i - - і- - ѣі- ѣі - - ѣі-


-

-

-

-

-

-
і
-
і


-
ѳ
-
і

і


-

ѣ


-

-

-
ѣ

і


-
ѣ


-

-

.-.

«»

. .

. .
-
. .

ѣ


 
2016-10-31 / russportal
8- . І ,
2016-10-31 / russportal
7- . І ,
2016-08-31 / russportal
6- . І ,
2016-08-31 / russportal
5- . І ,
2016-05-20 / russportal
8 . . . . І . і
2015-11-24 / russportal
22 . . ѣ,
ѣ
RSS-: .


- ѣ, 18 2017 . ѣ ѣ - 9.
, , Ctrl+Alt+E

І -

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ
Τῇ ἀπὸ τῆς ιη'. μέχρι τῆς κδ'. τοῦ αὐτοῦ μηνὸς Κυριακῇ ψάλλεται ἡ Ἀκολουθία τῶν Ἁγίων Πατέρων ὡς ἀκολούθως.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, καὶ τὴν Στιχολογίαν τοῦ, Μακάριος ἀνήρ, ἱστῶμεν Στίχουςι'. καὶ ψάλλομεν τὰ διατεταγμένα Ἀναστάσιμα, εἶτα τὰ Προεόρτια, καὶ τῶν Ἁγίων Πατέρων. Στιχηρὰ Προσόμοια Προεόρτια. Ἦχος α'. Πανεύφημοι μάρτυρες ὑμᾶς.

ναπογραφόμενος Χριστέ, δούλοις τῷ τοῦ Καίσαρος, δι εὐσπλαγχνίαν προστάγματι, ἔρχῃ χαρίσασθαι τὴν ἐλευθερίαν, τὴν ζωὴν καὶ λύτρωσιν, ἀγνώμοσιν οἰκέταις μακρόθυμε, τοῖς προσκυνοῦσί σου, τὰ σωτήρια Γενέθλια, τοῦ ἐλθόντος, σῷσαι τὰς ψυχὰς ἡμῶν.

Τόκον ἀκατάληπτον θεσμούς, φύσεως καινίσαντα, ἡ Παναγία καὶ ἄμωμος, κατανοήσασα, τῷ Υἱῷ ἐβόα. Τέκνον ποθεινότατον, ἐκπλήττομαι τὸ μέγα μυστήριον· πῶς καὶ γεννήσασα, παρθενεύω τῇ δυνάμει σου, τοῦ τὰ πάντα ποιοῦντος βουλήματι!

Καὶ τῶν Ἁγίων Πατέρων. Ἦχος πλ. δ'. Ὁ ἐν Ἐδὲμ Παράδεισος.

Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν· τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν· καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν τὴν μόνην ἀπείρανδρον, καὶ Θεόπαιδα Μαρίαν τὴν ἁγνήν· ἐξ ἧς τὸ ἄνθος προῆλθε, Χριστός, βλαστήσας πᾶσι τὴν ζωὴν καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ· καὶ ὡς σοφοὶ διὰ πίστεως, ἔσβεσαν δύναμιν πυρός· καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής· ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.

σπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ ἅγιοι Παῖδές σου, ἐν καμίνῳ ὁ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως, ἀναλάμψασαν ἡμῖν. Καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἔλευσιν πᾶσι προδηλῶν, Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.

Δόξα. Ἦχος πλ. β'.

Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς, τεχθῆναι προηγόρευσε, σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τὸν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.

Σπήλαιον εὐτρεπίζου· ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου μητρός· ὅν περ καὶ κύψασα δουλικῶς, ἡ μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο, τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. [Κεφ. ιδ'. 14.]

κούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ. Καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν ἐπ αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ παῖδες αὐτοῦ μετ αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μετ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν πεδίον Βασιλέως. Καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου. Καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Eυλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.

Δευτερονομίου τὸ Ἀνάγνωσμα. [Κεφ. α'. 8.]

Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· Ἴδετε, παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς, καὶ τῷ σπέρματι αὐτῶν μετ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ ἡμῶν· χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν, ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων. Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς· οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.

Δευτερονομίου τὸ Ἀνάγνωσμα. [Κεφ. ι'. 14.]

Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾷν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων· ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅς τις οὐ θαυμάζει πρόσωπον, ουδ οὐ μὴ λάβῃ δῶρον· ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ· Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅς τις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Εἰς τὴν Λιτήν, τὸ Ἰδιόμελον τοῦ Ἁγίου τῆς Μονῆς, ὡς σύνηθες. Δόξα. Ἦχοςα'.

Βολίδες ἀστράπτοντες θεηγορίαις, οἱ μεγαλώνυμοι Προφῆται, εἰς ἀεὶ μακαρίζονται· καὶ τὰ ἔπη τοῦ Πνεύματος καρπούμενοι, τὴν ἀνερμήνευτον λοχείαν Χριστοῦ τοῦ Θεοῦ πᾶσιν ἐκήρυξαν· νομίμως δὲ τὸ τέλος διήνυσαν, ζήσαντες ζωὴν ὑπερθαύμαστον.

Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.

κουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι, ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος· Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῷ, τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου. Δόξα. Ἦχοςβ'. Κυπριανοῦ.

Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν Νόμον Κυρίου, καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε, τῆς Νέας διαθήκης Χριστοῦ· καὶ μεταστάντες πρὸς οὐρανόν, αὐτὸν ἱκετεύσατε εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.

δοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σῴσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

Ἀπολυτίκιον, Ἦχος β'.

Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῷσον τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Ἀναστάσιμος Ἀκολουθία, ὡς διατέτακται ὄπισθεν. Οἱ Ἀναβαθμοὶ τοῦ τυχόντος Ἤχου, καὶ Προκείμενον τοῦ αὐτοῦ. Εὐαγγέλιον Ἑωθινόν. Ἀνάστασιν Χριστοῦ θεασάμενοι κτλ.

Ὁ Κανὼν τῶν Πατέρων. Ἦχος πλ. β'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες· ἀλλ ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γάρ δεδόξασται. [Δίς.]

Φόβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαρρήσσονται, μοχλοὶ αἰώνιοι· τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.

Σήμερον τὸ κλίτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος· Ἀβραὰμ γὰρ σύμβολον, τοῦ Νόμου καὶ οἱ Παῖδές εἰσιν.

Πάλαι δεξιοῦται, Θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ· νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.

βραὰμ ἐρρύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται· διὸ νῦν τὴν Γέννησιν, Χριστοῦ προεορτάζουσιν.

ριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.

Θεοτοκίον. Κεχαριτωμένη, ἀνύμφευτε Μήτηρ, Παρθένε ἄφθορε, σὲ μακαρίζομεν· τοῦ Ἀβραὰμ γὰρ ἐκ γένους, καὶ φυλῆς Δαυῒδ ἐξήνθησας, τὸν Χριστὸν δὲ τέτοκας, Προφήταις κηρυχθέντα τὸ πρίν.

Κανὼν Προεόρτιος. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Χριστὸν σαρκὶ νηπιάσαντα, Χριστὸν ἐθελουσίως πτωχεύσαντα, Χριστὸν ὁρατὸν γενόμενον, ἔρχεται ἡ Παρθένος ἐν Βηθλεέμ, νῦν ἀποκυῆσαι· οὐρανός τε καὶ ἡ γῆ ἀγαλλιάσθωσαν.

