Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - среда, 24 мая 2017 г. Сейчасъ на порталѣ посѣтителей - 18.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΘ'.
Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Βονιφατίου.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕPΙNῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Μάρτυς Βονιφάτιε τρωθείς, ἔρωτι τὸ πρότερον, τῆς Ἀγλαΐδος μετέπειτα, ὑπερεπόθησας, εὔκλειαν μαρτύρων, καὶ Χριστὸν τὸν Κύριον, κηρύξας παῤῥησίᾳ ὑπέμεινας, βασάνους ἔνδοξε, καὶ τὸ στέφος τῆς ἀθλήσεως, ἐκληρώσω, καὶ δόξαν οὐράνιον.

Πανένδοξε μάρτυς τοῦ Χριστοῦ, μάκαρ Βονιφάτιε, τοὺς Ἀσωμάτους κατέπληξας, τῇ μετάνοίᾳ σου, καὶ τῷ μαρτυρίῳ, ὃ στεῤῥῶς ὑπέμεινας, πρὸς δόξαν τοῦ Κυρίου καὶ ἔπαινον, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Προσόμοια ἕτερα. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Εὔκλειαν ἐπόθησας, ἀποκειμένην τοῖς Μάρτυσιν, Ἀθλοφόρε πολύαθλε· καὶ πόνους ὑπήνεγκας, θαρσαλέᾳ γνώμῃ, ἄπονον πρὸς λῆξιν μετατεθῆναι προσδοκῶν, καὶ τὰ βραβεῖα ζητῶν κομίσασθαι, παμμάκαρ τὰ οὐράνια, καὶ Παραδείσου τὴν οἴκησιν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, καὶ ζωὴν τὴν αἰώνιον.

νύχων σπαράγματα, καὶ χαλεπὰ ἐκκεντήματα, καὶ μολύβδου πυράκτωσιν, τῆς κάρας ἀφαίρεσιν, καὶ τοὺς δριμυτάτους, ὑπήνεγκας πόνους, καὶ προσετέθης τῷ χορῷ, τῶν Ἀθλοφόρων χαίρων πολύαθλε· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦμεν πανήγυριν, ἀθλητὰ Βονιφάτιε, τῶν Ἀγγέλων συμμέτοχε.

Δοῦλόν σε προπέμψασα, θεῖον δεσπότην ἀπέλαβεν, Ἀγλαῒς Βονιφάτιε, παθῶν κυριεύσαντα, βεβασιλευκότα, ἀθέων τυράννων, καταβαλόντα τοὺς ἐχθρούς, καὶ νίκης στέφος ἀναδησάμενον· διὸ ναόν σοι ἅγιον, περικαλῆ τε δομήσασα, ἐν αὐτῷ ἐναπέθετο, ἱερῶς εὐφημοῦσά σε.

Δόξα. Ἦχος πλ. α'.

που ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, κατὰ τὸν θεῖον Ἀπόστολον. Ἰδοὺ γὰρ Βονιφάτιος ὁ κλεινός, δοῦλος γενόμενος γυναικός τινος Ἀγλαΐδος, οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχὴν κατεμόλυνεν· πεμφθεὶς δὲ ὑπ’ αὐτῆς εἰς Ἀνατολὴν πρὸς συλλογὴν λειψάνων ἁγίων Μαρτύρων, ἵνα ἔχωσι ταῦτα πρὸς ἁγιασμὸν καὶ ψυχικὴν σωτηρίαν, ἀλλοιώσει θείᾳ τὸν νοῦν καταυγασθεὶς καὶ ζηλώσας τοὺς μάρτυρας, τὸν Χριστὸν διεκήρυξεν. Ὅθεν ὑπομείνας χαλεπὰς τιμωρίας, καὶ ξίφει τὴν κάραν ἀποτμηθείς, στεφηφόρος πρὸς οὐρανὸν ἀνελήλυθε, καὶ Χριστῷ συμβασιλεύει εἰς αἰῶνας εὐφραινόμενος.

Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.

Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς Μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε Κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ’ ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. [Κεφ. μγ'. 9.]

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ· γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔοται· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων· ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. ᾽Ιδιόμελα. Ἦχος α'.

