Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 17.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΖ'.
Μνήμη τοῦ ἐν ἁγίοις Πατρός ἡμών Διονυσίου, Ἀρχιεπισκόπου Αἰγίνης καὶ προστάτου Ζακύνθου, τοῦ θαυματουργοῦ.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τέρπου, ἀγάλλου, σεμνύνου καὶ αὐτὴ Αἴγινα, ὁρῶσά σου ποιμένα, τὸν καλὸν ἐν τῷ ὕψει στίλβοντα ἐνθέων νῦν ἀρετῶν, καὶ θερμῶς προστατεύοντα, ἐξ οὐρανοῦ ὡς ἐν βίῳ αὖθις πιστοῦ, σοῦ ποιμνίου αὐτοῦ πάντοτε.

ἱερὰ τῶν Στροφάδων Μονῆς ὁμήγυρις, ὑπερβαλλόντως κόσμει, ἱεραῖς μελῳδίαις, λείψανον τὸ θεῖον και θαυμαστὸν, οὐρανόθεν ὃ ἔλαχες, Διονυσίου καὶ τοῦτο σεμνοπρεπῶς, νῦν κυκλοῦσα δοξόλογησον.

Δευτεροῦντες τὸ πρῶτον. Δόξα, Ἦχος δ'.

Χριστὸν ἐνστερνισάμενος, τὰς ἐννολὰς αὐτοῦ προθύμως ἐπλήρωσας, καὶ ἀκριβῶς ἐνατενίσας, εὐχῇ τῇ ὑπ’ αὐτοῦ διδαχθείσῃ εἰλικρινῶς τὴν ἐν αὐτῇ ἀμοιβαίαν συνθήκην ἐτήρησας· διὸ τὰ σὰ ἀφεθῆναι ὀφλήματα ἐφιέμενος, τὰ τοῦ ἑτέρου ἀφῆκας συμπαθέστατα· ὅθεν καὶ ἀξίως ἐπαγγελίαν ἔσχες τὴν ἀψευδῆ Διονύσιε, βασιλείαν τὴν ἄνω κληρωσάμενος ἀοίδιμε.

Καὶ νῦν, ὁ αὐτός.

σαΐα χόρευε, λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι, καὶ πυρὶ μὴ καίεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ Ἐδὲμ· καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον· ὃν Ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου, ζωοδότην Κύριον, τὸν σῷζοντα τὸ γένος ἡμῶν.

Εἰς τὸν Στίχον προσόμοια. Ἦχος πλ. δ'. Ἔδωκας σημείωσιν.

Τῷ σῷ ὑποδείγματι, χριστομιμήτως παρώτρυνας, ἀγαπᾶν τοὺς ἐχθρεύοντας, καὶ πάντας ἐδίδαξας, συγγνώμην παρέχειν, ἐξ ὅλης καρδίας καθὰ ὁ Κύριος φησὶ, τοῖς ἁμαρτάνουσι καθὸ ἄνθρωποι ἐὰν κληθῆναι μὲν γλίχωνται, υἱοὶ ὑψίστου καὶ χαίρειν τε, εἰς τὰ ἄνω βασίλεια, σὺν αὐτῷ δοξαζόμενοι.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, [ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ].

ξῆλθεν εἰς σύμπασαν, κατορθωμάτων ὁ φθόγγος σου, καὶ οἱ πάντες ἐθαύμασαν, τὰ σὰ προτερήματα, καὶ πνεύματος θείου ἐν σοὶ ἐνεργείας οὖπερ καὶ σκεῦος ἐκλογῆς σὺ ἐχρημάτισας παναοίδιμε, διὸ καὶ ἐστεφάνωσεν, ὁ στεφοδότης τὴν κάραν σου, ἐπαξίως Μακάριε εἰς αἰῶνας δοξάζει σε.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται [δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

στραψας θαυμάσιε, ταῖς τῶν θαυμάτων ἐλλάμψεσι, καὶ τὴν κτίσιν ἐφαίδρυνας, λαμπρὲ Διονύσιε, καὶ πάντας φωτίζεις τοὺς πίστει μολοῦντας ἐν τῷ ἁγίῳ σου Ναῷ τοῦ προσκυνῆσαι τὸ θεῖον Σκῆνός σου, καὶ τοῦτο μὲν προσπτύξασθαι, πηγὴν χαρίτων ὡς γέμουσαν, καὶ ἰάσεις παρέχουσαν, προσιοῦσι τῇ λάρνακι.

Δόξα. Ἦχος α'.

λος ἀγάπη γενόμενος πολλαπλάσιον ταύτην πρὸς τὸν πλησίον ἐδήλωσας· τὸ γὰρ ἄλλοις ἀφιέναι τὰ ἐπταισμένα, καὶ τὸ θερμῶς ἐπαρκεῖν δεόμενος ἀδιάλειπτον, ἐνόμιζες μὲν ἕνα πλοῦτον ἀσφαλῆ, τὸ ἀποπλουτεῖν Θεῷ καὶ τοῖς πένησι, διὰ τοῦτο εἰκότως ἀμοιβαίαν ἔχεις τὴν ἀποπλήρωσιν, τῶν ἀῤῥήτων ἀγαθῶν ἀπολαβών· ὧν καὶ ἡμᾶς κοινωνοὺς, τῇ μεσιτείᾳ σου ποίησον Διονύσιε ἀξιάγαστε.

Καὶ νῦν, ὁ αὐτός.

Προεορτάσωμεν λαοὶ Χριστοῦ τὰ γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγομένην τίκτειν ἐν σπηλαίῳ τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδών, τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον. [Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος].

Τῆς Ζακύνθου τὸν γόνον [καὶ Αἰγίνης τὸν πρόεδρον, καὶ φρουρὸν μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας σῷζε καὶ βοῶντάς σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον].


ΕΝ ΔΕ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Τὸ Μακάριος άνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους η'. καὶ ψάλλομεν τὰ παρόντα στιχηρὰ προσόμοια, δευτεροῦντες τὰ τρία. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δεῦτε ὁ χορὸς Αἰγινητῶν, μετὰ Ζακυνθίων συμφώνως ὑμῶν τιμήσωμεν, γόνον ἡμεῖς ἔκλαμπρον, ὑμεῖς ποιμένα καλὸν καὶ σκιρτῶντες ἐν πνεύματι, Θεῷ δῶμεν δόξαν, τῷ καταξιώσαντι, ἄμφω πλουτῆσαι λαμπράν, σκέπην τοῦ κλεινοῦ Ἱεράρχου, νῦν Διονυσίου καὶ τοῦτον θείοις ἐγκωμίοις καταστέψωμεν. [Δίς.]

φης Παγκρατίῳ ἱερεῖ πτῶσιν ἐκ χειρῶν θείου ἄρτου, ἱερουργοῦντι ποτέ, σφόδρα νουθετῶν αὐτὸν θείοις προσέχειν καλῶς, ὁ δὲ ἄγαν ἐθαύμασε, πλουσίαν ἐξ ὕψους, χάριν τὴν δοθεῖσάν σοι ἀνακαλύψεως, χάριν ἀρετῶν σου ἐνθέων, ὅθεν καὶ τοῦ πνεύματος ὅντως, σκεῦος σὲ ἡγήσατο θεόπνευστε. [Δίς.]

τε σου τὸ πνεῦμα τὸ σεπτόν, ἄμεμπτον τῷ κτίστῃ ἀπέδως πρὸς οὐρανίους σκηνάς, τότε σου τὸ ἅγιον σκῆνος κατέλιπες ἐπὶ γῆς θαυματόβρυτον καὶ νῦν ἐν Ζακύνθῳ, θαυμαστὸς ἀπόκειται τῷ θεοσέπτῳ Ναῷ, ἀεὶ πολιτῶν προστατεύον, τούτων ἐκπληροῦν τὰς αἰτήσεις, πάντοτε ἐν πᾶσιν ὦ πανθαύμαστε. [Δίς.]

φθης ἡγουμένῳ Δανιήλ, ὀφθαλμοφανῶς ἐν τεμένει ἐκτὸς σῆς λάρνακος, πάντα ἀφελῶν αῦτοῦ τὸν δισταγμὸν τῆς ψυχῆς, αὐτοψεὶ γὰρ ἑώρακε, θυτῶν λευκοφόρων, μέσον σε ἱστάμενον, καὶ διακόνων λαμπρῶν, οἷα λειτουργούντων σοι Μάκαρ, ὡς ἀρχιερεῖ ἐν τῷ βίῳ, θεοπρεπεστάτῳ Διονύσιε. [Δίς.]

Δόξα. Ἦχος πλ. β'.

Τοῦ διδασκάλου Χριστοῦ ἐν Ευαγγελίῳ ἀκούσας λέγοντος, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐσται ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις, εὐκαίρως τῷ ἔργῳ μαθητὴς ἀνεδείχθης δόκιμος, ἁγιώτατε πάτερ, τὸν γὰρ πικρῷ θανάτῳ τοῦ βίου στερήσαντα Κωνσταντῖνόν σου τὸν γνήσιον σύγγονον, γλυκυτάτοις σου τρόποις ὑπεδέξω γλυκύθυμε, θυμοῦ διωκόντων τόν δε ῥυσάμενος, ἐν ἀποκρύφῳ τηρήσας, καὶ ἀντὶ θανάτου, τὸ ζῆν ἀνταπέδωκας· ἔργον ὄντως παράδοξον, καὶ ὑπὲρ φύσιν εἰργάσω μνησίθεε, τοῖς πέρασι πολυθρύλητον, καὶ ψυχῆς γενναίας καὶ φιλοθέου ἀντάξιον· διὸ παῤῥησίαν ἔχων πρὸς Κύριον, Ἱεράρχα πανεύφημε, ἐκτενῶς ἱκέτευε, εἰρήνην πλουσίαν δωρηθῆναι τῇ πόλει σου, τῇ ἀγλαοφανῶς ἐκτελούσῃ, τὴν λαμπρὰν καὶ πανέορτον μνήμην σου.

Καὶ νῦν, ὁ αὐτός.

Σπήλαιον εὐτρεπίζου· ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα. [Κεφ. ι'. 7. γ'. 13.]

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. ι'. 32.]

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν. Δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου· Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου· ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί· καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. δ'. 7.]

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, ψάλλομεν στιχηρὰ ἰδιόμελα. Ἦχος α'.

Τῷ ματαιόφρονι βίῳ ἀποταξάμενος, τοῦ πολυπλάνου κόσμου, ἔξω ἐγένου θεόληπτε, καὶ ἀπλέτῳ πόθῳ, τῷ Χριστῷ ἠκολούθησας· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, κόσμος ὅλος καταπεφρόνηται· διὸ ἐρημικῶς τὸν βίον ἄγειν ἡρέτισας, καὶ ἐν σώματι ὡς ἀσώματος πολιτεύεσθαι· ἡμῖν δὲ ἀστὴρ νεοφανὴς τυγχάνεις, μαρμαρυγαῖς εὐσεβείας διαλάμπων, καὶ ψυχὰς τῶν πιστῶς σε ὑμνούντων, φωτίζων ἐν πνεύματι ἀξιΰμνητε.

Ἦχος β'.

ρσενος ἄμοιρος γυνή, τυχεῖν ποθοῦσα, εὐσεβῶς σοῦ ἐδέετο· ἧς τῆς δεήσεως ἐπακούσας, σαφῶς ἐν ὁράματι, ὑπέσχου τὰ καταθύμια, εὔελπιν ἐργασάμενος· διὸ περιχαρὴς γενομένη, καὶ συλλαβοῦσα ταχύ, ἄρσεν χαρίεν κατ’ ἔφεσιν, ἐν χάριτι τέτοκεν· ὅθεν εὐχαρίστως ἀνύμνησε, καὶ τὴν σὴν πρὸς Θεὸν παῤῥησίαν, παῤῥησίᾳ ἐκήρυξεν, Ἱεράρχα παμμακάριστε.

Ἦχος γ'.

Πάθει αποπληξίας ποτέ, γυνή τις ἄλλη ἐκ τῶν οἰκείων σου Ὅσιε, περιπεσοῦσα δεινῷ, δι’ οὗ ἄλαλος μείνασα, ἡμιθανὴς καὶ ἀκίνητος, τῇ μόνῃ ἀφῇ τοῦ τιμίου δακτύλου, ἐκ τῆς ἁγιας σου σοροῦ, ἐπὶ τοῦ στόματος αὐτῆς, καὶ τῶν νεναρκωμένων μελῶν, τὴν λαλιὰν αὐτίκα, ὤ τοῦ θαύματος, σὺν τῇ τελείᾳ ῥώσει ἀνέλαβε· καὶ τὸθαῦμα κηρύξασα, τὸν σὲ μεγαλύναντα Κύριον ἐμεγάλυνεν ὃν ἐκτενῶς ἱκέτευε, θαυματουργὲ Διονύσιε, ὑπὲρ τῶν πίστει θαυμαζόντων, καὶ εὐφημούντων, τὰ ἀξιάγαστά σου θαυματουργήματα.

Ἦχος δ'.

Εὐφραίνονται ὅσιοι οἱ Στροφάδων οἰκηταὶ ἐν εὐσήμῳ ἡμέρᾳ τῆς σεπτῆς σου κοιμήσεως Ἱεράρχα πανέντιμε· οὐ γὰρ μόνον σε ζῶντα, κανόνα ἀρετῶν ἐρκαπώσαντο, εὐσεβείας τε καθηγητὴν καὶ σεμνότητος, ἀλλὰ καὶ μετὰ πότμον ἀκεστὴν ἀλγεινῶν, ῥύστην ἐν κινδύνοις, καὶ τῆς μονῆς φρουρὸν, τὸν ἀκοίμητον κέκτηνται. Ἧς ἄνωθεν εὐστόχως, προῖστάμενος, τοὺς ἐν ταύτῃ μονάζοντας, τοῦ φοβεροῦ σεισμοῦ καὶ φθοροποιοῦ, δι’ ὁπτασίας ποτὲ ἐλυτρώσω πανθαύμαστε· καὶ τὸν ἐν Ἠλιβάτω ἐκεῖ Πύργῳ μοναστὴν ἐξ ἔθους τότε σκοπεύοντα, ἅφνω σὺν τῷ κλόνῳ καὶ τῷ τοῦ πύργου τείχει φθαρέντι, αἰνῶς κατολισθήσαντα καὶ σὲ πιστῶς ἐπικαλεσάμενον, ἐν ἀκαρεῖ ἄτρωτον καὶ ἀρτεμῆ διέσωσας· διὸ εὐχαρίστως μέλπουσι κράζοντες τὸ θεοσύλλεκτον σύστημα, τῶν ἀπαύστως τιμόντων σε ἅγιε περιφύλαττε.

Δόξα. Ἦχος πλ. α'.

Εἰς ἀρετῶν ἀκρώρειαν ἀνενεχθείς, πολλῶν ἠξιώθης παρὰ Θεοῦ χαρισμάτων ὅσιε, ἀνθ’ ὧν καὶ ἐκ πολλοῦ τεθνηκεῖαν ἀφορισμῷ δεσμευθεῖσαν ἀλύτῳ προσευχῇ ἐκτενεῖ σου διέλυσας καὶ τὸ πτῶμα κατέλυσας· θράσος ἁλιέων δυσπίστων παραδόξου ἄγρας κατεύνασας θαύματι· ποταμοῦ ῥοῦν κατέστειλας καὶ ἀβρόχως διώδευσας· ὑετὸς καθ’ ὁδὸν ἐπανελθὼν οὐδαμῶς τὴν ἐσθῆτά σου ἴκμασε· τὸ διὰ λήθης πρεσβυτέρου παράπτωμα νουθετικῶς ἀπεκάλυψας. Πολλά σου τὰ ἐν βίῳ τεράστια, πυκνὰ τὰ μετὰ θάνατον θαύματα· διὸ αἰτοῦμέν σε θαυματοφόρε Διονύσιε· μὴ διαλείπῃς δυσωπῶν τὸν εὐδιάλλακτον Θεὸν ἐκ δεξιῶν παραστῆσαι, τοὺς εἰλικρινῶς εὐφημοῦντάς σε, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Ὁ αὐτός.

Μὴ στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ’ ἡμῶν.

Καὶ αἱ συνήθεις εὐχαί.

Εἰς τὸν Στἰχον, Στιχηρὰ προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.

νθος ἐκ γῆς Ζακύνθου τερπνόν, ἀναβλαστῆσαν εὐωδίας τῆς χάριτος, ἐκχέει τὰς μυριπνόους ταῖς διανοίαις πιστῶν, ὁ κλεινὸς πατέρων Διονύσιος. Πηγή τε ἀένναος, τῶν ἰάσεων πέφυκε, πέλαγος θεῖον, τῶν θαυμάτων ἀκένωτον, ἐκκλησίας δὲ ὁ φωστὴρ ὁ λαμπρότατος, φέγγος φαῖνον τὸ ἄδυτον, τοῖς πέρασι σήμερον, ἐν τῇ λαμπρᾷ αὐτοῦ μνήμῃ, ἣν ἐκτελοῦντες δοξάζομεν· Χριστὸν τὸν Σωτῆρα, τὸν δοξάζοντα τοὺς τοῦτον, θερμῶς δοξάζοντας.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος [τοῦ ὁσίου Αὐτοῦ].

στερξας συμπαθῶς σπλαγχνισθείς, τὸν μιαιφόνον σου ὀμαίμονος δέξασθαι, καὶ τοῦτον δὴ εἰσοικίσας, μετὰ ἀδόλου στοργῆς, μυχοῖς ἐνδοτάτοις ἐγκατέκρυψας, χειρῶν ἐκρυόμενος, τῶν ζητούντων τὸν ἄνθρωπον, δεινῶς σπαράξαι, ἀπηνῆ ἀλιτήριον, ἐν οἰκήματι, ᾧ κατῴκεις πανόλβιε· τοῦτο δὲ ὅλον ἔπραξας, πληρῶσαι βουλόμενος, τὴν ἐντολὴν τοῦ Δεσπότου, κακοποιοῦντας κελεύοντος, φιλεῖν ὁλοψύχως, καὶ πολλὴν ἀμνησικάκοις, χάριν παρέχοντος.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται [δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Χαίροις ὁ τῶν Στροφάδων φρουρὸς καὶ μοναζόντων τῶν ἐκεῖ ὁ παράκλητος, διώκτης τῶν πολεμίων, καὶ πειρατῶν ἀσεβῶν κατὰ τῶν ὁσίων τὰ ὁρμήματα· ζητούντων ἑκάστοτε, ἑξαρπάσαι σπαράξαι τε, ἀναχαιτίζων κραταιᾷ ἀντιλήψει σου, καὶ προπύργιον, τῆς μονῆς ἐνδεικνύμενος· ὄντως ἀκαταμάχητος, καὶ στῦλος καὶ στήριγμα, τῶν ἱερῶς ἀσκουμένων, ὑπογραμμός τε σωτήριος, καὶ τύπος ὑπάρχων, Διονύσιε διό σε νῦν μακαρίζουσι.

Δόξα. Ἦχος πλ. δ'.

Τῶν κλεινῶν προπατόρων τὰς ἀρετὰς ἐμιμήσω κατ’ ἴχνος θεσπέσιε. Ἀβραὰμ τὸ φιλόξενον, Ἰακώβ τε τὸ ἄκακον, καὶ Ἰὼβ τὸ ἄμεμπτον, Μωϋσέως τὸ ἄπλαστον, καὶ Δαβὶδ βασιλέως τὸ πρᾷον τὸ συμπαθὲς καὶ φιλόστοργον· διὸ Χριστὸς καὶ ζῶντα καὶ μεταστάντα σε, θεοσημείαις καὶ τέρασιν, ἀφθόνως ἐδόξασε, καὶ τῇ σεπτῇ ἐκκλησίᾳ ὡς ἀρετῶν ἐνθέων κειμήλιον παρέθετο· ἐν ᾗ ἑστῶτες ψαλμικῶς βοῶμέν σοι, τὴν πόλιν σου τὴν ἐνεγκαμένην, καὶ πᾶσαν ἀλλοδαπὴν ὀρθοδόξων, ταῖς πρὸς Θεόν σου πρεσβείαις ἅγιε διαφύλαττε.

Καὶ νῦν. Ὁ αὐτός.

πόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει· Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ· ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν παντουργέτην.

Τὸ Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. [Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος].

Τῆς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν πρόεδρον, καὶ φρουρὸν μονῆς τῶν Στροφάδων, Διονύσιον ἅπαντες, τιμήσωμεν συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· σαῖς λιταῖς τοὺς τὴν σὴν μνήμην ἐπιτελοῦντας σῷζε καὶ βοῶντάς σοι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. [Θεοτοκίον.]

Τοῦ Γαβριὴλ φθεγξαμένου [σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου].

Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἐξάψαλμον, Τὸ Θεὸς Κύριος, τὸ ἀπολυτίκιον, δίς. Καὶ νῦν, Τοῦ Γαβριὴλ φθεγξαμένου.

Μετὰ τὴν α'. Στιχολογίαν, [Κάθισμα.] Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

γάπης τῷ δεσμῷ, συνδεθεὶς θεοφόρε, διέλυσας τρανῶς, τὴν κακίαν τῆς ἔχθρας· φονέα γὰρ συγγόνου σου, πεφευγότα τῇ σκέπῃ σου, μὴ εἰδότα σε τὸν ἀδελφὸν αὐτοῦ εἶναι, δίκης ἔσωσας, ἐπικειμένου θανάτου, καὶ σῶον ἀπέστειλας.

Δόξα. Ὅμοιον.

Οὐκ ἔγνω τὸν Θεόν, ὃς ἀγάπη ὑπάρχει, ὁ μὴ ἐχθρὸν φιλῶν, ὃς πλησίον τυγχάνει· διόπερ καὶ ἐπλήρωσας ἐντολὴν θείαν ὅσιε καὶ τὸ ἔγκλημα, σοῦ ἀδελφοῦ φονοκτόνῳ, συνεχώρησας, κατὰ Θεὸν ὡς οἰκτίρμων· Θεῷ τ’ εὐηρεστησας.

Καὶ νῦν.