Βουνοὶ καὶ ὄρη σκιρτήσατε· Προφῆται θεηγόροι χορεύσατε· Λαοὶ καὶ Ἔθνη κροτήσατε· πάντων ἡ σωτηρία, ὁ φωτισμός, ἤγγικεν ἐπέστη, ἐν τῇ πόλει Βηθλεὲμ ἀποτικτόμενος.

Πτωχὸς ὁ πλούσιος γίνεται, πτωχίζων τοὺς κακίᾳ πλουτίζοντας· βροτὸς ὁ Θεὸς γνωρίζεται, Κόρης ἀπειρογάμου, δίχα τροπῆς· πάντες ἐν αἰνέσει, ἀνυμνήσωμεν αὐτόν· ὅτι δεδόξασται.

Καταβασία. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Τῶν Πατέρων. ᾨδὴ γ'.

Ὁ Εἱρμός. Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ κρανίῳ κρεμάμενον, θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε κραυγάζουσα. [Δίς.]

Τάφῳ τριημερεύσας, ἀνέστησας ζωαρχικῇ ἐγέρσει, θανόντας τοὺς ἀπ αἰῶνος· καὶ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο, Ἰδοὺ ἡ λύτρωσις, ἦλθες Κύριε κραυγάζοντες. [Δίς.]

Τὴν κατ εἰκόνα δόξαν, καὶ καθ ὁμοίωσιν Θεοῦ φρονοῦντες Παῖδες, χρυσῆς εἰκόνος φλόγα, ἐν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἀθλητικῶς κατέσβεσαν, ἐν πίστει ψάλλοντες. Πλήν σου Κύριον οὐκ οἴδαμεν.

Σοφίας τῷ περιόντι, καὶ Πνεύματος τῇ δυνάμει οἱ Παῖδες, τοὺς σοφοὺς Βαβυλῶνος, αἰχμαλωτεύσαντες ᾔσχυναν, καὶ θαρσαλέως ἔκραζον. Οὐκ ἔστιν ἅγιος πλὴν σου Κύριε φιλάνθρωπε.

Χαίρει καὶ συγχορεύει, τοῖς Παισὶ καὶ Προφήταις ὁ Νόμος, καὶ προσκιρτᾷ τοῦ Κυρίου, τὴν θείαν ἔλλαμψιν σήμερον· καὶ Ἀβραὰμ ἀγάλλεται ὅτι ἐκ σπέρματος αὐτοῦ, εἶδε Κύριον σαρκούμενον.

Θεοτοκίον. Ἡ σύλληψις ἄνευ πάθους· ἡ πρόσληψις ὑπὲρ λόγον καὶ φύσιν, τοῦ τόκου σου προῆλθε· τὸ γὰρ Προφήταις θρυλλούμενον, ὑπερφυῶς Μυστήριον, ἡμῖν ἐπέφανε, Λόγος τοῦ Θεοῦ ὑπάρχων Κύριος.

Προεόρτιος.

Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθεὶς ὑπὲρ ἔννοιαν, ἐκ τῆς Παρθένου ἐπ ἐσχάτων, ἐσαρκώθη ὡς οἶδεν, αὐτὸς θέλων τὸ ἀνθρώπινον, ἀνακαινίσαι φθαρὲν πονηροῦ, συμβουλίᾳ ὄφεως.

ἐν τοῖς ὑψίστοις, συνεδρεύων Πατρὶ καὶ τῷ Πνεύματι, ταπεινωθεῖσαν τῶν ἀνθρώπων, θεωρήσας τὴν φύσιν, Υἱὸς τοῦ Θεοῦ ὁ ἄναρχος, ἀρχὴν λαμβάνει καὶ μέλλει σαρκί, τίκτεσθαι ὡς ἄνθρωπος.

Θεοτοκίον. Ἡ ἁγιωτέρα, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, βουλῆς μεγάλης τῆς πατρῴας, νῦν τὸν Ἄγγελον τίκτει, σαρκὶ πάντων εἰς ἀνάκλησιν, μελῳδούντων ἀπαύστως αὐτῷ· ἅγιος εἶ Κύριε.

Καταβασία. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Ἡ Ὑπακοὴ, Ἦχος πλ. δ'.

γγελος Παίδων ἐδρόσιζε κάμινον, νῦν δὲ γυναικῶν κλαυθμὸν διεκώλυε, λέγων· Τί ἐπιφέρεσθε μύρα; τίνα ζητεῖτε ἐν τάφῳ; ἀνέστη ὁ Χριστὸς καὶ Θεός· ὑπάρχει γὰρ ζωὴ καὶ σωτηρία, τοῦ γένους τῶν ἀνθρώπων.

Τῶν Πατέρων. ᾨδὴ δ'.

Ὁ Εἱρμός. Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδου ὡς παντοδύναμος. [Δίς.]

ἐν τῷ ᾅδῃ θεία κάθοδος, σοῦ Χριστὲ ὁ Θεός, νεκροῖς ζωὴ ἐδείχθη· σὺ γὰρ ἐχθροὺς ἐδέσμευσας, κάτω ἀγαθέ, καὶ οὐράνιον τρίβον, ἀνθρώποις ἤνοιξας. [Δίς.]

Τὰ τῶν Πατέρων ἀκροθίνια, Ἀβραὰμ Ἰσαάκ, καὶ Ἰακωβ τιμῶμεν· ὅτι αὐτῶν ἐκ σπέρματος, ἔλαμψε Χριστός, σαρκωθεὶς ἐκ Παρθένου, ὡς Παντοδύναμος.

Προϋπογράφων τὰ ἐσόμενα, τῇ καθόδῳ Χριστοῦ, ὁ Δανιὴλ τοὺς θῆρας ὡς πρόβατα ἀπέδειξε, πᾶσιν ἐναργῶς, ὡς προέγνω τὸ μέλλον, οἷα Προφήτης Θεοῦ.

Τῆς ἁμαρτίας μὴ σπασάμενοι, τὸν ἰὸν ἐκ φλογός, ἐρρύσθησαν οἱ Παῖδες· χρυσίου γὰρ ὑπέρτιμοι, ὄντες ἀληθῶς, ἐν καμίνῳ τῆς πλάνης οὐκ ἐχωνεύθησαν.

Θεοτοκίον. Μεγαλοφώνως προκηρύττεται, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου, ὁ ὑπὲρ φύσιν τόκος σου, ἄχραντε σεμνή· ὃν ὑμνεῖ τῶν Πατέρων, ὅμιλος σήμερον.

Προεόρτιος.

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

άβδος ἐκ τῆς ῥίζης, Ἰεσσαί, Παρθένος ἀνεβλάστησας, ἄνθος ἀνθήσασα ἀμάραντον, τὸν πάντων Δημιουργόν, τὸν τὴν γῆν τοῖς ἄνθεσι, πᾶσαν ὡς Θεὸν κατακοσμοῦντα, ἀναβοῶσαν αὐτῷ· Δόξα τῇ δυνάμει σου Κύριε.

