Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 17.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΘ'.
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βονιφατίου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

νύχων σπαράγματα, καὶ χαλεπὰ ἐκκεντήματα, καὶ μολύβδου πυράκτωσιν, τῆς κάρας ἀφαίρεσιν, καὶ τοὺς δριμυτάτους, ὑπήνεγκας πόνους, καὶ προσετέθης τῷ χορῷ, τῶν ἀθλοφόρων χαίρων πολύαθλε· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦμεν πανήγυριν, ἀθλητὰ Βονιφάτιε, τῶν Ἀγγέλων συμμέτοχε.

Δοῦλόν σε προπέμψασα, θεῖον δεσπότην ἀπέλαβεν, Ἀγλαῒς Βονιφάτιε, παθῶν κυριεύσαντα, βεβασιλευκότα, ἀθέων τυράννων, καταβαλόντα τοὺς ἐχθρούς, καὶ νίκης στέφος ἀναδησάμενον· διὸ ναόν σοι ἅγιον, περικαλῆ τε δομήσασα, ἐν αὐτῷ ἐναπέθετο, ἱερῶς εὐφημοῦσά σε.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Κριτὴν δικαιότατον, ἀποκυήσασα Δέσποινα, τὸν ἀσώτως βιώσαντα, δυσωπῶ ἱκέτευε, κατακεκριμένον, καὶ ἠπορημένον, ἐν τῇ μελλούσῃ φοβερᾷ, κρίσει Παρθένε μὴ κατακρῖναί με· συντάξαι δὲ τοῖς μέλλουσιν, ἐκ δεξιῶν τούτου ἵστασθαι, ἐκλεκτοῖς διὰ ἔλεος, καὶ πολλὴν ἀγαθότητα.

Ἢ Σταυροθεοτοκίον.

Νεκρούμενον βλέπουσα, Xριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Πιστῶς σε μέλπω μάρτυς ἠγλαϊσμένε. ωσήφ. Ἦχος δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

Προθύμῳ λογισμῷ, τοὺς ἀγῶνας ζηλώσας, τῶν γενναίων ἀθλητῶν, ἐνήθλησας στεῤῥῶς, καὶ τὸν ὄφιν ἐνέκρωσας, ἄθλοις σου τοῖς ζωηφόροις, ἱερὲ Βονιφάτιε, τῶν ἁγίων Ἀγγέλων συνόμιλε.

δὼν ἐπὶ τῆς γῆς, τοῦ ἐχθροῦ τὴν ἀπάτην, κεχυμένην ἀληθῶς, γενναῖε ἀθλητά, τὴν ψυχὴν πυρπολούμενος, ἔρωτι τῷ θειοτάτῳ, ὑπεισῆλθες τὸ στάδιον, ἀπτοήτῳ τρισμάκαρ φρονήματι.

Σοφίᾳ θεϊκῇ, λαμπρυνόμενος μάκαρ, τοὺς ἀσόφους δυσμενεῖς, ἐμώρανας, Χριστόν, καταγγέλλων παχύτητι, σώματος ὁμοιωθέντα, οἷς ὀφθῆναι ἠθέλησε, Bονιφάτιε μάρτυς πολύαθλε.

Θεοτοκίον. Τὸ ὄρος τοῦ Θεοῦ, Δανιὴλ ὁ προεῖδε, τὴν Σκηνὴν τὴν νοητήν, τὴν Πλάκα τὴν σεπτήν, τὸ τῆς δόξης ἁγίασμα, Τράπεζαν τὸν θεῖον Ἄρτον, τὴν χωρήσασαν ᾄσμασι, τὴν ἁγίαν Παρθένον ὑμνήσωμεν.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. τι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε Συναγωγή· τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

ς ποθήσας ἔνδοξε, ἐλευθερίαν τὴν ἄνω, ἀπὸ ζυγοῦ δουλείας, λυτροῦσαι πάθη τὰ σεπτὰ ἐζηλωκὼς ἀοίδιμε τοῦ δι’ οἶκτον, δούλου χρηματίσαντος.