Μεγάλως ὁ Θεός, ἀγαπήσας τὸν κόσμον, τὸν ἄγγελον βουλῆς, ἑαυτοῦ τῆς μεγάλης, τῷ κόσμῳ μὲν ἀπέστειλεν, εἰς ἀγάπης ἐπίδειξιν, τὸν Υἱὸν αὐτοῦ, ἐκ τῆς ἁγνῆς σαρκωθέντα, τεχθησόμενον, ἐν Βηθλεὲμ τῷ σπηλαίῳ, ταχὺ ὃν δοξάσομεν.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Προσενεχθεὶς ἀπὸ παιδὸς τῷ Κυρίῳ, δι’ ἀρετῶν σεβασμιώτατε πάτερ, θυσία ὄντως γέγονας εὐπρόσδεκτος Θεῷ, κλέος ἐχρημάτισας, τῶν ὁσίων τρισμάκαρ, θεῖον ἐγκαλλώπισμα, ἱερέων ἐφάνης· καὶ νῦν πρεσβεύεις ὑπὲρ εὐσεβῶν, ἑορταζόντων ἐν πίστει τὴν μνήμην σου.

Δόξα. Ὅμοιον.

Οἱ τῶν Στροφάδων θεοφόροι πατέρες, ἐν ταῖς ἀνάγκαις ἀρωγόν σε καὶ ῥύστην, καὶ ἰατρὸν πανάριστον γινώσκουσιν ἀεί, πάντων τὰ νοσήματα, θεραπεύοντα τάχει, νέφος τε ἐλαύνοντα, ἐξ ἀγροῦ τῶν ἀκρίδων, καὶ οὐρανόθεν ὄμβρον ἀγαθὸν μάκαρ ἐκπέμποντα γῇ μεσιτείᾳ σου.

Καὶ νῦν.

δι’ ἀγάπην πατρικῆς εὐσπλαγχνίας, πρὸς ἡμᾶς πέμψας τὸν Υἱὸν ἐπ’ ἐσχάτων, ἐκ τῆς πανάγνου ἄσπορον φορέσαντα ἐν γῇ, σάρκα τὴν ἀνθρώπινον, ἵνα ῥύσῃ τῆς πλάνης, πλάσμα τὸ ἀνθρώπινον, αὐτὸς πάντας ἐν πίστει, καταξιῶσαι Γέννησιν Υἱοῦ, τοῦ προσκυνῆσαι ἀξίως δεόμεθα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Δεσμευθεῖσα τῷ δεινῷ, γυνή ποτε ἀφορισμῷ, διελύθη ὑπὸ σοῦ πιστοῦ, ὑπὸ θεράποντος Χριστοῦ, εἰς γῆν αὐτίκα στραφεῖσα ἐξ ἧς ἐλήφθη· καὶ πάντες θεαταί, ἔπτηξαν πάνυ σεπτέ, σὺ δὲ ὡς ταπεινῶς καὶ πόῤῥω δόξης κενῆς, τὸ γεγονὸς μηδόλως σαφηνίσαι, βιοῦντός σου ἐπετίμησας· ἀλλὰ σὲ χάρις πηγὴν θαυμάτων, τοῖς πᾶσι μάκαρ ἀνέδειξε.

Δόξα. Ὅμοιον.

Γυναικὶ θεοσεβεῖ, κατ’ ὄναρ ὤφθης καὶ αὐτῇ ἔφης· οἶκον μὴ πεσεῖν ἐν σοι σεισμῷ ἀλλὰ θαρρεῖν τῇ ἐπισκέψῃ τῇ σῇ μέγιστε Ἱεράρχα· ἐστήριξας δ’ αὐτὸν ταῖς σαῖς ἁγίαις εὐχαῖς· καὶ πάντας ἐν αὐτῷ τοὺς ἐνοικοῦντας πιστῶς, ἔκτοτε δὲ ὁ οἶκος καθωράθη πάτερ τρανῶς ἀκατάπτωτος, καί ἦν οὖν θαῦμα, φθίμενον οἶκον, στῆναι πάντων στερρότατον.

Καὶ νῦν.

τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Οἱ Ἀναβαθμοί, τὸ α'. Ἀντίφωνον τοῦ δ'. Ἤχου. Προκείμενον, [Ἦχος δ']. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ [ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην]. Πᾶσα πνοή.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. [Κεφ. ι'. 1-9.]

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν'. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

γάλλεται σήμερον ἡ ἐκκλησία Χριστοῦ, καὶ πανηγυρίζει φαιδρῶς, καινὸν ἱεράρχην ὁρῶσα, ἐν αὐτῇ μεγαλοπρεπῶς εἰσαχθέντα, τὸν σεπτὸν Διονύσιον, ὃς ἀδιαλείπως πρεσβεύει ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν αὐτοῦ κοίμησιν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου... Καὶ τὰ ἑξῆς.

Οἱ κανόνες.

Ὁ παρὼν, τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς'. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σῴσαντι τὸν Ἰσραήλ· ὅτι δεδόξασται.

ς μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ τεκοῦσα σαρκούμενον Παναγία ἄχραντε πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.

Τὰ τραύματα Πάναγνε τὰ τῆς ψυχῆς μου, καρδίας τὴν πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ τοῦ νοὸς ἐκτροπάς, ἀφάνισον ὡς συμπαθής, ταῖς σαῖς δεήσεσιν.

Τὸ φῶς ἡ κυήσασα, τὸν λυτρωτήν μου, τοῦ σκότους με λύτρωσε καὶ βασάνων Ἄχραντε τῶν αἰωνίων ἐκεῖ, ὅπως σῳζόμενος ὑμνῶ, τὰ μεγαλεῖά σου.

Νοός μου πανάμωμε, τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, ἡ τὸ φῶς κυήσασα τὸ ὑπὲρ ἐννοιαν, καὶ δώρησαί μοι ἀγαθὴ τὸ φῶς πρόσβλεψαι τὸ ἐκ σοῦ ἐξανατεῖλαν ἡμῖν.

Ὁ κανὼν τοῦ Ἁγίου ἦχος καὶ εἰρμὸς ὁ αὐτὸς οὗ ἁκροστιχίς· Νικολάου ἱερέως Γαβριλοπούλου, πλήν τῆς ἐνάτης.
ᾨδὴ α'.

Νοός μου τὴν ζόφωσιν φωτὶ τῷ θείῳ λαμπρύνας ἱκανωσον, εὐφημῆσαι μέλλοντος τὴν θείαν μνήμην σου σαῖς Διονύσιε λιταῖς Αἰγίνης πρόεδρε.

δοὺ συνευφραίνονται, τοῖς Ζακυνθίοις πατέρες σεβάσμιοι, τῶν Στροφάδων ἅπαντες, καὶ τῆς Αἰγίνης λαός· ἐπὶ τῇ μνήμῃ τοῦ κοινοῦ, αὐτῶν προστάτου θερμοῦ.

Κλεινῶν γεννητόρων μὲν υἱὸς ἐγένου, λαμπρῶν καὶ ἐνδόξων τε, ἀλλ’ αὐτὸς κατέλιπες, ὡς νουνεχέστατος, πᾶσαν προσπάθειαν σοφὲ γηῒνης σχέσεως.

Θεοτοκίον. Οἱ Μάγοι σκοπούμενοι ἄστρον Περσόθεν, αὐτὸ ἐφεπόμενοι, ταχυδρόμως σπεύδουσιν, εὑρεῖν τὸν ἄνακτα, ὃν ἐν Σπηλαίῳ σαρκικῶς, τεκεῖν Παρθένος μολεῖ.

Ἕτερος κανὼν τοῦ Ἁγίου, ἦχος ὁ αὐτός. Ποίημα Ἀγγέλου Συμμαχίου. Οὗ ἡ ἀκροστιχίς· Γέρας Ζακύνθου Ζάκυνθος γεραίρει.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Γεραίρει σήμερον θέλοντι, Χριστοῦ σε ἱεράρχην τὸν ἔνδοξον, Χριστὸν παρρησίᾳ αἴτησαι, ἰσχύν δωρήσασθαί μοι σῷ ὑμνωδῷ, ὅπως κατὰ χρέος εὐφημήσω σε ἀξίως Διονύσιε.

κ γῆς Ζακύνθου ἀνέτειλας, ὡς ἥλιος λαμπρὸς ἱερώτατε, Χριστοῦ ἐκκλησίαν ἅπασαν, αὐγάζων ταῖς ἀκτῖσι σῶν ἀρετῶν, διὸ νῦν συμφώνως, ὑμνωδίαις οἱ πιστοὶ σὲ μεγαλύνομεν.

ητόρων γλῶσσαι οὐ σθένουσι, λαλῆσαι ἱκανῶς προτερήματα, τὰ σὰ πρὸς ἀξίαν ἔνδοξε, καὶ γὰρ ὑπέρ τὴν φύσιν ὤφθης ἐν γῇ, μάκαρ τοῖς ἀγγέλοις ὁμιλῶν θεοπρεπὴς καθάπερ ἄγγελος.

Θεοτοκίον. Ἀγγέλων δῆμοι ἐξίστανται, ὁρῶντες ἐπὶ γῆς ἀφικόμενον, Υἱὸν τοῦ Θεοῦ τὸν ἄναρχον, Υἱόν σου γεννηθέντα χρόνῳ σεμνή, καὶ Παρθένον αὖθις σὲ φυλάξαντα Ἁγνὴν ὥσπερ τὸ πρότερον.

Καταβασία. Χριστὸς γεννᾶται δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί ὅτι δεδόξασται.

Τῆς Θεοτόκου. ᾨδὴ γ'.

Ὁ Εἱρμός. Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε.

Χαῖρε ἡ ῥάβδος ἡ βλαστήσασα, εὐθαλὲς καὶ ἄνθος ἀμάραντον· χαῖρε ἡ τράπεζα ἐν ᾗ ἄρτος ἅγιος πρόκειται, οὗ οἱ τρώγοντες Πανύμνητε, οὐ θνήσκουσι πώποτε.

Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.

ῦσαί με πάσης κατακρίσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, τοῦ αἰωνίζοντος πυρός, καὶ τοῦ σκότους Πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, ἡμῖν τὸ ἀνέσπερον.

Τὸ ἀπαραίτητον κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἁγνή, τὴν φρικτὴν ὅλως δέδοικα, σπεῦσον σῷσον πρὸ τοῦ τέλους, ἀγαθὴ τὸν οἰκέτην σου.

Τοῦ ἁγίου, ὁ αὐτός.

Λαμπρύνας πάτερ αἰσθητήρια, τῆς ψυχῆς σου ταύτην ἐτέλεσας, δοχεῖον θείων ἀρετῶν, καταγώγιον Πνεύματος, καὶ ἐν σοὶ ἐπανεπαὺσατο, Χριστὸς ὁ Θεὸς ἡμῶν.

νεπιστρόφως τρίβον ὅσιε, τὴν στενὴν καὶ λίαν ἐπίπονον, βαδίσας ἔφθασας αὐτό, ὀρεκτὸν τὸ ἀκροτατον, καὶ πρὸς πλάτος παραδείσου, κατοικεῖν εἰσεληλυθας.

τὰ κρυπτὰ γινώσκων Κύριος, καὶ νεφροὺς ἐτάζων ὡς γέγραπται, προεγνωκὼς γνώμης τῆς σῆς, τὸ εὐθὲς καὶ ἀκέραιον, σὲ ποιμένα προχειρίζεται, Αἰγίνης πανάριστον.

Θεοτοκίον. Ὑπερ νικᾷ οὐ μόνον βρότειον, ἀλλὰ καὶ νοῦν πάντα ἀγγελικόν, συγκαταβάσεως τῆς σῆς, Χριστὲ βάθος τὸ ἄπειρον, Θεὸς γὰρ ὢν σάρκα δούλου, ἔρχῃ νῦν τοῦ ἐνδυσασθαι.

Ἄλλος τῷ πρὸ τῶν αἰώνων.

Σοῦ τελοῦντας μάκαρ, ἐκ βαθέων καρδίας τὴν κοίμησιν ἐν τῇ λαμπρᾷ ταῖς σαῖς πρεσβείαις, φωτοφόρῳ ἡμέρᾳ τυχεῖν τῆς χαρᾶς ἀξίωσον, τῆς ἀνεκφράστου ἐκείνης φαιδρῶς εἰς αἰῶνας ἅγιε.

Ζωῆς ἀκηράτου, κληρονόμον γενόμενος ὅσιε, νῦν ἐν τῇ γῇ τῇ τῶν πραέων, εὐφροσύνως ἀγάλλῃ ἔνθα καὶ ἡμῶν μνημόνευε σῶν αὐτοχθόνων πρεσβεύων θερμῶς, σωτηρίας τεύξασθαι.

οράτων πάτερ εκδομάτων τῶν ἄνω προκύψας τὰ νῦν, τῇ ἐνεγκούσῃ δὴ παράσχου, ἐκ Θεοῦ εὐλογίαν, τροφῷ οἷα σῇ μακάριε, καὶ τοὺς οἰκοῦντας ἐν ταύτῃ πιστοὺς, ἅγιε περίσωζε.

Θεοτοκίον. Κλεινὸν τόκον κόρη, σοῦ προφῆται οἱ θεῖοι προέφησαν, ὃν ἐν βραχεῖ ἐν τῷ Σπηλαίῳ, προσκυνήσωσι Μάγοι Περσῶν βασιλεῖς οἱ ἔνδοξοι, καὶ σὺν αὐτοῖς οἱ ποιμένες τρανῶς τὸ θαῦμα κηρύττουσιν

Καταβασία. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἀγήρω ποθήσας ὅντως ζωήν, καὶ γηΐνων τὸν βίον μεμισηκώς, ἁγίων ἐζήλωσας, πολιτείαν τὴν ἔνθεον, ἐκ νηπίου δὲ ταῦτα, συνέσει διέκρινας, καὶ σαρκὸς μὲν τὰ πάθη, νοῒ καθυπέταξας· ὅθεν καὶ τὸν ὄλβον, σκυβαλίσας γονέων, ἀπέβαλες ὄλβιε, Διονύσιε ὅσιε καὶ Χριστῷ ἠκολούθησας· σπεῦσον οὖν πρεσβείαις πρὸς Θεόν, αἰωνίου πάντας πυρὸς ῥύσασθαι, τοὺς ἑορτάζοντας πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Ὅμοιον.

Τὴν φωνὴν τοῦ Κυρίου ἀκηκοὼς, ἀγαπᾷν ἐχθροὺς, φάσκοντος ἀκραιφνῶς, θερμῶς συνετήρησας ἐν ὠσὶ τῆς καρδίας σου, διὸ καὶ ἀδελφόν σου κακῶς τὸν φονεύσαντα, ἐκ χειρὸς ἰχνευόντων, εὐσπλάγχνως διέσωσας, εἶτα νουθετήσας, συμπαθῶς τοῦτον μάκαρ, μακρὰν ἐξαπέστειλας, τῆς πατρίδος μακρόθυμε, καὶ ἐφόδιον ἔδωκας, πρεσβεύων Χριστῷ τῷ Θεῷ, δωρηθήναι τῷ ἀθλίῳ ἄφεσιν, τετολμηκότι τοιαῦτα συνεργείᾳ δαίμονος.

Καὶ νῦν. Ὅμοιον.

πηγὴ τῶν χαρίτων σὺ ἀληθῶς θεομήτωρ ὑπάρχεις γένει βροτῶν, Θεὸν ὡς ἡ τέξασα, ποιητὴν πάσης κτίσεως, χαριτώνυμε κόρη, διὸ δυσωποῦμέν σε, εὐσεβῶς προσκυνῆσαι ἡμᾶς καταξίωσον πίστει προσιόντας, τῷ Σπηλαίῳ καὶ φάντῃ τὸν ὕψιστον ἄνακτα, δι’ ἡμᾶς ἐνδυσάμενον· σάρκα ἵνα ῥύπον, τῆς ψυχῆς ἐκκαθάρῃ καὶ θεώσῃ τὸν ἄνθρωπον, τὸν ὀλισθήσαντα φθόνῳ ἀρχεκάκου ὄφεως.

Τῆς Θεοτόκου. ᾨδὴ δ'.

Ὁ Εἱρμός. ν Πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.

Παρθένε Παναγία, ἀμόλυντε σκηνή, μολυνθέντα πταίσματι, καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δός μοι χεῖρα βοηθείας, ἵνα κράζω, δόξα σοι ἁγνὴ θεοδόξαστε.

λέησόν με μόνη, ἐλέους ἡ πηγή, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν ψυχῆς μου νόσον, καὶ πόρωσιν τῆς καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, θείαν δωρουμένη πρεσβείαις σου.

Θανάτου μὲν αἰτία, ἡ Εὔα τοῖς βροτοῖς, συμβουλίᾳ ὄφεως γεγένηται Ἁγνὴ, σὺ δὲ Παρθένε τεκοῦσα, λόγῳ τὸν λόγον ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης, ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

ν πνεύματι προφῆται προεῖδον σε Ἁγνὴ, ὄρος πύλην τράπεζαν ἁγίαν κιβωτὸν, λυχνίαν θρόνον ζωῆς στάμνον καὶ κλίνην, Θεοῦ μητέρα ἐν συμβόλοις σὲ δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.

Τοῦ ἁγίου, ὁ αὐτός.

ερεύσας παμμάκαρ ἀδόλως τῷ Θεῷ, θύων τὴν ἀναίμακτον θυσίαν ἀκραιφνῶς· ψυχὴν καθάρας μελέτῃ συνεχεῖ νόμου, καὶ τῆς σαρκὸς δουλαγωγήσας τάς αἰσθήσεις, ὤφθης οἰκητήριον Πνεύματος.

πήκουσεν ὁ Κύριος δεήσεως τῆς σῆς, καὶ γυναῖκα θνήξασαν δεσμῷ ἀφορισμοῦ, εὐχῇ σου ταύτην διέλυσε καὶ εἰς κόνιν, ὀστᾶ τε ἅμα μετεποίησεν ἀθρόως, ὢ ξενοπρεποὺς θεωρήματος;

ητόρων ἀτονοῦσιν εὐγλώττων αἱ φθογγαί, τῆς ἀμνησικάκου σου ψυχῆς τὸ εὐγενές, ἐγκωμιάσαι τὸν κτείναντα γὰρ ἀδίκως, τὸν σύγγονον σοι οὐκ ἠμύνω ἄλλα μᾶλλον, τοῦτον φιλοφρόνως εἰσδέδεξαι.

Θεοτοκίον. Ἐξέστησαν ὁρῶσαι ἀγγέλων στρατιαί, ἄνθρωπον γενόμενον τὸν πάντων ποιητήν· ὃς μετ’ ὀλίγον τεχθήσεται ἐν Σπηλαίῳ, ὑπὸ Μητρὸς ἀειπαρθένου καὶ ἐν φάτνῃ νήπιον καθάπερ ὀφθήσεται.

Ἄλλος.

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

μνοις μεγαλύνομεν πιστοὶ, νῦν πάντες Διονύσιον τὸν ἐκ Ζακύνθου, ἀνατείλαντα, φωστῆρα τ’ Αἰγηνιτῶν ἐν κυλάσι λάμψαντα, ἔνθα φρυκτωρίαις τῶν θαυμάτων, ἐξήστραψεν εὐσεβῶς, ζόφον τετακίας ἐσκέδασε.

Νέμων τὸ σὸν ποίμνιον καλῶς, θεηγορίαις πάνσοφε, τὸ τάλαντόν σου ἀνεπλήρωσας, διὸ καὶ θείας φωνῆς καλούσης ἀκήκοας, εἴσελθε προθύμως πιστὲ δοῦλε, καὶ σκίρτα θεοπρεπῶς, νῦν εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Θέλων τρικυμίας τῶν παθῶν, βιωτικῶν ἀπόσασθαι τῷ σῷ ποιμνίῳ χαῖρε ἔφησας, καὶ ἄλλον μὲν ἀντὶ σοῦ ποιμένα εἰσήγαγες, λέγων λάβε ποίμνιον μου τό δε, καὶ ποίμενε ὡς κἀγὼ, διδαχαῖς ἐκτρέφων ἑκάστοτε.

Θεοτοκίον. Ὄντως μέγα θαῦμα κατιδεῖν, τὸν ἐν ὑψίστοις Κύριον ἐπὶ τῆς γῆς καταπτωχεύσαντα, δι’ οἶκτον τὸν πρὸς ἡμᾶς, ὅθεν καταχρέος νῦν, πάντες ἐν σπηλαίῳ προσδραμόντες, βοήσομεν τῇ σεμνῇ· χαῖρε βροτῶν γένους ἀνάπλασις.

Καταβασία. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

Τῆς Θεοτόκου. ᾨδὴ ε'.

Ὁ Εἱρμός. Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον, καὶ ἐνυπόστατον λάμψας ἀπαύγασμα, Παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.

Χαῖρε ἀμίαντε καὶ πανάσπιλε Μῆτερ ἀπείρανδρε, χαῖρε ἔμψυχε φωτὸς νεφέλη τοῦ ἀπροσίτου, χαῖρε παντευλόγητε Μαρία Πανάχραντε.

Χαῖρε ἡδύπνοον καὶ πανεύοσμον κρίνον Πανάμωμε, μύρον τίμιον, εὐοδιάζων πιστῶν καρδίας, ῥόδον τὸ ἀμάραντον Ἁγνὴ χαῖρε Δέσποινα.

ς κιβωτὸς σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς παλάτιον ἠγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν παντοκράτορα.

Σὲ ὁ θεόσδοτος νόμος Πάναγνε, καὶ ὁ θεόδροσος πόκος Πανάχραντε, καὶ ὁ θεόγραφος ἐδήλου τόμος, λόγος γὰρ ἀγράφου πατρὸς, ἐν σοὶ ἐγράφη σαρκί.

Τοῦ ἁγίου, ὁ αὐτός.

ς Ἰσραὴλ ὁ πάλαι τὴν ἐρυθράν, οὕτω καὶ σὺ διέβης ἀοίδιμε, ἀβρόχοις ἴχνεσι, ποταμοῦ ῥεῦμα· οἶδε γὰρ αἰδεῖσθαί σε, καὶ φύσις ἀναίσθητος.