Βρώσει με κλαπέντα πονηρᾷ, καὶ γνώμῃ ὀλισθαίνοντα, ὁμοιωθέντα τοῖς ἀλόγοις τε, ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἦλθες ἀνακτώμενος, βρέφος γεγονώς, καὶ ἐπὶ φάτνης, ἀλόγων ἀνακλιθείς· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον. Ὄρους κατασκίου Ἰησοῦ, Παρθένου σε σαρκούμενον, ὁ Ἀββακοὺμ προεθεάσατο, τὰ ὄρη τὰ πονηρά, καὶ βουνοὺς συντρίβοντα, καὶ ἀφανισμῷ παραδιδόντα, ἐπάρσεις τοῦ πονηροῦ, καὶ τὰ τῶν δαιμόνων ὑψώματα.

Καταβασία. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

Τῶν Πατέρων. ᾨδὴ ε'.

Ὁ Εἱρμός. Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται. [Δίς.]

Τὸ ἐξαστράπτον τῆς χαρᾶς, ὑποτυπῶν ἐμφανῶς ὁ Ἄγγελος, ἐν τῷ τάφῳ λαμπροφόρος δείκνυται, Γυναιξὶ κηρύττων ἀνάστασιν, καὶ ἀφέμεναι τοῦ κλαυθμοῦ, ἠγαλλιάσαντο, Χριστοῦ ἀναστάντος, τὸ χαίρετε Ἀποστόλοις διαγγέλλουσαι. [Δίς.]

Τὴν τῶν Πατέρων ἀπαρχήν, ὡς ἀρχηγὸν Νόμου καὶ τῆς Χάριτος, Ἀβραὰμ τὸν Πατριάρχην σήμερον, συνελθόντες πίστει τιμήσωμεν· ὡς Προφήτης γὰρ τοῦ Θεοῦ, προκατηγγείλατο Χριστὸν ἐκ Παρθένου, καὶ τούτου προϋπαντᾷ τὴν θείαν Γέννησιν.

Προϋπογράφοντες τρανῶς, τὴν πρὸς ἡμᾶς τοῦ Κυρίου ἔλευσιν, δι Ἀγγέλου παρουσίας ἔσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τὴν κάμινον, καὶ ἀτμίδα δρόσου τὸ πῦρ, ἀπεργασάμενοι ἐν τούτῳ τῇ πίστει, εἰκόνος χρυσῆς δόξαν ἐχώνευσαν.

φραξε στόματα θηρῶν, ὁ Δανιὴλ ἐν τῷ λάκκῳ Πνεύματι· τοῦ πυρὸς δὲ τὴν ἰσχὺν κατέσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τῇ χάριτι· καὶ σωθέντες οὗτοι φθορᾶς, προκαταγγέλλουσι Χριστὸν ἐκ Παρθένου, αἰτοῦντες ὡς λυτρωτὴν τὴν σωτηρίαν ἡμῶν.

Θεοτοκίον. Ἐν θείῳ Πνεύματι δηλῶν, τὴν ἐξ ἡμῶν ἀπαθῶς σου πρόσληψιν, Ἡσαΐας ἀνεβόα Κύριε, γρηγορῶν τῷ νόμῳ τῆς χάριτος· Τὸν ἐκ γένους μὲν Ἀβραάμ, ἐκ τῆς Ἰούδα δὲ φυλῆς κατὰ σάρκα, Παρθένος ἄνευ σπορᾶς, ἔρχεται τίκτουσα.

Προεόρτιος.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

φύσει Δεσπότης, ἐν δούλοις τελεῖς, ὁ Υἱὸς τοῦ Θεοῦ ὁ παντέλειος, εὐδόκησας δι ἔλεος, καλεῖσθαι καὶ Υἱός, ἀνθρώπου Πανοικτίρμον· διὸ ἐν τῷ Σπηλαίῳ, ἑκουσίως πτωχεύσας, ἔρχῃ τεχθῆναι Ὑπεράγαθε.

χώρητε φύσει, Χριστὲ Βασιλεῦ, πῶς μικρὸν σε εἰσδέξεται Σπήλαιον; πῶς φάτνη σε δυνήσεται, χωρῆσαι Ἰησοῦ; Μητρὸς ἐξ ἀπειράνδρου, σαρκὶ ἐπιδημοῦντα, εἰς τὰ ἴδια ὅπως, τοὺς ξενωθέντας σῴσῃς Κύριε.

μνὰς τὸν ποιμένα, προῆλθε τεκεῖν· εὐτρεπίζου τὸ ἅγιον Σπήλαιον· Ποιμένες ἐπισπεύσατε, Ποιμένα καὶ Ἀμνὸν τεχθέντα θεωρῆσαι· οἱ Μάγοι μετὰ δώρων, εὐτρεπίσθητε τοῦτον ὡς Βασιλέα προσκυνῆσαι σαρκί.

Kαταβασία. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Τῶν Πατέρων. ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. [Δίς.]

Θανάτου τὴν νέκρωσιν, καὶ τοῦ ᾅδου ἀγαθέ, εἰργάσω τὴν καθαὶρεσιν, τριημέρῳ ταφῇ σου θεοπρεπῶς· ζωὴν δὲ ἐπήγασας, ἀναστὰς τοῖς ἐν κόσμῳ Ἰησοῦ Βασιλεῦ. [Δίς.]

τρόπος φιλόξενος, ἡ δὲ πίστις ὑψηλή, Ἀβραὰμ τοῦ προπάτορος· ὅθεν θεῖον μυστήριον τυπικῶς, δεξάμενος ἔχαιρε· τοῦ Χριστοῦ δὲ προτρέχων νῦν ἀγάλλεται.

Τὴν κτίσιν ὑπέταξε, νῦν ἡ πίστις τοῖς Παισί, τῇ δωρεᾷ τοῦ Πνεύματος· τὸ γὰρ πῦρ τὸ παμφάγον καὶ ἀναιδές, ᾐδέσθη τοὺς σέβοντας, τοῦ πυρὸς τὸν ἐργάτην, Ἰησοῦν τὸν Χριστόν.

Τοῦ κόσμου τὸ ἄγριον, τῇ ἐλεύσει τοῦ Χριστοῦ, ῥυθμίζεσθαι ὑπέφηνεν, εἰρήνην πρὸς τὴν θείαν θεοπρεπῶς, φιμώσας τοὺς λέοντας, Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκω ποτέ.

Θεοτοκίον. Νηδύος ἐκύησας, ἐκ παρθένου τὸν Χριστόν, Μαρία Μήτηρ ἄνανδρε, ὃν εἶδον οἱ Προφῆται θεοπτικῶς· αὐτοῦ προχορεύουσιν, οἱ Πατέρες νυνὶ δὲ τὰ Γενέθλια.

Προεόρτιος.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Νέος οὐρανός, ὑπάρχουσα Δέσποινα, ἐκ μήτρας τῆς σῆς, ὡς ἐκ νεφέλης Χριστόν, δόξης Ἥλιον, ἀνατεῖλαι ἐπείγῃ Σπηλαίῳ σαρκί, ὡς μέλλοντα ταῖς λάμψεσι, ταῖς ἑαυτοῦ σαφῶς, πάντα τὰ τῆς γῆς πληρώματα κραυγάζειν δι οἶκτον ἀμέτρητον.

Εἶδες τὴν ἡμῶν, ὀδύνην καὶ κάκωσιν οἰκτίρμον Χριστέ, καὶ οὐ παρεῖδες ἡμᾶς· ἀλλ ἐκένωσας, σεαυτὸν μὴ ἐκστὰς τοῦ Γεννήτορος, καὶ ἐσκήνωσας εἰς μήτραν ἀπειρόγαμον· ἥτις ἀνωδίνως τέξεσθαι; σὲ σαρκὶ ἐν Σπηλαίῳ προέρχεται.

