι ζώωσον, καὶ ζωῆς με ἀλήκτου, Παρθένε ἀξίωσον.

Καταβασία. Παῖδας εὐαγεῖς...

ᾨδὴ θ'.

Ὁ Εἱρμός. ρους παρῆλθες τῆς φύσεως,τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ κόσμῳ γέγονας· διό σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Σκεύη δειχθέντες τοῦ Πνεύματος, τὰ τῆς πονηρίας καθείλετε πνεύματα, καὶ τούτων τῆς κακίας πολλοὺς ἐρύσασθε, Ἀπόστολοι Κυρίου, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.

να τὴν δόξαν τοῦ Κτίσαντος, τοῖς πεπλανημένοις γνωρίσητε Ἅγιοι, πόνους τε καὶ κινδύνους πλείστους ἠνέγκατε, μετὰ τοῦ θείου Παύλου, Ἀκύλα ἔνδοξε καὶ Πρίσκιλλα.

Μαρτύρων δήμοις χορεύοντες, καῖ τῶν Ἀποστόλων ἰσότιμοι πέλοντες, Ἀκύλα τε καὶ Πρίσκιλλα παμμακάριστοι, σὺν τούτοις ἐξαιτεῖσθε, ὑπὲρ ἡμῶν τὸν Πανοικτίρμονα.

λος τῷ πλάνῳ καθυποτέταγμαι, καὶ τολμήσας ὕμνησα ὑμᾶς Ἅγιοι· ἀλλά μου τὸ τόλμημα ἀποδέξασθε, Ἀκύλα σὺν Πρισκίλλῃ, καὶ τῶν κακῶν με ἐκλυτρώσασθε.

Θεοτοκίον. Ὕψιστον τέξασα Κύριον, καὶ μετὰ τὸν τόκον Ἁγνὴ διαμείνασα, παθῶν ἀπὸ κοπρίας τὸν νοῦν μου ὕψωσον, καὶ σῷσόν με Παρθένε, τὸν τῇ σῇ σκέπῃ καταφεύγοντα.

Καταβασία. Ἅπας γηγενής...

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτισθητε.

πόστολοι θεόληπτοι, καὶ Μάρτυρες ἀήττητοι, Χριστοῦ τοῦ πάντων Δεσπότου, Ἀκύλα σὺν τῇ Πρισκίλλῃ, ζεῦγος θεοειδέστατον, καὶ ἐκλεκτὸν καὶ ἅγιον, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τῇ Παναγίᾳ Τριάδι, δοθῆναι πταισμάτων λύσιν. [Δίς.]

[Δόξα. Καὶ νῦν.] Θεοτοκίον.

Θεὸν τὸν Ὑπερούσιον, δι’ εὐσπλαγχνίαν ἄφατον, οὐσιωθέντα ἀτρέπτως, τὸ καθ’ ἡμᾶς ὑπὲρ λόγον, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, ἐκύησας Πανάχραντε, καὶ τοῦ Ἀδὰμ ἀνέτρεψας, τὴν παλαιὰν καταδίκην, τῇ σῇ ἀφράστῳ κυήσει.

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τὴν ἱερὰν ξυνωρίδα καὶ ὁμογνώμονα, τοὺς Ἀθλητὰς Κυρίου, καὶ σοφοὺς Ἀποστόλους, Ἄκύλαν ἀνυμνήσωμεν τὸν κλεινόν, καὶ τὴν πάνσεμνον Πρίσκιλλαν, ὡς καθαιρέτας τῆς πλάνης καὶ ἀκλινεῖς, πρεσβευτὰς ἡμῶν πρὸς Κύριον.

Τὸν θεοῤῥήμονα Παῦλον ξεναγωγήσαντες, καὶ παρ’ αὐτοῦ τὰ θεῖα, ἱερῶς μυηθέντες, Ἀπόστολοι καὶ μύσται καὶ λειτουργοί, τοῦ Χριστοῦ ἀνεδείχθητε, μάκαρ Ἀκύλα καὶ Πρίσκιλλα ἡ σεμνή, συζυγία ὑπερθαύμαστε.

Συγκακουχούμενοι Παύλῳ ἐν τῷ κηρύγματι, συνοδοιπόροι τούτου, καὶ διάκονοι θεῖοι, Ἀκύλα τε καὶ Πρίσκιλλα οἱ σεπτοί, ἀληθῶς καθωράθητε· ὅθεν σὺν τούτῳ στεφάνων καὶ ἀμοιβῶν, κατ’ ἀξίαν ἠξιώθητε.

