Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 11.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ.
Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ δικαίων Ἰωσὴφ τοῦ Μνήστορος, Δαυῒδ τοῦ Βασιλέως, καὶ Ἰακώβου τοῦ Ἀδελφοθέου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προιμιακόν, καὶ τὴν συνήθη Στιχολογίαν. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι'. καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ'. τῆς Ἑορτῆς γ'. καί τῶν Ἁγίων γ'.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῶν Προφητῶν τὰς προρρήσεις εἶδεν ἐν γήρᾳ σαφῶς, ὁ Ἰωσὴφ ὁ Μνήστωρ, ἐμφανῶς πληρουμένας, μνηστείας λαχὼν ξένης, χρηματισμούς, τῶν Ἀγγέλων δεξάμενος, Δόξα Θεῷ ἐκβοώντων, ὅτι ἐν γῇ, τὴν εἰρήνην ἐδωρήσατο.

Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς Ἱεράρχην ὄντα· μαρτυρίῳ δὲ πάλιν, ἐμπρέψαντα γενναίως· οὗ ταῖς εὐχαῖς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σπηλαίῳ καὶ φάτνῃ, σπαργανωθείς, σῷσον πάντας τοὺς ὑμνοῦντάς σε.

Δόξα, Ἦχος πλ. β'.

Μνήμην ἐπιτελοῦμεν, Δαυῒδ καὶ Ἰακώβου, εὐσεβοῦς Βασιλέως Προφήτου, καὶ Ἀποστόλου πρώτου Ἐπισκόπου· αὐτῶν γὰρ τοῖς διδάγμασι, πλάνης ἀπαλλαγέντες, Χριστὸν δοξολογοῦμεν, τὸν ἐκ Παρθένου ἀνατείλαντα, τὸν καὶ σαρκωθέντα, σῷσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον, τὸ α'. τοῦ Ἤχου.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου. Δόξα, Ἦχος πλ. β'.

ερέων μνήμη, καὶ Βασιλέων κράτος τε, καὶ εὐφροσύνη, γέγονεν ὁ τόκος σου· καὶ ἐν αὐτῷ καυχώμενοι, λέγομεν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου φιλάνθρωπε.

Καὶ νῦν, Ὁ αὐτός.

Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον· ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

Ἀπολυτίκιον Ἀναστάσιμον. Δόξα, Τῶν Ἁγίων, Ἦχος β'.

Εὐαγγελίζου Ἰωσήφ, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι· Παρθένον εἶδες κυοφορήσασαν· μετὰ Mάγων προσεκύνησας· μετὰ ποιμένων ἐδοξολόγησας· δι’ Ἀγγέλου, χρηματισθείς, ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Τῆς Ἑορτῆς, [Ἦχος δ'.

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.]


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Κανὼν τοῦ Μνήστορος, οὗ ἡ Ἀκροστιχίς· Χριστοῦ σε μέλπω δεξιὸν παραστάτην. ωσήφ. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Χριστοῦ θεράπον μακάριε, Χριστοῦ τοῦ σαρκωθέντος διάκονε, Χριστοῦ πατὴρ νομιζόμενος, τούτῳ σὺν παρρησίᾳ, παρεστηκώς, αἴτησαι εἰρήνην, καὶ δεινῶν ἀπαλλαγὴν τοῖς εὐφημοῦσί σε.

ημάτων θείων ὑπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ Θεόπαιδος, δίκαιος κατὰ πάντα καὶ ἀληθής, Ἰωσὴφ ἐδείχθης, καὶ δικαίων ἐν σκηναῖς ἐπαναπέπαυσαι.

δεῖν Xριστὸν κατηξίωσαι, μορφῇ τῇ καθ’ ἡμᾶς νηπιάσαντα, καὶ τούτου Πατὴρ ὠνόμασαι· μεγίστη σου ἡ δόξα, ὡς ἀληθῶς! μέγα ὑπὲρ πάντας, τὸ ἀξίωμα! διὸ ἀνευφημοῦμέν σε.

Θεοτοκίον. Σαρκὶ Χριστὸν ἀπεκύησας, ἁγνὴ ἐν Βηθλεὲμ Ἀπειρόγαμε, σπαργάνοις αὐτὸν εἱλήσασα· οὗ τὴν ἐπιδημίαν καταπλαγείς, Ἰωσὴφ σὺν φόβῳ, μεγαλύνει προσκυνεῖ τὴν τούτου δύναμιν.

Κανὼν τῶν Ἁγίων Δαυῒδ καὶ Iακώβου. Ποίημα Κοσμᾶ Μοναχοῦ [1]. Ἦχος δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. σομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν.

σομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐκ μήτρας Ἁγίας Παρθένου, τὸν ἄνθρωπον ἀφράστως ἐνδυσάμενος, ἀνέπλασας ὡς εὔσπλαγχνος.

Σήμερον Ποιμένες θεολογοῦσι, σὺν Ἀσωμάτοις τὸν ὕμνον, λαμπρῶς ἀναμέλποντες, καὶ Μάγοι δῶρα φέρουσι, τῷ σαρκὶ νηπιάσαντι.