Σοῦ ὑετὸς οὐδόλως τετόλμηκε, βαδίζοντος παμμάκαρ καθάψασθαι, χειμῶνος πέλοντος σφοδροῦ, καὶ πάντες οἱ παρόντες ἔκθαμβοι, ὁρῶντες ἐγένοντο.

Γεραίρειν σε οὐ παύεται Ζάκυνθος, ὡς ἄγρυπνον ὑπάρχοντα φύλακα, τῶν οἰκητῶν αὐτῆς πιστῶν, τρισμάκαρ οὓς φρουρεῖ, δεήσεσι ταῖς σαῖς Διονύσιε.

Θεοτοκίον. Ἀστὴρ μηνύει μάγοις τὸν Κύριον, Σπηλαίῳ νῦν τεχθῆναι ἐρχόμενον, ὑπὸ μητρὸς Παρθένου ἀπειράνδρου, οὗ προερτάζομεν, τὴν ἔνσαρκον Γέννησιν.

Ἄλλος.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Υἱὸν τοῦ ὑψίστου πατρὸς Ἰησοῦν, ἀγαπήσας ἐξ ὅλης καρδίας σου, τὰ θεῖα μὲν ἐντάλματα ἐτήρησας αὐτοῦ, διὸ καὶ τὸν φονέα, ὁμαίμονος φιλτάτου, παραδόξως παρεῖδες, συγγνώμην τούτῳ παρεχόμενος.

Ζωὴν τὴν ἀμείνω θεόφρον ποθῶν, τῆς ζωῆς τῆς προσκαίρου ἠλόγησας, καὶ πάντα οἷα σκύβαλα ἡγήσω τὰ ἐν γῇ διόπερ ἐπαξίως τὰ ἄνω κεκτημένος, σὺν ἀγγέλοις ἀπαύστως, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε.

ρκεῖ τὰ νῦν τῇ πόλει Ζακύνθου λαμπρᾷ, πλουτισάσῃ τὸ θεῖόν σου λείψανον, κομπάζειν γηθοσύνως τε σκιρτᾷν πνευματικῶς, ὅτι θερμὸν προστάτην, καὶ ἀρωγὸν ἐν πᾶσι, σὲ γινώσκει ταχέως, ὅθεν ἐνδίκως καὶ γεραίρει σε.

Θεοτοκίον. Καλῶς Ἡσαΐας τὸν σὸν τοκετὸν, προϊδὼν φωτισθεὶς θείῳ πνεύματι, ἰδοὺ Παρθένος ἔθησεν ἕξει Θεὸν γαστρὶ, καὶ τέξεται σωτῆρα, τοῦ γένους τοῦ βροτείου, ὅνπερ ἀλόγων φάτνῃ σπαργανισόμενον ὀψόμεθα.

Καταβασία. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Τῆς Θεοτόκου. ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῷσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.

Χαῖρε πύλη τῆς ζωῆς, καὶ χρυσὴ περιστερὰ, νοητοῦ κατακλυσμοῦ, παῦλαν φέρουσα σεμνὴ, τὸ καύχημα, τῶν ὀρθοδόξων, χαῖρε πανθαύμαστε.

Προστασία τῶν πιστῶν, ἀθυμούντων χαρμονὴ εὐφροσύνης καὶ χαρᾶς, ἔμπλησον πνευματικῆς τοὺς δούλους σου, τοὺς πεποιθότας εἰς σὲ Πανύμνητε.

Κυβερνήτης μοι γενοῦ, θαλαττεύοντι ἀεί, ἐν πελάγει τῶν δεινῶν, τῶν τοῦ βίου πειρασμῶν, καὶ σῶσόν με, πρὸς σωτηρίας, ὅρμον ἰθύνασα.

Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι, βοήθησόν μοι, ἁγία Δέσποινα.

Τοῦ ἁγίου, ὁ αὐτός.

Βεβαιοῦται ἱερεύς, ὁ Παγκράτιος σοφέ, μύστην εἶναί σε Θεοῦ, πεπτωκέναι γὰρ αὐτῷ, σὺ εἴρηκας, τὸν θεῖον ἄρτον, ἱερουργοῦν τι ποτέ.

ωμαλέως τὴν ἰσχύν, συμπατήσας τοῦ δεινοῦ, κοσμοκράτορος ἐν γῇ, νῦν τρυφᾷς ἐν οὐρανοῖς, τὰ ἔπαθλα, τῶν σῶν ἀγώνων, μάκαρ δρεπόμενος.

κετεύειν ὑπὲρ σῶν, εὐλαβῶν συμπολιτῶν, μὴ ἐλλίπῃς ἐκτενῶς, Διονύσιε Χριστόν, τὸν Κύριον, σὲ γὰρ προστάτην πάντες κεκτήμεθα.

Θεοτοκίον. Ἡ Παρθένος τοῦ τεκεῖν, παραγίνεται σαρκί, ἐν Σπηλαίῳ Βηθλεέμ, τὸν ἀχωρητον παντί, ὃν ἄγγελοι, μετὰ ποιμένων, δοξολογήσουσι.

Ἄλλος.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

μνες τὸν Θεὸν ἐν ὅλῃ καρδίᾳ σου, ἡνίκα φρικτὴν θυσίαν ἔθυες, τὴν ἀναίμακτον, σωτηρίας λαοῦ πιστοῦ ἕνεκεν, ἄρτον οἶνον τε προσφέρων ὡς Μελχισεδὲκ, νῦν δὲ καθορᾷς τὸν Κύριον, τῶν ἐσόπτρων, λυθέντων μακάριε.

Νέος Μωϋσῆς ἐδείχθης Πανάγιε, χειμάρρου σφοδροῦ ῥεῦμα συστείλας ποτὲ, καὶ διώδευσας, συνοδίᾳ ἀβρόχῳ ποδὶ θαυμαστῶς, ὥσπερ πάλαι Ἰσραὴλ θαλάσσῃ ἐρυθρᾶ ὅθεν οἱ ὁρῶντες ἔπτυξαν, σὲ εἰδότες, Κυρίου θεράποντα.

Θέλων ἁλιεῖς εὐπίστους ποιήσασθαι, εἰς ἄγραν καινὴν σοφῶς ἀπέστειλας, καὶ ἐκτέλεσας, τοῦ χαλάσαι τὰ δίκτυα ῥήματι σῷ, καθὰ πρώην Σίμωνα Χριστὸς ἐκέλευσε, καὶ πληθὺν ἰχθύων εἵλκυσαν, δυσπιστίαν τε πᾶσαν ἀπήλασαν.

Θεοτοκίον. Ἴδε πῶς ἀμνὰς, τεκεῖν κατεπείγεται, ἐν μήτρᾳ Ἁγνῇ ἀμνὸν βαστάζουσα, ὅνπερ βλέποντες, θεοφόροι πατέρες ἀγάλλονται, σὺν αὐτοῖς τε τῶν πιστῶν πάντα συστήματα, πόθῳ προσκιρτῶσι σήμερον, σωτηρίαν κοινὴν ἐκδεχόμεθα.

Καταβασία. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον τὸν ὑπερούσιον.

ορτάζει σήμερον τῶν Ζακυνθίων ἡ πόλις, ἑορτὴν χαρμόσυνον σὺν τῇ μονῇ τῶν Στροφάδων, Αἴγιναν, τὴν ἐν Κυκλάσι προσκαλουμένη, ᾄσμασιν ἀξιοχρέως συνευφημῆσαι, καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος, νῦν Διονύσιον.

Ὁ Οἶκος.

Σιγησάτωσαν ἤδη σιγησάτωσαν, οἱ μέχρι δεῦρο σφαλερῶς λέγοντες, μὴ εἶναι τῇ θεοσώστῳ Ζακύνθῳ, τὸν οἰκεῖον προστάτην, καὶ πρὸς Θεὸν πρέσβυν θερμότατον, καθὰ καὶ ἐν πολλαῖς τῶν ἐπισήμων πόλεων καὶ χωρῶν ὀρθοδόξων. Ἔνεστι γὰρ καὶ μάλα καλῶς, ὁ σεπτὸς ἐν Ἱεράρχαις Διονύσιος, ὁ θαυμαστὸς Αἰγίνης πρόεδρος, ταύτης δὲ γόνος εὐκλεής, καὶ θρέμμα ἀξιέπαινον. Οὐκέτι λοιπὸν ζηλοῖ Ζάκυνθος ἡ εὐδαίμων Κεφαλληνίαν καὶ Κέρκυραν, τὰς φίλας γείτονας, διὰ τὸ αὐτὰς μέγα σεμνύνεσθαι ἐπὶ τοῖς θείοις καὶ ἱεροῖς λειψάνοις, Γερασίμου τε καὶ Σπυρίδωνος, ἀλλοδαποῖς τυγχάνουσιν· ἀλλ’ ἐκείνας μέν προσφιλῶς συγκαλεῖται πρὸς φαιδρὰν πανήγυριν τοῦ ἰδίου αὐτόχθονος· ὥσπερ δὴ καὶ προσφόρως τὴν ἐν κυκλάσι προσφωνεῖ Αἴγιναν, σὺν τῇ πανσέπτῳ τῶν Στροφάδων Μονῇ τῇ τὸ θεῖον καὶ ἱερὸν αὐτοῦ σκῆνος, εὐτυχῶς θησαυρισάσῃ, τοῦ ἀξίως εὐφημῆσαι· καὶ φαιδρῶς πανηγυρίσαι, τὸ κοινὸν κλέος νῦν Διονύσιον.

Συναξάριον.
Τῷ αὐτῷ μηνί ιζ'. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκόπου Αἰγίνης, τοῦ θαυματουργοῦ.

Στίχ. Ἔχει μὲν ἡ γῆ σῶμα Διονυσίου.

          Νέου πόλος δὲ τοῦ δε τὴν ψυχὴν φέρει.

          βδόμῃ τε δεκάτῃ θάνε Διονύσιος ὁ κλεινός.

Βίος καὶ πολιτεία τοῦ ἁγίου.

ξιοδάκρυτος εἶναι ἡ πλάνη εἰς τὴν ὁποίαν πλανᾶται ὁ δυστυχὴς ἄνθρωπος, ξεπεσμένος διὰ τὴν παράβασιν ἀπὸ τὴν πρώτην του δόξαν καὶ ἀθανασίαν, εἰς τὸν θάνατον καὶ φθοράν, διωγμένος ἀπὸ τὴν ἰδίαν του πατρίδα καὶ οὐράνιον μακαριότητα, εἰς τὴν κοιλάδα ταύτην τοῦ κλαυθμῶνος, δηλονότι ἐκ τοῦ ψεύδους καὶ προσκαίρου τούτου κόσμου τὰς ἀθλιότητος· δὲν κλαίει τοιαύτην ἐξορίαν δυστυχεστάτην, ἀλλὰ προσηλωμένος ἐκ τοῦ κόσμου τὸ μάταιον, ἀλησμόνησε τελείως τὰς πρώτας τιμὰς καὶ ἀγαθά, καὶ ὡσὰν νὰ μὴν εἶχε νοῦν, δὲν ψηφᾷ ὁλότελα τοιοῦτον χαϊμόν, ἀλλὰ χαίρεται εἰς τῆς ἐξορίας τὴν δυστυχίαν καὶ βάσανα, καὶ ὡς ἄλογον ζῶον ἀφήνει νὰ σύρεται εἰς τὰς ὀρέξεις τῆς ἰδίας του ἐπιθυμίας ἀπὸ τὰ πάθη τόσον ὁποὺ κατὰ τὴν προφητικὴν φωνὴν «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς». Δὲν ἐματαιώθη ὅμως εἰς τοιαύτην δυστυχισμένην πλάνην ὁ σήμερον παρ’ ἡμῖν ἑορταζόμενος ἅγιος, ὁ λαμπρὸς τὸ σῶμα καὶ λαμπρότερος τὴν ψυχήν, ὁ θαυμαστὸς οὗτος λέγω πατὴρ ἡμῶν Διονύσιος· ἐπειδὴ καὶ ἐκ νεαρᾶς του ἡλικίας, ἀπ’ αὐτὰ δηλαδὴ τῆς ζωῆς τὰ προοίμια, ἔφθασε καὶ ἐκατάλαβε τὴν ἐλεεινὴν ἀφροσύνην τοῦ ἀνθρωπίνου γένους, καὶ τὸ ἐπιζήμιον τῶν κοσμικῶν ἡδονῶν, τὰς ὁποίας καταφρονήσας μὲ γενναιότητα, ἠθέλησε νὰ μείνῃ γυμνὸς ἀπὸ κάθε τρυφήν, πλοῦτον, δόξαν, καὶ ἀνάπαυσιν, ὁποῦ τοῦ ἔταζε ὁ κόσμος, καὶ ἡ μεγαλειότης τοῦ γένους του· καὶ οὕτω ἐλαφρὸς ἀπὸ τόσα βάρη, ἐπτέρωσεν εἰς μοναχὴν τὴν δούλευσιν τοῦ Θεοῦ, τὸν νοῦν, τὴν ἔφεσιν, καὶ τὸν ἔρωτα τῆς ψυχῆς του, διὰ νὰ ἀπολαύσῃ πάλιν μὲ τοιοῦτον τρόπον τὴν ἀρχαίαν του δόξαν, τὴν ἀθανασίαν, καὶ θείαν τρυφήν, ἀπὸ τὴν ὁποίαν ἐξέπεσε μὲ τὸν προπάτορά μας Ἀδάμ. Καὶ μολονότι νὰ τοῦ ἠγέρθη ἰσχυρότατος πόλεμος ἀπὸ τοὺς τρεῖς θανατηφόρους ἐχθροὺς τοῦ ἀνθρώπου, ἀπὸ τὴν σάρκα λέγω, τὸν κόσμον καὶ τὸν Διάβολον, διὰ νὰ τὸν αἰχμαλωτίσουν καὶ αὐτὸν εἰς τὴν ὑπακοὴν καὶ ἀγάπην τους· αὐτὸς μ’ ὅλον τοῦτο ἀνδριεύθη, καὶ ἀγωνίσθη κατ’ αὐτῶν τόσον, ὁποῦ τέλος πάντων, ἔδειξεν ἀνωφελεῖς καὶ νεκρὰς ὅλας τὰς πολεμικὰς ἐνέδρας καὶ ἐπαναστάσεις, ὁποῦ καθ’ ἑκάστην ἤγειρον ἐναντίον σου. Ὅθεν καὶ ὁ πανάγαθος Κύριος τὸν ἐδόξασε θαυμασίως καὶ ζῶντα καὶ μετὰ θάνατον. Χαρίζοντάς του τὴν ἀτελεύτητον αὐτοῦ δόξαν καὶ μακαριότητα καὶ ἄφθαρτον· κάμνοντας προσέτι τὸ πανέντιμον αὐτοῦ σῶμα ἀπὸ τὸ ὁποῖον ἐνεργοῦνται ἀκαταπαύστως εἰς τοὺς μετ’ εὐλαβείας καὶ πίστεως ἐπικαλουμένους αὐτὸν ἐξαίσια τερατουργήματα, τὰ ὁποῖα νὰ διηγηθῇ τινὰς, ὅλα καταλεπτῶς, εἶναι ἀδύνατον· ὅμως διὰ δόξα τοῦ Ἱεράρχου μας καὶ προστάτου Διονυσίου καὶ διὰ τὴν κοινὴν ὠφέλειαν, θέλω διηγηθῇ ὅσα εἶναι τῆς δυνάμεώς μου, καὶ ἀκούσατε.