Εὐφραίνου ἐν Κυρίῳ φιλομαρτύρων ὁ χορός· ἰδοὺ γὰρ ἡμᾶς συνεκάλεσε Βονεφάτιος ὁ κλεινὸς τοῦ Χριστοῦ ἀθλητὴς, προσθεὶς ἡμῖν εἰς τράπεζαν μυστικὴν τὰ θεῖα αὐτοῦ παλαίσματα· κορεσθῶμεν οὖν πνευματικῶς ἀδελφοί, βοῶντες πρὸς αὐτόν· Ἠγλαϊσμένε μάρτυς τοῦ Χριστοῦ, μὴ διαλείπῃς πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον. Ἦχος ὁ αὐτός.

Τὶς ἡμᾶς χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἢ στενοχωρία, ἢ διωγμός, οὐδὲ μάστιγες, οὐ πῦρ ἀπειλοῦν, οὐ σαρκὸς ἡδυπάθεια, οὐδὲ θάνατος, ἐν σταδίῳ ἐβόα ὁ ἀθλοφόρος τοῦ Χριστοῦ Βονιφάτιος· ὅθεν ὑπεραθλήσας, ἔνθα νέφος μαρτύρων ἀνέδραμε, καὶ σὺν τούτοις χορεύων περὶ τὸν θρόνον Χριστοῦ τοῦ Παντάνακτος, ἀδιαλείπτως πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α'.

πέλαμψεν ἡμέρα εὐφρόσυνος καὶ ἑορτὴ ἀεισέβαστος, ἡ τοῦ ἀθλοφόρου Βονιφατίου μνήμη τὰς ψυχὰς καταλάμπουσα· δεῦτε, οὖν καὶ ἡμεῖς ἀδελφοί, πνευματικῶς ἑορτάσωμεν βοῶντες πρὸς αὐτόν· Χαίροις ὁ ζηλωτὴς τῶν ἁγίων Μαρτύρων καὶ μιμητὴς τούτων γενόμενος. Χαίροις ὁ πρεσβεύων ἀεὶ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Προεόρτιον. Ἦχος ὁ αὐτός.

Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον· καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται, τοῦ γεννῆσαι τὸν Κύριον· χοροὶ δὲ Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ· Τί τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι, ἡ ἀπειρόζυγος Δάμαλις;

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Τῶν οὐρανίων ταγμάτων.

ν ἀσελγείαις τὸ πρότερον κατεῤῥύπωσας, ψυχὴν ὁμοῦ καὶ σῶμα, Βονιφάτιε μάρτυς, ἀλλ’ αἵματι τὸ ὕστερον, καθαρθεὶς, μαρτυρίου πανόλβιε, ἡλιακῶν λαμπηδόνων θεοειδῶς, καθαρώτερον ἀπήστραψας.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ].

Κομῖσαι μάκαρ ἁγίων Μαρτύρων λείψανα, ὑπὸ τῆς Ἀγλαΐδος, ἀπεστάλης τοῦ ἔχειν, πρὸς θείαν σωτηρίαν, ἀλλ’ ἀντ’ αὐτῶν, σεαυτὸν προσεκόμισας, ἐνηθληκότα νομίμως ὑπὲρ Χριστοῦ, Βονιφάτιε μακάριε.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, [ἐθαυμάστωμεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς].

Μετὰ δακρύων καὶ μύρων προϋπαντήσασα, τὸ θεῖον λείψανόν σου, ἡ σεπτὴ Ἀγλαΐα, ναόν σοι Βονιφάτιε, ἱερὸν, καὶ περίκλυτον ἤγειρε, καὶ ἐν αὐτῶ σε κατέθετο εὐλαβῶς, ἀναβρύοντα ἰάματα.

Δέξα. Ἦχος πλ. β'.

ρωτι θείῳ τρωθεὶς τὴν ψυχήν, θαυμαστῶς, σαρκικοῦ ἔρωτος κατεκράτησας, καὶ ἐνώπιον ἀσεβῶν καὶ ἀπίστων τυράννων, λαμπρᾷ τῇ φωνῇ Θεὸν ἀληθῆ τὸν Χριστὸν ἀνεκήρυξας. Ὅθεν ὑπομείνας δριμυτάτας βασάνους καὶ κολάσεις τοῦ σώματος, εἰς τὰς αὐλὰς τοῦ Κυρίου περιχαρῶς κατεσκήνωσας. Διὸ δυσωπουμέν σε, Μεγαλομάρτυς Βονιφάτιε, μὴ διαλείπης πρεσβεύων ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων τὸ ἱερόν σου μνημόσυνον.

Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ζηλώσας τοὺς Μάρτυρας, ἐν τῷ σταδίῳ ἑστώς, Χριστὸν ἀνεκήρυξας, ἐν παῤῥησίᾳ πολλῇ, στεῤῥὲ Βονιφάτιε. Ὅθεν ὑπεραθλήσας, καὶ τὸν δρόμον τελέσας, ἤλειφας ἐκ Κυρίου, μαρτυρίου τὸ στέφος· καὶ νῦν πρεσβεύεις αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Τῶν Μαρτύρων ζηλώσας τὰ λαμπρὰ κατσρθώματα, καὶ τὴν εὔκλειαν τούτων, ἀθλητὰ Βονιφάτιε, εἰσῆλθες ἐν σταδίῳ ἀνδρικῶς, ἀράμενος τὸν Τίμιον Σταυρὸν, καὶ Χριστὸν ἀνακηρύξας τοῦ μαρτυρίου τὸ στέφος ἀπήλειφας. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ τὸ Θεοτοκίον τοῦ α'. ἤχου. Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὸν μάρτυρα Χριστοῦ, καὶ γενναῖον ὁπλίτην, τιμήσωμεν πιστοί, μελῳδίαις ᾀσμάτων, τὸν θεῖον Βονιφάτιον, Ἐκκλησίας ἀγλάϊσμα, τὸν πρεσβεύοντα, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, δοῦναι ἄφεσιν, ἁμαρτιῶν καὶ συγγνώμην, τοῖς τοῦτον γεραίρουσι.

[Δόξα. Τὸ αὐτό.] Καὶ νῦν. Τὸ Προεόρτιον, ὅμοιον.

Προέρχεται σαρκί, ἐν Σπηλαίω τεχθῆναι, ὁ πάντων Ποιητής, ἐκ Παρθένου ἀχράντου· ὢ παραδόξου θαύματος! πῶς ὁ ἄναρχος ἄρχεται, καὶ ὁ ἄϋλος, σαρκὸς ἐν εἴδει ὁρᾶται; Ὅθεν ἅπαντες, προεορτίους αἰνέσεις, αὐτῷ προσαγάγωμεν.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.

Ταῖς τῶν αἱμάτων σου, ῥοαῖς ἀπέπνιξας, σὺ τὸν ἀρχέκακον, δόλιον δράκοντα, καὶ κατεδρόσισας σοφέ, τὸ δένδρον τῆς Ἐκκλησίας. Ὅθεν δυσωποῦμέν σε, ἀθλητὰ Βονιφάτιε, δρόσισον πρεσβείαις σου, τὰς ψυχὰς ἡμῶν ἅγιε, ἀεὶ φλογιζομένας τρισμάκαρ, ἐν πλήθει πολλῶν παραπτωμάτων.

[Δόξα. Τὸ αὐτό.] Καὶ νῦν. Τὸ Προεόρτιον, ὅμοιον.

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός· ὢ θαύματος ἀνερμήνευτου! Ἄρχεται ὁ Ἀναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος. Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου καὶ χόρευε, ἡ κτίσις ἡμέραν προεόρτιον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ναὸν ἀνεγείρασα, περικαλλῆ καὶ λαμπρόν, ἐν τούτῳ κατέθετο, ἡ Ἀγλαῒς τὸ σεπτὸν, καὶ θεῖόν σου λείψανον. Ὅθεν οἱ προσιόντες, Βονιφάτιε μάρτυς, ρεῖθρα τῶν ἰαμάτων, δωρεὰν ἐπαντλοῦσι, καὶ πόθῳ δοξάζουσι, τὸν σὲ δοξάσαντα.

[Δόξα. Τὸ αὐτό.] Καὶ νῦν. Τὸ Προεόρτιον, ὅμοιον.

Παρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ. Μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι. Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.

Τὸ α'. Ἀντίφωνον τοῦ δ'. ἤχου, καὶ τὸ Προκείμενον, [Ἦχος δ'.] Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, [ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει]. Πᾶσα πνοή.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. κα'. 12-19.]

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθτε οὖν εἰς τὰς καρδίαις ὑμῶν μὴ προμελετᾷν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ θανατώσουσιν ἐξ ὑμῶν· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Ὁ Ν' ψαλμός. Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β'.