Δόξα ἐν ὑψίστοις χοροὶ Ἀγγέλων, ἐν Βηθλεὲμ τοῖς Ποιμέσιν, ἐπέστησαν λέγοντες· μεθ’ ὧν τὸν εὐδοκήσαντα, σαρκωθῆναι ὑμνήσωμεν.

σοι τὸ Γενέθλιον ἐκτελοῦμεν, τοῦ σαρκωθέντος δι’ ἡμᾶς, χαρᾷ ἀνυμνήσωμεν, Ἰάκωβον θεάδελφον, καὶ Δαυῒδ Θεοπάτορα.

Δαυῒδ Θεοπάτορ σὺν τῇ κινύρᾳ, τὸν ἐκ τῆς ῥίζης Ἰεσσαί, σαρκούμενον Λόγον, Ἰάκωβον τὸν δίκαιον, ἐφελκόμενος ὕμνησον.

Τοῦ Μνήστορος. ᾨδὴ γ'.

Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Τοῦ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς ἀπορρήτως ἐκλάμψαντος, καὶ ἐκ Παρθένου ἐπ’ ἐσχάτων, σαρκωθέντος ἀφράστως, Πατὴρ ὠνομάσθης ἔνδοξε, καὶ μυστηρίου φρικτοῦ θεωρός, μάκαρ ἐχρημάτισας.

ν αἱ ἄνω τάξεις, ὡς Θεὸν ἀπερίγραπτον τρέμουσι, τοῦτον τεχθέντα ἐκ Παρθένου, Ἰωσὴφ ταῖς χερσί σου, κρατεῖς καθαγιαζόμενος, τῇ ἐπαφῇ τῇ φρικώδει σοφέ· ὅθεν σε γεραίρομεν.

ψος μυστηρίου, γενεαῖς μὴ γνωσθέντος ταῖς πρῴην σοφέ, κατεπιστεύθης τῇ καρδίᾳ, καθαρὸς δεδειγμένος· δι’ οὗ ἅπαντες ἐσῴθημεν, οἱ τὴν φωσφόρον καὶ θείαν πιστῶς, μνήμην σου δοξάζοντες.

Θεοτοκίον. Σάρκα εἰληφότα, ἐξ ἁγνῶν σου αἱμάτων Παρθένε ἁγνή, καὶ ἐν σπηλαίῳ γεννηθέντα, καὶ ἐν φάτνῃ τεθέντα, ἰδὼν Ἰωσὴφ ὁ δίκαιος, τὸν καθ’ ἡμᾶς ὁραθέντα Θεόν, ὕμνοις ἐμεγάλυνε.

Τῶν Ἁγίων.

Ὁ Εἱρμός. Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων, Χριστὲ ὁ Θεός, ἐν τῇ πίστει τῇ ὀρθοδόξῳ σου στήριξον ἡμᾶς ὡς φιλάνθρωπος.

Τὸν τεχθέντα σαρκί, ἐκ τῆς Παρθένου Μαρίας, ἀσπόρως Χριστόν, σὺν Ἀγγέλοις πάντες ὑμνήσωμεν, Δόξα ἐν ὑψίστοις κραυγάζοντες.

γραυλοῦντες πιστοί, τὸν ἀληθῆ οἱ Ποιμένες, Ποιμένα Χριστόν, ὑπ’ Ἀγγέλων εὐηγγελίσθησαν, Δόξα ἐν ὑψίστοις κραυγάζοντες.

Εὐφραινέσθωσαν οἱ οὐρανοί, χορευέτω δὲ πᾶσα ἡ γῆ, τῷ τεχθέντι σήμερον ᾄδοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.

Τὴν πανέορτον τοῦ δι’ ἡμᾶς, κενωθέντος πιστοὶ ἑορτήν, σὺν Δαυΐδ τε καὶ Ἰακώβῳ, ὕμνοις ἐπαξίως τιμήσωμεν.

ς Nυμφίον Δαυῒδ ἐκ παστοῦ, τῆς μητρῴας νηδύος φησί, νῦν τὸν Κύριον πορεύσεσθαι· ὃν σὺν Ἰακώβῳ ὑμνήσωμεν.

Κάθισμα, Ἦχος α'. Χορὸς Ἀγγελικός.

Πατρὸς ὡς ἀληθῶς, οὐρανίου θεράπων, ἐγένου Ἰωσήφ, καὶ Πατὴρ τοῦ ἀνάρχου, Υἱοῦ σὺ νενόμισαι, τοῦ σαρκὶ νηπιάσαντος· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, πιστῶς ἀνυμνοῦντές σε.

Δόξα, Καὶ νῦν, Ὅμοιον.

Χορὸς τῶν Προφητῶν, ἑορτάζει ἐνθέως, τὸ θαῦμα τὸ ἐν σοί, γεγονὸς ὦ Παρθένε· Θεὸν σεσαρκωμένον γάρ, ἐπὶ γῆς ἀπεκύησας· Μάγοι πίστει δέ, σὺν Ἰωσὴφ ἐκβοῶσι, τῷ Δαυῒδ τὰ θαύματα τῷ Θεοπάτορι.