Γεννᾶται ὁ θαυμάσιος οὗτος Ἱεράρχης εἰς τὴν περίφημον Ζάκυνθον, ἀπὸ τοὺς εὐγενεστέρους, πλουσιωτέρους, καὶ ἐνδοξοτέρους ἄρχοντας αὐτῆς τῆς πόλεως. Ὁ πατήρ του Μώκιος ὠνομάζετο τῷ γένει Σηκοῦρος, καὶ ἡ μήτηρ του Παυλίνα, ἀπὸ τὸ ἐκλαμπρότατον γένος τῶν Βαλβίων, ἀρχόντων τῆς γαληνοτάτης ἀριστοκρατίας τῶν Ἑνετῶν. Εὐθὺς ὁποῦ ἀπεγαλακτίσθη, καὶ ἔφθασεν εἰς ἡλικίαν δεκτικὴς μαθήσεως, ἐδόθη ἀπὸ τοὺς γονεῖς του εἰς θεοσεβεῖς καὶ σοφοὺς διδασκάλους, ἀπὸ τοὺς ὁποίους διδασκόμενος ὄχι μόνον τὰ γράμματα, ἀλλὰ καὶ τὰ καλὰ καὶ θεάριστα ἤθη, ὡς εὐφυὴς ὁποὺ ἦτον εἰς τὸν νοῦν, ἔμαθεν εἰς ὀλίγου καιροῦ διάστημα τὰ ὅσα ἦσαν ἀρκετὰ νὰ τοῦ φωτίσουν τὴν διάνοιαν, διὰ νὰ καταλάβῃ τὴν πλάνην τοῦ κόσμου, τοῦ προσκαίρου βίου τὴν ματαιότητα, καὶ τῆς ψυχῆς τὴν ἀθανασίαν. Καὶ ἐπειδὴ προέκοπτε καθημερινῶς εἰς πράξεις ἐναρέτους, καὶ θεοσέβειαν, ἔκρινε μὲ τὸν ἑαυτόν του νὰ γένῃ στρατιώτης τοῦ ἐπουρανίου βασιλέως Θεοῦ, καθωπλισμένος μὲ τὸ θώρακα τῆς ἀκραιφνοῦς πίστεως, καὶ τὴν πανοπλίαν τῶν θεαρέστων του ἔργων, διὰ νὰ δυνηθῇ, νικῶντας τοὺς τρεῖς θανατηφόρους ἐχθρούς, νὰ ἀξιωθῇ νὰ ἀπολαύσῃ ὡς νικητὴς τροπαιοῦχος τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Ἀλλ’ ἐπειδὴ αἱ κοσμικαὶ φροντίδες, καὶ ὁ πολυτάραχος θόρυβος τῶν βιοτικῶν πραγμάτων τοῦ ἐμπόδιζον τὸν τρόπον, διὰ νὰ βάλῃ εἰς πρᾶξιν τὸν θεοφιλῆ του σκοπόν, καὶ ἔνθεον ἔρωτα, ἀπεφάσισε νὰ μακρύνῃ ἀπὸ τὰς συγχύσεις καὶ ταραχὰς τοῦ κόσμου, διὰ νὰ ἠμπορῇ ἀτάραχος νὰ φαντάζεται τὰ οὐράνια, καὶ νὰ λατρεύσῃ ὁλοψύχως τὸν ποιητήν του καὶ σωτῆρα Θεόν. Κρίνοντας λοιπόν, κατὰ τὸν ἀπόστολον Παῦλον, τὰ πάντα ὡς σκύβαλα, πᾶσαν ἀπόλαυσιν τῆς παρούσης ζωῆς γενναίως κατεφρόνησε γονεῶν ἀγάπην, πλούτου ὄγκον, γένους περηφάνειαν, ἀξιωμάτων τιμὰς καὶ δόξας, καὶ πᾶσαν ἄλλης σαρκὸς ἀρέσκειαν, καὶ ἡδυπάθειαν, καὶ φεύγοντας ἀπὸ τὴν πατρίδα του ὡς ἀετὸς ὑπόπτερος, ἔδραμεν ὡς εἰς καλιὰν ψυχοσωτήριον, εἰς τὴν Στροφάδων βασιλικὴν μονὴν κειμένην κατέναντι τῆς Ζακύνθου πρὸς τὸ νότιον μέρος, μακρὰν ἀπ’ αὐτῆς ἕως μίλια τεσσαράκοντα, καὶ φθάνοντας ἐκεῖ γεμάτος ἀπὸ πνευματικὴν εὐφροσύνην, ἀφοῦ ἔκαμε τὴν διατεταγμένην δοκιμὴν κατὰ τοὺς κανόνας τῆς μοναδικῆς διαταγῆς, ἐνεδύθη ἀπὸ τὸν ἠγούμενο τῆς μονῆς τὸ ἀγγελικὸν σχῆμα καὶ ἐτελειώθη καλόγηρος. Ἀγκαλὰ νέος εἰς τὴν ἡλικίαν, ὅμως ὑπερέβαινεν εἰς τὰς ἀρετὰς καὶ τοὺς πλέον γέροντας καὶ ἐναρέτους πατέρας τῆς σεβασμίας ἐκείνης μονῆς. Ἀγρυπνᾷ τὸ περισσότερον τῆς νυκτός, τὸν ὁποῖον καιρὸν ἐξοδίαζεν εἰς τὴν ἀνάγνωσιν τῶν πνευματικῶν βιβλίων, καὶ εἰς ὕμνους καὶ δοξολογίας πρὸς τὸν Θεόν. Τῆς σαρκὸς τὰς συμπαθεῖς ὀρέξεις ἐχαλιναγώγει, καὶ κατεδάμαζε μὲ πολυημέρους νηστείας, καὶ στοχαζόμενος τὴν οὐτιδανότητα τῆς ἀνθρωπίνου φύσεως, ἐνίκα τὸν δαίμονα τῆς ὑπερηφανείας μὲ ἄκραν ταπείνωσιν· καὶ μολονότι ἐκατάγετο ἀπὸ λαμπρότατον γένος, ἐστοχάζετο ὅμως τὸν ἑαυτόν του εὐτελέστερον· ἀφ’ ὅλους καὶ ἀναξιώτερον. Διὰ τὰ ὁποῖα καὶ οἱ πατέρες ὅλοι τῆς μονῆς τὸν εἶχον ὡς κανόνα τῶν ἀρετῶν καὶ εἰκόνα τῆς ὁσιότητος, καὶ ἔπασχε καθ’ ἕνας ἀπ’ αὐτοὺς νὰ τὸν μιμῆται, ὅσον τὸ κατὰ δύναμιν. Δοκιμασθεὶς ἀπὸ τοὺς προεστῶτας ἀνεβιβάσθη κατὰ βαθμὸν εἰς τὸ ἀξίωμα τῆς ἱερωσύνης διὰ νὰ προσφέρῃ ἱλαστηρίους εὐχάς, καὶ ἀναιμάκτους θυσίας πρὸς τὸν Θεὸν ὡς ὁ πάλαι Μελχισεδὲκ διὰ τὴν σωτηρίαν τοῦ κόσμου· ἐπιθυμῶν μετὰ ταῦτα νὰ προσκυνήσῃ τοὺς ἁγίους τόπους τῆς Ἱερουσαλήμ, ἔκρινε μὲ θέλημα τῆς ἀδελφότητος νὰ περάσῃ εἰς τὰς κυκλάδας νήσους, ἤγουν εἰς τὰ δωδεκάνησα, διὰ νὰ εὕρῃ μὲ εὐκολίαν ἐκεῖ κᾀνένα πλοῖον, νὰ ταξιδεύσῃ πρὸς τοὺς ῥηθέντας ἁγίους τόπους, κατὰ τὴν ἔφεσιν τῆς καρδίας του. Ὅθεν περιερχόμενος τὰς νήσους ἐκείνας καὶ ζητῶν εὐκαιρίαν πλοίου, διὰ νὰ τελειώσῃ τὸν σκοπόν του, ἀπέρασε καὶ εἰς τὰς Ἀθήνας, καὶ ἐκεῖ κατὰ τὴν τάξιν τῆς ἱερατικῆς πολιτείας, ἠθέλησε νὰ προσκυνήσῃ τὴν μητρόπολιν τοῦ τόπου, ὁ ὁποῖος ἔχων ἀκουστὴν τὴν καλὴν φήμην τοῦ Διονυσίου· τὸν ἐπαρεκίνησε νὰ λάβῃ τὴν ἐπιστασίαν τῆς Ἀρχιεπισκοπῆς τῆς Αἰγίνης, ὁποὺ ἦτον τότε χηρεύουσα· αὐτὸς δὲ ὡς ταπεινόφρων καὶ μέτριος προεφασίζετο λέγων, πῶς δὲν ἦτον ἄξιος τοιούτου ἐπιχειρήματος, νὰ δεχθᾷ τόσην φροντίδα ψυχῶν ἐπάνω του. Ἀλλ’ ὁ σοφὸς καὶ συνετὸς μητροπολίτης, ὁποῦ δι’ ἀκοῆς εἶχε τὰς ἀρετὰς τοῦ Διονυσίου, καὶ ἀπὸ τὸ σεμνοπρεπές του εἶδος ἐβεβαιώνετο εἰς τὴν ἀψευδῆ φήμην, ὁποῦ τὸν εἶχε προκεκηρυγμένον, τὸν ἐβίασε τόσον ὁποῦ τὸν ἔκαμε καὶ συνεκατέβη, διὰ νὰ μὴ φανῇ παρήκοος εἰς τὰ τοῦ ἀρχιερέως προστάγματα· τότε ἀναφέρων δι’ ἐπιστολικοῦ γράμματος, καὶ φανερώνων εἰς τὸν κλῆρον καὶ τὸν λαὸν τῆς Αἰγίνης ὁ ἄνωθεν Ἀθηνῶν πρόεδρος τὴν ἀξιότητα τοιούτου ὑποκειμένου, καὶ πῶς βιαίως τὸν ἔκαμε μὲ πολλὰς παρακαλέσεις καὶ πνευματικὰς παρακινήσεις, καὶ ἔνευσε νὰ δεχθῇ τὴν αὐτὴν ἐπιστασίαν, ὅλοι ὁμογνώμονες καὶ μὲ κοινὴν ψῆφον τὸν ἔκλεξαν διὰ ποιμένα τους καὶ διδάσκαλον, δοξάζοντες καὶ εὐχαριστοῦντες τὸν Θεόν, ὁποῦ τοὺς ἐπρονοήθη, πέμπων πρὸς αὐτοὺς διὰ κυβερνήτην καὶ ὁδηγόν, τοιοῦτον ἄνδρα θεοσεβῆ τε καὶ ἅγιον. Ἐχειροτονήθη λοιπὸν κατὰ τὴν τάξιν μὲ ἔκδοσιν τῆς μεγάλης ἐκκλησίας, ἀπὸ τὸν αὐτὸν μητροπολίτην, Αἰγίνης ἀρχιεπίσκοπος. Πόσην χαρὰν νὰ ἔγινε τὴν ἡμέραν ἐκείνην εἰς ὅλους τοὺς Αἰγινῆτας, κάθε εὐσεβὴς ἂς στοχασθῇ· ἐμπιστευθεὶς τοιουτοτρόπως τὴν ἐπιστασίαν τοῦ λογικοῦ ἐκείνου ποιμνίου, δὲν ἔπαυε καθημερινῶς νὰ τὸ διδάσκῃ μὲ νουθεσίας, μὲ ἱεροὺς λόγους, καὶ μὲ ψυχωφελῆ παραδείγματα· ἀλλ’ ἐπειδὴ ἡ φήμη πανταχοῦ τὸν ἐκήρυττε, καὶ ὡς μαγνήτης τὸν σίδηρον, ἔσυρε ὅλους πρὸς τοῦ λόγου του, διὰ νὰ ἀκούωσι τὰ μελίῤῥυτά του καὶ θεόσοφα λόγια, ὕστερον ἀπὸ ἱκανὸν χρόνον τῆς διοικήσεως ἐφοβήθη, μήπως καὶ ὁ τῶν ἀνθρώπων ἔπαινος, ὁποὺ εἰς τόσον τὸν ὕψωνε, τὸν κρημνίσῃ εἰς τὴν φάραγγα τῆς κενοδοξίας, καὶ ἐμελέτησε νὰ κάμῃ τοῦ θρόνου παραίτησιν. Ὅθεν ἀφήνων διάδοχον ἄξιον εἰς τὸν θρόνον του ἡτοιμάσθη νὰ ἐπιστρέψῃ πρὸς τὴν ποθητήν του πατρίδα Ζάκυνθον· τότε εὐλογῶν τὸ ποίμνιόν του καὶ παρακαλῶν τὸν Κύριον νὰ τὸ διαφυλάττη ἄβλαβον, ἀπὸ ὁρατοὺς καὶ ἀοράτους ἐχθρούς, καὶ νὰ τοῦ χαρίσῃ ὅλα τὰ καταθύμια, ἀφῆκεν εἰς ὅλους κοινῶς θλῖψιν ὑπέρμετρον· φθάνων λοιπὸν εἰς τὴν ἠγαπημένην του πατρίδα, ἐπισήμου διὰ τοῦ ἀρχιερατικοῦ χαρακτῆρος, ἀνεκδιήγητον τὴν χαρὰν ἔλαβον ὅλοι οἱ συμπρατιῶται του σεβόμενοι αὐτὸν ὡς νοητὸν ἥλιον τῆς ἁγιοσύνης, διότι εἰς τὸν καιρὸν ἐκεῖνον ἦτον χηρεύουσα ἡ ἀρχιεπισκοπὴ τῆς Ζακύνθου, εἰς τὸ 1589, ἐτάχθη ὁ ἀρχιερεὺς Διονύσιος μὲ γράμμα πατριαρχικὸν νὰ κυβερνήσῃ τὴν ἐπαρχίαν ἐκείνην ἐπιτροπικῶς ἕως νὰ γίνῃ ἡ νέα ψῆφος ὡς καὶ ἐγένετο, πατριαρχιερατεύοντος τότε τοῦ ἀοιδίμου πατριάρχου Ἱερεμίου. Ἀλλ’ ἐπειδὴ ὄχι μὲ ὄρεξιν, ἀλλὰ διὰ εὐχαρίστησιν τῶν συμπατριωτῶν του, ὁποὺ τόσον τὸν παρεκάλεσαν, καὶ διὰ νὰ δειχθῇ εὐπειθὴς εἰς τὸ πατριαρχικὸ πρόσταγμα, ἐδέχθη πρὸς καιρὸν τὴν ἐπιστασίαν τῆς ἄνωθεν ἐπαρχίας. Εὐθὺς ὁποὺ ἔγινεν ἡ ψῆφος εἰς ἕτερον πρόσωπον, δὲν ἠθέλησε πλέον νὰ διαμείνῃ συναναστρεφόμενος εἰς τὴν κοσμικὴν πολιτείαν, εἰς τὴν ὁποίαν δὲν εἶχεν τὴν ἄδειαν νὰ συνευρίσκεται νοερῶς μὲ τὸν ποιητήν του Θεόν, καὶ νὰ λεπτύνῃ τὸν νοῦν του μὲ τὴν πνευματικὴν μελέτην καὶ θεϊκὴν κατανόησιν. Ἔχων ἤδη πρὸ χρόνων δέκα τόπον ἐπιτήδειον ἡτοιμασμένον διὰ νὰ ἡσυχάσῃ κατὰ τὴν ἐπιθυμίαν του εἰς τοποθεσίαν πολλὰ ἁρμόδιον, εἰς τὴν ὁποίαν εὑρίσκεται οἰκοδομημένον τὸ περιβόητον μοναστήριον τῆς Ὑπεραγίας Θεοτόκου, ἐπονομαζομένης Ἀναφωνητρίας, μακρὰν ἀπὸ τὴν χώραν Ζακύνθου, μίλια σχεδὸν εἴκοσι, κείμενον ἐπάνω εἰς τὰ ὑψηλότερα ὄρη τῆς αὐτῆς νήσου, πρὸς τὸ δυτικὸ μέρος. Τοῦτο τὸ εὐαγὲς μοναστήριον ἐξουσιάζεται ὡς κτητορικὸν δίκαιον, ἤγουν ἰοὺς πατρονάτου, κατὰ τὴν τῶν Λατίνων φωνήν, ἀπὸ τὴν γαληνοτάτην αὐθεντίαν τῶν Ἑνετῶν, ἀπὸ τὴν ὁποίαν εἶχε λάβη πρὸ καιροῦ ὁ Διονύσιος διὰ κατοικίαν του ἡσυχαστικήν· ὡς καθὼς ἀνέβη μὲ τὸ κορμὶ ὑψηλὰ ὁ Διονύσιος πορευόμενος εἰς τὰ ὑψήβατα ὄρη ἐκεῖνα, τοιουτοτρόπως ὕψωσε καὶ τὸν νοῦν ὅλως διόλου εἰς τὰ οὐράνια, δὲν ἐφαντάζετο ἄλλο παρὰ μόνον τὸ ἀσύγκριτον κάλλος τῆς τρισηλίου θεότητος, καὶ τόσον ἐλέπτυνε τὴν ψυχήν του μὲ τὰς νοερὰς θεωρίας ὁποὺ ἠμπορῶ σχεδὸν νὰ εἰπῶ, πὼς ἔγινεν ὅλως οὐράνιος· ἀφήνω νὰ διηγοῦμαι τὰς παθοκτόνους νηστείας, τὰς νυχθημέρους προσευχάς, τὰς χαλεπὰς καὶ σωματοτιμωρικὰς χαμευνίας (διότι ἔχων τὴν κλίνην τοῦ κατασκευασμένην μὲ πέτρας ἀγκυλωτὰς καὶ εἰς τὸ φαινόμενον εὐτρεπισμένην μὲ γλαφυρὰ σκεπάσματα, δὲν ἔστεργεν, ὅτι κανεὶς ἀπὸ τοὺς ὑπηρέτας του νὰ ἐμβαίνῃ εἰς τὸ κελλίον του διὰ νὰ μὴ φανερωθῇ ἡ ἀρετή του αὐτή, ἀλλὰ μόνος κατὰ μόνας τὴν κλίνην του ἐκυβέρνα) δὲν λέγω τὴν ἀσχόλαστον ἐλεημοσύνην, διὰ τῆς ὁποίας ἐφαίνετο μία βρύσις ἀένναος, ὁποὺ ἐπότιζε δαψιλῶς τοὺς διψασμένους πένητας, ἔχων συνήθειαν κάθε χρόνον πρὸς τὸ ἅγιον πάσχα τῆς λαμπροφόρου τοῦ Κυρίου Ἀναστάσεως, νὰ πέμπῃ μίαν μεγάλην βάρκαν τοῦ μοναστηρίου, εἰς τὴν χώραν φορτωμένην ἀπὸ σιτάρι, ὄσπρια, ἀρνία, ἐρίφια, καὶ ἄλλα βρώσιμα μὲ καλογήρους τῆς μονῆς νὰ τὰ διαμοιράζους εἰς πτωχοὺς κρυφίως κατὰ τὴν παραγγελίαν του. Σιωπῶ τὰς λοιπάς του ἀρετάς, μὲ τὰς ὁποίας ὅλας ὡς καρποφόρον δένδρον ἐφαίνετο φορτωμένος ὁ Διονύσιος ὄντως ἄγγελος σαρκοφόρος, καὶ ἄνθρωπος ἀγγελόφρων κατὰ τὴν ἀλήθειαν ἐγνωρίζετο, ἐνουθέτα κάθε ἡμέραν διδάσκων τοὺς πατέρας τῆς μονῆς ὄχι μόνον μὲ τὸν λόγον, ἀλλὰ περισσότερον μὲ τὸ καλόν του παράδειγμα, τὸ ὁποῖο εἶναι ἡ ὄντως ἀληθὴς καὶ πατρικὴ διδασκαλία, καθὼς διδάσκει καὶ ἡ γραφὴ λέγουσα, ποιεῖν τε καὶ διδάσκειν· τοὺς παρεκίνει νὰ φυλάττουν ἀπαραλλάκτως τὰς τάξεις, καὶ ἤθη τῆς μοναδικῆς πολιτείας, καὶ νὰ μὴν τολμήσουν ποτὲ νὰ παρέβουν καμμίαν ἀπὸ τὰς ὑποσχέσεις ὁποὺ ἔκαμαν, ὁπόταν τὸ ἀγγελικὸν ἐνεδύθησαν σχήμα· ἀνάμεσα εἰς τὸ πολυάριθμον τῶν ἀρετῶν ὁποὺ τὸν ἐστόλιζον, πλέον ἀφ᾿ ὅλας ἔλαμπε ἡ θεώνυμος ἐκείνη ὁποὺ ῥίζα καὶ θεμέλιον πασῶν τῶν ἀρετῶν ὀνομάζεται ἡ κατὰ Θεὸν ἀγάπη καὶ πρὸς τὸν πλησίον· ἡ ὁποία τόσον ἦτο ῥιζωμένη εἰς τὴν καρδίαν του λέγω, τοῦ πλησίον, ὁποὺ ὑπερέβη καὶ αὐτοὺς τοὺς ὅρους τῆς φύσεως, καὶ ἀκούσατε παρακαλῶ μὲ προσοχὴν καὶ εὐλάβειαν νὰ θαυμάσετε.

νθρωπός τις πάντολμος καὶ αὐθάδης, μὲ χείραν παμμίαρον ἀπεφάσισε νὰ φονεύσῃ Κωνσταντῖνον τὸν γνήσιον καὶ ἠγαπημένον ἀδελφὸν τοῦ Ἁγίου, ὑποκείμενον ἀξιώτατον καὶ περίβλεπτον τῆς πατρίδος ἄρχοντα. Οὗτος ἀφοῦ ἔπραξε τοιαύτην μιαιφονίαν, φοβούμενος τὴν δύναμιν τῶν συγγενῶν τοῦ φονευθέντος, ἔφυγε διὰ νὰ γλιτώσει τὴν ζωήν του, εἰς τόπους ἐρήμους καὶ ἀβάτους· τέλος πάντων (δὲν ἠξεύρω ἢ κατὰ τύχην ἢ μᾶλλον κατὰ οἰκονομίαν θεϊκήν, διὰ νὰ φανερωθῇ ἡ μεγάλη καὶ παράδοξος ἀρετὴ τοῦ ἁγίου), ἐξέπεσεν εἰς τὸ προειρημένον μοναστήριον τῆς Θεοτόκου Ἀναφωνητρίας, ἐκεῖ ὅπου ὁ Ἅγιος ἠγουμένευε· καὶ μὴ γνωρίζων ὅτι ὁ ἡγούμενος ἦτον ἀδελφὸς τοῦ φονευθέντος, ὅλος ἔντρομος, καὶ ἀπὸ τὸν φόβον ὡς μισαποθαμένος, μὲ δάκρυα γονατιστὸς πίπτει εἰς τὰ ποδάρια τοῦ Ἁγίου, καὶ τὸν παρακαλεῖ νὰ ἤθελε κάμῃ ἔλεος εἰς αὐτὸν νὰ τὸν φυλάξη εἰς τόπον ἀποκρυφον· βλέπων αὐτὸν ὁ Ἅγιος τοιαύτης λογῆς τρομασμένον, τὸν ἐρωτᾷ νὰ εἰπῇ τὸ αἴτιον τοῦ τοιούτου φόβου· καὶ ἀκούων παρ᾿ αὐτοῦ πὼς ἔφυγεν ἀπὸ τὸ θυμὸν τῶν ἀρχόντων ὁποὺ ἐπήγαινον ξετρέχοντες νὰ τὸν εὕρουν καὶ θανατώσουν, διότι εἶχε φονεύσῃ ἕναν ἀπὸ αὐτὸ τὸ γένος ὀνομαζόμενον Κωνσταντίνον· ἀφήνω ἐδῶ τὸν καθ᾿ ἕναν ἀκροατὴν νὰ στοχασθῇ πόσον πόνον νὰ ἐγροίκησε ὁ Ἅγιος εἰς τὴν καρδίαν κατὰ φύσιν εἰς τοιοῦτον θλιβερὸν καὶ πικρότατον μήνυμα, μὴ ἔχων μάλιστα ἄλλον ἀδελφόν· ἤλλαξεν ἡ ὄψις τοῦ προσώπου του, τὰ φιλάδελφα δάκρυα ὡς ἀπὸ δύο θαλαρὰς βρύσεις εὐθὺς ἀπὸ τὰ ὀμμάτιά του ἔδραμον, καὶ μὲ βαθύτατον στεναγμὸν εἶπεν· ὦ ἄνθρωπε, καὶ τί σοῦ ἔπταισεν ὁ καλὸς ἐκεῖνος ἄρχοντας, καὶ τὸν ἐθανάτωσες ἄδικα; Τώρα ὡς ἄνθρωπος ἐβιάζετο ἀπὸ τὴν φυσικὴν ἀγάπην τῆς ἀδελφότητος νὰ κάμῃ ἐκδίκησιν, ἀλλὰ προτιμῶν τὴν θεϊκὴν ἐντολήν, ὁποὺ προστάζει νὰ ἀγαθοποιοῦμεν τοὺς κακοποιοῦντας, ὄχι μόνο δὲν ἐκακοποίησε ἐκεῖνον τὸν πάσης τιμωρίας καὶ παιδεύσεως ἄξιον, ἀλλὰ μιμούμενος ἐκτενῶς τὴν ἀνεξικακίαν τοῦ Δεσπότου μας Χριστοῦ, ὁποὺ διὰ τοὺς ἰδίους του σταυρωτὰς παρεκάλει τὸν Ἄχραντόν του Πατέρα, ἐπῆρε τὸν φονέα ἐκεῖνον, καὶ μὲ παρηγορητικὰ λόγια θαῤῥύνων αὐτόν, τὸν ἔκρυψεν εἰς τόπον ἀπόκρυφον, φιλεύων αὐτὸν μὲ πάσην φιλοφροσύνην καὶ σπλάγχνον, ὥσπερ νὰ ἦτον ὄχι ἐχθρός, ἀλλ’ εὐεργέτης του.

Εἰς ὀλίγης ὥρας διάστημα, ἰδοὺ καὶ φθάνουν πολλοὶ ἀπὸ τῶν συγγενῶν τοῦ Ἁγίου δρομαῖοι, ἰδρωμένοι ἀπὸ τὸν κόπον τῆς μακρᾶς ὁδοιπορίας, καὶ ἀπὸ τὴν ἄμετρον λύπην σχεδὸν μισαποθαμένοι, συντροφιασμένοι μὲ πλῆθος ἀνθρώπων καθοπλισμένων· τοὺς ὁποίους βλέπων ὁ Ἅγιος ὑπεκρίθη πὼς δὲν ἠξεύρει τίποτε, καὶ μόνον τοὺς ἐρώτα νὰ εἰποῦν τὴν αἰτίαν τοῦ ἐρχομοῦ των, καὶ τῆς πολλῆς αὐτῶν θλίψεως· αὐτοὶ μετὰ πολλῶν δακρύων τοῦ ἐφανέρωσαν τὴν ἐλεεινὴν τραγωδίαν καὶ φόνον τοῦ ἀδελφοῦ του, ἐρωτῶντες αὐτὸν ἀκόμη, ἐὰν εἶδε νὰ ἐπέρασεν ἀπὸ ἐκεῖ ὁ φονέας, τὸν ὁποῖον ἐπήγαιναν γυρεύοντας διὰ νὰ τοῦ πάρουν τὴν ζωὴν καθὼς καὶ αὐτὸς ἀπὸ τὴν ἴδιαν ζωὴν ἐστέρησεν τὸν ἀγαπημένον του ἀδελφὸν Κωνσταντῖνον. Ἔκλαυσεν ὁ Ἅγιος, ἐθρήνησεν ὁμοῦ μὲ τοὺς συγγενεῖς του τοῦ ἀδελφοῦ του τὸν θάνατον, καὶ διὰ νὰ τοὺς κάμῃ νὰ μισεύσωσιν ἀπὸ ἐκεῖ τὸ ὀγληγορώτερον διὰ νὰ εὕρῃ ἄδειαν νὰ γλιτώσει τὸν ἐλεεινὸν ἐκεῖνον φονέα, ὁποὺ εἶχε κρυμμένον, τοὺς ἔβγαλεν ἐκεῖθεν μὲ συμβουλευτικὰ λόγια, στέλνων αὐτοὺς τάχα πρὸς ἀκριβῆ ἐξέτασιν τοῦ φονέως· ὅθεν καὶ ἐπέτυχεν τῆς γνώμης του· διότι παρευθὺς ὁποὺ ἐμάκρυναν ἀπὸ ἐκεῖ οἱ συγγενεῖς του, νουθετῶν αὐτὸν διὰ νὰ τοῦ φανερώσῃ, πὼς ἦτον ἀδελφὸς τοῦ φονευθέντος ὑπ᾿ αὐτοῦ, καὶ πνευματικῶς ἑρμηνεύων αὐτόν, τὸν διώρθωσε, συγχωρῶν αὐτοῦ τὸ ἁμάρτημα, καὶ τότε συντροφιάζων αὐτὸν ἕως εἰς τὸ παραθαλάσσιον ὅπου ἦτον σιμὰ εἰς τὸ μέρος ἐκεῖνο τοῦ μοναστηρίου, καὶ δίδων αὐτὸν τὰ πρὸς χρείαν διὰ τὴν ζωοτροφίαν του, καὶ ταξίδι, εἰς ἄλλην χώραν διὰ νὰ γλιτώσει τὴν ζωήν του, τὸν ἔπεμψεν.