Σαρκικῶν ἀνώτερος, ἀποδειχθεὶς φρονημάτων, ἐν ἀλλοιώσει θείᾳ, ἀθρόον πᾶσαν προσβολήν, τῶν δυσχερῶν ὑπήνεγκας γηθόμενος, μάρτυς Βονιφάτιε.

Σεαυτὸν ἀπηρνήσω, καὶ πρὸς ἀγῶνας καὶ πάλας, τοῦ δυσμενοῦς ἐξῆλθες, Σταυροῦ τῷ ὅπλῳ κρατυνθείς, καὶ νικητὴς γενόμενος, δεδόξασαι μάρτυς Βονιφάτιε.

Θεοτοκίον. Ἑαυτὸν ἐκένωσε, τοὺς πατρικοὺς μὴ κενώσας, ἐν τῇ γαστρί σου κόλπους, ὑπερούσιος Θεός, καὶ σὸς Υἱὸς ἐγένετο πανάμωμε, σῷσαι τὸ ἀνθρώπινον.

Ὁ Εἱρμός. τι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε Συναγωγή· τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τιμήσας τὸν Θεόν, παρ’ αὐτοῦ ἐτιμήθης, μαρτύρων καλλονή, Βονιφάτιε μάκαρ· διὸ καὶ στεφάνῳ σε, θείας δόξης ἐκόσμησεν· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ αἰτοῦμεν, πρεσβεύειν πρὸς Κύριον.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας· ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.

Ἢ Σταυροθεοτοκίον.

Καὶ σοῦ τῆς καθαρᾶς, καὶ πανάγνου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ τὸ τεῖχος, καὶ κόσμου κραταίωμα.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Δι’ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

Μακαρίζων τῶν ἀθλούντων τὴν καρτερίαν, τῇ ἐκμιμήσει μάρτυς, τῶν σεπτῶν παθημάτων, τούτοις ἐξωμοίωσαι, θεόφρον πανόλβιε.

πειγόμενος ἐν πίστει μαρτύρων θείων, πρὸς συλλογῆν παμμάκαρ σεαυτὸν τῇ ποθούσῃ, φόρτον ἀξιάγαστον, θεόφρον ἀπέδωκας.

Λιπαινόμενος καθάπερ χρυσίον μάρτυς, τῶν αἰκισμῶν χωνείᾳ ὀβρυζότερος ὤφθης, φέρων τοῦ ποιήσαντος, παθῶν τὸ ἐκσφράγισμα.

Θεοτοκίον. Παρθενίαν μετὰ τόκον ἐσφραγισμένην, κατανοοῦσα Κόρη, τὸν ἀφράστως τεχθέντα, Λόγον ἐκ λαγόνων σου, πιστῶς ἐμεγάλυνες.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς, τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος.

ς φωταυγὴς ἀνέτειλας, ἀστὴρ ἀπὸ δυσμῶν, καὶ δύνας μάρτυς, ἀθλήσει καρτερῶς, αὖθις πρὸς δυσμὰς ἐξανατέλλεις, καταυγάζων τὰ πέρατα.

Μαρτυρικῶς ἠγώνισαι, ὀνύχων σπαραγμοὺς ὀξέσι, μάρτυς, καλάμοις ὑποφέρων, καὶ τοῦ πονηροῦ τὰ κέντρα πάντα, ἀπαμβλύνων ἐν χάριτι.

Αἱ τοῦ ἐχθροῦ ἠσθένησαν, θεόφρον ἐπὶ σοὶ μηχανουργίαι· καὶ γὰρ τῇ πρὸς Θεόν, νεύσει ἀκλινεῖ σαρκὸς αἰκίσει, ὥσπερ ἄσαρκος ἔφερες.