Τοῦ Μνήστορος. ᾨδὴ δ'.

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

χων λογισμὸν ταῖς θεϊκαῖς, ὑπείκοντα προστάξεσι, καὶ καθαρὸς ὅλος γενόμενος, τὴν μόνην ἐν γυναιξί, καθαρὰν καὶ ἄμωμον, μάκαρ Ἰωσὴφ σὺ ἐμνηστεύσω, τηρῶν Παρθένον ἁγνήν, πρὸς ὑποδοχὴν τοῦ Ποιήσαντος.

Μόνῳ Γαβριὴλ ἐν οὐρανῷ, καὶ μόνῳ σοι ἀοίδιμε, μετὰ τὴν μόνην Ἀπειρόγαμον, τὸ μόνον ὑπερβολῇ, φοβερὸν μυστήριον, μάκαρ Ἰωσὴφ ἐνεπιστεύθη, τὸν μόνον φθοροποιόν, ἄρχοντα τοῦ σκότος τροπούμενον.

μψυχος ναὸς φωτοειδής, ὑπάρχων τοῦ Ποιήσαντος, ἐπιμελείᾳ θείων πράξεων, ἐκ τοῦ ἁγίου Ναοῦ, τὸν Ναὸν τὸν ἅγιον, σὺ παραλαβεῖν κατηξιώθης, τὴν μόνην ἐν γυναιξί, μάκαρ Ἰωσὴφ Ἀειπάρθενον.

Θεοτοκίον. Λύων τοῦ νοός σου προφανῶς, ἐπέστη ὁ ἀόρατος, ἀμφιβολίαν πᾶσαν, λέγων σοι· Μὴ φοβηθῇς Ἰωσήφ, Μαριὰμ τὴν ἄχραντον, νῦν παραλαβεῖν· γαστρὶ γὰρ φέρει, τόν φέροντα τῇ αὐτοῦ, θεϊκῇ δυνάμει τὰ σύμπαντα.

Τῶν Ἁγίων.

Ὁ Εἱρμός. Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς δόξης σου Χριστέ· διὸ ἀπαύστως κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Τὴν ἄφραστον, τοῦ Θεοῦ Λόγου συγκατάβασιν, νοητοῖς προθεωρήσας Ἀββακοὺμ ὀφθαλμοῖς. Ἀπὸ Θαιμὰν ἐκραύγαζεν, ἥξει ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν.

Τῇ φάτνῃ σου, τῇ θεοδόχῳ, περιέστησαν στρατιαὶ τῶν Ἀσωμάτων, Υἱὲ τοῦ Θεοῦ, τὸν ὑπὲρ λόγον τόκον σου, τρόμῳ καὶ ἐκπλήξει δοξάζουσαι.

Μετὰ τῶν Mάγων, τὸν Δεσπότην προσκυνήσωμεν, καὶ μετ’ Ἀγγέλων καὶ Ποιμένων χορεύσωμεν, θεοπρεπῶς κραυγάζοντες· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.

βασιλεύων, τῶν ἁπάντων Βασιλέων Χριστός, κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γεννηθείς, τὸν ἐκλεκτὸν Ἰάκωβον προσήκατο, ἀδελφὸν ὡς ηὐδοκησεν.

Θεοτοκίον. Ὁ ἐκ Παρθένου, Θεὸς Κύριος φανεὶς ἐν σαρκί, συνεδόξασε τὴν μνήμην ὑμῶν ἅγιοι, τῶν Ἀποστολων πρόκριτε Ἰάκωβε, καὶ Δαυῒδ παμμακάριστε.

Τοῦ Μνήστορος. ᾨδὴ ε'.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Πρᾳότητι λάμπων, σοφὲ Ἰωσήφ, ἐν τῇ γῇ τῶν πρᾳέων ἐσκήνωσας, Χριστοῦ τοῦ πρᾴου ῥήματι, Πατὴρ ὀνομασθείς· ὃν ἐν ταῖς σαῖς ἀγκάλαις, κρατήσας ἡγιάσθης, καὶ ἰδὼν ἐδοξάσθης, σάρκα βροτείαν περικείμενον.

ς θείαν Nεφέλην, τὴν μόνην ἁγνήν, ἐν τοῖς κόλποις τὸν Ἥλιον κρύπτουσαν, εἰς Αἴγυπτον μετήγαγες, ἐκ πόλεως Δαυΐδ, τὸ ταύτης λῦσαι σκότος, τῆς εἰδωλομανίας, Ἰωσὴφ μυστηρίου, ὑπὲρ κατάληψιν διάκονε.

Δίκαιος ὑπάρχων, δικαίαις ὁδοῖς, τοῦ δικαίου Δεσπότου πεπόρευσαι, τοῦ κρίναντος δικαίως σε, τοιούτῳ φοβερῷ, παμμάκαρ μυστηρίῳ, πιστῶς καθυπουργῆσαι, τῆς ἀρρήτου λοχείας, δι’ ἧς βροτοὶ ἐδικαιώθημεν.

