Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - понедѣльникъ, 18 декабря 2017 г. Сейчасъ на порталѣ посѣтителей - 7.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΣΤ'.
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μοδέστοῦ, πατριάρχου Ἱεροσολύμων τοῦ θαυματουργοῦ.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
[Εἰς τὸ Κύριε ἐκέκραξα,] ἱστῶμεν Στίχους δ'. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Σὺ τῶν Ἀγγέλων ὑπάρχεις τὸ ἀγαλλίαμα, Ἀρχιερέων δόξα, καὶ μαρτύρων ἀκρότης, Μόδεστε τρισμάκαρ· διόπερ τὴν σήν, τοὺς γεραίροντας ἄθλησιν, καὶ ἐκτελοῦντας τὴν μνήμην ᾀσματικῶς, πάσης νόσου ἐλευθέρωσον.

Τοὺς συνελθόντες ἐν πίστει τῷ ἱερῷ σου ναῷ, καὶ ἐν παννύχοις ὕμνοις, ἐκτελοῦντας σὴν μνήμην, κινδύνων ἀνωτέρους σαῖς πρὸς Θεόν, ἱκεσίαις ἀνάδειξον, Ἱεραρχῶν καὶ Μαρτύρων ἡ καλλονή, Μόδεστε, ἀξιοθαύμαστε.

Τῶν οὐρανίων τὰ κάλλη κατοπτριζόμενος, τῶν ἐπὶ γῆς ῥεόντων, εἰς οὐδὲν ἐλογίσω· ὅθεν καὶ ἀνέπτης χαρμονικῶς, ἔνθα φῶς τὸ τρισήλιον, καὶ ἐκομίσω τῶν πόνων τὰς ἀμοιβὰς ἱερόαθλε μακάριε.

Δόξα. Ἦχος β'.

Τὸν φωστῆρα τὸν θεολαμπῆ, τὸν τοῦ κόσμου, λύχνον καὶ εἰς Ἱερουσαλὴμ τὸν τρισμέγιστον Πρόεδρον, Μόδεστον εὐφημήσωμεν. μετὰ Ἀγγέλων γὰρ ἀγάλλεται, λαβὼν τὸ στέφος τῆς ἀφθαρσίας, παρὰ τοῦ μόνου Θεοῦ, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. [Θεοτοκίον.]

Τὴν πᾶσαν ἐλπίδα μου [εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου].

Εἰς τὸν Στἰχον, Στιχηρὰ προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Χρίσματι ἱερῷ, καὶ αἵματι ἁγίῳ, τὴν Ὀρθόδοξον πίστιν, Μόδεστε, τοῦ Κυρίου, ἐστήριξας πανεύφημε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, [ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ].

Τῆς Ἱερουσαλήμ, τῆς ἄνω καὶ τῆς κάτω, ποιμήν τε καὶ οἰκήτωρ, τοῦ βίου σου ἀκτῖσι, Μόδεστε, ἀναδέδειξε.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε [ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Λύτρωσαι τῶν δεινῶν, κινδύνων ἡμᾶς πάντας, Μόδεστε δυσωποῦμεν, ὡς ἄριστος προστάτης, ἡμῶν καὶ φύλαξ ἄγρυπνος.

Δόξα. Ὅμοιον.

Τριάδα τὴν σεπτήν, τὸν ἕνα Θεὸν μόνον, ἐδίδαξας πιστεύειν, καὶ ὑπὲρ τούτου, Πάτερ, τὸ αἷμά σου, ἐξέχεας.

Καὶ νῦν. Θεοτοκίον.

Οἶκος τοῦ Ἐφραθᾶ, ἡ πόλις ἡ ἁγία, τῶν Προφητῶν ἡ δόξα, εὐτρέπισον τὸν οἶκον, ἐν ᾧ τὸ θεῖον τίκτεται.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

σίως τὸν βίον σου διαπεράνας σοφέ, ποδήρει κεκόσμησας, Ἱερωσύνης φαιδρῷ, Ἱερόαθλε Μόδεστε· ὅθεν καὶ ἐναθλήσας προθυμώτατα πάτερ· νῦν ἐν ἀγαλλιάσει τῷ Χριστῷ συναγάλλῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.

Δόξα, καὶ νῦν. Θεοτοκίον. Καὶ Ἀπόλυσις.