θλητὰ Βονιφάτιε, τῆς Ἐκκλησίας ἀγλάϊσμα, ἁμαρτανόντων ὑπόδειγμα πρὸς μετάνοιαν, καὶ τῆς πίστεως ἔρεισμα, ῥῦσαι τοὺς δούλους σου ἐκ πάσης φθοροποιοῦ ἀλγηδόνος ψυχῆς τε καὶ σώματος, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, ὡς ἔχων παῤῥησίαν, πολυθαύμαστε.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεός...

Εἶτα ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Πιστῶς σε μέλπω μάρτυς ἠγλαϊσμένε. ωσήφ. Ἦχος δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

Προθύμῳ λογισμῷ, τοὺς ἀγῶνας ζηλώσας, τῶν γενναίων ἀθλητῶν, ἐνήθλησας στεῤῥῶς, καὶ τὸν ὄφιν ἐνέκρωσας, ἄθλοις σου τοῖς ζωηφόροις, ἱερὲ Βονιφάτιε, τῶν ἁγίων Ἀγγέλων συνόμιλε.

δὼν ἐπὶ τῆς γῆς, τοῦ ἐχθροῦ τὴν ἀπάτην, κεχυμένην ἀληθῶς, γενναῖε ἀθλητά, τὴν ψυχὴν πυρπολούμενος, ἔρωτι τῷ θειοτάτῳ, ὑπεισῆλθες τὸ στάδιον, ἀπτοήτῳ τρισμάκαρ φρονήματι.

Σοφίᾳ θεϊκῇ, λαμπρυνόμενος μάκαρ, τοὺς ἀσόφους δυσμενεῖς, ἐμώρανας, Χριστόν, καταγγέλλων παχύτητι, σώματος ὁμοιωθέντα, οἷς ὀφθῆναι ἠθέλησε, Bονιφάτιε μάρτυς πολύαθλε.

Θεοτοκίον. Τὸ ὄρος τοῦ Θεοῦ, Δανιὴλ ὁ προεῖδε, τὴν Σκηνὴν τὴν νοητήν, τὴν Πλάκα τὴν σεπτήν, τὸ τῆς δόξης ἁγίασμα, Τράπεζαν τὸν θεῖον Ἄρτον, τὴν χωρήσασαν ᾄσμασι, τὴν ἁγίαν Παρθένον ὑμνήσωμεν.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. τι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε Συναγωγή· τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

ς ποθήσας ἔνδοξε, ἐλευθερίαν τὴν ἄνω, ἀπὸ ζυγοῦ δουλείας, λυτροῦσαι πάθη τὰ σεπτὰ ἐζηλωκὼς ἀοίδιμε τοῦ δι’ οἶκτον, δούλου χρηματίσαντος.

Σαρκικῶν ἀνώτερος, ἀποδειχθεὶς φρονημάτων, ἐν ἀλλοιώσει θείᾳ, ἀθρόον πᾶσαν προσβολήν, τῶν δυσχερῶν ὑπήνεγκας γηθόμενος, μάρτυς Βονιφάτιε.

Σεαυτὸν ἀπηρνήσω, καὶ πρὸς ἀγῶνας καὶ πάλας, τοῦ δυσμενοῦς ἐξῆλθες, Σταυροῦ τῷ ὅπλῳ κρατυνθείς, καὶ νικητὴς γενόμενος, δεδόξασαι μάρτυς Βονιφάτιε.

Θεοτοκίον. Ἑαυτὸν ἐκένωσε, τοὺς πατρικοὺς μὴ κενώσας, ἐν τῇ γαστρί σου κόλπους, ὑπερούσιος Θεός, καὶ σὸς Υἱὸς ἐγένετο πανάμωμε, σῷσαι τὸ ἀνθρώπινον.

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τιμήσας τὸν Θεόν, παρ’ αὐτοῦ ἐτιμήθης, μαρτύρων καλλονή, Βονιφάτιε μάκαρ· διὸ καὶ στεφάνῳ σε, θείας δόξης ἐκόσμησεν· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ αἰτοῦμεν, πρεσβεύειν πρὸς Κύριον.

Δόξα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν.