ἀρετή! ὤ ἔργον ὑπερφυές! ὤ κατόρθωμα ὑπὲρ ἄνθρωπον! Τὸ ὁποῖον ἀκούοντες ὄχι μόνο θαυμάζον οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτοὶ οἱ οὐράνιοι ἄγγελοι βέβαια ἐξεπλάγησαν· διὸ καὶ ὁ πλουτοδότης Θεὸς εἰς ἀνταμοιβὴν τοιαύτης χριστομιμήτου ἀρετῆς, τὸν ἐπλούτισε μὲ ὑπερφυῶν θαυματουργημάτων χαρίσματα, ἀπὸ τὰ ὁποῖα θέλομεν εἰπῇ μερικά.

Βουλόμενος ὁ ἅγιος μία τῶν ἡμερῶν νὰ ὑπάγῃ ἀπὸ τὸ ἄνωθεν μοναστήριον τῆς Ἀναφωνήτριας εἰς τὴν χώραν διὰ ὑπόθεσίν του, εἶπε τοῦ διακόνου τοῦ Δανιήλ, (ὁ ὁποῖος ἦτον ἀπὸ τὰ Τρίκαλα τῆς Πελοποννήσου, καὶ ἀνετράφη καὶ ἐχειροτονήθη ἀπὸ τὸν Ἅγιον, τὸν ὁποῖον ὡς ἐμπιστευμένον εἶχε πάντα εἰς τὴν συνοδείαν του)· ἑτοιμάσου Δανιήλ, νὰ ὑπάγωμεν εἰς τὴν χώραν· ἐκεῖνος τοῦ ἀπεκρίθη, Δέσποτα πανιερώτατε, ὁ καιρὸς εἶναι πρὸς βροχήν· ὁ δὲ Ἅγιος τοῦ λέγει, ἂς κινήσωμεν εἰς δόξαν Θεοῦ, καὶ μὴ βάνῃς ἐμπόδιον· καὶ λοιπὸν πορευόμενοι δὲν ἦσαν μακρὰν τὸ μοναστήριον, ὅπου ἤρχισεν ἡ βροχὴ· λέγει ὁ διάκονος, Δέσποτά μου, δὲν τὸ εἶπον ἐγὼ πὼς βρέχει; Κάλλιον εἶναι νὰ γυρίσωμεν ὀπίσω, διατὶ ἡ βροχὴ ὅσον καὶ περισσεύει· αὐτὸς δὲ ὁ ὄντως ἄνθρωπος τοῦ Θεοῦ τοῦ εἶπεν· ἂς πηγαίνομεν ἐμπρὸς καὶ δὲν παθαίνομεν τίποτε· καὶ ὅσον ἐπέρνα ἡ ὥρα, τόσον ἐπλήθενεν ἡ βροχήν. Ἀλλ’ ὤ τῶν θαυμάτων σου Κύριε! μ’ ὅλον ὅτι καὶ τόσον περισσὴ νὰ ἦτον ἡ βροχή, ὅμως οὔτε εἰς τοῦ ἀρχιερέως, οὔτε εἰς τοῦ διακόνου τὰ ῥοῦχα παντελῶς ἤγγιξε· καὶ φθάνοντας παρεμπρὸς εἰς ἕνα πολύῤῥοον ποταμόν, ἀπὸ τὸν ὁποῖον ἦτον ἀνάγκην νὰ περάσουν, καὶ βλέποντες τὸν πλημμυρημένον ἀπὸ τὴν μεγάλην βροχὴν τῆς ἡμέρας ἐκείνης, ἀπορῶν ὁ διάκονος λέγει πρὸς τὸν Ἁγιον· καὶ τώρα Δέσποτά μου, πῶς ἔχομεν νὰ περάσομεν τὸν ποταμὸν τοῦτον; Τότε ὁ Ἅγιος θαρσαλέως τοῦ ἀπεκρίθη· ἀκολούθει μοι ἐν ὀνόματι τοῦ Ἰησοῦ Χριστοῦ, καὶ μὴ διστάζεις ὁλότελα· ὑπακούων λοιπὸν ὁ διάκονος ἠκολούθει, καὶ σιμώνοντας ἐκεῖ, (ὤ παραδόξου τερατουργίας) ἐστάθη τὸ ῥεῦμα τοῦ ποταμοῦ ἀκίνητον, εἰς ἕνα καὶ ἄλλο μέρος ὑψούμενον, ὥστε ἐπέρασαν καὶ οἱ δύο χωρὶς ποσῶς νὰ βραχῶσι τὰ ποδάρια των· τότε βλέπων ὁ Ἅγιος τὸν διάκονον ἐκπληττόμενον εἰς τὰ ἐξαίσια ταῦτα τερατουργήματα, τοῦ ἔβαλεν ἐπιτίμιον νὰ μὴν ἤθελεν φανερώσῃ ζῶντος τοῦ Ἁγίου τὰ ὅσα εἶδεν. Μετὰ δὲ τὸ θάνατον τοῦ Ἁγίου κρίνον διὰ ἁμάρτημα ὁ διάκονος νὰ κρατῇ κεκρυμμένα τοιαῦτα ὑπερφυῆ θαυμάσια, τὰ ἐφανέρωσεν εἰλικρινῶς διὰ νὰ δοξάζεται ὁ Θεός.

Εὑρισκόμενος ὁ Ἅγιος εἰς τὴν χώραν, ἔτυχε νὰ ἀνοίξουν ἔναν τάφον εἰς τὸν ναὸν τοῦ Ἁγίου Νικολάου τῶν ξένων οὕτω καλούμενον, διότι ἐκεῖ ἐνταφιάζονται οἱ ξένοι, ὅστις εἶναι καὶ ἡ ἐπισκοπὴ τῆς αὐτῆς χώρας Ζακύνθου, διὰ νὰ ἐνταφιάσουν ἄλλο λείψανον ἀποθαμένον. Ἐκεῖ εὑρῆκαν ἕνα κορμὶ γυναικός, ὁποὺ πρὸ καιροῦ ἦτον ἀποθαμένη, καὶ ἦτον ἄλυτον μὲ τὰ ῥοῦχα του, διότι ἀπέθανε μὲ δεσμὸν ἀφορισμοῦ ἡ ταλαίπωρος· ἐπῆγον οἱ συγγενεῖς της καὶ προσέπεσαν εἰς τὰ πόδια τοῦ Ἁγίου παρακαλοῦντες αὐτὸν μὲ δάκρυα νὰ ἤθελεν ὑπάγῃ εἰς τὸ ἄνωθεν ναὸν τῆς ἐπισκοπῆς νὰ διαβάσῃ εὐχὴν συγχωρητικὴν εἰς ἐκεῖνο τὸ δεδεμένον σῶμα, ἴσως καὶ ὁ Κύριος ἤθελεν εἰσακούσῃ τὴν δέησίν του. Σπλαγχνισθεὶς ὁ Ἅγιος τὰ δάκρυά των, ὑπῆγεν εἰς τὸν αὐτὸν ναὸν νύχτα βαθεῖαν, ἔχων εἰς τὴν συνοδείαν του τὸν ἄνωθεν διάκονόν του, καὶ τὸν ἐφημέριον τοῦ αὐτοῦ ναοῦ, καὶ θεωρήσας τὸ πρᾶγμα, προστάσει νὰ ἐβγάλουν ἔξω ἀπὸ τὸν τάφον τὸ πτῶμα ἐκεῖνο, καὶ νὰ τὸ στήσουν ὀρθὸν ὡς ὁλόκληρον ὁποὺ ἦτον εἰς ἕνα στασίδι τῆς ἐκκλησίας· τότε φορέσας τὸ ἐπιτραχήλιόν του, καὶ τὸ ὁμοφώριόν του, καὶ κλίνας τὰ γόνατα, καὶ ὥραν πολλὴν προσευχόμενος, ἐδέετο τοῦ Θεοῦ μὲ θερμὰ δάκρυα, νὰ λύσει ἀπὸ τὸν δεσμὸν τοῦ ἀφορισμοῦ τὸ ἄλυτον ἐκεῖνον σῶμα· καὶ διαβάζων τὴν συγχωρητικὴν εὐχὴν εἰς αὐτό, ὡσὰν νὰ ἦτον ἐμψυχωμένον τὸ ἄπνουν ἐκεῖνο σῶμα, κλίνας τὴν κεφαλὴν μὲ σχῆμα προσκυνήσεως πρὸς τὸν Ἅγιον, ἴσως διὰ εὐχαριστίας τῆς μεγάλης χάριτος ὁποὺ ἔλαβεν, ἔπεσε κατὰ γῆς, καὶ διελύθη παντελῶς εἰς χῶμα καὶ κόκαλα· ὡς δὲ ταπεινόφρων καὶ τῆς κενῆς δόξης ἀλλότριος ὁποὺ ἦτον ὁ Ἅγιος, ἔβαλεν καὶ εἰς τοῦτο ἐπιτίμιον πρὸς τοὺς ἐκεῖ παρεστῶτας νὰ μὴ φανερώσουν ζῶντος του τὸ γεγονός· παρόμοιον θαῦμα ἔκαμε καὶ εἰς ἕτερον ἀνδρὸς ἀφωρισμένου λείψανον εἰς ἕνα χωρίον τῆς αὐτῆς νήσου Ζακύνθου καλούμενον Καταστάρι.

ρχων τις ἐπίσημος καὶ πλούσιος ἀπὸ τὸ γένος του, προσεκάλεσε τὸν Ἅγιον μίαν φορὰν μὲ συνοδεία καὶ ἄλλων προσώπων χρησίμων ἱερωμένων τε καὶ λαϊκῶν νὰ ὑπάγουν εἰς περιδιάβασιν διὰ θαλάσσης μὲ τὰ δίκτυα, εἰς τόπον παραθαλάσσιον πρὸς τὸ βόρειον μέρος τῆς αὐτῆς νήσου καλούμενον κοινῶς Βόϊδι, ἐκεῖ ὁποὺ εὑρίσκεται ἕνα μοναστηράκι ἐπ᾿ ὀνόματι τῆς Ἁγίας Τριάδος· καὶ ἐμβαίνοντες εἰς τὸ πλοῖον οἱ καλεσμένοι μὲ τὸν καλέσαντα, ἤρχισαν παρευθὺς κατὰ τὴν δεισιδαίμονά τους πλάνην οἱ ἀγροῖκοι ἐκεῖνοι καὶ ἀδιάκριτοι ψαράδες νὰ γογγύζουν ἀποσκεπαστικὰ ἐναντίον τῶν ἱερωμένων ἐκείνων προσώπων (ὡς ἔχει συνήθειαν νὰ κάμῃ ὁ τοιοῦτος μωρὸς λαὸς καὶ ἀπαίδευτος) πιστεύοντες οἱ ἀνόητοι καὶ κακόπιστοι, πὼς ὅταν ἴδωσι ἐκκλησιαστικὸν ἄνθρωπον, δὲν προκόπτει τὸ ἔργον τους τὴν ἡμέραν ἐκείνην, ἀλλὰ μᾶλλον ζημιώνεται, τὸ ὁποῖον πολλὲς φορὲς παραχωρεῖ ὁ Θεὸς καὶ συμβαίνει διὰ τὴν κακοπιστίαν τοὺς καὶ προπέτειαν· φθάσαντες λοιπὸν μὲ τὸ πλοῖον εἰς τὸ Βόϊδι, τὸν διορισμένον τόπον, καὶ ἐξέλθοντες ἔξω εἰς τὴν γῆν, ὑπῆγον εἰς τὸ ῥηθὲν μοναστηράκι, διὰ νὰ ἀναπαυθοῦν καὶ ἑτοιμάσουν τὰ ἀναγκαῖα· οἱ δὲ ψαράδες κατὰ τὴν προσταγὴν τοῦ ἄρχοντος τοῦ καλέσαντος, ὑπῆγον νὰ ψαρέψουν ῥίπτοντες τὰ δίκτυα, καὶ στρεφόμενοι εἰς ὥραν ἱκανὴν κενοί, καὶ ἄμοιροι διόλου ἀπὸ ψάρια, ἐβάρυνον περισσότερον οἱ θηριογνώμονες, αὐξάνοντες τὸν γογγυσμὸν κατὰ τῶν ἱερωμένων τῆς συνοδείας ἐκείνης, ὅθεν ὁ ἄρχων ἐκεῖνος, ὁποὺ τοὺς ἐκάλεσε πρὸς ἀναψυχήν, ἐδείχθη περίλυπος εἰς τοιαύτην κακὴν τύχην· βλέπων αὐτὸν ὁ Ἅγιος, καὶ ζητῶν νὰ μάθῃ τὴν αἰτίαν τῆς λύπης του, ὁ ἄρχων τοῦ τὴν εἶπεν ἁπλῶς, προσθέτων περιπλέον, πὼς τὸ βάρβαρον ἐκεῖνο γένος τῶν ψαράδων ἔχουν τόσην κακοδοξίαν ἐναντίον τῶν ῥασοφόρων προσώπων, ὅταν πηγαίνουν εἰς ἐργασίαν, ὥστε ὁποὺ ἂν ὑπαντήσουν κανέναν μὲ ἱερατικὸν ἔνδυμα, εὐθὺς ἀσύνετα λέγουν, πὼς δὲν ἐπιτυχαίνει ἀμὴ ἀστοχεῖ τὸ ἔργο τους· καὶ διὰ τοῦτο καὶ τώρα φαίνεταί τους, ὅτι διὰ νὰ εἶναι εἰς τὴν συνοδείαν ταύτην πρόσωπα ἱερωμένα, ἔλαβον τοιαύτην ἀστοχίαν εἰς τὴν ψαρικήν τους. Ὁ Ἅγιος λυπούμενος διὰ τὴν ἀθυμία τοῦ ἄρχοντος, μᾶλλον δὲ σκανδαλιζόμενος εἰς τὴν σφαλερὰν γνώμην τῶν ἀπαιδεύτων ψαράδων, προστάσσει νὰ φέρουν τὰ δίκτυα ἔξω εἰς τὴν γῆν, καὶ βάνων ἐπιτραχήλιον, καὶ ἀναγνώσας εὐχὴ ἐπ᾿ αὐτά, τὰ ηὐλόγησεν, ὁμοῦ δὲ καὶ αὐτούς, ἔπειτα τοὺς εἶπεν· ὑπάγετε εἰς τὸν δεῖνα τόπον τῆς θάλασσας (δεῖχνον εἰς αὐτοὺς δακτυλοειδῶς τὸν τόπον) καὶ ἐκεῖ ῥίψατε τὰ δίκτυα, καὶ θέλετε πιάσει ψάρια πολλὰ κατὰ τὴν χρείαν καὶ τὴν ἐπιθυμίαν σας· αὐτοὶ δὲ εἶπον· Δέσποτά μου, ἡμεῖς πηγαίνομεν μὲ τὴν ἁγίαν σου εὐχὴν νὰ σᾶς δουλεύσωμεν σήμερον, ἀλλὰ ὁ τόπος ὁποὺ μᾶς δείχνης, δὲν εἶναι ψαροτόπος, ὅτι ἐκεῖ ποτὲ ψάρι δὲν ἐπιάσαμεν· ἀλλὰ ἡμεῖς ἠξεύρομεν τὰ κατατόπια ἐδῶ τῶν ὀψαρίων, καὶ θέλομεν ῥίψει τὰ δίχτυα ὅπου μᾶς φανεῖ κάλλιον. Ὁ ἀρχιερεὺς θεωρῶν τὴν προπετῆ τους ἀντιλογία λέγει τους ἐπιτιμητικῶς· θέλω κατὰ πάντα τρόπον νὰ τὰ ῥίψητε ἐκεῖ ὅπου ἐγὼ σᾶς λέγω· λέγει καὶ ὁ ἄρχων ἂς γίνῃ τὸ θέλημα τοῦ ἀρχιερέως, καὶ μὴ ἀντιστέκεστε εἰς τὸ πρόσταγμά του· κατὰ τοῦτο ὑπῆγον καὶ στανικῶς ἀμὴ κατὰ τὴν γνώμην τους ἀπελπισμένοι, καὶ ῥίπτοντες τὰ δίκτυα εἰς τὸν προσταγμένον τόπον. Ἐπίασαν τόσας πλήθας πολυειδῶν ὀψαρίων, ὁποὺ μετὰ βίας ἠμπόρεσαν νὰ τὰ σύρουν, καὶ βάλουν εἰς τὸ πλοῖον, τότε ἔκθαμβοι γενόμενοι, εὐθὺς μετέβαλον τὴν ἀπιστίαν εἰς πίστιν, καὶ στρεφόμενοι εἰς τὴν γῆν φέροντες τὴν ἄγραν τῶν ψαρίων ὡς βραβεῖον τοῦ θαύματος, ἔδραμον μὲ φόβον ὁμοῦ καὶ χαράν, καὶ πίπτοντες εἰς τὰ πόδια τοῦ Ἁγίου, ὡμολόγουν μεγαλοφώνως τὸ σφάλμα τους, ζητοῦντες τὴν εὐλογία του· ὁ δὲ πρᾶος καὶ θεῖος ἀνὴρ συγχωρῶν αὐτοὺς καὶ εὐλογήσας, τοὺς ἐνουθέτησε νὰ σέβονται τὸ ἱερατικὸ σχῆμα, καὶ νὰ διώχνουν ἀπὸ τὴν διάνοιά τους τὰς ψυχοβλαβεῖς δεισιδαιμονίας.

χι μόνο τῆς θαυματουργίας τὸ χάρισμα ἔλαβεν, ὁ Ἅγιος ἀπὸ τὸν Θεόν, ἀλλ᾿ ἀκόμη καὶ διορατικὸν εἰς τὸ νὰ γνωρίζῃ τὰ ἀπόκρυφα ἁμαρτήματα, ὡς καθὼς ἐφάνη εἴς τινα ἱερομόναχον ὁποὺ ὑπῆγεν χάριν ἐξομολογήσεως πρὸς αὐτόν. Οὗτος ἦτον ἱερεὺς Ζακύνθιος ὀνομαζόμενος Παγκράτιος, τὴν γονικὴν ἐπωνυμίαν Ἀρβανιτάκης, ὁ ὁποῖος ἀκούων τὰς ἀρετὰς τοῦ Ἁγίου, τὰ θαυμαστά του κατορθώματα καὶ τὴν ἰσάγγελον πολιτείαν του, ὑπῆγε μίαν τῶν ἡμερῶν νὰ ἐξομολογηθῇ εἰς αὐτόν, καὶ τελειώσας τὴν ἐξομολόγησίν του, τὸν ἠρώτησε ὁ Ἅγιος ἂν ἐνθυμεῖται τίποτε ἄλλο νὰ τοῦ εἰπῇ· καὶ αὐτὸς ἀποκριθεὶς τοῦ εἶπε, πὼς δὲν ἐνθυμεῖται· λέγει του ὁ Ἁγιος· ἴδε καλῶς τέκνον μου, μήπως διὰ ἀμέλειάν σου ἔφυγε κανένα ἁμάρτημα ἀπὸ τὴν μνήμην καὶ μείνῃς ἀδιορθωτος· ὅθεν στάσου ὀλίγον, συλλογίσου μὲ τὸν ἑαυτό σου ἂν τύχῃ νὰ ἐνθυμηθῇ κανένα ἄλλο πταίσιμον, ὁποὺ νὰ ἔπραξες; Διότι φαίνεταί μου βέβαια πὼς νὰ μὴν ἔκαμες τελείαν τὴν ἐξομολόγησιν. Στέκεται ὁ ἱερομόναχος, στοχάζεται, λογιάζει μὲ τὴν διάνοιάν του ὀλίγην ὥραν, καὶ ἔπειτα ἀποκρίνεται· Δέσποτά μου πανιερώτατε, δὲν ἠμπορῶ τελείως νὰ ἐνθυμηθῶ ἄλλο τίποτε, μόνο δῶσέ μου τὴν λύσιν διὰ νὰ μὴν πειράζω τὴν ἀρχιερωσύνην σου, τότε βλέπων ὁ Ἅγιος, πὼς ὁ ἐξομολογούμενος ἔμελλε νὰ ἀναχωρήσει χωρὶς νὰ φανερώσῃ τὸ μεγαλύτερον ἀφ᾿ ὅσα ἁμαρτήματα εἶχε καμωμένα ὡς ἄνθρωπος, λέγει ὀλίγον μὲ αὐστηρότητα· δὲν ἐνθυμεῖσαι ταλαίπωρε, πὼς ἱερουργῶν τὴν δεῖνα ἡμέραν εἰς τὴν δεῖνα ἐκκλησίαν, ἀπὸ ἀμέλειάν σου, καὶ ὀλίγην σου προσοχήν, ἔπεσε κατὰ γῆς ὁ τίμιος μαργαρίτης; Ἀκούων τοιοῦτον λόγον ἀπὸ τὸ στόμα τοῦ Ἁγίου ὁ ἱερομόναχος, εὐθὺς τὸ ἐνεθυμήθη, καὶ ἔμεινεν ὅλος ἔντρομος, ἐκπληττόμενος εἰς τὸ διορατικὸν τοῦ Ἁγίου, βλέπων πρὸς τὸ ἀπόκρυφόν του ἐκεῖνο παράπτωμα, ὁποὺ ἄνθρωπος δὲν ἤξευρεν, ὁ Ἅγιος μὲ τοὺς νοεροὺς τῆς ψυχῆς λογισμοὺς τὸ ἐγνώρισε καὶ πίπτων εἰς τὰ ποδάρια του καὶ καταβρέχων αὐτὰ μὲ δάκρυα μετανοίας τοῦ ὁμολόγησε τὸ πταῖσμα καὶ ἐζήτησε τὴν συγχώρησιν· ὁ πνευματικὸς πατὴρ Διονύσιος, ὡς μιμητὴς τοῦ συμπαθεστάτου μας Ἰησοῦ, ἐδέχθη τὴν μετάνοιάν του καὶ διόρθωσιν, ἑρμηνεύων αὐτὸν νὰ προσέχῃ εἰς τὸ ἐρχόμενον, καὶ ὅταν ἱερουργῇ τὴν ἀναίμακτον θυσίαν μὲ φόβον πολὺ καὶ τρόμον, καὶ μὲ περισσὴν εὐλάβειαν νὰ σιμώνῃ εἰς τοιοῦτον βασιλέα ἐπουράνιον εἰς τὸν ὁποῖον οὔτε αὐτοὶ οἱ Ἄγγελοι ἀκλινῶς ἀτενίσαι ἰσχύουσι. Μὲ τοιαύτας νουθεσίας καθοδηγῶν αὐτὸν τοῦ ἔδωσεν τὴν λύσιν, καὶ τὸν ἔπεμψε εἰς εἰρήνην. Εἶναι καὶ ἄλλα ἀξιοδήγητα τοῦ Ἁγίου θαυματουργήματα, ὁποὺ ζῶν ἐτέλεσε, τὰ ὁποῖα σιωπῶμεν διὰ νὰ μὴν βαρύνωμεν τὴν εὐσεβῆ σας ἀκρόασιν, μὲ τὴν μακρολογίαν τοῦ διηγήματος, διότι εἶναι πρέπον νὰ εἴπωμεν καὶ ἐκεῖνα ὁποὺ μετὰ θάνατον ἐθαυματούργησε, καὶ ἐξ ἐκείνων τὰ ἀξιώτερα, ἐπειδὴ εἶναι πολλὰ καὶ ὅλα ἀξιέπαινα.