ρη καὶ βουνοί, πεδία καὶ φάραγγες, λαοὶ καὶ φυλαί, ἔθνη καὶ πᾶσα πνοή, ἀλαλάξατε, εὐφροσύνης ἐνθέου πληρούμενα, ἦλθε πάντων ἐπεδήμησεν ἡ λύτρωσις, Λόγος τοῦ Θεοῦ ὁ ἄχρονος, ὑπὸ χρόνον δι οἶκτον γενόμενος.

Καταβασία. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Κοντάκιον τῶν Πατέρων. Ἦχος πλ. β'.

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ὁ Οἶκος.

κτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Bαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ἕτερον Κοντάκιον, Προεόρτιον. Ἦχος α'. Χορὸς Ἀγγελικός.

Εὐφραίνου Βηθλεέμ, Εὐφραθᾶ ἑτοιμάζου· ἰδοὺ γὰρ ἡ Ἀμνάς, τὸν Ποιμένα τὸν μέγαν, ἐν μήτρᾳ βαστάζουσα, τοῦ τεκεῖν κατεπείγεται· ὅνπερ βλέποντες, οἱ Θεοφόροι Πατέρες, ἐπαγάλλονται, μετὰ ποιμένων ὑμνοῦντες, Παρθένον θηλάζουσαν.

Ὁ Οἶκος.

Τῆς σῆς Παρθένε κυήσεως τὴν λαμπρότητα, καθορῶντες ἐκλάμπουσαν, Ἀβραὰμ ὁ φιλόθεος, καὶ Ἰσαὰκ ὁ ἀοίδιμος καὶ Ἰακώβ, καὶ πᾶς ὁ θεοσύλλεκτος χορὸς τῶν ἁγίων ἀγάλλεται· καὶ τὴν κτίσιν προσήγαγον, πρὸς σὴν ὑπάντησιν ἐν χαρμοσύναις λέξεσι. Χαρᾶς γὰρ πρόξενος πᾶσιν ὤφθης, ἐν μήτρᾳ συλλαβοῦσα, τὸν ποτὲ ἐν Βαβυλῶνι ὁραθέντα, καὶ τοὺς Παῖδας, τοὺς ἐν τῇ καμίνῳ ἀδίκως βληθέντας, ἀφλέκτους συντηρήσαντα ὑπὲρ πᾶσαν ἔννοιαν. Διὸ καὶ ἀναμέλπουσι τὸν ὁρώμενον ἐν χερσὶ νεάνιδος, ὑμνοῦντες Παρθένον θηλάζουσαν.

Συναξάριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρὸ τῆς Χριστοῦ γεννήσεως, μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων, καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο· ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων.

Μνήμη τῶν πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας.

Στίχ. Ὑμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,

Τοῦ ζῆν με καὶ θνήσκειν με τοὺς παραιτίους.

Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ τοῦ Ἀδάμ.

Στίχ. Βοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,

πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.

Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ.

Στίχ. Σὴθ σπέρμα καινὸν τοῖς γονεύσιν ἀντ Ἄβελ,

νθρωπος ὢν δίκαιος, οἷος ἦν Ἄβελ.

Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ.

Στίχ. Ὀφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,

Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.

Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἐνώς.

Στίχ. Βίβλῳ Kαϊνᾶν Μωσέως γεγραμμένος,

Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.

Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν.

Στίχ. Ἑξῆς προκείσθω Μαλελεὴλ τῷ λόγῳ.

Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.

Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μελελεήλ.

Στίχ. Δίκαιον ὄντως ἐν δικαίων πληθύϊ,

Καὶ τοῦ δικαίου μνημονεύειν Ἰάρεδ.

Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ Ἰάρεδ.

Στίχ. Θεῷ προδήλως εὐαρεστήσας λόγῳ,

νὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.

Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ.

Στίχ. Ἐνὼχ σε τέκνον ἐκμαθὼν Μαθουσάλα,

γραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.

Μνήμη τοῦ δικαίου Λάμεχ, υἱοῦ Μαθουσάλα.

Στίχ. Λάμεχ, δύο γνούς, δεῖν ἔγνων, τιμᾷν ἕνα,

Οὐ τὸν φονευτήν, ἀλλ ὁμωνύμως Λάμεχ.

Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λάμεχ.

Στίχ. Ἀδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει.

Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.

Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε.

Στίχ. Σὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,

Τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.

Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε.

Στίχ. Μὴ θεὶς Ἰάφεθ Πατρὸς αἰσχύνῃ πλάτος,

Βίου πλατυσμὸν εὐχαῖς Πατρὸς λαμβάνει.

Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ.

Στίχ. Zῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξὰδ λίπω.

Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.

Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ.

Στίχ. Καϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,

Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.

Mνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν.

Στίχ. Συμπατριωτῶν ὁρμαθῷ καὶ συμφύλων,

συγγένεια συνδέει καὶ τὸν Σάλα.

Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.

Στίχ. Μέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἕβερ,

Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει[1].

Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ.

Στίχ. Πανηγυρίζω καὶ τὸν ἐξ Ἕβερ τόκον·

ς Μωϋσῆς γὰρ φησι, τίκτει τὸν Φάλεκ.

Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ.

Στίχ. Πάλιν κύησις, καὶ πάλιν νέος τόκος,

Υἱὸν Ῥαγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.

Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ.

Στίχ. Γράφων παλαιῶν τοὺς ἀπ ἀλλήλων τόκους,

ν ἐκλάθωμαι τὸν Σερούχ, ἁμαρτάνω.

Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ.

Στίχ. Γένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,

Καὶ τὸν Ναχὼρ γνοὺς οὐ διϊστῶ τοῦ γένους.

Μνήμη τοῦ δικαίου Θάρρα, υἱοῦ Ναχώρ.

Στίχ. Υἱὸς προσελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,

Πατὴρ ὑπῆρξε πατρὸς Ἐθνῶν μυρίων.

Μνήμη τοῦ δικαίου Πατριάρχου Ἀβραάμ, υἱοῦ Θάρρα.

Στίχ. Τὸν Ἀβραὰμ πῶς δεξιώσομαι λόγοις,

ς ἠξιώθη δεξιοῦσθαι καὶ Νόας;

Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ.

Στίχ. Δεθείς, Ἰσαάκ, εἰς σφαγήν, τύπος γίνῃ,

πὶ σφαγὴν ἥξοντος ὑψίστου Λόγου.

Μνήμη τοῦ Πατριάρχου Ἰακώβ, υἱοῦ Ἰσαάκ.

Στίχ. Διὰ κλίμακος Ἰακώβ, τῆς Παρθένου,

Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.

Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰακώβ.

Στίχ. Τῆς υἱότητος, Ἰακὼβ τοῦ τιμίου,

ουβὶμ ἔγνων τὸν θεῖον, ἀρχὴν τιμίαν.

Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ.

Στίχ. Κἂν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,

Κλέος παρ ἡμῖν οὐ τὸ δεύτερον φέρει.

Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἰακώβ.

Στίχ. Θεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,

Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;

Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.

Στίχ. Ἰούδαν αἰνέσουσιν οἱ σεσωσμένοι·

ξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.

Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.

Στίχ. Ἀκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,

Γῆς καὶ θαλάττης εἰς ἓν ἄκρα συνδέων.

Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.

Στίχ. Στήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,

Ζωὴν συνιστᾷ, γῆθεν ἄρτον ἐκφέρων.

Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριτής.

Στίχ. Λαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίας,

Ζυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.

Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.

Στίχ. Γὰδ πειρατευθείς, πειρατεύων ἐκτρέχει,

Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.

Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.

Στίχ. Ἀσὴρ δέ, φησὶ πίονα πλουτεῖ στάχυν,

Τρέφει τε τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.

Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.

Στίχ. Ὡς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένον,

Εἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.

Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.

Στίχ. Ηὐξημένον σε, σὸς Πατὴρ εἶναι λέγων,

Δόξαν φυλῆς σῆς, Ἰωσήφ, διαγράφει.

Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πραεῖα.

Στίχ. Φαγὼν τὸ πρωῒ Bενιαμίν, ὡς λύκος,

Πρᾶος φανεῖς, δίδωσι βρῶσιν ἑσπέρας.

Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου.

Στίχ. Κοινῶς ἐπαινῶ σπέρμα κοινὸν Ἰούδα,

Φαρές, Ζαρά τε, τοὺς διδύμους συγγόνους.

Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές.

Στίχ. Ἐκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ῥίζης κλάδος,

μφω δὲ ῥίζης Ἀβραὰμ θεῖοι κλάδοι.

Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ.

Στίχ. Γέγηθεν Ἐσρώμ, οὐ νοσῶν ἀτεκνίαν,

ρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.

Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ.

Στίχ. Τὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος.

Τούτου γὰρ υἱὸν ἡ Γραφὴ τοῦτον λέγει.

Μνήμη Ναασών, υἱοῦ Ἀμιναδάβ.

Στίχ. Εἷς καὶ Ναασὼν τῆς, Ἰούδα φατρίας,

ξ Ἀμιναδὰβ τῆς φυλῆς ἐξ, Ἰούδα.

Μνήμη Σαλμών, υἱοῦ Ναασών.

Στίχ. Ηὔξησε σειρὰν Ἀβραμιαίου γένους,

Σαλμὼν προελθὼν τῆς Ναασὼν ὀσφύος.

Μνήμη Βοόζ, υἱοῦ Σαλμών.

Στίχ. Εὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,

Τίνα γράφεις σὺ; Τὸν Βοόζ, φησί, γράφω.

Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥοὺθ γεννηθέντος.

Στίχ. Ἐκ Ῥοὺθ μὲν Ὠβήδ, τὴν φυλὴν Μωαβίτης,

κ τοῦ Βοὸζ δὲ δῆλος, Ἰσραηλίτης.

Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ.

Στίχ. Ἰεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,

ως ἀπ' αὐτοῦ Παῖς Θεὸς τεχθῇ μέγας.

Μνήμη Δαυΐδ Βασιλέως, υἱοῦ Ἰεσσαί.

Στίχ. Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,

Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;

Μνήμη Σολομῶντος Βασιλέως, υἱοῦ Δαυΐδ.

Στίχ. Σοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,

χων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.

Μνήμη Ῥοβοὰμ Βασιλέως, υἱοῦ Σολομῶντος.

Στίχ. Ἐγκώμιόν σοι Ῥοβοάμ, πλέκω μέγα,

Σὸν πάππον εἶναι τὸν μέγαν Δαυῒδ λέγων.

Μνήμη Ἀβιὰ Βασιλέως, υἱοῦ Ῥοβοάμ.

Στίχ. Βοᾷ Ῥοβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων.

γὼ Πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.

Μνήμη Ἀσὰ Βασιλέως, υἱοῦ Ἀβιά.

Στίχ. Εὐθῆ τὸν Ἀσὰ μηνύει Βασιλέα,

τετράτιτλος τῶν Βασιλειῶν βίβλος.

Μνήμη Ἰωσαφὰτ Βασιλέως, υἱοῦ Ἀσά.

Στίχ. Ἰωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳ,

Εὑρὼν ἀφορμάς πατρόθεν χρηστοῦ βίου.

Μνήμη Ἰωρὰμ Βασιλέως, υἱοῦ Ἰωσαφάτ.

Στίχ. Ἰωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ,

ιὸς Βασιλεύς, ἐκ πατρὸς Βασιλέως.

Μνήμη Ὀζίου Βασιλέως, υἱοῦ Ἰωράμ.

Στίχ. Ἀνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,

ναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.

Μνήμη Ἰωάθαμ Βασιλέως, υἱοῦ Ὀζίου.

Στίχ. Τὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,

Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.

Μνήμη Ἄχαζ Βασιλέως, υἱοῦ Ἰωάθαμ.

Στίχ. Τὸ τῆς κεφαλῆς στέμμα Ἰωάθαμ,

Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.

Μνήμη Ἐζεκίου Βασιλέως, υἱοῦ Ἄχαζ.

Στίχ. Σοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας,

Τοσοῦτον ἰσχύουσι ῥεῖθρα δακρύων!

Μνήμη Μανασσῆ Βασιλέως, υἱοῦ Ἐζεκίου.

Στίχ. Σωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,

Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει.

Μνήμη Ἀμμὼν Βασιλέως, υἱοῦ Μανασσῆ.

Στίχ. Ἀμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,

ν καὶ Βασιλεύς, καὶ Βασιλείας τέκνον.

Μνήμη Ἰωσίου Βασιλέως, υἱοῦ Ἀμμών.

Στίχ. Ἰωσίας ἔναντι τοῦ Θεοῦ μέγας,

ν γνοὺς ἐπαινεῖν, δειλιῶν μὴ σμικρύνω.

Μνήμη Ἰεχονίου Βασιλέως, υἱοῦ Ἰωσίου.

Στίχ. Ἐν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,

εχονίαν ἐμπαροικῆσαι βίῳ.

Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου.

Στίχ. Πρῶτον μέτ αὐτὴν τὴν μετοικίαν τέκνον,

Τὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.

Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.

Στίχ. Nαβουζαρδὰν ἔκαυσε Ναὸν Κυρίου,

Οὗ καύσιν ἦρε κτίσματι Ζοροβάβελ.

Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ.

Στίχ. Ἀβιοὺδ ὅρπηξ, οὗ φυὴ Ζοροβάβελ.

ς τὴν φυὴν οὖν, καὶ τὸν ὅρπηκα γράφω.

Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ.

Στίχ. Τὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,

Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.

Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ.

Στίχ. Ὁ θεῖος Ἀζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,

Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.

Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ.

Στίχ. Ἀζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει,

ν συγγραφεὺς γνούς, ἐκκαλύπτει τὸν τόκον.

Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ.

Στίχ. Τοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,

Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ Βιβλίον.

Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ.

Στίχ. Τεχθεὶς ἀπ Ἀχείμ, Ἐλιοὺδ ὤφθη τέκνον,

φθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.

Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ.

Στίχ. Ἰδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,

λεάζαρον τέκνον· εἰ βούλει, μάθε.

Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ.

Στίχ. Ἐλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,

Μαιευτρίας ἄκουε, Ματθαίου Βίβλον.

Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν.

Στίχ. Καὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίον.

Τὸν Ἰακωβ γὰρ εἰσενεγκὼν εὑρέθη.

Μνήμη Ἰωσὴφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ.

Στίχ. Μνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,

Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.

Μνήμη τοῦ δικαίου Μελχισεδέκ.