Τὸν ἐφήμερον πλοῦτον καὶ τὴν τρυφὴν, ἀρνησάμενος μάκαρ ὁλοσχερῶς, ὡς ἔλαφος ἔδραμες, ἐν σταδίῳ πανόλβιε, καὶ τὸν Χριστὸν κηρύξας, Θεὸν προαιώνιον, ἀνήκούστους βασάνους, γενναίως ὑπέμεινας. Ὅθεν ἀριστεύσας, καὶ τὸν δρόμον τελέσας, ἐξίως ἀπήλειφας, μαρτυρίου τὸν στέφανον, ἀθλητὰ Βονιφάτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν θείαν σου ἄθλησιν.

Καὶ νῦν. Προεόρτιον, ὅμοιον.

Προεόρτιον αἶνον πνευματικόν, τοῖς Χριστοῦ γενεθλίοις πάντες πιστοί, πιστῶς προηχήσωμεν, διανοίας εὐθύτητι· ἰδοὺ γὰρ ἐν Σπηλαίῳ, καὶ φάτνῃ προέρχεται, δι’ οἶκτον γεννηθῆναι, τοῦ σῶσαι τὸν ἄνθρωπον, ὁ τῶν ὅλων Κτίστης, καὶ Θεὸς καὶ Δεσπότης, Πατρὶ ὁ συνάναρχος, καὶ τῳ Πνεύματι σύνθρονος, ᾧ ἐν φόβῳ βοήσωμεν· Δόξα σοι Χριστὲ ὁ Θεὸς, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος, καὶ τῆς πάλαι κατάρας, ἡμᾶς ἠλευθέρωσας.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Δι’ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

Μακαρίζων τῶν ἀθλούντων τὴν καρτερίαν, τῇ ἐκμιμήσει μάρτυς, τῶν σεπτῶν παθημάτων, τούτοις ἐξωμοίωσαι, θεόφρον πανόλβιε.

πειγόμενος ἐν πίστει μαρτύρων θείων, πρὸς συλλογῆν παμμάκαρ σεαυτὸν τῇ ποθούσῃ, φόρτον ἀξιάγαστον, θεόφρον ἀπέδωκας.

Λιπαινόμενος καθάπερ χρυσίον μάρτυς, τῶν αἰκισμῶν χωνείᾳ ὀβρυζότερος ὤφθης, φέρων τοῦ ποιήσαντος, παθῶν τὸ ἐκσφράγισμα.

Θεοτοκίον. Παρθενίαν μετὰ τόκον ἐσφραγισμένην, κατανοοῦσα Κόρη, τὸν ἀφράστως τεχθέντα, Λόγον ἐκ λαγόνων σου, πιστῶς ἐμεγάλυνες.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς, τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος.

ς φωταυγὴς ἀνέτειλας, ἀστὴρ ἀπὸ δυσμῶν, καὶ δύνας μάρτυς, ἀθλήσει καρτερῶς, αὖθις πρὸς δυσμὰς ἐξανατέλλεις, καταυγάζων τὰ πέρατα.

Μαρτυρικῶς ἠγώνισαι, ὀνύχων σπαραγμοὺς ὀξέσι, μάρτυς, καλάμοις ὑποφέρων, καὶ τοῦ πονηροῦ τὰ κέντρα πάντα, ἀπαμβλύνων ἐν χάριτι.

Αἱ τοῦ ἐχθροῦ ἠσθένησαν, θεόφρον ἐπὶ σοὶ μηχανουργίαι· καὶ γὰρ τῇ πρὸς Θεόν, νεύσει ἀκλινεῖ σαρκὸς αἰκίσει, ὥσπερ ἄσαρκος ἔφερες.

Θεοτοκίον. Ῥύπου παντὸς ἀπόπλυνον, Παρθένε τὴν ἐμήν, ψυχὴν βοῶ σοι, καὶ σῶσόν με, ἡ τὸν ἀληθῆ Θεὸν Σωτῆρα, ἐπὶ γῆς σωματώσασα.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Τυπτόμενος, ταῖς πληγαῖς τῆς σαρκὸς κατεπλήγωσας, τοὺς ἀθέους, ἀνιάτως νοσοῦντας, τὴν ἄγνοιαν, καὶ νοσούντων ὤφθης, ἰατρὸς ἀθλητὰ Βονιφάτιε.