Μαρτυρικῶς τὸν ἀγῶνα διατελέσαντες, ὡς καθαραὶ θυσίαι, τῇ Ἁγίᾳ Τριάδι, προσήχθητε τμηθέντες τὰς κεφαλάς, θεοφόροι Ἀπόστολοι. Ἀλλ’ ἐκτενῶς δυσωπεῖτε ὑπὲρ ἡμῶν, τῶν τιμώντων ὑμᾶς Ἅγιοι.

Δόξα. Ἦχος πλ. α'.

συζυγία ἐκλεκτή, οἱ τῷ σκεύει τῆς ἐκλογῆς οἰκεῖοι, τὶς ὑμᾶς ἀξίως ὑμνήσει; Ὑμεῖς γὰρ τῷ θείῳ Παύλῳ μαθητεύσαντες, καὶ συνδεθέντες αὐτῷ δεσμοῖς ἀῤῥήκτοις τῆς πίστεως, συνεργοὶ αὐτοῦ ἐδείχθητε, ἐν τῷ Εὐαγγελίῳ τῆς εἰρήνης, τὰς ψυχὰς ὑμῶν προθέμενοι, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ· οὗ τὰ στίγματα βαστάσαντες ἐν τῷ σώματι, τῶν αἰωνίων ἀγαθῶν ἠξιώθητε, κατ’ ἀξίαν δοξασθέντες. Ἀλλ’ ὦ Ἀκύλα καὶ Πρίσκιλλα, Ἀπόστολοι ἀξιαγάπητοι, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, [καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν].

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
[Τυπικά, καὶ ἀπὸ τῶν Κανόνων τῶν Ἁγίων ἡ γ' καὶ ς' Ὠδή.]

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος πλ. δ'. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, [καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν]. Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, [ποίησιν δέ χειρῶν Αὐτοῦ ἀναγγέλλει τό στερέωμα].

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα. [Κεφ. ιη'. 1-8.]

ν ταῖς ἡμέραις ἐκείναις χωρισθεὶς ὁ Παῦλος [ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον· καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς, καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμεινε παρ’ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ. Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθον ἀπὸ Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπε πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγὼ ἀπό τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούσαντες ἐπίστευον καὶ ἐβαπτίζοντο].

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. ι'. 16-21.[3]

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄψεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Κοινωνικόν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Μεγαλυνάριον.

Χαίροις Ἀποστόλων ἡ ξυνωρίς, Ἀκύλα θέοφρον, καὶ ἡ Πρίσκιλλα ἡ σεμνή, οἱ τὸν Θεὸν Λόγον, κηρύξαντες τοῖς πᾶσι, καὶ μαρτυρίου στέφος, ἀναδησάμενοι.

Δίστιχον.

Δέχου ὦ δυὰς τῶν θείων Ἀποστόλων

ν ὑμῖν Γεράσιμος ἔπλεξεν ὕμνον.

Примѣчаніе:
[1] Ἡ Ἀσματικὴ Ἀκολουθία τοῦ ὁσιολογ. Γερασίμου Μικραγιαννανίτου προβλέπει τὰ ἀναγνώσματα τῆς ἑορτῆς τῶν ἁγ. Ἀποστόλων Πέτρου καὶ Παύλου. Προετιμήσαμεν τὰ ὡς ἄνω, ὡς ἀναφερόμενα ἀμέσως εἰς τοὺς ἑορταζομένους Ἁγίους Ἀκύλαν καὶ Πρίσκιλλαν.
[2] Ὁ π. Γεράσιμος ἐν τῇ ποιηθείσῃ ὑπ’ αὐτοῦ Ἀσματικῇ Ἀκολουθίᾳ ὑποδεικνύει τὸ Εὐαγγελικὸν Ἀνάγνωσμα τῆς α'. Νοεμβρίου (τῶν ἁγ. Ἀναργύρων). Προετιμήσαμεν τὸ ἀναγινωσκόμενον εἰς Μάρτυρας.
[3] Ὁ π. Γεράσιμος παραπέμπει εἰς τὸ Εὐαγγέλιον τῆς 8ης Ἰουλίου. Προετιμήσαμεν τὸ εἰς μνήμην Ἀποστόλου ἀναγινωσκόμενον.

Источникъ: Ακολουθία των Αγίων Αποστόλων και Μαρτύρων Ακύλα και Πρισκίλλης. / Ποιηθείσα υπό Γερασίμου μοναχού Μικραγιαννανίτου, Υμνογράφου της Μεγάλης του Χριστού Εκκλησίας. — Αθήναι, 1975. — 23 σελ.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0