Στίχ. Ἔχει Γραφὴ πατρὸς σε καὶ μητρὸς δίχα,

Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.

Μνήμη τοῦ δικαίου Ἰώβ.

Στίχ. Ὕψιστον εὑρὼν ἀξίως ἐπαινέτην,

ὼβ ἐπαίνων οὐ δέῃ τῶν γηΐνων.

Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὤρ, καὶ Ἀαρὼν, τῶν ἱερέων.

Στίχ. Σὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,

ψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα.

Μνήμη Ἰησοῦ τοῦ Ναυῆ.

Στίχ. Ὑμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,

συλλαλῶν ὑπῆρχε καὶ Θεὸς λόγος;

Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.

Στίχ. Ὀφθαλμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,

φθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.

Μνήμη τοῦ Προφήτου Νάθαν.

Στίχ. Ἁμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,

μάρτομεν λέγουσι, συγγνώμην νέμοις.

Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ.

Στίχ. Καὶ θηρία φρίττουσιν ἀρετῆς φίλον·

ργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.

Μνήμη τῶν Ἁγίων, τριῶν Παίδων.

Στίχ. Καὶ πῦρ, τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος.

Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.

Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.

Στίχ. Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις.

Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.

Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.

Στίχ. Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,

ριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.

Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.

Στίχ. Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,

Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.

Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός Ἰακώβ.

Στίχ. Θεοὺς πατρῴους ἡ Ῥαχὴλ, κλέπτει πόθῳ,

ν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.

Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός Ἰωσὴφ τοῦ παγκάλου.

Στίχ. Κάλλει παρῆλθεν ἥλιος μὲν Ἀστέρας,

δ Ἀσινὲθ μοι τὰς ὑφ ἥλιον κόρας.

Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.

Στίχ. ᾌσωμεν, εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ,

Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.

Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.

Στίχ. Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,

Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.

Μνήμη τῆς δικαίας Ῥούθ.

Στίχ. Ἔθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,

θνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.

Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.

Στίχ. Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,

Kαινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.

Μνήμη τῆς δικαίας Σωμανίτιδος, τῆς ξενοδοχησάσης τὸν Ἐλισσαῖον.

Στίχ. Ἐλισσαῖος σοι κλεῖθρα νηδύος λύει,

κλεῖθρα Σωμανῖτις ἤνοιξας δόμου.

Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.

Στίχ. Ὃν πᾶς ἀνὴρ ἔφριττε δεινὸν ὁπλίτην,

Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.

Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.

Στίχ. Ἔσῳσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,

δου κυνῆν μέλλοντας ἐνδῦναι πάλαι.

Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.

Στίχ. Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,

Νικᾷ Φενάνναν. Ἄννα πολλὴν ἐν τέκνοις.

Μνήμη τῆς δικαίας Σωσάννης.

Στίχ. Kανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,

τῆς Σωσάννης σωφρονέστατος βίος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

Τῶν Πατέρων. ᾨδὴ ζ'.

Ὁ Εἱρμός. φραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παίδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. [Δίς.]

ξένον θαῦμα! ὁ ἐν ὑψίστοις καθήμενος, ἐπὶ θρόνου, Κύριος αὐτός, προσλήψει σαρκός, θάνατον ὑπέμεινεν· ἀλλ ἐξανέστη Θεότητος ἰσχύϊ, συνεγείρας νεκροὺς τοὺς ἀπ αἰῶνος. [Δίς.]

Χριστὸν γεννήσας τὸ κατὰ σάρκα τῆς πίστεως, ἀρχηγέτα Πάτερ Ἀβραάμ, ἐδείχθης Ἐθνῶν, Πνεύματι Πατὴρ ἐναργῶς, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

ψύχων ἤχους, διακενῆς ἀλαλάζοντας, τῶν ἐμψύχων, ἤμβλυνεν ᾠδή· καμίνου γὰρ πῦρ, φλεγομένοις σώμασι, καταπατοῦντες οἱ Παῖδες ἀλωβήτως, ἀνεβόων· Ὁ Θεός, εὐλογητός εἶ.

Τῇ Θεωρίᾳ, ἐνατενίσας τοῦ Πνεύματος, ὁ Προφήτης, πάλαι Δανιήλ, Χριστοῦ προτυποῖ, τὴν δευτέραν ἔλευσιν, καὶ τὰ ἐν ταύτῃ φρικτὰ προκαταγγέλλει, ἐκβοῶν· Ὁ Θεός, εὐλογητὸς εἶ.

Θεοτοκίον. Τὸ ξένον θαῦμα, τὸ ἐν Προφήταις θρυλούμενον, καὶ πατράσι, πάλαι ἐμφανῶς, Παρθένος ἁγνή, τεξομένη πάρεστιν, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Προεόρτιος.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ἄμπελος ἡ θεία, τὸν ἀκήρατον βότρυν περκάζουσα, ἐγγίζει ἥκει τοῦ τεκεῖν, εὐφροσύνης οἶνον βλύζοντα, καὶ ποτίζοντα ἡμᾶς, αὐτῷ κραυγάζοντας· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

θεία μυροθήκη, τὸ εὐῶδες μύρον ἔνδον φέρουσα, ἐν τῷ Σπηλαίῳ Βηθλεέμ, ἐκκενῶσαι τοῦτο ἔρχεται, εὐωδίας μυστικῆς πληροῦν τοὺς μέλποντας· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Λαβὶς ἣν Ἡσαΐας, ὁ Προφήτης πάλαι ἐθεάσατο, τὸν θεῖον ἄνθρακα Χριστόν, ἐν κοιλίᾳ ἥκει φέρουσα, πᾶσαν ὕλην ἁμαρτίας καταφλέγοντα, τῶν δὲ πιστῶν τὰς ψυχάς φωταγωγοῦντα.

Καταβασία. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τῶν Πατέρων. ᾨδὴ η'.

Ὁ Εἱρμός. κστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις Θεός, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. [Δίς.]

τῆς ἀφάτου σου Χριστέ, συγκαταβάσεως, δι ἡμᾶς τοὺς ταπεινούς! ἰδοὺ γὰρ θανάτου γευσάμενος, Θεὸς ἀθάνατος ὢν, ἐν τάφῳ ὡς βροτὸς κατετέθης· ἀλλ ἐξανέστης Λόγε, συνεγείρας τοὺς κάτω, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. [Δίς.]

Σοῦ τὴν σφαγὴν προεκτυπών, ὁ Ἀβραὰμ Χριστέ, ὃν ἐγέννησεν υἱόν, ἐν ὄρει πειθαρχῶν σοι Δέσποτα, καθάπερ πρόβατον ἀνῆλθε θυσιάσων ἐν πίστει· ἀλλ ἐπανῆκε χαίρων, Ἰσαὰκ καὶ πρεσβύτης, σὲ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Φλὸξ ἡ ἀκάματος Χριστέ, ἐνδυσαμένων σε, ὡς ἱμάτιον τὸ πῦρ, τὸ θεῖον, τῶν ἁγίων Παίδων σου, ἀπημαυρώθη σφοδρῶς, καὶ δρόσος τῇ σῇ συγκαταβάσει, τοῖς ψάλλουσιν ἠχεῖτο, Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δίδοται λέουσι βορά, ἀρρήτοις κρίμασιν, ὁ Προφήτης Δανιήλ, ἀλλ ἔσχεν, ἐγκρατείας δόγμασι, συννηστευτὰς εὐσεβῶς, τοὺς θῆρας ἐν τῷ βόθρῳ τοῦ λάκκου· αὐτοῦ ταῖς ἱκεσίαις, Ἀβραὰμ καὶ τῶν Παίδων, σῶσον ἐν εἰρήνῃ, Χριστὲ τοὺς σὲ ὑμνοῦντας.