Θεοτοκίον. Ῥύπου παντὸς ἀπόπλυνον, Παρθένε τὴν ἐμήν, ψυχὴν βοῶ σοι, καὶ σῶσόν με, ἡ τὸν ἀληθῆ Θεὸν Σωτῆρα, ἐπὶ γῆς σωματώσασα.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Τυπτόμενος, ταῖς πληγαῖς τῆς σαρκὸς κατεπλήγωσας, τοὺς ἀθέους, ἀνιάτως νοσοῦντας, τὴν ἄγνοιαν, καὶ νοσούντων ὤφθης, ἰατρὸς ἀθλητὰ Βονιφάτιε.

ψούμενος, πρὸς Θεὸν ἐπιδόσει μακάριε, τῶν ἀγώνων, δυσμενεῖς ἀοράτους κατέῤῥαξας, καὶ κατεῤῥαγμένοις, βοηθὸς ἀθλοφόρε γεγένησαι.

Συρόμενος ἐπὶ γῆς ὥσπερ λίθος πολύτιμος, θεοφόρε, τὸ τῆς πλάνης καθεῖλες ὀχύρωμα, καὶ πιστῶν καρδίας, ἐπὶ πλεῖον τῇ πίστει ἐστήριξας.

Θεοτοκίον. Ἡ βάτος σε, προετύπου πανύμνητε πρότερον, καιομένη, μηδαμῶς φλεγομένη δὲ Πάναγνε, καὶ γὰρ ὡς ἐκείνη, οὐκ ἐφλέχθης Θεὸν σωματώσασα.

Ὁ Εἱρμός. βόησε προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

ερεῖον ἄμωμον, ἐθελουσίως, σεαυτὸν προσήγαγες, τῷ ἐκ Παρθένου διὰ σέ, τεχθῆναι μέλλοντι ἅγιε, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Ὁ Οἶκος.

νατολῆς ὥσπερ ἀστήρ, τοὺς μάγους ἐκ Περσίδος, οὕτω σε θεία νεῦσις ἐκ δυσμῶν ὡδήγησε θεόφρον, τεχθῆναι ἐν Σπηλαίῳ, τῷ εὐδοκήσαντι Χριστῷ προσκυνῆσαι, ὡς Βασιλεῖ ἁπάσης τῆς κτίσεως, καὶ τούτῳ δῶρα προσαγαγεῖν, ὡς λίβανον καὶ σμύρναν καὶ χρυσόν, Πίστιν Ἀγάπην καὶ Ἐλπίδα. Ὅθεν σαυτὸν ὁλόκληρον προσήγαγες αὐτῷ ἄμωμον δῶρον, τῷ τυράννῳ δικαστῇ, ἐν παῤῥησίᾳ κράζων καὶ βοῶν· Χριστοῦ μου δοῦλος ὑπάρχω, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Συναξάριον.
Τῇ ιθ'. τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου μάρτυρος Βονιφατίου.

Στίχ. Ζητῶν Βονιφάτιος ὀστᾶ μαρτύρων,

         αυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.

         ννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ, δοῦλος γυναικός τινος Συγκλητικῆς, ὀνόματι Ἀγλαΐδος, θυγατρὸς Ἀκακίου Ἀνθυπάτου Ῥώμης, σωματικῶς τῇ κυρίᾳ αὐτοῦ συμφθειρόμενος. Ἦν δὲ καὶ μεθυσος, ἀλλὰ καὶ ἐλεήμων, καὶ φιλόξενος, καὶ τοῖς δεομένοις προθύμως ἐπαρκῶν, καὶ συμφοραῖς ἀνθρώπων καὶ ἱκεσίαις ἐπικαμπτόμενος· ὁμοίως καὶ ἡ κυρία αὐτοῦ ἐλεήμων καὶ φιλομάρτυς. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, εἶπε τῷ Βονιφατίῳ. Ἄπελθε εἰς τὴν Ἀνατολήν, ὅπου μαρτυροῦσιν οἱ Ἅγιοι, καὶ κόμισαι λείψανα Ἁγίων, ἵνα ἔχωμεν αὐτὰ εἰς βοήθειαν καὶ ψυχικὴν σωτηρίαν. Ὁ δὲ Βονιφάτιος γελῶν, εἶπε· Ἐὰν φέρω τὸ ἐμὸν λείψανον, δέχῃ τοῦτο; Ἡ δὲ γελάσασα, καὶ μέθυσον αὐτὸν εἰποῦσα, εἶτα νουθετήσασα καὶ εὐξαμένη, ἀπέστειλε μετὰ χρημάτων αὐτόν.