ψούμενος, πρὸς Θεὸν ἐπιδόσει μακάριε, τῶν ἀγώνων, δυσμενεῖς ἀοράτους κατέῤῥαξας, καὶ κατεῤῥαγμένοις, βοηθὸς ἀθλοφόρε γεγένησαι.

Συρόμενος ἐπὶ γῆς ὥσπερ λίθος πολύτιμος, θεοφόρε, τὸ τῆς πλάνης καθεῖλες ὀχύρωμα, καὶ πιστῶν καρδίας, ἐπὶ πλεῖον τῇ πίστει ἐστήριξας.

Θεοτοκίον. Ἡ βάτος σε, προετύπου πανύμνητε πρότερον, καιομένη, μηδαμῶς φλεγομένη δὲ Πάναγνε, καὶ γὰρ ὡς ἐκείνη, οὐκ ἐφλέχθης Θεὸν σωματώσασα.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

ερεῖον ἄμωμον, ἐθελουσίως, σεαυτὸν προσήγαγες, τῷ ἐκ Παρθένου διὰ σέ, τεχθῆναι μέλλοντι ἅγιε, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Ὁ Οἶκος.

νατολῆς ὥσπερ ἀστήρ, τοὺς μάγους ἐκ Περσίδος, οὕτω σε θεία νεῦσις ἐκ δυσμῶν ὡδήγησε θεόφρον, τεχθῆναι ἐν Σπηλαίῳ, τῷ εὐδοκήσαντι Χριστῷ προσκυνῆσαι, ὡς Βασιλεῖ ἁπάσης τῆς κτίσεως, καὶ τούτῳ δῶρα προσαγαγεῖν, ὡς λίβανον καὶ σμύρναν καὶ χρυσόν, Πίστιν Ἀγάπην καὶ Ἐλπίδα. Ὅθεν σαυτὸν ὁλόκληρον προσήγαγες αὐτῷ ἄμωμον δῶρον, τῷ τυράννῳ δικαστῇ, ἐν παῤῥησίᾳ κράζων καὶ βοῶν· Χριστοῦ μου δοῦλος ὑπάρχω, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Συναξάριον.
Τῇ ιθ'. τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μάρτυρος Βονιφατίου.

Στίχ. Ζητῶν Βονιφάτιος ὀστᾶ μαρτύρων,

         αυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.

         ννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης· καὶ τῶν σὺν αὐτοῖς Ἀνδρῶν διακοσίων, καὶ Γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, Ἐπισκόπου Αἰθιοπίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἀγλαΐδος, ἐν εἰρήνῃ τελειωθείσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἠλιοῦ Μουρόμας τοῦ θαυματουργοῦ, ἐν τῷ σπηλαίῳ Ρώσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. βραμιαῖοι ποτέ, ἐν Bαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Γόνυ μὴ κλίνας γλυπτοῖς, εἰς πειρασμὸν ἐβλήθης, μεγίστην ὄντως μάρτυς κάμινον· ἐν ᾗ δροσιζόμενος· Ὁ τῶν πατέρων βοᾷς, Θεὸς εὐλογητὸς εἶ.

Λύειν τὸν τόνον τῆς σῆς, ὁμολογίας σπεύδων, ὁ δολιόφρων τοῖς ἐγκάτοις σου, κοχλάζοντα μόλυβδον, ἀνηλεῶς ἐκχέει· ἀλλ’ ἐμφανῶς ᾐσχύνθη.

ποτμηθεὶς προθύμως, τὴν ἱεράν σου κάραν, ἐχθροῦ δολίου πολυμήχανον, κεφαλὴν διέκοψας, τῆς σῆς ἀνδρείας ξίφει, μάρτυς Χριστοῦ θεόφρον.

Θεοτοκίον. Ἵνα φωναῖς αἰσίαις, ὑμνολογῶ σε Κόρη, παθῶν με ῥῦσαι ταῖς πρεσβείαις σου, κινδύνων καὶ θλίψεων, καὶ πονηρῶν λογισμῶν, κακῶσαί με ζητούντων.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Συμφερόντως τὴν σὴν ἐργαζόμενος, σωτηρίαν Χριστὸς Βονιφάτιε, ἀναζητοῦντα λείψανα, καλλινίκων μαρτύρων, σὲ ἐνισχύει, ὁ πιστῶς ἐπεζήτεις γενήσεσθαι.