Πολιτευόμενος ὁ ἅγιος μὲ τοιαύτην διαγωγὴν ἰσάγγελον βίου θεάρεστου καὶ φθάσας εἰς βαθὺ γῆρας φορτωμένος ὡς ἄλλο πολυφόρον δένδρον μὲ τοὺς καρποὺς τῶν φαεινῶν τοῦ ἀρετῶν, ἔφθασεν ὁ καιρὸς νὰ μετεμφυτευθῇ εἰς τὴν γῆν τῶν πραέων· καὶ προγινώσκων τὴν ἡμέραν τῆς μετοικήσεώς του, τὴν ἐφανέρωσεν εἰς τοὺς ἀδελφοὺς τῆς μονῆς, τὰ πνευματικά του καὶ περιπόθητα τέκνα· οἱ ὁποῖοι ἀκούοντες τοιοῦτον θλιβερὸν μήνυμα, μὲ δάκρυα πολυστάλακτα ἔκλαιγον, ἀπαρηγόρητα διὰ τὴν μέλλουσαν στέρησιν τοῦ πνευματικοῦ τους πατρός, καὶ διδασκάλου, τοὺς ὁποίους παρηγορῶν ὁ Ἅγιος, νουθετῶν καὶ εὐλογῶν αὐτούς, καὶ μὲ τὸν τελευταῖον ἀσπασμὸν ἀσπαζόμενος, παρέδωκεν τὴν μακαρίαν του ψυχὴν εἰς χεῖρας τοῦ πλαστουργοῦ του Θεοῦ κατὰ τὸ ᾳχκδ' (1624) ἔτος ἐν μηνὶ Δεκεμβρίῳ ιζ' (17). Τὸ σεβάσμιόν του καὶ τίμιον λείψανον κατὰ τὴν παραγγελίαν τοῦ ἐντίμως, καὶ εὐλαβῶς ἔπεμψαν εἰς τὴν περίφημον μονὴν τῶν Στροφάδων, εἰς τὴν ὁποίαν εἶχε ἐνδυθῇ τὸ μοναχικὸν σχῆμα καὶ εἶχε δοσμένην τὴν μετάνοιάν του. Οἱ δὲ πατέρες ὅσιοι τῆς εὐαγοῦς μονῆς ἐκείνης τὸ ἐδέχθησαν ὡς θησαυρὸν πολύτιμον, καὶ εὐπρεπῶς τὸ ἐνεταφίασαν εἰς μνημεῖον καινὸν εἰς τὸ παρεκκλήσιον τοῦ μεγαλομάρτυρος Γεωργίου, ὁποὺ εἶναι μέσα εἰς τὴν μάνδραν τοῦ αὐτοῦ μοναστηρίου.

Δὲν ἐπέρασε πολὺς καιρός, ὁποὺ πλεονάκις ἐφάνη κατ᾿ ὄναρ εἰς τὸν ἡγούμενον τῆς μονῆς, καὶ εἰς τοὺς ἀδελφοὺς λέγων πρὸς αὐτούς, τί μὲ κρατεῖτε ἐδῶ εἰς τὸν τάφον κεκλεισμένον; Εὐγάλετέ με ἔξω· καὶ συγκοινοῦντες μεταξὺ ἀλλήλων ὁ ἡγούμενος μὲ τοὺς ἀδελφοὺς τὸ ὅραμα τοῦτο, ἔκρουον πὼς νὰ εἶναι θεϊκὴ ἀποκαλυψις· καὶ οὕτω κατὰ τὴν τάξιν τῶν ἱερῶν κανόνων θέλοντες νὰ κάμωσι τὴν ἀνακομιδήν, ἤνοιξαν τὸν τάφον, καὶ εὕροντες ὁλόκληρον, ἀκέραιον καὶ ἀνελλιπὲς τὸ πάντιμον ἐκεῖνο καὶ ἱερὸν λείψανον, μετὰ τῶν ἀρχιερατικῶν του ἐνδυμάτων, μεθ᾿ ὧν ἐνεταφιάσθη, πνέων εὐωδίαν καὶ θαυμάσιον, μὲ ὕμνους καὶ ψαλμωδίας, καὶ πᾶσαν ἄλλης εὐλαβείας ἐπίδειξιν εὐγάνοντες αὐτὸ ἀπὸ τὸν τάφον, τὸ μετέθεσαν εἰς ἡτοιμασμένην λάρνακαν ἔσω εἰς τὸν νάρθηκα τῆς κυριακῆς ἐκκλησίας τῆς θείας τοῦ Χριστοῦ Μεταμορφώσεως.

Τοῦτο τὸ πάντιμον λείψανον εἶναι φυλακτήριον τῆς σεβασμίας ἐκείνης μονῆς, καὶ δὲν παύει νὰ θαυματουργεῖ καθ᾿ ἡμέραν, ἰατρεύων πᾶσαν ἀσθένειαν τῶν πατέρων· διώχνει τὸ πλῆθος τῶν καρποφθόρων ἀκρίδων, ὁποὺ ἐκεῖ συχνὰ πίπτουσι, φθείροντες τὰ γεννήματα τοῦ μοναστηρίου. Λιτανεύοντες οἱ πατέρες εἰς τοιαύτην ἀνάγκην μὲ τὸ ἅγιον λείψανον γύρωθεν τοῦ μοναστηρίου, εὐθὺς ὡσὰν ἀπὸ σκλήραν μάστιγαν διωκόμεναι αἱ ἀκρίδαι ἡνώμεναι εἰς εἶδος νέφους, ὅλαι εἰς τὸν βυθὸν τῆς θαλάσσης καταποντίζονται· πολλὰς φορὰς εἰς καιρὸν ἀνυδρίας, λιτανεύοντες οἱ αὐτοὶ πατέρες εἰς τὸ ἴδιον τρόπον μὲ τὸ αὐτὸ λείψανον (ἂς εἶναι ὅσον θέλει ὁ καιρὸς εὔδιος, καὶ ἡ ἡμέρα ἡλιοστάλακτος) εὐθὺς συννεφιάζει ὁ οὐρανός, καὶ μὲ πολλὰς βροχὰς ποτίζων τὴν διψασμένην γῆν, χαροποιεῖ τοὺς μονάζοντας, πλουτίζων αὐτοὺς μὲ πολλοὺς καρποὺς γεννημάτων.

Εἶχεν ἕνα ὁσπήτι ἀνώγιον μεγάλον εἰς τὴν χώραν τῆς πατρίδος του ὁ Ἅγιος, εἰς τὸ ὁποῖον ἑκατοίκει, ὅταν ἤρχετο ἀπὸ τὸ μοναστήριόν του τῆς Ἀναφωνητρίας εἰς τὴν χώραν· μετὰ δὲ τὸν θάνατόν του τὸ ἔλαβεν εἰς κατοικίαν μὲ ἐνοίκιον ἀπὸ τοὺς κληρονόμους του ἕνας ἄρχων συμπατριώτης του, εὐσεβὴς καὶ γνωστὸς τοῦ Ἁγίου ἐν τῷ βίω· τοῦτο διὰ τὴν παλαιότητα τῆς οἰκοδομῆς ἦτον σχεδὸν χαλασμένον, καὶ ἡ κατάστασίς του εἰς τὰ ὀμμάτια τῶν ἀνθρώπων ἐφοβέριζεν ὄλεθρον, μ᾿ ὅλον τοῦτο ἔστεργε νὰ κάθηται εἰς αὐτὸ διὰ τὴν ἀγάπην καὶ εὐλάβειαν, ὁποὺ εἶχε τοῦ Ἁγίου, καὶ εὐφήμιζε μὲ σέβας πολὺ τὰς πολλάς του ἀρετὰς καὶ θεϊκά του προτερήματα· εἰς δὲ τὸ ἔτος ᾳχξα' (1661), ὁποὺ ὁ Θεὸς διὰ τὰς ἀνομίας τοῦ λαοῦ τῆς πόλεως καὶ νήσου ἐκείνης Ζακύνθου, τοὺς ἐπαίδευσεν ἐπὶ πολλὰς ἡμέρας μὲ δεινοτάτους καὶ βροχεροὺς σεισμούς, καὶ κινδύνους ἀφανισμοῦ, κρημνιζόμενα καὶ πολλὰ παλαιὰ ὁσπήτια, φοβούμενος πολλὰ ὁ ἔνοικος ἐκεῖνος ἄρχων τὸν ἐπικείμενον κίνδυνον, διὰ τὴν διεφθαρμένην κατάστασιν τῆς παλαιοτάτης ἐκείνης οἰκοδομῆς ἠβουλήθη νὰ ἀναχωρήσῃ εἰς παράμερον τόπον τοῦ κατωγίου τοῦ ῥηθέντος ἀνωγίου διὰ νὰ ἔχῃ ἄδειαν πρόχειρον νὰ φεύγῃ ἔξω εἰς κάθε κλόνον καὶ ταραχὴν τῆς γῆς· εἰς τὰ φόβητρα τοῦ καιροῦ ἐκείνου μίαν νύκτα, Ἑλένη ἡ γυνὴ τοῦ ἄρχοντος ἐκείνου καλουμένου Μιχαὴλ τοὐπίκλην Συμμάκη, σεμνοῦ καὶ θεαρέστου βίου ἀμφότεροι ὄντες, βλέπει εἰς τὸν ὕπνον της ἔναν ἀρχιερέα σεμνοπρεπῆ ἡλικίας μετρίας, καθὼς ἦτον ὁ Ἅγιος, πὼς ἀνέβη μὲ τὸν διάκονόν του εἰς ἀνώγι τῆς κατοικίας ἐκείνης, καὶ βαλὼν ἐπιτραχήλιον, καὶ ὠμοφόριον, ἔκαμεν εὐλογητὸν ἔμπροσθεν τῆς εἰκόνος τοῦ Δεσπότου Χριστοῦ, ὁποὺ εὑρίσκετο ἐκεῖ καὶ ἀνέγνωσαν τὴν ἀκολουθίαν τοῦ μικροῦ ἁγιασμοῦ, ἔπειτα ῥαντίσας μὲ τὸ ἁγίασμα ὅλον τὸν οἶκον ἄνω καὶ κάτω ἐσήμωσεν εἰς τὴν ἀρχόντισσαν ἐκείνην καὶ τῆς εἶπε μὲ ἱλαρὸν προσωπον· γύναι μὴ φοβοῦ πλέον· ἐκείνη ἐξυπνήσασα εὐθύς, ἐξύπνησε καὶ τὸν ἄνδρα της, καὶ μὲ φόβον ὁμοῦ καὶ χαράν, τοῦ διηγήθη τὸ ὅραμα, ὁ ὁποῖος ὡς θεοσεβὴς καὶ ἐνάρετος ἔκρινε εὐλόγως, πὼς ἄλλο δὲν ἦτο παρὰ ἡ προστασία καὶ σκέπη τοῦ Ἁγίου Διονυσίου, ὁποὺ ἐπέβλεπεν εὐστόχως εἰς τοιαῦτα φόβητρα μεγάλα τὸν οἶκον ὡς κτῆμα ἐδικόν του, καὶ διεφύλαττε σώους καὶ ἀζημίους τοὺς κατοικοῦντας ἐν αὐτῷ. Ὅθεν θείᾳ χάριτι ἐνδυναμωθεὶς ὁ ἄρχων πανοικεὶ διὰ πρεσβειῶν τοῦ Ἁγίου, οὔτε βλάβην ποτέ, οὔτε ζημίαν ἔλαβε, καὶ εἰς ἄλλους σεισμοὺς μετὰ ταῦτα, ὁποὺ κατὰ καιροὺς ἐσυνέβησαν ἐκεῖ ἀλλ᾿ εἰς αὐτὸν ἔδωκε τέλος τῆς ζωῆς θεοσεβῶς τὸ εὐλογημένον ἐκεῖνο ἀνδρόγυνον.

Μοναχός τις τοῦ αὐτοῦ μοναστηρίου Ματθαῖος ὀνομαζόμενος (ὁ ὁποῖος ἐστάθη ὑποτακτικὸς τοῦ ἁγίου) μίαν νύκτα εὑρισκόμενος ἐκεῖ εἰς τὸ μοναστήριον, τοῦ ἐφάνη ὁ ἅγιος εἰς τὸν ὕπνο του καὶ τοῦ εἶπε· Ματθαῖε, εἰπὲ τοῦ ἡγουμένου Νεκταρίου νὰ φυλάττεται προσεχῶς μὲ τοὺς λοιποὺς τῶν πατέρων, διότι ἀπ᾿ ἐδῶ καὶ ὀχτὼ ἡμέρας μέλλει νὰ γένῃ σεισμὸς μεγάλος, καὶ θέλῃ νὰ γένῃ μεγάλη βλάβη καὶ ζημία εἰς τὸ μοναστηριον· ἐγερθεὶς τοῦ ὕπνου ὁ ῥηθεὶς μοναχός, καὶ στοχαζόμενος αὐτὸ δι᾿ ἁπλοῦν ὄνειρον, δὲν ὡμολόγησεν κανενὸς τὸ ἐνύπνιον. Ὅθεν κατὰ τὴν πρόῤῥησιν τοῦ ἁγίου μετὰ τὴν ὀγδόην ἡμέραν ἔγινε σεισμὸς τόσον μέγας ὁποὺ αἱ περισσότεραι οἰκοδομαὶ τοῦ μοναστηρίου ἔπεσον κατὰ γῆς, καὶ ἄλλαι ἐῤῥάγισαν καὶ μάλιστα ὁ θαυμαστὸς ἐκεῖνος πύργος εἰς τὸν ὁποῖον ἐπάνω σκοπεύων ἕνας ἄλλος μοναχὸς κατὰ τὴν συνήθειαν, ὁποὺ ἔχουν νὰ κάνωσι καθημερινῶς εἰς τὰς φυλακάς, διὰ τὰς ἐπιδρομὰς τῶν παντοπόρων κουρσάρων ἀλλοπίστων, ἔπεσεν ἕνα μέρος τοῦ πύργου, πίπτων μετ᾿ αὐτοῦ καὶ ὁ καλόγηρος, ὁποὺ ἐσκόπευε, κάτω εἰς τὴν μάνδραν, καὶ ἐπικαλούμενος εἰς ἐκεῖνο τὸ αἰφνίδιον συμβεβηκὸς μὲ πίστιν τὴν βοήθειαν τοῦ Ἁγίου (ὢ τῶν μεγίστων θαυμάτων Θεὲ παντοδύναμε) μ' ὅλον καὶ νὰ εἶναι τόσον ὑψηλὰ ὁ πύργος, ἔμεινεν ὅμως ὁ πεσὼν ἀβλαβὴς εἰς δόξαν Θεοῦ, καὶ ἔπαινον τοῦ Ἁγίου, ὁποὺ ταχέως προφθάνει τοὺς αὐτὸν πιστῶς ἐπικαλουμένους.

Εἰς τοὺς ᾳχμε' (1645) ὁποὺ τῶν Τούρκων ἡ ἁρμάδα ἔμελλεν (ὡς ἔτρεχε λόγος) νὰ περάσῃ ἀπὸ τὰ μέρη τῶν Στροφάδων, ὅταν ὑπῆγεν εἰς τὴν Κυδωνίαν πόλιν τῆς Κρήτης, ἤγουν τὰ Χανιά, φοβούμενοι οἱ πατέρες νὰ μὴ τοὺς κακοποιήσουν οἱ Ἀγαρηνοί, παίρνοντες τοῦ Ἁγίου τὸ λείψανον μὲ τὰ ἐπίλοιπα πράγματα τοῦ μοναστηρίου, ὑπῆγον εἰς τὸ ἀντικρὺ νησὶ τῆς Ζακύνθου, διὰ νὰ φυλαχθοῦν παίρνοντες προσέτι καὶ ὅλα τὰ πρόβατα καὶ κτήνη· καὶ φθάνοντες εἰς τὸ μετόχιόν τους, εἰς ὀλίγας ἡμέρας, ἐτυφλώθησαν ὅλα ἀδιαφθόρως· καὶ τοῦτον ἢ κατὰ βασκανίαν τοῦ μισόκαλου δαίμονος, ἢ κατὰ θείαν οἰκονομίαν, διὰ νὰ δοξασθῇ ὁ Ἅγιος. Ὅθεν θλιβόμενοι ὑπέρμετρα οἱ πατέρες εἰς τοιαύτην αἰφνίδιον συμφοράν, δὲν ἠμπόρεσαν νὰ εὕρουν ἄλλο ἰατρεῖον ὠφελιμότερον, εἰ μὴ μόνην τοῦ Ἁγίου τὴν βοήθειαν· ἐπειδὴ ποιοῦντες ἁγιασμόν, καὶ ἐγγίζοντες τὰς χεῖρας τοῦ τιμίου λειψάνου αὐτοῦ, εἰς τὸ ἁγιασμένον ὕδωρ, ἐῤῥάντισαν μὲ αὐτὸ τὰ τυφλωθέντα ζῷα καὶ ὅλα κοινῶς παρευθὺς ἐφωτίσθησαν καὶ ἀνέβλεψαν.

Μία ἀρχόντισσα συγγενὴς τοῦ Ἁγίου ὀνόματι Ἀγγέλα εἰς τὴν ἄνωθεν Ζάκυνθον, ἠσθένησε βαρέως ἀπὸ ἀποπληξίαν, καὶ ὄχι μόνον ἡμίξηρος ἔμεινεν, ἀλλὰ καὶ βουβὴ καὶ ἄλαλος· διὰ τὴν θεραπείαν τῆς ὁποίας δὲν ἔλειψαν οἱ πλέον ἔμπειροι ἰατροὶ νὰ μεταχειρισθῶσιν ὅλην τὴν δύναμιν τῆς ἐπιστήμης, ἀλλὰ εἰς κακὸν ἐκοπίασαν, διότι ὄχι μόνον δὲν ὠφελήθη ἡ ἀσθενὴς ἀρχόντισσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα ἀπελπίσθη τελείως διὰ τὴν ὑγείαν της· τέλος πάντων ἐνθυμηθέντες οἱ συγγενεῖς της, πὼς εἰς τὴν αὐτὴν χώραν εὑρίσκεται ὁ ἐλάχιστος δάκτυλος τοῦ ποδὸς τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου, παρεκάλεσαν νὰ τὸ φέρουν εἰς τὴν οἰκία τῆς ἀῤῥωστημένης, καὶ ἐγγίζοντες αὐτὴν σταυροειδῶς μετὰ πίστεως καὶ εὐλαβείας διὰ χειρὸς ἰατρικῆς εἰς τὸ στόμα καὶ εἰς τὰ ἀπονενεκρωμένα της μέλη (ὢ τοῦ θαύματος) εὐθὺς ἡ ἀφωνία διελύθη, καὶ τὰ ἀκίνητα μέλη ἀνέλαβον τὴν κίνησιν καὶ ἰάθη ὡς τὸ πρότερον.

ἄνωθεν δάκτυλος τοῦ ἱεροῦ λειψάνου ἐπέμφθη ἀπὸ τὸν τότε ἡγούμενον τῆς μονῆς τῶν Στροφάδων εἰς τὴν Ζάκυνθον, πρὸς ἁγιασμὸν τῆς πατρίδος τοῦ Ἁγίου, καὶ παραμυθίαν, καὶ πνευματικὴν ἀγαλλίασιν τῶν συμπολιτῶν του· ἐπειδὴ καὶ ἕνας χριστιανὸς πηγαίνων ἐκεῖ χάριν προσκυνήσεως, καὶ ἀσπαζόμενος τὸ ἅγιον λείψανον, ἔκοψε κρυφὰ διὰ εὐλάβειάν του ἐκεῖνον τὸ δάκτυλον, διὰ νὰ τὸ πάρῃ μαζὶ του· ὁ ὁποῖος θέλων νὰ ἔβγῃ ἀπὸ τὸν νάρθηκα, ὁποὺ ἔκειτο τὸ λείψανο ἠμποδίζετο ἀοράτως. Ὥστε ὁποὺ βλέπων τὸ θαῦμα, ὡμολόγησεν τὴν ὑπόθεσιν εἰς τοὺς πατέρας τῆς μονῆς, ὅθεν ὁ ἡγούμενος πέρνων τὸ δάκτυλον, τὸν ἔπεμψεν ὡς εἴπομεν, εἰς τὴν Ζάκυνθον καὶ οὕτως ἔμεινεν ἐλεύθερος ὁ ἄνωθεν προσκυνητής, καὶ ἀνεμποδίστως ἐβγῆκεν ἀπὸ τὸν νάρθηκα.