οὖν Βονιφάτιος, ἀπελθὼν μετὰ δούλων δώδεκα, καὶ χρυσίου πολλοῦ εἰς Κιλικίαν, ὅπου ἐβασανίζοντο οἱ Ἅγιοι, εὗρεν ἄνδρας Ἁγίους ἐναθλοῦντας, καὶ κατεφίλει αὐτῶν τὰ δεσμὰ καὶ τοὺς μώλωπας, καὶ παρέστη ἔμπροσθεν τοῦ ἡγεμόνος, ὁμολογῶν ἑαυτὸν χριστιανόν. Κρατηθεὶς δὲ κρεμᾶται κατὰ κεφαλῆς, καὶ ἀφειδῶς ξέεται, καὶ καλάμοις ὀξέσι κατὰ τῶν ὀνύχων ἐμπείρεται, καὶ μόλυβδον πυρὶ λιθέντα τῷ στόματι δέχεται, καὶ ἐν λέβητι πίσσης βραζούσης κατὰ κεφαλῆς βάλλεται. Ἔνθα διαμείναντος αὐτοῦ ἀβλαβοῦς, διαφθείρονται ἐκ τῶν δημίων ἄνδρες πεντήκοντα. Εἶτα διὰ ξίφους τμηθέντος τὴν κεφαλὴν, καὶ ἀντὶ αἵματος γάλα ῥεύσαντος, προσῆλθον τῷ Χριστῷ, καὶ ἐβαπτίσθησαν ἄνδρες πεντήκοντα. Οἱ δὲ μετ’ αὐτοῦ ἐκ τῆς Ῥώμης παραγενόμενοι, μὴ εἰδότες τὰ πεπραγμένα, νομίσαντες αὐτὸν ἐν καπηλίοις καὶ μέθαις διατρίβειν, ὡς ἔθος αὐτῷ διὰ τὸ βραδῦναι, ὡς ἔμαθον παρὰ τῶν στρατιωτῶν τὰς κατὰ μέρος βασάνους, ἃς ὑπομείνας ἐτελειώθη, εὗρον τὸ αὐτοῦ λείψανον. Ἐπιπεσόντες δέ, καὶ κλαύσαντες, καὶ κατασπασάμενοι αὐτό, συγγνώμην, ὧν ἐβλασφήμουν, ἐξῃτήσαντο, καὶ πεντακοσίων νομισμάτων τὸ σῶμα αὐτοῦ ὠνησάμενοι, ἀπεκόμισαν ἐν τῇ Ῥώμη.

δὲ κυρία αὐτοῦ Ἀγλαΐς, δι’ Ἀγγέλου ἀποκαλυφθεῖσα ἅπαντα, προϋπαντήσασα καὶ ὑποδεξαμένη, καὶ πολυτελῶς τιμήσασα, ἐκήδευσεν αὐτὸν μεγαλοπρεπῶς, πρὸς πεντήκοντα σταδίων τῆς πόλεως. Ὕστερον δὲ ἀνεγείρασα αὐτῷ οἲκον εὐκτήριον, ἐπὶ τῷ ὀνόματι αὐτοῦ, μέσον τῆς πόλεως, ἐν τῷ οἴκῳ αὐτῆς, μετατίθησιν αὐτὸν ἐκεῖσε, ἔνθα καθ’ ἑκάστην πηγὰς ἰαμάτων προχέει. Κᾀκείνη ἔκτοτε ὁσίως καὶ θεαρέστως βιώσασα, καὶ πολιτευσαμένη καλῶς, ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.