Μακαρίᾳ δεσποίνῃ μακάριος, θησαυρὸς ἀπεδόθης μακάριε· ᾧ πλουτισθεῖσα ἔψαλλε, γηθομένῃ καρδίᾳ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ν σπουδῇ τὸ ἀοίδιμον γύναιον, ἀνεγεῖρον ναὸν ἱερώτατον, σὲ ἐν αὐτῷ κατέθετο, πεφυκότα τῆς θείας, ναὸν Τριάδος, ἀθλοφόρε Χριστοῦ Βονιφάτιε.

Νεκρωθεὶς δι’ ἀγάπην τοῦ Κτίσαντος, τοὺς νεκρώσει παθῶν ὑποπίπτοντας, ζωοποιῷ πρεσβείᾳ σου, ἰατρεύεις βοῶντας. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον. Ἐπὶ σὲ τὴν ἁγνὴν ὁ Ὑπέρθεος, κατελθὼν ὥς περ οἶδε σεσάρκωται, καὶ τοὺς βροτοὺς ἐθέωσε, μελῳδοῦντας Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

δοῦσά σε φόρτον ἱερὸν ἠγάλλετο, ἐκβοῶσα ἡ ἀείμνηστος· Δοῦλον ἐκπέμψασά σε μάκαρ, δεσπότην ἀληθῆ ὑποδέδεγμαι, δουλείας με κακῶν ἐκλυτρούμενον, σαῖς εὐπροσδέκτοις παρακλήσεσιν.

ς κρίνον κοιλάσι νοηταῖς ἐξήνθησας, τῶν μαρτύρων Βονιφάτιε· Φοίνιξ καθάπερ ἀνυψώθης· ὡς κέδρος ἐγνωρίσθης μυρίπνοος· ὡράθης ἐκλεκτὴ ὡς κυπάρισσος, εὐωδιάζουσα ψυχὰς ἡμῶν.

Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλεν· ἀθλοφόρε ὥσπερ ἥλιος, φέγγος ἐνθέων χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν ὑμνούντων σε, παθῶν τε τὴν ἀχλὺν ἀπελαύνουσα, μάρτυς θεόφρον ἀξιάγαστε.

λιος καθάπερ ἐκ δυσμῶν ἀνέτειλας, καὶ Ἑῴας πόλιν ἔφθασας, ἔνθα καὶ δὺς τῷ μαρτυρίῳ, πρὸς κρείττονα ζωὴν ἀνατέταλκας, καὶ Ῥώμην τὴν περίβλεπτον ἔφθασας, ταύτην τειχίζων σαῖς δεήσεσι.

Θεοτοκίον. Φωτί με καταύγασον τῷ σῷ Πανάμωμε, τὸν ἐν σκότει συνεχόμενον, τῆς ἁμαρτίας Θεοτόκε, καὶ δίδου ἐν ἡμέρᾳ πορεύεσθαι, ἐνθέων προσταγμάτων Θεόνυμφε, ὅπως ὑμνῶ σε τὴν Πανύμνητον.

Ἐξαποστειλάρια. Ἦχος γ'. Ὁ Οὐρανὸν τοῖς ἄστροις.

πόδειγμα μετανοίας, οἱ ἁμαρτήμασι πολλοῖς, περιπεσόντες ἐν βίῳ, σὲ ἔχομεν γενναιόφρον, ὦ Βονιφάτιε μάκαρ, ἡπὲρ ἡμῶν ὑπερεύχου.

[Δόξα.] Ἕτερον.

σπερ πολύτιμον πλοῦτον, ἡ Ἀγλαΐς σου τὸ σῶμα, ἀπολαβοῦσα τὸν βίον, ὁσίως καὶ θεαρέστως, περάνασα ἠξιώθη, τῆς οὐρανῶν βασιλείας.

[Καὶ νῦν.] Θεοτοκίον.

τῶν ἁγίων Ἁγία, τῶν Χερουβὶμ ὑπερτέρα, ἡ χρυσοποίκιλτος στάμνος, τὸ μάννα φέρουσα Χριστόν, ὦ Παναγία Παρθένε, ἡμῖν ἱλέωσαι τοῦτον.

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ'. Ὤ τοῦ παραδόξου θαύματος!