Θεοτοκίον. Εὑρέθη ὡς ἔφη, Προφήτης Δαυΐδ, ἐν γαστρὶ ἡ Παρθένος χωρήσασα, τὸν φύσει ἀπερίγραπτον, Θεὸν Ἐμμανουήλ· ὅπερ μὴ ἐννοήσας, ὁ θεῖος ἐδιδάχθη, Ἰωσὴφ ὑπ’ Ἀγγέλου, νυκτὶ καθεύδων ὁ ἀοίδιμος.

Τῶν Ἁγίων.

Ὁ Εἱρμός. ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

ἀνατείλας ἡμῖν, τοῖς ἐν σκότει τὸ φέγγος, τῆς σῆς θεοφανείας, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

ἐκ Παρθένου ἁγνῆς, εὐδοκήσας τεχθῆναι, Θεὸς σεσαρκωμένος, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

ἐκ Παρθένου τεχθείς, καὶ τὴν μνήμην φαιδρύνας, Δαυῒδ καὶ Ἰακώβου, δόξα σοι, δόξα σοι Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

ν ὁ Προφήτης Δαυΐδ, ὑετὸν ἐπὶ πόκον, ἐκάλει θεοπνεύστως, Ἰάκωβος ἐκήρυξεν, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ.

τὴν τοῦ δούλου μορφήν, ἐνδυσάμενος Λόγε, ἐκ μήτρας παναγίας, δόξα σοι, δόξα σοι, Υἱὲ τοῦ Θεοῦ.

Θεοτοκίον. Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ Κτίσις, προσφέρει σοι Παρθένε· Χαῖρε Μήτηρ ἄχραντε, Ἰησοῦ Υἱοῦ τοῦ Θεοῦ.

Τοῦ Μνήστορος. ᾨδὴ ς'.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Ξένῳ τοκετῷ, ἐκ Κόρης θεόπαιδος, τοῖς ξένοις ἡμῖν ἐπιδημήσαντα, τὸν ἀΐδιον τοῦ Πατρὸς Θεὸν λόγον, λαβὼν Ἰωσήφ, τὴν πρὸς Αἴγυπτον παμμάκαρ ξένην κάθοδον, χαίρων, σὺν αὐτῷ πεποίησαι, καθυπείκων τοῖς θείοις προστάγμασιν.

στασο Θεῷ, σαρκὶ νηπιάσαντι, σοφὲ Ἰωσὴφ διακονούμενος, ὥσπερ Ἄγγελος· καὶ ἀμέσως πρός τούτου ηὐγάσθης σαφῶς, τὰς ἀκτῖνας τὰς ἀΰλους εἰσδεχόμενος, μάκαρ, καὶ φωτοειδέστατος, καὶ ψυχῇ καὶ καρδίᾳ δεικνύμενος.

λος ἐπαφῇ, τῇ θείᾳ πανεύφημε, καθαγιασθεὶς ψυχῇ καὶ σώματι, μεταβέβηκας, πρὸς ἀΰλους μονὰς ἁγιάζων νυνί, τοὺς τελοῦντάς σου τὴν μνήμην Δίκαιε, ὄντως, Ἰωσὴφ πανάγιε, παναγίας μνηστὴρ Θεομήτορος.

Θεοτοκίον. Νέον ἐπὶ γῆς, παιδίον ἑώρακας, Παρθένου ἁγνῆς ἀποτικτόμενον, τὸν προτέλειον, καὶ πρὸ πάντων αἰώνων ἐκφύντα Πατρός, καὶ Ἀγγέλων ἀνυμνούντων τοῦτον ἤκουσας, ἔνδον τοῦ σπηλαίου κείμενον, Ἰωσὴφ ἐπὶ φάτνης πανεύφημε.

Τῶν Ἁγίων.

Ὁ Εἱρμός. βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

βόησαν, παραδόξως τοῦ τόκου σου Κύριε· τὸ φρικῶδες μυστήριον, οἱ χοροὶ τῶν Ἀγγέλων θεώμενοι, Ἐν ὑψίστοις δόξα τῷ Θεῷ· ἐπὶ γῆς νῦν γὰρ τίκτεται.

Εὐδόκησας, ἐκ Παρθένου τεχθῆναι ὡς ἄνθρωπος, ἐπ’ ἐσχάτων, ἐκ Πατρὸς πρὸ αἰώνων τεχθεὶς ὡς Θεός· ἵνα τὸν φθαρέντα, ἀναπλάσῃς Ἀδὰμ ὡς φιλάνθρωπος.

κάθισας, ἐπὶ θρόνου ὡς ὤμοσας Κύριε, τοῦ Προφήτου, σου Δαυΐδ ἐκ καρποῦ τῆς κοιλίας, αὐτοῦ προελθών· Ἰακώβῳ δέ, τῆς Ἐκκλησίας τὸν θρόνον παρέθου Χριστέ.

πέστησαν, ἐκπληττόμεναι τάξεις οὐράνιαι, ἐν σπηλαίῳ, καὶ τὸν τόκον τὸν ἄχραντον ὕμνησαν, ἀσιγήτως, Δόξα, ἐν ὑψίστοις Θεῷ ἀναμέλπουσαι.