Εὑρίσκετο εἰς τὸ μοναστήριον τῶν Στροφάδων, Μεθόδιος ἱερομόναχος ὁ Παντόγαλος ἀπὸ τὸ Ῥέθυμνον τῆς Κρήτης, ἀνὴρ σεμνοῦ καὶ ἐναρέτου βίου, ὅστις ἐχρημάτισε μετὰ ταῦτα καὶ ἡγούμενος τῆς μονῆς τούτου (εἰς καιρὸν ὁποὺ ἦτον σκευοφύλαξ τῆς ἐκκλησίας) ἔδωκέ τις προσκυνητὴς μίαν λαμπάδα διὰ νὰ τὴν ἀνάψῃ ἔμπροσθεν τοῦ Ἁγίου λειψάνου· οὗτος δὲ ἀμελήσας τὸ ἔργον τοῦ φαίνεται κατ᾿ ὄναρ, πὼς ἐμβαίνων εἰς τὸν νάρθηκα τῆς ἐκκλησίας, ὅπου ἦτον τὸ τίμιον λείψανον, ἐστράφη ὁ Ἅγιος, καὶ θεωρήσας αὐτὸν μὲ βλέμμα αὐστηρὸν λέγει του· Σύρε ἀπ᾿ αὐτοῦ· ἐξυπνήσας δὲ ὁ ἱερομόναχος ἔντρομος διὰ τὴν ὅρασιν ἐκείνην, στρέφει τὰ ὀμμάτιά του καὶ θεωρεῖ τὴν λαμπάδα ὁποὺ ἐκρέματο εἰς μίαν ἀγκονὴν τοῦ κελλίου του· καὶ παρευθὺς ἠγέρθη τῆς κλίνης, καὶ ἐπῆρεν τὴν λαμπάδα μὲ φόβον, καὶ εὐλάβειαν, καὶ τὴν ἤναψεν ἔμπροσθεν εἰς τὸ ἅγιον λείψανον ζητῶν ταπεινῶς ἀπὸ τὸν Ἅγιον τὴν συγχώρησιν τῆς ἀμελείας του· καὶ τὴν ἐπερχομένην νύκτα βλέπει πάλιν τὸν Ἅγιον εἰς τὸν ὕπνο του, καὶ ὑψώσας τὴν ἁγίαν του δεξιὰν μὲ ἱλαρὸν πρόσωπον τὸν εὐλόγησε.

Στρεφόμενον τὸ πλοῖον τοῦ μοναστηρίου ἀπὸ τὴν Ζάκυνθον, χριστιανός τις εὐλαβὴς ὀνόματι Ἀναστάσιος ἔδωκεν τῶν πατέρων ὁποὺ ἦτον εἰς αὐτό, μίαν ἄλλην λαμπάδα διὰ νὰ τὴν πάρωσιν πρὸς τὸν Ἅγιον, καὶ λαβόντες αὐτήν, εἶχε πέσει εἰς τὴν θάλασσαν εἰς τὸ ταξείδιον, χωρὶς νὰ τὴν ἰδοῦν αὐτοὶ· καὶ φθάνοντες εἰς τὰ Στροφάδια ἀνεζήτησαν τὴν λαμπάδα, καὶ δὲν ἠμπόρεσαν νὰ τὴν εὕρουν· ὅθεν ὁμογνωμόνως ἐνόμισαν ὅλοι, πῶς νὰ τὴν ἐλησμόνησαν εἰς τὴν Ζακυνθον· ἀλλ’ εἰς ὀλίγην ὥρα σύροντες εἰς τὴν γῆν τὸ πλοῖον, βλέπουν φανερῶς τὴν λαμπάδα ὀπίσω ἀπὸ τὴν πρύμνην του κολλημένην εἰς τὴν καρῖναν, ὁποὺ θαυμασίως ἠκολούθει εἰς ὅλον τὸ ταξείδιον ὡς φαίνεται· ὅθεν οἱ πατέρες θεωροῦντες τὸ θαῦμα ἐδόξασαν τὸν Θεόν, μεγαλύνοντες τὸν θεράποντα Αὐτοῦ θαυματουργὸν Διονυσιον· τὴν δὲ λαμπάδα ἤναψαν κατ᾿ ἔμπροσθεν τοῦ ἁγίου λειψάνου.

κεῖ εἰς τὸ ἴδιον μοναστήριον ἔτυχέ τις ἄνθρωπος ξένος, ὅστις ἐφανερώθη ἐνοχλούμενος ἀπὸ πνεῦμα πονηρὸν καὶ ἀκάθαρτον· τοῦτον βλέποντες οἱ πατέρες δεινῶς βασανιζόμενον, καὶ σπλαγχνισθέντες ἐπ’ αὐτόν, ἔλαβον ἔλαιον ἐκ τῆς κανδήλας τοῦ Ἁγίου, καὶ χρίσαντες αὐτὸν ἀναγινώσκοντες τοὺς ἐξορκισμοὺς τοῦ οὐρανοφάντορος Βασιλείου, ἐλυτρώθη θαυμασίως ὁ δείλαιος, καὶ ἐστράφη ὑγιὴς εἰς τὸν οἶκον του, ὑμνῶν τὸν Κύριον καὶ εὐχαριστῶν τὸν ὅσιον.

Μία ἄλλη σεμνὴ καὶ εὐλαβὴς γυνὴ εἰς τὴν προειρημένην χώραν Ζακύνθου, Ἄγγέλα καὶ αὐτῆς τὸ ὄνομα, μὴ ἔχουσα τέκνον ἀρσενικόν, ἄλλα τέσσαρας θυγατέρας, εἶχε θλῖψιν μεγάλην· διὰ τοῦτο συνομιλοῦσα συχνάκις μὲ τινὰς γυναίκας εὐλαβικὰς συγγενεῖς τοῦ Ἁγίου, ἤκουσεν ἀπὸ αὐτὰς τὴν θεάρεστον πολιτείαν μὲ τὴν ὁποίαν ἔζησεν ὁ Ἅγιος εἰς τὴν γῆν, καὶ τὰ ἐξαίσια θαύματα, ὁποὺ ζῶν, καὶ μετὰ θάνατον κάμῃ εἰς ὅσους μὲ πίστιν καὶ εὐλάβειαν τὸν ἐπικαλοῦνται εἰς βοήθειαν. Πίστει δὲ ἀδιστάκτῳ ὁπλισθεῖσα, καὶ ἔρωτα διακαῆ πρὸς τὸν Ἅγιον τὴν καρδίαν τρωθεῖσα, τὸν ἐπεκαλέσθη μὲ θερμὰ δάκρυα νὰ τῆς χαρίσῃ διὰ τῶν πρὸς Θεὸν ἁγίων του πρεσβειῶν ἕνα παιδίον ἀρσενικὸν πρὸς παρηγορίαν της· καὶ ἀπὸ ταὶς πολλαὶς φοραὶς ὁποὺ τοῦ ἐδέετο, θεωρεῖ μίαν νύκτα εἰς τὸν ὕπνο της ἕνα ἀρχιερέα καὶ τῆς λέγει· τί θέλεις ἀπ’ ἐμὲ καὶ συχνὰ μὲ παρακαλεῖς; Ἐὰν θέλῃς νὰ ἐπιτύχῃς τὴν ἐπιθυμίαν σου, πέμψε εἰς τὰ Στροφάδια διὰ νὰ λάβῃς ἀπὸ τὸ βότανον τὸ καλούμενον ἁμάρακος, ἤγουν μαγγιουράνα, μὲ ἕτερα βότανα τὰ ὁποῖα εὑρίσκονται ὄπισθεν τοῦ Ἁγίου Βήματος τῆς Κυριακῆς ἐκκλησίας· ἐκεῖνα λαμβάνουσα, ποτίσου μὲ αὐτά, καὶ θέλῃ ἐγκαστρωθῇς καὶ γεννήσῃς τέκνον ἀρσενικὸν τὸ ὀρεκτὸν τῆς ψυχῆς σου· καὶ ταῦτα λέγων, τὴν εὐλόγησεν εἰς τὸ πρόσωπον, καὶ ἔγινεν ἄφαντος. Αὐτὴ δὲ ἐξυπνήσασα, καὶ συλλογιζομένη ποταπὸν νὰ ἦτον τὸ ὅραμα, εἶπε μὲ τὸν ἑαυτόν της, ἄλλο δὲν ἠμπορεῖ νὰ εἶναι παρὰ τοῦ ἱεράρχου Διονυσίου ἡ ἐπίσκεψις, ὁποὺ πολλαῖς φοραῖς τὸν παρεκάλεσα διὰ τέκνον ἀρσενικόν, καὶ ἴσως ἐπήκουσεν τῆς ταπεινῆς μου δεήσεως, καὶ μάλιστα ὁποὺ μοῦ ἐνθύμησε τὰ Στροφάδια, ἐκεῖ ὅπου εἶναι τὸ τίμιόν του λείψανον· ὅθεν χωρὶς ἀναβολὴ καιροῦ ἔστειλεν εἰς τὰ ἄνωθεν Στυροφάδια ἕνα της ἀδελφὸν ὀνόματι Γεώργιον, καὶ τῆς ἔφερε μὲ σπουδὴν καὶ ἐπιμέλειαν ἀπὸ τὰ δηλωθέντα βότανα, τὰ ὁποῖα μὲ εὐλάβειαν καὶ θερμὴν πίστιν μεταλαμβάνουσα κατὰ τὴν παραγγελλίαν τοῦ Ἁγίου, εἰς ὀλίγον ἐγκαστρώθη καὶ ἐγέννησεν υἱόν, Ἰωάννη ἐπονομασθέντα εἰς τὸ λουτρὸν τοῦ θείου βαπίσματος, χαριέστατόν τε καὶ εὐφυέστατον, εἰς αἶνον Θεοῦ, καὶ εἰς τιμὴν τοῦ ἱεράρχου αὐτοῦ, ὁποὺ ἀκριβῶς ἐκπληρεῖ τὰς αἰτήσεις τῶν ἐν πίστει αὐτῶν ἐπικαλουμένων.

γουμένευεν εἰς αὐτὴν τὴν μονὴν τῶν Στροφάδων Δανιήλ, ἱερομόναχος τοὐπίκλην Γουρᾶτος ἐκ Μαΐνης, ἀνὴρ σεμνοπρεπής, ὅστις ἐχρημάτισε μετὰ ταῦτα ἀρχιερεὺς τῆς πατρίδος του· οὗτος ἐδίσταζε πολλὰ διὰ τὴν ἁγιότητα τοῦ ἱεράρχου Διονυσίου, καὶ πολλάκις ἔλεγεν μὲ τὸν ἑαυτό του· τάχα ὁ Διονύσιος νὰ εὑρίσκεται εἰς τὸν χορὸν τῶν Ἁγίων, ὡς ἡμεῖς ἐδῶ τὸν ἔχομεν; Τοῦτον τὸν δισταγμὸν καὶ τὴν δυσπιστίαν θέλων ὁ ἐν ἁγίοις θαυμαστὸς Κύριος νὰ διώξῃ ἀπὸ τὴν διάνοιαν τοῦ ἀποροῦντος ἡγουμένου, τοῦ ἐφάνη μίαν νύκτα καμωμένου εἰς τὴν κλίνην του, πὼς νὰ τοῦ ἔκρουσε τὴν θύραν τοῦ κελλίου του ὁ ἐκκλησιάρχης ζητῶν κατὰ τὴν τάξιν τὸ θέλημα διὰ νὰ σημάνῃ τὸν ὄρθρον· εἰς ὀλίγην ὥραν μετὰ τὸ ἐνύπνιον ἐξύπνησεν ὁ ἡγούμενος καὶ στοχαζόμενος πὼς κατ᾿ ἀλήθειαν ἔδωκε θέλημα τοῦ ἐκκλησιάρχου, ἐμέμφετο τρόπον τινα τὸν ἑαυτό του ὡς φιλόϋπνον λέγων· ὢ καὶ πῶς μὲ ἐνίκησεν ὁ ὕπνος, καὶ μὲ ἀποκάρωσεν ὁ ἐχθρός· εἶναι τόσην ὥραν ὁποὺ εἶπον τοῦ ἐκκλησιάρχου νὰ σημάνῃ, καὶ οἱ πατέρες θέλουσι εἶναι συνηγμένοι εἰς τὴν ἐκκλησίαν, καρτεροῦντές με νὰ ἀρχίσουν τὴν ἀκολουθίαν καὶ ἐνδυνόμενος μὲ σπουδὴν ἐκίνησεν εὐθὺς νὰ ὑπάγῃ εἰς τὴν ἐκκλησίαν· ἀλλὰ (ὢ τοῦ παραδόξου θαύματος) φθάσας εἰς τὴν θύραν τῆς εἰσόδου τοῦ νάρθηκος ἡ ὁποία εἶναι ἀντικρὺ τῆς λάρνακος τοῦ τιμίου λειψάνου, βλέπῃ ὀφθαλμοφανῶς τὸν μακάριον ἀρχιερέα Διονύσιον ἱστάμενον ὄρθιον ἔξω τῆς λάρνακος ἐν μέσῳ δύο ἱερέων, ἐνδεδυμένων ἱερατικὰς στολὰς λευκάς, ἔχων ἀκουμβισμένας τὰς χεῖρας του ἐπάνω εἰς τοὺς ὤμους αὐτῶν, καὶ δύο διακόνους ὁμοίους ἐνδεδυμένους διακονικὰς στολάς, ἀπὸ τοὺς ὁποίους ὁ ἕνας ἐνέδυε τὸν Ἅγιον τὴν ἀρχιερατικὴν στολήν, καὶ ὁ ἄλλος ἱστάμενος εἰς τὴν μεσικὴν θύραν τοῦ νάρθηκος ὁποὺ εἶναι κατ᾿ ἀνατολὰς ὡς εἰς ὡραίαν πύλην τοῦ βήματος θυμιάζων τὸν Ἅγιον ἔλεγε τό, ἀγαλλιάσεται ἡ ψυχή σου, καὶ τὰ ἑξῆς· καὶ ὁ ἱερεὺς ὁποὺ ἔστεκεν εἰς τὰ δεξιὰ τοῦ ἱεράρχου, βλέπων ἐκτενῶς τὸν ἡγούμενον Δανιήλ, καὶ σείων ὀλίγον τὴν κεφαλήν του, εἶπεν· ἐπληροφορήθης τώρα, ἢ ἀκόμα ἀμφιβάλλεις; Εἰς τοιαύτην ὑπερθαύμαστον θεωρίαν γενόμενος ἔντρομος, καὶ ἄλλος ἐξ ἅλλου ἀπὸ τὴν ἄμετρον ἔκπληξιν ὁ ἡγούμενος, μὲ φόβον πολὺ ἐσύρθη εἰς τὰ ὀπίσω ἤρεμα μὲ γνώμην νὰ ὑπάγῃ νὰ τὸ ἀναφέρῃ πρὸς τοὺς ἀδελφοὺς τῆς μονῆς· ἀλλ’ εὐγαίνων ἔξω, μεταμεληθεὶς ἐστράφη νὰ ἰδῇ ἀνίσως καὶ ἀκόμα κρατεῖ ἐκείνη ἡ φοβερὰ ὅρασις, καὶ φθάσας εἰς τὴν ἐμπασίαν τοῦ Νάρθηκος, θεωρεῖ τὸν Ἅγιον στρεφόμενον ἀφ᾿ ἑαυτοῦ του ὀπίσω, καὶ ἐμβῆκεν εἰς τὴν ἰδίαν του λάρνακα, καὶ εὐθὺς ἐσβήσθησαν αἱ λαμπάδες, καὶ πᾶσα ἡ φωταγωγία γενόμενοι ἅμα ἄφαντοι καὶ οἱ δύο ἱερεῖς μὲ τοὺς διακόνους, ὁποὺ πρότερον ἐφανίσθησαν. Ὅθεν στρεφόμενος μὲ ἀνεκδιήγητον φόβον εἰς τὸ κελλίον του, ἔστεκεν στοχαζόμενος τὰ ὅσα ὁ Θεὸς τὸν ἠξίωσε νὰ ἰδῇ διὰ νὰ πληροφορηθῇ εἰς τοῦ ἱεράρχου τὴν ἀψευδῆ ἁγιότητα· εἰς ὀλίγην ὥραν ἕπειτα ἔρχεται ὁ ἐκκλησιάρχης κατὰ ἀλήθειαν νὰ τὸν ζητήσῃ θέλημα διὰ νὰ σημάνῃ τὸν ὄρθρον, μὲ τὸν ὁποῖον ἐπῆγεν εὐθὺς καὶ ὁ ἡγούμενος εἰς τὴν ἐκκλησίαν, καὶ γινώσκων αὐτὸν ἄνθρωπον θεοσεβῆ καὶ ἐνάρετον, ἐδιηγήθη τότε αὐτοῦ μόνου τὴν ὀπτασίαν, ὅστις ἦτον καὶ συμπατριώτης του, καλούμενος Ἰωνᾶς· καὶ μετὰ ταῦτα μανθάνοντες αὐτὸ καὶ οἱ λοιποὶ πατέρες, ὑπῆγον ὅλοι μὲ τὸν προεστῶτα εἰς τὴν λάρνακα ὅπου εἶναι τὸ πάντιμον λείψανον, ψάλλοντες καὶ ὑμνοῦντες τὸν Ἅγιον μὲ πολλὴν κατάνυξιν, στερεωθέντος κοινῶς περισσότερον, πὼς ὁ Διονύσιος συνευφραίνεται μὲ τοὺς λοιποὺς τῶν Ἁγίων, ὡς ὄντος Ἅγιος εἰς τὰ κάλλη τοῦ Παραδείσου, καὶ μάλιστα ὁ ῥηθεὶς ἡγούμενος, ὁ ὁποῖος ζητήσας μὲ πᾶσαν ταπεινόφρονα εὐλάβειαν συγγνώμην ἀπὸ τὸν Ἅγιον διὰ τὴν προτέραν του δυσπιστίαν, ἔγινε ἀπὸ τότε μεγαλοφώνως κῆρυξ, μὴ παύων ἀπὸ τὸ νὰ διηγῆται εἰς ὅλους τὴν μεγάλην τοῦ Διονυσίου παῤῥησίαν καὶ ἁγιότητα.

Τὴν θαυμάσιον πολιτείαν καὶ τὰ ὑπερφυῆ θαύματα τοῦ ἱεράρχου μας Διονυσίου, μὲ συντομίαν ὡς ἦτον δυνατὸν διηγήθημεν εἰς δόξαν Θεοῦ, καὶ εἰς αἶνον τοῦ Ἁγίου, καὶ εἰς ὠφέλειαν τῶν ἀκροατῶν, καὶ μὲ ὅλον ὅτι τὰ θαύματα ὁποὺ ἔκαμε καὶ κάμει συνεχῶς εἰς ἐκείνους ὁποὺ μὲ πίστιν τὸν ἐπικαλοῦνται εἰς βοήθειαν, νὰ εἶναι πάμπολλα, ἡμεῖς ὅμως διὰ νὰ φύγομεν τὴν μακρολογίαν, ἐγράψαμε τὰ ἐξαίρετα κατὰ τὴν ὑπόσχεσιν, καὶ πάλιν θέλομεν ἀναφέρῃ πρὸς τὴν ὑμετέραν ἀγάπην τρία ἢ τέσσαρα ἀπὸ τὰ ἀναρίθμητα ὁποὺ καθημερινὰ ἐνεργεῖ ἕως τοῦ νῦν κατὰ τὴν εἰκοστὴν τετάρτην τοῦ Αὐγούστου μηνὸς εἰς τὴν ὁποίαν λαμπρῶς ἑορτάζομεν τὴν ἐπάνοδον τοῦ ἱεροῦ λειψάνου, ὅθεν μετὰ τὸ παρὸν κάνομεν τέλος τῆς διηγήσεως, εὐχαριστοῦντες ὁλοψύχως τὸν Κύριον τὸν δοξάζοντα τοὺς Αὐτὸ δοξάσαντας, πρὸς τὸν ὁποῖον ἂς βάνομεν μεσίτην εἰς κάθε μας χρείαν τοῦτον τὸν θεῖον μας ἱεράρχην ὡς ἔχοντα πολλὴν τὴν παῤῥησίαν, καὶ μετὰ συντετριμμένης καρδίας ἂς ἱκετεύσομεν αὐτὸν λέγοντες.

πάτερ σεβασμιώτατε ἀρχιερέα τοῦ Χριστοῦ Διονύσιε, πρὸς σὲ στρέφομεν καὶ νοῦν καὶ καρδίαν, καὶ παρακαλοῦμέν σε μετ᾿ εὐλαβείας καὶ ἐκ βάθους ταπεινότητος, δέξαι τὰς ἱκεσίας καὶ ὕμνους ὁποὺ σοὶ προσφέρομεν, εἰ καὶ ὑπὸ ἀναξίων ἐξέρχονται χειλέων· γενοῦ προστάτης πρὸς Θεόν, καὶ πρέσβυς θερμότατος, εἰς ὅλους ὁποὺ μὲ πίστιν ἀκραιφνῆ προστέχουν εἰς τὴν κραταιάν σου ἀντίληψιν, καὶ πανηγυρίζουν ἐκ πόθου τὴν πανέορτον μνήμην σου· ἑξαιρέτως δὲ ἱκετεύομεν· σκέπε, καὶ φρούρει τὴν ἠγαπημένην σου πατρίδα Ζάκυνθον, ἐν ᾗ τὸ τρισόλβιόν σου ἐναπόκειται λείψανον, ἡ ὁποία λαμπροφανῶς χαρμοσύνως καταχρέος ἑορτάζουσα χορεύει, σκιρτᾷ, καὶ ἀγάλλεται μυστικῶς εἰς ταύτην τὴν ἔνδοξον ἡμέραν τῆς ἀθανάτου σου μεταστάσεως, ἀπολαμβάνοντες κοινὴν χαρὰν ὅλοι οἱ συμπολῖταί σου, ὡσὰν ὁποὺ ἠξιώθησαν εἰς τοὺς ἐσχάτους τούτους χρόνους, νὰ ἀποκτήσουν τοιοῦτον προστάτην, καὶ φύλακα· ἔτι δὲ οὐρανόθεν καὶ τὴν ἐπὶ γῆς θεοσεβῆ ἐπαρχία σου, τὴν ἐν Κυκλάσιν Αἴγιναν ἐπίσκεπτε καὶ βοήθει τῇ μεσιτείᾳ σου· πρὸς τούτοις δὲ τὴν βασιλικὴν καὶ σεβασμίαν τῶν Στροφάδων Μονὴν διατήρει, καὶ ἐν ὁμονοίᾳ καὶ εἰλικρινῇ ἀγάπῃ περιφύλλαττε τοὺς ἐν αὐτῇ ὁσίους ἀσκουμένους παρακαλῶν τὸν πανοικτίρμονα Θεὸν μὲ τὰς εὐπροσδέκτους σουν ἱκεσίας, ἐδῶ μὲν νὰ μᾶς λυτρώσῃ ἀπὸ κάθε πονηρὸν συνάντημα ψυχῆς τε καὶ σώματος, μετὰ δὲ τὴν πρόσκαιρον ταύτην, παροικίαν νὰ μᾶς κάνῃ μετόχους τῆς οὐρανίου βασιλείας του, ἧς γένοιτο ἐν Χριστῷ τυχεῖν. Ἀμήν.