τοῦ παραδόξου θαύματος! καθάπερ ῥόδον τερπνόν, τῇ ἀθλήσει ἐξήνθησεν, ἐν καιρῷ χειμώνός τε, ὁ κλεινὸς Βονιφάτιος, και κατευφραίνει, τὰ αἰσθητήρια, τῶν εὐφημούντων τούλου τὴν ἄθλησιν. Οὗ ταῖς δεήσεσι, Βασιλεῦ οὐράνιε, τῆς οὐρανῶν, θείας βασιλείας σου, ἡμᾶς ἀξίωσον. [Δίς.]

Μάρτυς Χριστοῦ Βονιφάτιε, τῶν Ἀθλητῶν καλλονή, Ἐκκλησίας ὡράϊσμα, μετανοίας ἴνδαλμα, καὶ τῆς πίστεως ἔρεισμα, τοὺς ἐκτελοῦντας, πόθω τὺν μνήμην σου, καὶ προσκυνοῦντας τὰ θεῖα λείψανα, ῥῦσαι αἰτοῦμέν σε, πειρασμῶν καὶ θλίψεων, καὶ συμφορῶν, θείαις ἱκεσίαις σου, πρὸς τὸν φιλάνθρωπον.

τὶς μὴ θαυμάσει Ἅγιε, τοῦ μαρτυρίου τοῦ σοῦ, τὲ δεινὰ κολαστήρια, ἃ ὑπέστης ἔνδοξε, καρτερῶς Βονιφάτιε, ὀξεῖς καλάμους, ὄνυξι ἅπασι, πυρακτωμένον μόλυβδον στόματι, πίσσῃ βραζούσῃ τε, βαπτισθεὶς διέμεινας, σῶος σοφέ, τέλει δὲ τὴν κάραν σου, τμηθεὶς δεδόξασαι.

Δόξα. Ἦχος πλ. δ'.

καλλίνικος Ἀθλοφόρος καὶ ἀήττητος Μάρτυς, ὁ νῦν παρ’ ἡμῶν εὐφημούμενος Βονιφάτιος, ε καὶ εἰς πάθη τῆς σαρκὸς περιέπιπτε, ἀγαθοεργῶν οὐ διέλειπε· πεινῶντας διέτρεφε, διψῶντας ἐπότιζε, γυμνοὺς περιέβαλλε καὶ ξένους φιλοφρόνως ἐξένιζε. Ὅθεν ὁ τῶν ἁπάντων Θεὸς ὁ ἐτάζων καρδίας καὶ νεφροὺς καὶ τὰ τῶν ἀνθρώπων ἐπιστάμενος μόνος, τὴν εὐποιΐαν τούτου ὁρῶν καὶ τῆς καρδίας τὸ εὔτονον, τὴν γνώμην τούτου μετήλλαξε. Καὶ ὁ μακάριος οὗτος τὸν μολυσμὸν τῆς σαρκός, ἐν πολλῇ φρονήσει ἰδίῳ αἵματι ἐναπεκάθηρε. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδυσάμενος στέφανον, συμβασιλεύει τῷ Χριστῷ εἰς ἀπεράντους αῶνας, καὶ παῤῥησίᾳ πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.

πόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ. Ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνος τοῦ Ἁγίου ἡ γ'. καὶ ς'. ᾠδή.

Ὁ Ἀπόστολος.

Προκείµενον, ἦχος βαρύς. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, [καὶ ἐλπιεῖ ἐπ' αὐτὸν]. Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, [ἐν τῷ δέεσθαί με πρὸς σέ].

Πρὸς Τιμόθεον β'. Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. β'.1-10.]

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.

Ἀλληλούϊα. Ἦχος β'. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην. [Κεφ. ιε'. 17 – ις'. 2.]

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν, καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, (τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται,) ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

Μεγαλυνάριον.

Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός· χαίροις Ἐκκλησίας, ἐγκαλλώπισμα ἱερόν· χαίροις τῶν εἰδώλων, τὴν πλάνην στηλιτεύσας, Σταυροῦ τῷ θείῳ ὅπλῳ, ὦ Βονιφάτιε.

Δίστιχον.

Πολυκάρπῳ μέλψαντι σὰς ἀριστείας,

Τυχεῖν Χριστῷ εὔχου οὐρανῶν βασιλείας.

Источникъ: Ακολουθία του Αγίου ενδόξου Μάρτυρος Βονιφατίου. — [χ.τ.]: [χ.ε.], [χ.χ.]. — σελ. 15-28.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0