Βασιλεὺς μέν, ὁ Δαυῒδ καὶ προφήτης θεσπέσιος, καὶ προπάτωρ, ἀνεδείχθη τῆς θείας σαρκώσεως· Πρωτεπίσκοπος δέ, μαθητὴς ὁ Ἰάκωβος δείκνυται.

Θεοτοκίον. Δεόμεθα, ὑπὲρ τῶν οἰκετῶν σου ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα δυσώπησον· ὅτι σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.

Κοντάκιον, Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

Εὐφροσύνης σήμερον, Δαυῒδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει· στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντᾳ, ἀνυμνοῦσι καὶ βοῶσιν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

Ὁ Οἶκος.

πορρήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σῴζει ἀτρέπτως τὰς ἄμφω οὐσίας· ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος· ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος· φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ· οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

Κυριακὴ μετὰ τὴν Χριστοῦ Γέννησιν.
Μνήμη τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυῒδ τοῦ Προφήτου καὶ Βασιλέως.

Στίχ. Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,

          ς ἐκλεγέντα φύλακα ταύτης μόνον.

          Σὺ τέκτονος παῖς, ἀλλ’ ἀδελφὸς Κυρίου,

          Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ μάκαρ.

          γὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου·

          Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν!

Δαυΐδ ὁ προφήτης καὶ βασιλεύς, ἦν υἱὸς Ἰεσσαί. Τοῦτον ἐδίδαξεν ὁ προφήτης Νάθαν τὸν Νόμον Κυρίου, καὶ προεφήτευσεν ἔτη τεσσαράκοντα. Προέλαβε δὲ τὴν Σάρκωσιν τοῦ Χριστοῦ, ἔτη ἐννακόσια ἐννενήκοντα ἐννέα, καὶ ἦν ἐν Γαβαά [2]. Εἶδε δὲ Νάθαν, ὅτι Δαυῒδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται, καὶ σπεύδων ἐλθεῖν ἀναγγεῖλαι αὐτῷ, ἐνεποδίσθη ὑπὸ τοῦ Βελίαρ· εὗρε γὰρ κατὰ τὴν ὁδὸν νεκρὸν κείμενον, ἐσφαγμένον γυμνόν· καὶ ἐπέμεινεν ἐκεῖ, θέλων θάψαι τὸν νεκρόν· καὶ τῇ νυκτὶ ἐκείνῃ ἐπέγνω, ὅτι ἐποίησε τὴν ἁμαρτίαν Δαυΐδ, καὶ ὑπέστρεψε πενθών. Ὡς δὲ ἀνεῖλε καὶ τὸν ἄνδρα αὐτῆς ὁ Δαυΐδ, ἔπεμψε Κύριος τὸν προφήτην Νάθαν ἐλεγξαι αὐτόν. Πολλὰ δὲ πενθήσας ὁ Δαυΐδ, καὶ πάνυ γηράσας, ἀπέθανε, καὶ ἐτάφη ἐν τᾑ γᾑ αὐτοῦ μετὰ τὼν Πατέρων αὐτοῦ. Γίνεται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ, καὶ ἐν τῷ Ἀπσστολείῳ τοῦ ἁγίου Ἀποστόλου Ἰακώβου, τοῦ ἀδελφοῦ τοῦ Κυρίου, ἔνδον τοῦ σεβασμίου Οἴκου τῆς Ὑπεραγίας Θεοτόκου, τῶν Χαλκοπρατείων. Τὰ δὲ περὶ τοῦ Μνήστορος Ἰωσήφ, καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰακώβου τοῦ Ἀδελφοθέου, πάντες γινώσκουσι, μαθόντεδ αὐτὰ ἐκ τῶν ἁγίων Γραφῶν.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις ὁ Θεὸς ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

Τοῦ Μνήστορος. ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Προρρήσεων τὸ πέρας τῶν ἐνθέων, Προφητῶν ἑώρακας· ὃν γὰρ ἐκήρυξαν Χριστόν, ἐλευσόμενον ἐκ Κόρης ἁγνῆς, ἐψηλάφησας, καὶ βρέφος κατενόησας, ὡς καθαρὸς τήν ψυχήν, Χριστοῦ θεράπων.

μέμπτῳ πολιτείᾳ, Ἰωσὴφ κεκοσμημένος ἔνδοξε, φύλαξ ἀμέμπτου ἀληθῶς, παρθενίας ἐχρημάτισας, καὶ Πατὴρ τοῦ τικτομένου Παιδὸς κέκλησαι, μεγαλυνθεὶς τῇ σεπτῇ προσηγορίᾳ.

ήματι ὁ τεκταίνων οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, κέκληται τέκτονος Υἱός, σοῦ παμμάκαρ ἀξιάγαστε, τοῦ ἀνάρχου σε Πατρὸς ὄντως δοξάσαντος ὡς Ἱερὸν ὑπουργὸν τῶν ὑπὲρ λόγον.