Τῆς Θεοτόκου. ᾨδὴ ζ'.

Ὁ Εἱρμός. κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον, Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν..

Χαῖρε Θεοῦ πανάγιον τέμενος, χαῖρε δι’ ἧς ἐλύθη παράβασις, χαῖρε βροτῶν τὸ καταφύγιον.

Χαῖρε παστὰς ἀφθόρου νυμφεύσεως, χαῖρε δι’ ἧς ἠνοίχθη Παράδεισος, χαῖρε φαιδρὸν τοῦ ὑψίστου καταγώγιον.

τῶν πιστῶν ἑτοίμη βοήθεια, ἄρτι κἀμοὶ βοήθεια φάνηθι, τῷ ἐκζητοῦντι θερμῶς τὴν σὴν ἀντίληψιν.

Στερέωσον τὸν νοῦν μου τρεπόμενον, τὸν λογισμὸν κλονούμενον ἔδρασον, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῇ σῇ σκέπη Μητροπάρθενε.

Τοῦ ἁγίου, ὁ αὐτός.

Λύει αὐχμὸν ταῖς σαῖς παρακλήσεσι, καὶ ὄμβρον καρποφόρον ὁ Κύριος, ἐκπέμπει οὐρανόθεν παραδόξως, τῇ τῶν Στροφάδων μονῇ.

Οὐ μόνον ζῶντα μάκαρ σε Κύριος, ἀλλὰ καὶ μετὰ τέλος ἐπλούτισε, θαύμασι παμποικίλοις, ὡς πιστὸν αὐτοῦ θεράποντα.

Πληθὺς ἡ τῶν ἀκρίδων ἡ φθείρουσα, Στροφάδων τῆς μονῆς τὰ γεννήματα, εὐχῇ σου δραπετεύει, καὶ βυθῷ καταποντίζεται.

Θεοτοκίον. Οἱ μάγοι τῷ ἀστέρι ἑπόμενοι, σὺν δώροις Περσικοῖς παραγίνονται, ἄνακτα προσκυνῆσαι, τεχθησόμενον Παρθένῳ μητρί.

Ἄλλος.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Οἱ παῖδες Ζακυνθίων συνελθόντες, εὐσεβῶς τιμήσωμεν, τὸν Ἱεράρχην τοῦ Χριστοῦ, Διονύσιον τὸν ἔνδοξον, ἐν τῷ μέσῳ ἐκκλησίας ἀναμέλποντες, ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.

Στροφάδων οἱ μονῶται ἀθροισθέντες, τὸν σοφὸν διδάσκαλον νῦν ἀνυμνήσατε, φαιδρὸς Διονύσιον γεραίροντες, καὶ κυκλοῦντες τὴν αὐτοῦ τιμίαν λάρνακα, Σκῆνος τὸ θεῖον ἀσπάσθητε αἰσίως.

Γεραίρει θαυμασίως σὺν Ζακύνθῳ καὶ Στροφάσιν Αἴγινα ποιμένα θεῖον ἀγαθὸν, σὲ πλουτίσασα πανάριστε, καὶ συμφώνως ἄμα πᾶσαι ἀναμέλπουσιν, ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Ἐγγὴς μὲν σωτηρίας ὁ καιρὸς γενέσθαι, δεῦτε σπεύσωμεν, προθύμως ἅπαντες ἰδεῖν, νηπιάζοντα τὸν Κύριον, γαλουχούμενον τροφῷ Παρθενομήτορι, διὰ τὴν πάντων βροτῶν ἐλευθερίαν.

Καταβασία. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τῆς Θεοτόκου. ᾨδὴ η'.

Ὁ Εἱρμός. ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τιμήσωμεν ἄσμασιν συμφώνως οἱ πιστοί, τὴν στάμνον τὴν πάγχρυσον, καὶ θείαν κιβωτόν, βοῶντες ἀπαύστως χαρμοσύνως αὐτῇ, χαῖρε προστασία τοῦ κόσμου Θεοτόκε.

νάστησον κείμενον, εἰς βάθη με κακῶν, τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐχθρούς, τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, Ἁγνὴ μὴ παρίδῃς, ἀλλ’ οἴκτειρον καὶ σῶσον.

κλῆσις θεόνυμφε ὀνόματος τοῦ σοῦ, εὐφραίνει τὴν φρένα μου, ἡδύνη μου τὸν νοῦν, ψυχὴν ἁγιάζει καὶ τὸ σῶμα πτεροῖ, αὐτῇ γὰρ καυχῶμαι καὶ ζῶ καὶ πνεώ κόρη.

Μαρία πανύμνητε, ἀγγέλων ἢ χαρὰ, βροτῶν ἡ ἀνάκλησις ἐλπὶς χριστιανῶν, χαρᾶς αἰωνίου καταξίωσον, τοὺς σὲ ἀνυμνοῦντας εἰς πάντας τοὺς αἰώνας.

Τοῦ ἁγίου, ὁ αὐτός.

μνοῦντάς σε ἅγιε, ζεούσῃ τῇ ψυχῇ, κινδύνων ἀπάλλαξον, παντοίων σαῖς λιταῖς, βραβεύων τοῖς πᾶσιν, ἐν τῷ βίῳ τῷ νῦν, τὰ πρὸς σωτηρίαν αἰτήματα, τρισμάκαρ.

Λευχείμονας θύτας μέν, ἐδόκει Δανιήλ, ὁρᾷν παριστάναι σοι, καθ’ ὕπαρ ἐναργῶς, ὅθεν ἀδιστάκτῳ, ὡμολόγει φθογγῇ, ἅγιόν σε εἶναι, Διονύσιε μάκαρ.

ρᾷ ἐν ὁράματι σὲ πάτερ τὶς γυνή, αὐτῇ τέξειν φάσκοντα, υἱὸν ὡς εὐλαβῶς ᾐτήσατο ἥτις συλλαβοῦσα ταχύ, ἄρσεν τέκνον τίκτει, ὡς ἡ ἐπαγγελία.

Θεοτοκίον. Υἱὸν Μήτηρ ἄνανδρος, ἐγγίζει τοῦ τεκεῖν, καὶ μάγοι πορεύονται, ἐκ χώρας τῶν Περσῶν, αὐτὸν προσκυνῆσαι, ὡς Θεὸν τοῦ παντός, εἰ καὶ βροτωθέντα, ὁρῶσιν ἐν σπηλαίῳ.

Ἄλλος.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ήματα χρηστὰ ἐκ θείου στόματός σου, πάντες ἤκουον τοῦ σοῦ ποιμνίου, ἤθη δὲ ἐρύθμιζον θεαρέστως σῇ διδαχῇ τῷ Θεῷ εὐαρεστοῦντες ὡς ἦν δυνατὸν, διὸ ἀγαλλόμενοι ἐδόξαζον τὸν σοφὸν αὐτοῖς ποιμένα δωρησάμενον, ἐν ἀρχιερεῦσι Διονύσιον μέγαν.

Αἴγινα πλουτήσασα μὲν ἐν τῷ βίῳ, νῦν δοξάζεισε καὶ μετὰ πότμον, ποιμὴν γὰρ ἀπόλεκτος προκεχείρισε ἐν αὐτῇ ἐκλεκτὸς δὲ καὶ Θεῷ προσφιλέστατος, διὸ γηθοσύνως σκιρτᾷ κράζουσα, σοῦ τιμῶμεν πάντες τὴν πάνσεπτον, καὶ δεόμεθά σου μνημόνευε σῶν δούλων.

Εἶδεν ἐναργῶς πόλιν ἐν Ζακύνθῳ, τῆς πανάγνου σὸν ἄϋλον βίον, Ἀναφωνητρίας μὲν ἡ ἐν ὄρεσιν ὑψηλοῖς καὶ ἐκήρυξε τεράστια μεγάλα τὰ σὰ ἀνθ’ ὧν ἑορτάζει τὴν μετάστασιν, εὐλογίαν αἰτοῦσα τὴν σὴν σεβάσμιε, πέμψαι οὐρανόθεν τοῖς ἐν αὐτῇ οἰκοῦσιν.

Θεοτοκίον. Ῥύπον τῆς δεινῆς πρόπαλαι ἁμαρτίας, ἤδη ἔρχεται Χριστὸς καθάραι, μάγοι δὲ συνέρχονται δῶρα φέρειν ἐκ τῶν Περσῶν, καὶ ὁρῶντες τὴν Παρθένον προσκυνοῦσιν αὐτὴν εἰς ἣν ἀτενίζοντες κραυγάζουσαι, χαῖρε γένους γηγενῶν κόρη διάσωσμα, σὲ ὑμνολογοῦσιν αἱ γενεαὶ νῦν πᾶσαι.

Καταβασία. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου. ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

Χαῖρε αὐτὴ μυστικὴ ἐπιδείξασα τὴν λαμπροφόρον ἡμέραν τοῖς σύμπασι, χαῖρε θεῖον σκήνωμα τοῦ Θεοῦ Πανάμωμε, τοῦ οὐρανοῦ καὶ τῆς γῆς χαῖρε Κυρία, χαῖρε Παρθένων τὸ περίδοξον καύχημα.

Τὴν εὐθαλὴ καὶ κατάκαρπον ἄμπελον ὕμνοις πιστοὶ καταστέψωμεν λέγοντες, χαίροις ἡ βλαστήσασα βότρυν ὡραιότατον, τὸν κατευφραίνοντα πάντας τὰς καρδίας, καὶ τῆς κακίας τὴν μέθην ἐξαίροντα.

Θράσος καὶ τόξα καὶ δόρατα σύντριψον, καὶ τὴν ἰσχὺν παντελῶς ἐξαφάνισον, καὶ εἰς τέλος ὄλεσον, Παναγία Δέσποινα, τῶν ἀλαζόνων ἐχθρῶν, τῶν μὴ τιμώντων, καὶ προσκυνούντων τὴν θείαν εἰκόνα σου.

Σύ μου ἐλπὶς, ἐλπὶς ἀκατέσχυντος Πάναγνε, σύ μου καὶ φῶς καὶ παράκλησις Δέσποινα, σύ μου καὶ ἀντίληψις σύ μου καὶ ζωὴ καὶ σωτηρία σύ μου ψυχῆς καὶ τοῦ σώματος φύλαγμα.

Τοῦ ἁγίου, ὁ αὐτός.

Κλέος Ζακύνθου σοφὲ Διονύσιε, φρουρεῖν ἡμᾶς μὴ ἐλλίπῃς ἀπήμονας, ταῖς πρὸς τὸν Δεσπότην σου, ἱεραῖς δεήσεσιν, ἐκ πάσης νόσου κακώσεως καὶ βλάβης, σὲ γὰρ προστάτην θερμὸν πεπλουτήκαμεν.

ήματι σῷ ἁλιεῖς ὑπακούσαντες, πληθὺν ἰχθύων εὐθὺς ἐσαγηνεύσαν, καὶ ὁρῶντες ἔφριξαν, πῶς καὶ φύσις ἄλογος, τῷ σῷ ὑπεῖξε κελεύσματι, διόπερ, δοῦλον Θεοῦ σὲ ἐπέγνωκαν γνήσιον.

Πάντων βροτῶν ἐμαυτὸν οἷδα χείρονα, καὶ γὰρ αἰσχρῶς τὴν ζωὴν ἐδαπάνησα, ὅθεν μοι τολμήσαντι, ὕμνους προσενέγκαι σοι, σὺγγνωθι πάτερ καὶ δίδου σαῖς πρεσβείαις, καλῶς βιῶσαι ζωῆς τὸ ὑπόλοιπον.

Θεοτοκίον. Τὸν ἐκ πατρὸς μὲν ἀμήτορα πέλοντα, δίχα πατρὸς ἡ Παρθένος ἐπείγεται, τοῦ τεκεῖν ὡς νήπιον, οὕπερ τὴν γενέθλιον, ἡμέραν πάντες εὐξόμεθα προθύμως, ἀξιωθῆναι ἰδεῖν ἁγνοῖς ὄμμασι.

Ἄλλος.

Ὁ Εἱρμός. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

ώρακε, θαῦμα φρικτὸν ὁ διάκονος Δανιὴλ, ἱμάτια, ὄμβρω ἐν τῇ ὀδῳ μὴ ὑγράναι σου πάντως θεόφρων, διὸ ἐκπλαγεὶς Θεὸν ἐδόξαζε, τρανῶς ἐπὶ γῆς, σὲ θαυμαστώσαντα ἀοίδιμε.

σάγγελον, βίον ἐν γῇ μὲν ἐξήσκησας, οὐρανὸν δὲ ἔφθασας, ἔεθα παρεστηκὼς σὺν ἀγγέλοις τῇ θείᾳ Τριάδι τὰ νῦν ἀναμέλποις τὸν τρισάγιον ὕμνον ἀγγελικῶς, φαιδρῶς ἐκεῖ συναυλιζόμενος.

φύμνιον, δέξαι κλεινὲ Διονύσιε, ὑμνητοῦ ὑμνήσαντος, θείας σου ἀρετὰς, ἐκ βαθέων, καὶ πρέσβευε πάτερ, Χριστὸν τὸν δοξάσαντά σε Κύριον, ἐμὲ ἀγαγεῖν, εἰς βασιλείαν τὴν οὐράνιον.

Θεοτοκίον. Πανάχραντε, κόρη Υἱὸν μὲν ἡ μέλλουσα, ἐκτεκεῖν θεάνθρωπον, γένους τοῦ ἐξ Ἀδὰμ τὸν Σωτῆρα, σὺν τῷ ἱεράρχῃ, οὗ μνήμην τὴν ἐτήσιον γεραίρομεν πιστοὶ εὐσεβῶς, εἰς ἡμῶν σωτηρίαν ἱκέτευε.

Καταβασία. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλαριον. Γυναῖκες ἀκουτίσθητε.

Ζάκυνθος καὶ Αἴγινα, καὶ ἡ Στροφάδων ἅπασα, ὁμήγυρις μοναζόντων, ἀξίως ἀνευφημοῦσι, τὸν θεῖον Διονύσιον, κλεινὸν κοινὸν ὑπέρμαχον, φωστῆρα τὸν ἐκλάμποντα, θαυματουργίαις τοῖς πᾶσι, θερμῶς αὐτὸν καλουμένοις.

Ἕτερον. Ὅμοιον.

γάπη σὲ ἀνύψωσεν, εἰς ἐφετῶν ἀκρότατον, καὶ τῷ Θεῷ ἐνωθέντα δοξάζει σε εἰς αἰῶνα, ὅθεν ἀγάπης ἄγαλμα, ἡ ἐκκλησία μέλπει σε πάνσεπτε Διονύσιε, καὶ κόσμος ἀνακηρύττει σὲ μεγαλύνων ἀπαύστως.

Προεόρτιον. Ὅμοιον.

οἰκουμένη χόρευε, ἀκουτισθεῖσα σύμπασα, δόξασον μετ’ ἀγγέλων, καὶ ἀγραυλούντων ποιμένων, Θεὸν τὸν τεχθησόμενον, ἐν Βηθλεὲμ ὡς νήπιον, δι’ οἶκτον πρὸς τὸν ἄνθρωπον, ὂν ἐπλασε κατ’ εἰκόνα, καὶ ἐγερεῖ πεπτωκότα.

Εἰς τοὺς Αἴνους Ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν τὰ παρόντα προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Κατὰ χρέος συνέλθωμεν, τῆς Ζακύνθου οἱ ἔκγονοι, ἑορτὴν πανίερον ἑορτάζοντες, πνευματικῶς ἀγαλλόμενοι, ὡς ἄφθαρτον ἄσυλον, εὐσεβείας θησαυρόν, κεκτημένοι πολύτιμον, ἐν πατρῴᾳ γῇ· διὸ ὕμνους προπέμψωμεν Κυρίῳ, τῷ ἡμῖν δωρησαμένῳ, πλοῦτον πολύολβον ἄνωθεν.

Θησαυρὸς ὂν κεκτήμεθα, Διονύσιος πέφυκε, τῆς Ζακύνθου βλάστημα ἱερώτατον, διὸ συμφώνως Ζακύνθιοι, αὐτῷ ἐκβοήσωμεν· Χαῖρε δόξα καὶ τιμή, τῆς πατρίδος πολύδοξε, Διονύσιε· χαῖρε στήριγμα στέφος εὐπατρίδων· χαῖρε σκέπη ὀρθοδόξων, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Τῆς Αἰγίνης τὸ ποίμνιον, ἐπιστεύθης θεόληπτε, καὶ καλῶς ἐποίμανας θείῳ Πνεύματι, διὸ ποιμένα θεάρεστον, σὲ γνοὺς πιστῶν σύλλογος, πανδημεὶ Αἰγινητῶν, νῦν φαιδρῶς ἑορτάζει σου, τὸ μνημόσυνον, καὶ ἡμῖν ἐπαλληλως συγχορεύει, τοῖς γεραίρουσιν ἐκ πόθου, τὴν σεβασμίαν σου κοίμησιν.

ντολῶν τοῦ Κυρίου σου, τὴν κυρίαν ἐλαμπρυνας, τὴν ἀγάπην ἔργοις σου καὶ γὰρ κτείνοντα, σοῦ τὸν αὐτάδελφον ἀδελφόν, ἐνόμισας ἄκακε, παρορῶν τὸ ἑαυτοῦ, ἀνομώτατον ἔγκλημα, μᾶλλον δ’ εὐμενῶς, σωτηρίας τὴν τρίβον ἐκδιδάσκων, φιλανθρώπως τὰ πρὸς χρείαν, αὐτῷ παρέσχες μακάριε.

Δόξα. Ἦχος πλ. δ'.

ορτὴν χαρμόσυνον, ἑορτάζει σήμερον Ζάκυνθος, ὦ φιλέορτοι, ἱεράρχου καινοῦ μνήμην τελοῦσα, Διονυσίου τοῦ ἐξ αὐτῆς ἀνατείλαντος, καὶ συγκαλεῖται τάς φίλας πόλεις καὶ νήσους, τάς γείτονας, Κεφαλληνίαν καὶ Κέρκυραν· τὴν μὲν ὡς ἐν τοῖς ἄλλοις οἷς κέκτηται, Σπυρίδωνα αὐχοῦσαν τὸν πολυθαύμαστον, τὴν δὲ ὡς τὸν θαυματουργὸν πλουτοῦσα νέον Γεράσιμον, συνευφρανθῆναι πνευματικῶς, καὶ πανηγυρίσαι θεοπρεπῶς· μεθ’ ὧν καὶ ἡμεῖς ψάλλοντες εἴπωμεν· ὁ ἐν ἁγίοις θαυμαστὸς Κύριος, ταῖς αὐτῶν ἱκεσίαις, τὰ ἐπὶ γῆς τῶν ὀρθοδόξων συστήματα, ἐκ παντοίων κινδύνων λύτρωσαι, καὶ τῆς οὐρανίου βασιλείας ἀξίωσον ὡς Φιλάνθρωπος.

Καὶ νῦν. Ὁ αὐτός.

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, καὶ ἐκ τοῦ κανόνος τοῦ ἁγίου ᾨδὴ γ'. καὶ ς'.

Ὁ Ἀπόστολος.

Προκείμενον.Ἦχος α'. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. ζ'. 26-28. η'. 1-2.]

δελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ Ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ,ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.

Ἀλληλούϊα. Ἦχος β'. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει. Στίχ. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην [ι'. 9-16.]

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα··δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ··ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον [ἔσται δίκαιος. λληλούϊα].

Μεγαλυνάριον.

Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης, καὶ Στροφάδων μέγας φρουρός, χαίροις Ἐκκλησίας, φωστὴρ νέος τρισμάκαρ, ἀρχιερέων κλέος ὦ Διονύσιε.

Ἕτερον.

Μένων ἐν ἀγάπῃ ἐν τῷ Θεῷ, ἔμεινας θεόφρον καὶ σὸν κτείναντα ἀδελφὸν, ἐνθέως ἐφείσω, τῇ πρὸς Θεὸν ἀγάπῃ, διὸ Χριστῷ συγχαίρεις νῦν Διονύσιε.

Ἕτερον.

Χαίροις τῆς Ζακύνθου θεῖος βλαστὸς, καὶ μονῆς Στροφάδων, ὁ ἀκοίμητος ὀφθαλμὸς, χαίροις τῆς Αἰγίνης ὁ μέγας ἀντιλήπτωρ, ἀρχιθυτῶν ἡ δόξα, ὦ Διονύσιε.

Источникъ: Ακολουθία και βίος του εν αγίοις πατρός ημών Διονυσίου αρχιεπισκόπου Αιγίνης και προστάτου Ζακύνθου του θαυματουργού. Ψαλλομένη τη 17 Δεκεμβρίου έν ή τελείται η μνήμη αυτού. — Εν Πάτραις: Βιβλιοπωλείον "Ο Κάδμος" Β. Π. Σεκοπούλου, 1875. — 42 σελ.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0