Στίχ. Ἀθλήσεως τμηθέντα τῷ ξίφει κάραν,

          Ζηλοῖ ταχὺ Πρόβος σε, μάρτυς Ἠλία.

          ρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,

          ρης νοητὸς ὅπλα πίστεως φέρων.

Οὗτοι ἐξ Αἰγύπτου ὑπῆρχον, ὖσαν δὲ Χριστιανοί· θεραπείας δὲ ἕνεκεν τῶν κατὰ τὴν Κιλικίαν ὁμολογητῶν, ἐποιοῦντο τὴν πορείαν. Ἐν δὲ Ἀσκάλωνι γενόμενοι, συνελήφθησαν, καὶ προσήχθησαν τῷ δικαστῇ Φιρμιλιανῷ· καὶ χριστιανοὺς ἑαυτοὺς ὁμολογήσαντες, καὶ διαφόροις βασάνοις ἐξετασθέντες, ὁ μὲν Ἄρης διὰ πυρὸς ἐτελειώθη· Πρόβος δὲ καὶ Ἠλίας ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ μαρτυρείῳ τοῦ Ἁγίου Φιλήμονος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.

Στίχ. Τιμόθεον δέ, τὸν πεπυρπολημένον,

          Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;

          Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;

          Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.

Τούτων, ὁ μὲν Ἅγιος Τιμόθεος κατασχεθεὶς, καὶ ὁμολογήσας τὸν Χριστὸν μετὰ πολλὰς αἰκίας, διὰ πυρὸς τελειοῦται ἐν Μαυριτανίᾳ. Ὁ δὲ Πολύευκτος, βασάνοις ἐξετασθείς, καὶ αὐτὸς ἐν Καισαρείᾳ εἰς πῦρ ἐμβληθεὶς, τὸ τέλος ἐδέξατο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης· καὶ τῶν σὺν αὐτοῖς ἀνδρῶν διακοσίων, καὶ γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.

Στίχ. Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,

          Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.

          νεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,

          νεῖλε καὶ γυναῖκας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, ἐπισκόπου Αἰθιοπίας.

Στίχ. Σαρκὸς λιπών σύνδεσμον ὁ Γρηγέντιος,

          κεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.

ς ὥρμητο ἐκ πόλεως Μεδιολάνων· γεννήτορες δὲ αὐτῷ, Ἀγάπιος καὶ Θεοδότη. Οὗτος, ὥς περ γῆ ἀγαθή, σπέρματα θεῖα δεξαμένη, ἑωρᾶτο καρπὸν φῦσαι καλόν· ὅθεν καὶ εἰς μέτρον ἡλικίας πεφθακὼς, ἀκροατὴς καὶ πληρωτὴς τῶν θείων ἐντολῶν τοῦ Χριστοῦ ἀναδείκνυται. Καὶ θείῳ νεύματι, τὴν τοῦ διακόνου χειροτονίαν δέχεται, νηστείᾳ καὶ τῇ λοιπῇ σκληραγωγίᾳ ἑαυτὸν καθυποβαλών.

Καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης, τοῦ θείου Πνεύματος τὴν χάριν δεξάμενος, σημεῖα καὶ τέρατα ἐποίει.

Μετὰ τοῦτο πάλιν γίνεται κατὰ Μεδιόλανα, καὶ εὑρών τινα γέροντα σημειοφόρον, εἰς τόπον ἀνακεχωρημένον, μυεῖται πάντα τὰ μέλλοντα αὐτῷ ἀπαντᾶν· ᾧ καὶ ἐσύστερον ὁ μέγας Ἀπόστολος Πέτρος ὀφθαλμοφανῶς τὰ αὐτὰ προηγόρευσε, προσθεὶς καὶ τὰ ἐλλείποντα.