γίως σου τὸν βίον, διανύσας Ἰωσὴφ πανάριστε, ἐν ταῖς λαμπρότησι νυνὶ τῶν ἁγίων κατεσκήνωσας, ἁγιάζων τοὺς πιστῶς τὴν παναγίαν σου, ἐκτελοῦντας ἀεὶ καὶ θείαν μνήμην.

Θεοτοκίον. Συμβόλοις ἱεροῖς σε, τυπουμένην Ἰωσὴφ ὁ δίκαιος, Θεοχαρίτωτε ἁγνή, ἐγνωκὼς ῥάβδῳ κληροῦταί σου, τὴν μνηστείαν τὴν σεπτήν, ἐπιμνησθεὶς Ἀαρών, τῆς βλαστησάσης ποτὲ ἁγίας ῥάβδου.

Τῶν Ἁγίων.

Ὁ Εἱρμός. βραμιαῖοί ποτε, ἐν Βαβυλῶνι παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ν Βηθλεὲμ Ποιμένες, τὸν τῆς Παρθένου τόκον, δοξολογοῦντες κατεμήνυον, Σωτῆρα καὶ Κύριον, τὸν ἐπὶ γῆς ὀφθέντα, ἀνθρώπων σῷσαι γένος.

Τὸν ὑπὲρ λόγον τόκον, τῆς Θεοτόκου Μαρίας, χοροὶ Ἀγγέλων ἐκπληττόμενοι. Ἐν τοῖς ὑψίστοις ἐκραύγαζον, τῷ Θεῷ ἡμῶν δόξα καὶ ἐπὶ γῆς εἰρήνη.

Τῶν Χερουβὶμ ἐδείχθης, ὑψηλοτέρα Παρθένε, ἐν ταῖς ἀγκάλαις σου βαστάσασα, τὸν τούτοις ὀχούμενον· ὃν δυσωποῦσα σῷσαι ἡμᾶς ἀεὶ μὴ παύσῃ.

Νυμφαγωγὸς μὲν Δαυΐδ, θαλαμηπόλος δὲ θεῖος, τῆς Ἐκκλησίας ὁ Ἰάκωβος, γενόμενοι ἔλεγον. Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.

ἐν προφήταις ἄναξ, καὶ ἐν βασιλεῦσι προφήτης, σὺν Ἰακώβῳ τῷ θεόφρονι, ἡμῖν ἐμελῴδησαν· Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.

Θεοτοκίον. Ἐν τῇ ἀφλέκτῳ βάτῳ, καὶ δροσοβόλῳ καμίνῳ, σὺ προγραφεῖσα Μήτηρ ἄχραντε, ἀσπόρως ἐκύησας, σεσαρκωμένον Θεόν, Ἁγνὴ εὐλογημένη.

Τοῦ Μνήστορος. ᾨδὴ η'.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τίμιος ὡς ἀληθῶς ὁ θάνατός σου, κατενώπιον ὤφθη Κυρίου, Ἰωσὴφ πανόλβιε· σὺ γὰρ ὅλως ὁσιωθείς, ἀπὸ βρέφους ἱερὸς φύλαξ γεγένησαι, τῆς εὐλογημένης· μεθ’ ἧς ἔμελπες. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

παντες χοροὶ τῶν Ἀσωμάτων, ὅν περ τρέμουσι Θεὸν καὶ Κτίστην, Ἰωσὴφ ὁ δίκαιος, παρρησίᾳ πανευλαβῶς, περιπτύσσεται ὡς βρέφος καὶ ἀσπάζεται, καὶ φῶς νοητὸν βοῶν κομίζεται· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Τέτρωσαι τῷ γλυκυτάτῳ μάκαρ πόθῳ, καὶ ὡς Ἄγγελος τῷ σαρκωθέντι, παρεστὼς προστάξεσι, καθυπείκεις ταῖς θεϊκαῖς, δι’ Ἀγγέλου ἐξ Αἰγύπτου μηνυόμενος, πρός γῆν Ἰσραὴλ ἐπανελεύσεσθαι, μετ’ αὐτοῦ τοῦ Παιδίου καὶ τῆς Μητρὸς αὐτοῦ· οἷς συνεπανῆλθες, τὸν Κύριον δοξάζων.

Θεοτοκίον. Νόμου τὰς σκιὰς εἶδες λυθείσας, τῇ τῆς χάριτος φωτοχυσίᾳ· φωτεινὴν νεφέλην τε, τὴν Παρθένον τὸν νοητόν, ἀνατέλλουσαν σαρκί, Ἥλιον ἔβλεψας, καὶ ὥσπερ ἀστὴρ πάντας ἐφώτισας, τοὺς βοῶντας σοφὲ Ἰωσὴφ ἑκάστοτε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Τῶν Ἁγίων.