Θεοτοκίον. Ὃν προκατήγγειλαν πιστῶς, προφητικαὶ φωναί, Ἰησοῦν Ἐμμανουήλ, ἀνθρώπου ἐν μορφῇ ἐρχόμενον, τὸν τοῦ Θεοῦ καὶ Πατρός, Υἱόν τε καὶ συνάναρχον Λόγον, ἐκ Πνεύματος Ἁγίου, ἡ Παρθένος Μαρία, τίκτει ἀπειράνδρως, ἐν Βηθλεὲμ τῇ πόλει.

Προεόρτιος.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα ἐν ὑψίστοις Θεῷ μέτ Ἀγγέλων, ἐκβοήσωμεν ἐν εὐφροσύνῃ· ὁ Σωτὴρ τεχθήσεται· ὁ Δεσπότης ἐπιδημεῖ, ὃν Ἀστὴρ ὑποδεικνύει Μάγοις σπεύδουσιν, αὐτὸν ἐπὶ φάτνης τοῦ θεάσασθαι. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Δούλοις ἐπεγράφης ἑκὼν ὁ Δεσπότης, τῷ τοῦ Καίσαρος ὑπείκων νόμῳ, ὅπως τὸ ἀνθρώπινον, τῆς δουλείας τοῦ πονηροῦ, ὡς Θεὸς ἐλευθερώσης Πολυέλεε· διὸ γεγηθότες ἀναμέλπομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Βρέφος νέον φέρων σε ἄναρχε Λόγε, πεῖραν δὲ ὅλως ἀνδρὸς οὐκ ἔγνων, ἡ Παρθένος ἔλεγεν, ἀποροῦσα τίνα ἐν γῇ, ὀνομάσω σου Πατέρα, οὐκ ἐπίσταμαι· διὸ μετὰ πάντων ἀναμέλπω σοι. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Πατέρων. ᾨδὴ θ'.

Ὁ Εἱρμός. Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας. [Δίς.]

Τὶ ἐποδύρῃ ἡ κτίσις, ἐν Σταυρῷ καθορῶσα, καὶ ἐν σορῷ τὸν τῆς ζωῆς, Δεσπότην καὶ Θεόν; ἀναστήσεται γὰρ καινοποιῶν σε φαιδρῶς, τριημέρῳ ἐγέρσει, τὸν ᾅδην καθελών, καὶ νεκροὺς συνεγείρας, ἀνευφημοῦντας αὐτόν. [Δίς.]

Τῶν πρὸ τοῦ νόμου Πατέρων, Ἑορτὴν ἐκτελοῦντες, τὸν ἐξ αὐτῶν θεοπρεπῶς, τιμῶμεν Ἰησοῦν· Ἀβραὰμ γὰρ ὁμοῦ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Προφητῶν καὶ τοῦ Νόμου, ἐδείχθησαν κρηπίς, καὶ τῆς Χάριτος πίστει, πνευματικαὶ ἀπαρχαί.

ἐν πυρὶ ὑποδείξας, τῷ Μωσῇ ἐν τῇ βάτῳ, τὸ ὑπὲρ νοῦν θεοπτικῶς, μυστήριον ὁ Θεός, ἐν πυρὶ τοῖς Παισί, συγκαταβὰς ὁ αὐτός, τῷ πυρὶ τῆς ἐμφύτου, Θεότητος αὐτοῦ, τῆς καμίνου φλόγα, δρόσον ἀπέδειξε.

Τῷ Ἀβραὰμ συνελθόντες, οἱ πανάγιοι Παῖδες, καὶ Δανιὴλ ὁ θαυμαστός, προφήτης τοῦ Θεοῦ Ἰσαὰκ Ἰακώβ, μετὰ Μωσῆ Ἀαρών, τοῦ Χριστοῦ πρὸ τοῦ τόκου, χορεύουσι πιστῶς, δυσωποῦντες ἀπαύστως, εἰς τὸ σωθῆναι ἡμᾶς.

Θεοτοκίον. Συγχαίρει πᾶσα ἡ κτίσις, τῷ σῷ τόκῳ Παρθένε· τὴν γὰρ Ἐδὲμ ἡ Βηθλεέμ, διήνοιξεν ἡμῖν, καὶ ἰδοὺ τῆς ζωῆς τοῦ ξύλου ἅπαντες, ἀπολαύοντες πίστει, βοῶμεν ἐκτενῶς· Τὰς ἡμῶν ἱκεσίας, Δέσποτα πλήρωσον.

Προεόρτιος.

Ὁ Εἱρμός. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Μυστήρια ξένα, φρικτὰ καὶ παράδοξα! ὁ τῆς δόξης Κύριος, ἦλθεν ἐπὶ τῆς γῆς, καὶ σπηλαίῳ πτωχεύσας ὑπέδυ σαρκί, τὸν Ἀδὰμ ἀνακαλέσασθαι ζητῶν, καὶ τὴν Εὔαν τῶν ὠδίνων ἐκλυτρώσασθαι.

Σπαργάνοις σου λύεις, σειρὰς παραπτώσεων· τῇ πολλῇ πτωχείᾳ δέ, πάντας καταπλουτίζεις Οἰκτίρμον· ἀλόγου κακίας τεθείς, ἐν φάτνῃ τῶν ἀλόγων δέ, βροτοὺς ἀπαλλάττεις, τοῦ Θεοῦ Λόγε προάναρχε.

Θεοτοκίον. Κηρύγματα, τῶν προφητῶν πέρας εἴληφεν· ὃν γὰρ προεφήτευσαν, ἥξειν ἐν συντελείᾳ τῶν χρόνων, ἐπέστη ἐφάνη, ἁγνῆς ἐκ Παρθένου σωματούμενος· αὐτὸν διανοίᾳ, καθαρᾷ ὑποδεξώμεθα.

Καταβασία. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς.

Πατριαρχῶν οἱ πρόκριτοι, καὶ πρὸ Νόμου Πατέρες, ἐν πίστει προεξέλαμψαν, Ἀβραάμ, Ἰσαάκ τε, καὶ Ἰακὼβ ὡς φωστῆρες· ἅπαντες γὰρ Προφῆται, καὶ Δίκαιοι ἀνήφθησαν, ἐξ αὐτῶν ὡς λαμπάδες, φωτοειδεῖς, καὶ τὴν Κτίσιν, πᾶσαν ἐσκοτισμένην, ἀκτῖσι κατεφώτισαν, τῆς σεπτῆς προφητείας.

Προεόρτιον, ὅμοιον.

Εὐφραίνου Βηθλεέμ, καὶ σύ, Εὐφραθᾶ ἑτοιμάζου· ἡ Θεοτόκος ἥκει γάρ, ἐν σπηλαίῳ καὶ φάτνῃ, τεκεῖν Θεὸν ἀπορρήτως. Ὢ φρικτοῦ μυστηρίου! οὗ νῦν τὴν Θείαν Γέννησιν, Ἀβραὰμ Ἰσαάκ τε, καὶ Ἰακώβ, Πατριάρχαι ἅπαντες καὶ Προφῆται, φαιδρῶς προεορτάζουσι, καὶ βροτοὶ σὺν Ἀγγέλοις.