πεὶ οὖν συνέβη γράψαι τὸν τῶν Αἰθιόπων βασιλέα Ἐλεσβαάν, Προτερίῳ τῷ Πάπᾳ Ἀλεξανδρείας περὶ Ἐπισκόπου, καὶ μάλιστα τελείου, Ἰουστίνου τότε τὴν Ῥωμαίων βασιλείαν ἰθύνοντος, ἐπὶ τοῦτο ἠνιᾶτο καὶ ἐδυσφόρει ὁ Πάπας, πρὸς τὸ ἐπιτυχεῖν ἀνδρὸς τοιούτου.

ν αὐταῖς οὖν ταῖς ἡμέραις, διὰ θείας ἀποκαλύψεως φανεὶς αὐτῷ ὁ μακάριος Μάρκος, ὑπέδειξεν αὐτῷ τὸν ζητούμενον, ὑπὸ θείας προνοίας νεωστὶ τὸν τόπον καταλαβόντα, καὶ παρά τινι ἐπιξενούμενον. Ὃν σὺν πολλῇ περιχαρείᾳ λαβόμενος καὶ χειροτονήσας, περιλαμφθέντα σημείοις, εὐθέως παρέπεμψεν, ἐφοδιάσας αὐτὸν ἐν γράμμασι καὶ λοιποῖς τοῖς Ἀρχιερεῦσιν ἀνήκουσιν. Ὃν ὁ Βασιλεὺς ὑποδεξάμενος, καὶ ἐκ τῶν γραμμάτων βεβαιωθεὶς, κατασπάζεται, καὶ ὡς ἀπόστολον καὶ σημειοφόρον ὑπολαμβάνει· καὶ τῷ Θεῷ εὐχαριστήσας, πᾶσαν τὴν ὑπ’ αὐτὸν ἐξουσίαν αὐτῷ παρέθετο.

δὲ, πρεσβυτέρους καὶ διακόνους χειροτονήας, τὰς νεωστὶ νεουργηθείσας εἰς τὴν εὐδαίμονα Ἀραβίαν παρὰ τοῦ βασιλέως, Ἐκκλησίας καθαγιάσας, πρῴην σχεδὸν παντὸς τοῦ ἔθνους ἰουδαΐζοντος, πολλοὺς τῶν Ἰουδαίων ἐβάπτισε. Μετὰ ταῦτα, τοὺς τῶν Ἰουδαίων πρώτους καὶ διδασκάλους, ἀπό τε συλλογισμῶν καὶ Γραφῶν ἀποδείξεσι πείσας, καὶ θαύμασιν ἐκπλήξας, πάντας προσήγαγε τῇ ἀληθινῇ πίστει, νόμους ἐκθέμενος, καὶ πᾶν ἀρέσκον Θεῷ διαπραξάμενος. Οὕτω καλῶς τὸ ποίμνιον αὐτοῦ ποιμάνας, καὶ πολλὰ θαύματα εἰς δόξαν Θεοῦ ἐπιτελέσας, ἐν εἰρήνῃ ἀνεπαύσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Τρύφωνος.

Στίχ. Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,

          Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. βραμιαῖοι ποτέ, ἐν Bαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Γόνυ μὴ κλίνας γλυπτοῖς, εἰς πειρασμὸν ἐβλήθης, μεγίστην ὄντως μάρτυς κάμινον· ἐν ᾗ δροσιζόμενος· Ὁ τῶν πατέρων βοᾷς, Θεὸς εὐλογητὸς εἶ.

Λύειν τὸν τόνον τῆς σῆς, ὁμολογίας σπεύδων, ὁ δολιόφρων τοῖς ἐγκάτοις σου, κοχλάζοντα μόλυβδον, ἀνηλεῶς ἐκχέει· ἀλλ’ ἐμφανῶς ᾐσχύνθη.