Ὁ Εἱρμός. Τὸν Βασιλέα Χριστόν, ὂν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλη τῇ φωνῇ. Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Τὸν Βασιλέα Χριστόν, ὃν κατεμήνυσαν ἐν Βηθλεὲμ οἱ Ποιμένες, καὶ ἀστὴρ ἐφανέρωσεν, ἐν δούλου μορφῇ· πάντα τὰ ἔργα ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

Τὸν γεννηθέντα Χριστόν, ὃν προσεκύτησαν μετὰ δώρων οἱ Μάγοι, καὶ ἐθεολόγησαν τῶν Ἀγγέλων αἱ στρατιαί, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν σαρκωθέντα Χριστόν, ὃν ἐδοξολόγησαν οὐρανῶν αἱ Δυνάμεις, καὶ τὰ Πολυόμματα ἀπαύστως ἀνυμνεῖ, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Τὸν σαρκωθέντα Χριστόν, ὃν προεφήτευσε Δαυῒδ ὁ θεοπάτωρ, καὶ τοῖς λαοῖς ἐκήρυξεν Ἰάκωβος· πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Τὸν Βασιλέα Χριστόν, ὃν ἡμῖν ἔτεκεν, ἡ Παρθένος Μαρία, καὶ μετὰ τόκον ἔμεινε Παρθένος ἁγνή, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μνήστορος. ᾨδὴ θ'.

Ὁ Εἱρμός. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

σότιμος πάντων, Ἀγγέλων γεγένησαι, προφητῶν μαρτύρων τε, mάκαρ καὶ τῶν σοφῶν, Ἀποστόλων συνόμιλος ὄντως· διὸ σὺν αὐτοῖς σε μακαρίζοντες, σοφὲ Ἰωσήφ, τήν ἱεράν σου μνήμην σέβομεν.

ς ἐκ γένους, βασιλικοῦ καταγόμενος, τὴν ἁγνὴν Βασίλισσαν, μέλλουσαν Ἰησοῦν Βασιλέα, τίκτειν ἀπορρήτως, σοφὲ ἐμνηστεύσω, ὑπὲρ ἅπαντας ἐν γῇ προκριθείς, τοὺς γηγενεῖς μακαριώτατε.

Σθενούμενος, τῇ δυναστείᾳ τοῦ Πνεύματος, ἀρεταῖς κεκόσμησαι μάκαρ, ἐν βαθυτάτῳ τε γήρᾳ, πρὸς τοὺς σοὺς μετέβης, λαμπρῶς Ἰωσὴφ πατέρας, μέγιστος πατὴρ νομισθείς, τοῦ ἐκ Θεοῦ Πατρὸς ἐκλάμψαντος.

μνήμη σου, πρὸς εὐφροσύνην τὰ πέρατα, συγκαλεῖ καὶ αἴνεσιν, Λόγου τοῦ σὲ δοξάσαντος μάκαρ· ᾧ σὺν παρρησίᾳ, ἀεὶ παρεστώς, ἀπαύστως πρέσβευε, ἡμᾶς λυτρωθῆναι, πειρασμῶν τοὺς εὐφημοῦντάς σε.

Θεοτοκίον. Φυλάττουσαν, τὴν παρθενίαν ἀκήρατον, τὴν ἁγνὴν ἐφύλαξας, Λόγος ἐξ ἧς Θεὸς ἐσαρκώθη, φυλάξας Παρθένον αὐτήν, μετὰ γέννησιν ἀπόρρητον, μεθ’ ἧς θεοφόρε, Ἰωσὴφ ἡμῶν μνημόνευε.

Τῶν Ἁγίων.

Ὁ Εἱρμός. Μωϋσῆς ἐν τῷ ὄρει ἄφλεκτον τὴν βάτον ἑώρακεν Ἰωσὴφ ἐν σπηλαίῳ, ἄφθορον τὸν τόκον ἐθεασατο, ἀνύμφευτε μῆτερ, ἀλόχευτε κόρη ὕμνοις Θεοτόκε μεγαλύνομεν.

Τὸν ἀρρήτως πρὸ αἰώνων, φύντα Λόγον καὶ Υἱὸν ἐκ Πατρός, τὸν αὐτὸν ἐπ’ ἐσχάτων σαρκί, σήμερον Παρθένος ἐκύησεν· ὃν ὑμνοῦσι Ποιμένες, Ἀγγέλων βοώντων· Δόξα ἐν ὑψίστοις Χριστῷ τῷ Θεῷ.

Τὸν Ἀστέρα οἱ Μάγοι ἰδόντες, δρόμῳ ξένῳ, τούτῳ παρείποντο, τὸν τεχθέντα ἐπιζητοῦντες· ὃν εὑρόντες δώροις ἐτίμησαν, χρυσῷ καὶ λιβάνῳ, καὶ σμύρνῃ βοῶντες. Δόξα ἐν ὑψίστοις τῷ τεχθέντι Θεῷ.

Βηθλεὲμ νῦν εὐφραίνου, Πόλις γενομένη τοῦ Νέου Δαυΐδ· καὶ Σιὼν ἐπαγάλλου, τῶν Ἐκκλησιῶν ἡ ἀκρόπολις, κοινὴν εὐωχίαν τοῦ παμβασιλέως, καὶ τῶν αὐτοῦ θεραπόντων νῦν δεξάμεναι.