Εἰς τοὺς Αἴνους, Στιχηρὰ Ἀναστάσιμαδ' καὶ τῶν Ἁγίων Πατέρων Προσόμοιαδ'. Ἦχος πλ.α'. Χαίροις ἀσκητικῶν.

ρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωςῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ, Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος. [Δίς.]

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, [καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας].

Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας· Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισσαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε· σεπτὴ δωδεκάς τε, τῶν προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπὲρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.

φθη ἡ ἀπ αἰῶνος ἐν γῇ, κηρυττομένη προφητῶν ἐν τοῖς φλέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι· μεθ ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάρρα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος Μαριὰμ ἡ Μωσέως ὁμοῦ· ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα, Τῶν Πατέρων. Ἦχος πλ.δ'.

Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι.

Καὶ νῦν. περευλογημένη ὑπάρχεις...
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Οἱ Μακαρισμοί· καὶ ἐκ τοῦ Κανόνος τῶν Πατέρων, ᾨδὴς'.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος πλ.δ'. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, [καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας]. Στίχ. Ὅτι δίκαιος εἶ ἐπί πᾶσαν, οἷς ἐποίησας ἡμῖν.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. ια'. 9-10, 32-40.]

δελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουήλ, καὶ τῶν Προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος)· ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Ἀλληλούϊα. Ἦχος δ'. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, [καὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον]. Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, [καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς].

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον. [Κεφ. α'. 1-25.]

Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, Υἱοῦ Δαβίδ, Υἱοῦ Ἁβραάμ. Ἁβραὰμ ἐγέννησε τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ· Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ· Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ· Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ· Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών· Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ· Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ· Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί· Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαβὶδ τὸν βασιλέα· Δαβὶδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου· Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ· Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά· Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν· Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωθαμ· Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ· Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν· Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ· Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών· Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν· Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ· Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακίμ· Ἐλιακὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ· Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχίμ· Ἀχὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ· Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν· Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ΙΗΣΟΥΣ, ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἁβραὰμ ἕως Δαβὶδ γενεαὶ δέκα τέσσαρες· καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δέκα τέσσαρες· καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δέκα τέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς Μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδοὺ Ἄγγελος Κυρίου κατ ὄναρ ἐφάνη αὐτῷ, λέγων· Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. Τέξεται δὲ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ΙΗΣΟΥΝ· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. (Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ Προφήτου, λέγοντος· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ ἡμῶν ὁ Θεός.) Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ Ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν Υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ΙΗΣΟΥΝ.

Κοινωνικὸν. Αἰνεῖτε τὸν Κύριον [ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα].

ѣі:
[1] Ὁ τῶν Στίχων τούτων ποιητής, Χριστοφόρος Πατρίκιος ὕπατος Μιτυληναῖος, καὶ μετ αὐτοῦ ἄλλοι τινὲς ἐνόμισαν, ὅτι ἐκ τοῦ Ἕβερ, ὅς τις ἐστὶν εἷς τῶν προγόνων τοῦ Ἑβραϊκοῦ λαοῦ, ἐπωνομάσθησαν Ἑβραῖοι ὅ, τε Ἁβραὰμ, καὶ μετ αὐτὸν οἱ τούτου ἀπόγονοι. Φαίνεται ὅμως πολὺ πιθανώτερον, ὅτι τὸ ὄνομα τοῦτο ἐδόθη εἰς τὸν Ἁβραὰμ καὶ εἰς τὸ γένος αὐτοῦ, διότι, διαπεράσας οὗτος τὸν Εὐφράτην ποταμόν, ἦλθεν ἐκ τῆς χώρας τῶν Χαλδαίων, κατὰ τὸ θεῖον κέλευσμα, εἰς τὴν γῆν Χαναάν· καθότι τό, Ἑβραῖος, ἑλληνιστὶ μεθερμηνευόμενον, σημαίνει περάτην· ἄνθραπον δηλαδή, ἐλθόντα ἐκ τοῦ πέραν τοῦ Εὐφράτου· καὶ τὸ ὄνομα Ἕβερ, ἐξ οὗ ἐσχηματίσθη τὸ Ἑβρεῖ, καὶ ἑλλήνικώτερον, Ἑβραῖος, ἐτυμολογούμενον, κατὰ τοὺς ἑβραϊστάς, οὐδὲν ἄλλο δηλοῖ, εἰμὴ πέραμα, ἢ ἁπλῶς περαν. Τοῦτο, λέγουσιν, ἐννοεῖ καὶ ὁ Μωϋσῆς, ἱστορῶν τοὺς ἀπογόνους τοῦ Σήμ. Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν ῞Εβερ... (Γεν. ι', 21), ὅ ἐστι, τῶν πέραν τοῦ Εὐφράτου κατοικούντων λαῶν.
Ἐπωνομάσθη δὲ Ἑβραῖος ὁ Ἁβραάμ, δέκα ἕτη σχεδὸν μετὰ τὴν ἄφιξιν αὐτοῦ εἰς τὴν γῆν τῶν Χαναναίων, τουτέστι περὶ τὸ 85 ἔτος τῆς ἡλικίας αὐτοῦ (περίπου 2920ἔτη πρὸ Χριστοῦ), ὅτι συνέβη ὁ πόλεμος τοῦ Χοδολογόμορ καὶ τῶν συμμάχων αὐτοῦ πρὸς τοὺς βασιλεῖς Σοδόμων καὶ Γομόρρων, μεθ ὧν συνελήφθη αἰχμάλωτος καὶ Λώτ, ὁ τοῦ Ἁβραὰμ ἀνεψιός. Τότε (λέγει ἡ θεία Γραφή), παραγενόμενος τῶν ἀνασωθέντων τις, ἀπήγγειλεν Ἅβραμ τῷ περάτῃ (Γεν. ιδ', 13)· ὅπερ ὁ Σύμμαχος, συμφώνως τῷ Ἑβραϊκῷ κειμένῳ, ἐξέδωκεν, Ἅβραμ τῷ Ἑβραίῳ.
Εἰς τὸν Ἁβραὰμ οὖν ἐδόθη πρῶτον ἡ ἐπωνυμία αὕτη, δι ἣν προείπομεν αἰτίαν, κατὰ τὴν ἀνωτέρω ἐποχήν, καὶ ἐξ αὐτοῦ ἐπωνομάσθησαν ἔπειτα Ἕβραῖοι καὶ οἱ τούτου ἀπόγονοι, οὐχὶ ἐκ τοῦ Ἑβερ, καθὼς οὐδὲ ὀνομάζουσι πατέρα ἑαυτῶν τὸν Ἑβερ, ἀλλὰ τὸν Ἁβραὰμ (Ματθ. γ', 9; Ἰωάν. η', 39; Πράξ. ιγ', 26). Τὴν γνώμην ταύτην ὑποστηρίζουσιν Ὠριγενης, Χρυσόστομος, Θεοδώριτος, Ἱερώνυμος, καὶ πολλοὶ ἕτεροι ἐκ τῶν Δυτικῶν, ὅσους ἀναφέρει ὁ Καλμέτης (Λεξικὸν τῆς ἁγίας Γραφῆς, ἐν λέξει Ἕβερ).

: Μηναίον του Δεκεμβρίου. Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. σελ.120-130.

/ і ѣ /


/ ѣ

0