ποτμηθεὶς προθύμως, τὴν ἱεράν σου κάραν, ἐχθροῦ δολίου πολυμήχανον, κεφαλὴν διέκοψας, τῆς σῆς ἀνδρείας ξίφει, μάρτυς Χριστοῦ θεόφρον.

Θεοτοκίον. Ἵνα φωναῖς αἰσίαις, ὑμνολογῶ σε Κόρη, παθῶν με ῥῦσαι ταῖς πρεσβείαις σου, κινδύνων καὶ θλίψεων, καὶ πονηρῶν λογισμῶν, κακῶσαί με ζητούντων.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Συμφερόντως τὴν σὴν ἐργαζόμενος, σωτηρίαν Χριστὸς Βονιφάτιε, ἀναζητοῦντα λείψανα, καλλινίκων μαρτύρων, σὲ ἐνισχύει, ὁ πιστῶς ἐπεζήτεις γενήσεσθαι.

Μακαρίᾳ δεσποίνῃ μακάριος, θησαυρὸς ἀπεδόθης μακάριε· ᾧ πλουτισθεῖσα ἔψαλλε, γηθομένῃ καρδίᾳ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ν σπουδῇ τὸ ἀοίδιμον γύναιον, ἀνεγεῖρον ναὸν ἱερώτατον, σὲ ἐν αὐτῷ κατέθετο, πεφυκότα τῆς θείας, ναὸν Τριάδος, ἀθλοφόρε Χριστοῦ Βονιφάτιε.

Νεκρωθεὶς δι’ ἀγάπην τοῦ Κτίσαντος, τοὺς νεκρώσει παθῶν ὑποπίπτοντας, ζωοποιῷ πρεσβείᾳ σου, ἰατρεύεις βοῶντας. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον. Ἐπὶ σὲ τὴν ἁγνὴν ὁ Ὑπέρθεος, κατελθὼν ὥς περ οἶδε σεσάρκωται, καὶ τοὺς βροτοὺς ἐθέωσε, μελῳδοῦντας Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμός. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν. Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

δοῦσά σε φόρτον ἱερὸν ἠγάλλετο, ἐκβοῶσα ἡ ἀείμνηστος· Δοῦλον ἐκπέμψασά σε μάκαρ, δεσπότην ἀληθῆ ὑποδέδεγμαι, δουλείας με κακῶν ἐκλυτρούμενον, σαῖς εὐπροσδέκτοις παρακλήσεσιν.

ς κρίνον κοιλάσι νοηταῖς ἐξήνθησας, τῶν μαρτύρων Βονιφάτιε· Φοίνιξ καθάπερ ἀνυψώθης· ὡς κέδρος ἐγνωρίσθης μυρίπνοος· ὡράθης ἐκλεκτὴ ὡς κυπάρισσος, εὐωδιάζουσα ψυχὰς ἡμῶν.

Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλεν· ἀθλοφόρε ὥσπερ ἥλιος, φέγγος ἐνθέων χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν ὑμνούντων σε, παθῶν τε τὴν ἀχλὺν ἀπελαύνουσα, μάρτυς θεόφρον ἀξιάγαστε.

λιος καθάπερ ἐκ δυσμῶν ἀνέτειλας, καὶ Ἑῴας πόλιν ἔφθασας, ἔνθα καὶ δὺς τῷ μαρτυρίῳ, πρὸς κρείττονα ζωὴν ἀνατέταλκας, καὶ Ῥώμην τὴν περίβλεπτον ἔφθασας, ταύτην τειχίζων σαῖς δεήσεσι.

Θεοτοκίον. Φωτί με καταύγασον τῷ σῷ Πανάμωμε, τὸν ἐν σκότει συνεχόμενον, τῆς ἁμαρτίας Θεοτόκε, καὶ δίδου ἐν ἡμέρᾳ πορεύεσθαι, ἐνθέων προσταγμάτων Θεόνυμφε, ὅπως ὑμνῶ σε τὴν Πανύμνητον.

Ὁ Εἱρμός. Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἡ λοιπή Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Εκδότης: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 134-138.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0