Τῷ τεχθέντι ἐκ Παρθένου Θεῷ, πᾶσα ἡ Κτίσις τρόμῳ ὑπούργησεν· οὐρανοὶ μὲν τὸν Ἀστέρα, ἡ γῆ τὴν φάτνην, ὄρος τὸ σπήλαιον, οἱ Μάγοι τὰ δῶρα. Ποιμένες τὸ θαῦμα, Ἄγγελοι τὸν ὕμνον αὐτῷ προσφέροντες.

Βασιλεὺς ἐκ ποιμένων, πάλαι μὲν Δαυῒδ ἐχρημάτισεν· ἐκ φυλῆς δὲ Ἰούδα, σὺ τῆς Βασιλίδος Ἰάκωβε, Ποιμὴν ἀνεδείχθης, τῆς τοῦ σαρκωθέντος ποίμνης, Ἀμνοῦ τοῦ ὑψίστου καὶ Υἱοῦ τοῦ Θεοῦ.

Θεοτοκίον. Τῶν Ἀγγέλων οἱ δῆμοι, σὲ Θεοκυῆτορ δοξάζουσι, καὶ ἀνθρώπων τὸ γένος, σὲ ἀκαταπαύστως ἐν ὕμνοις τιμᾷ· σὺ γὰρ τῷ θείῳ τόκῳ, βροτοὺς οὐρανίοις ἥνωσας· ὅθεν σὲ γεραίρομεν.

Ἐξαποστειλάριον Ἀναστάσιμον, καὶ τῶν Ἁγίων. Τοῖς μαθηταῖς συνέλθωμεν.

Σὺν Ἰακώβῳ μέλψωμεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυῒδ τὸν θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα· τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ, γεννήσει καθυπούργησαν, Βηθλεὲμ ἐν τῇ πόλει, θεοπρεπῶς, μετ’ Ἀγγέλων, Μάγων τε καὶ Ποιμένων, αὐτῷ τὸν ὕμνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ.

Καὶ τῆς Ἑορτῆς. [Αὐτόμελον.

πεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.]

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμα δ'. Εἶτα τῆς Ἑορτῆς, Ἦχος δ'.

Εὐφραίνεσθε δίκαιοι, οὐρανοὶ ἀγαλλιάσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος. Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε δόξα σοι.

Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας· ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις Θεὸν Λόγον Σαρκωθέντα. Οὐ φέρει τὸ μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες, Ἀνερμήνευτε Κύριε δόξα σοι.

Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου [κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου].

Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.

Στίχ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, [ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ].

πατὴρ εὐδόκησεν· ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα. Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι. Ποιμένες θαυμάζουσι· καὶ ἡ κτίσις ἀγάλλεται.

Δόξα. Ἦχος πλ. δ'. Ἀνατολίου.

Αἷμα καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ, τέρατα γῆς, ἃ προεῖδεν Ἰωήλ· αἷμα τὴν Σάρκωσιν· πῦρ τὴν Θεότητα· ἀτμίδα δὲ καπνοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ ἐπελθὸν τῇ Παρθένῳ, καὶ κόσμον εὐωδιάσαν. Μέγα τὸ μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, Κύριε δόξα σοι.

Καὶ νῦν. Ὑπερευλογημένη... Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος δ'. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ]. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, [Κύριον ἐκ πηγῶν Ἰσραήλ].

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. α'. 11-19.]

δελφοί, γνωρίζω ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην· ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους· ἀλλ’ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Ἕτερον δὲ τῶν Ἀποστόλων οὐκ εἶδον, εἰμὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Ἀλληλούϊα. Ἦχος β'. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ. Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν [καὶ οὐ μὴ ἀθετήσει αὐτήν].

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον. [Κεφ. β'. 13-23.]

ναχωρησάντων τῶν Μάγων, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ’ ὄναρ τῷ Ἰωσήφ, λέγων· Ἐγερθείς, παράλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ, ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρώδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτός, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον· καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρώδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου, λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρώδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ Προφήτου, λέγοντος· Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ Ἡρώδου, ἰδοὺ Ἄγγελος Κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων· Ἐγερθείς, παράλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθείς, παρέλαβεν τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν. Χρηματισθεὶς δὲ κατ’ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας. Καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν· Ὅτι Ναζωραῖος κληθήσεται.

Κοινωνικόν· Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. λληλούϊα.

Примѣчанія:
[1] Τὸ χειρόγραφον ἐπιγράφει τὸν Κανόνα τοῦτον τῷ ὀνόματι Ἰωάννου Μοναχοῦ, καὶ τοῦτον μόνον ἔχει· ὁ δὲ ἀνωτέρω τοῦ Μνήστορος ἐλλείπει παντελῶς.
[2] Τὸ δὲ ἑξῆς περὶ τοῦ Δαυῒδ ἱστορούμενον μέχρι τοῦ, καὶ ὑπέστρεψε πενθῶν, μὴ ἀναφερόμενον ἐν τῇ ἁγίᾳ Γραφῇ, δῆλον ὅτι ἐλήφθη ἐξ Ἀποκρύφων βιβλίων, ἢ ἐκ παραδόσεως τινός.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 213-219.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0