ΕΝ ΔΕ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
[Τὸ Μακάριος άνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα,] ἱστῶμεν στίχους η'. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

ν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς εὐφημήσωμεν, τὸ σεπτὸν κειμήλιον τοῦ Θεοῦ ἡμῶν, Πατριαρχῶν τὸ θησαύρισμα, μαρτύρων τὸ καύχημα, καὶ παθῶν ἐκμειωτήν, τῶν δαιμόνων ἀντίπαλον, καὶ συνόμιλον, τῶν ἁγίων Ἀγγέλων, τῆς τε ἄνω καὶ τῆς κάτω Σιὼν δόξαν, τὸν θεῖον Μόδεστον σήμερον. [Δίς.]

ερέων ὁ σύλλογος, μοναζόντων τὸ σύστημα, δεῦτε εὐφημήσωμεν θείοις ᾄσμασι, τὸν Ἱερόαθλον Μόδεστον, τὸ ἄνθος τῆς φύσεως, τῶν πιστῶν τὴν καλλονήν, καὶ τὸν στύλον τῆς πίστεως τὸν ἀκράδαντον, τὸν φυλάττοντα πάντας ἐκ παντοίων νοσημάτων καὶ ποικίλων, βροτοῖς καὶ κτήνη ἐκθλίψεων. [Δίς.]

Τὸν ποιμένα τὸν ἄριστον, Ἐκκλησίας ἑδραίωμα, τὸν Ἱερομάρτυρα θεῖον Μόδεστον, ᾀσματικῶς ἀνυμνήσωμεν, βοῶντες γηθόμενοι, ἡμῶν σκέπη κραταιά, μὴ παρίδῃς τοὺς δούλους σου, ἀλλὰ πρόφθασον, ἐξελέσθαι κινδύνων, σοὺς ἱκέτας, καὶ παντοίας ἀλγηδόνος, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου. [Δίς.]

ερέων ἐν χρίσματι, καὶ μαρτύρων ἐν αἵματι τῷ Θεῷ προσήγαγες τελεώτατα, σαυτὸν ὡς θῦμα εὐπρόσδεκτον, ἀοίδιμε Μόδεστε, ἱερέων ἡ κρηπίς, καὶ ἡμῶν τὸ προσφύγιον, τῶν τελούντων σου, τὴν πανσέβαστον μνήμην ἐτησίως, καὶ τιμώντων θείοις ὕμνοις, τὴν φωταυγῆ καὶ πανσέβαστον. [Δίς.]

Δόξα. Ἦχος β'.

Δεῦτε φιλομάρτυρες πάντες τὸν Χριστοῦ ἱερομάρτυρα Μόδεστον, ὕμνοις τιμήσωμεν· τῶν γὰρ τυράννων τὰς ἀπειλὰς ὡς οὐδὲν λογισάμενος, καρτερία τὸν στέφανον παρὰ Χριστοῦ ἐκομίσατο· ᾧ καὶ νῦν παριστάμενος, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὴν ἱερὰν αὐτοῦ, καὶ πανσέβαστον ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, [τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως, Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν].

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, [τὸ Προκείμενον τῆς ἡμέρας,] καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. δ'. 7.]

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. [Κεφ. μγ'. 9.]

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ· γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔοται· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων· ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Εἰς τὴν Λιτήν. Ἦχος α'.

ερομάρτυς Μόδεστε ἔνδοξε· τῆς ἀγάπης τοῦ Χριστοῦ σὲ οὐ πῦρ, οὐ μάστιγες, οὐδὲ ξίφος χωρίσας ἴσχυσαν· ἀλλ’ ἀνδρείως ἐν μέσῳ τοῦ σταδίου, τὰ τῶν εἰδώλων σεβάσματα κατέστρεψας θεόφρον· ἐκτενῶς πρεσβεύων μὴ παύσῃ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

Μαρτυρικοῖς πόνοις ὡραϊσθείς, καὶ Ἀρχιερατικοῖς χρισθεὶς χρίσμασι, δοχεῖον τῆς ὑπερφώτου ἐδείχθης Τριάδος, ὑπὲρ ἧς καὶ τὸ αἷμά σου προθύμως ἐξέχεας Μόδεστε πανεύφημε· διὸ ὡς παρ’ αὐτῆς τρίπλοκον ἀμαράντινον στέφανον λαβὼν, καὶ παῤῥησίαν ἔχων, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος δ'.

γγελικὸν βίον, ἐν γῇ ἐπιδειξάμενος Ἱερομάρτυς Μόδεστε, ψήφῳ Θεοῦ τὴν ποιμαντικὴν ῥάβδον ἐνεχειρίσθης, καὶ ἐν καθέδρᾳ Ἀρχιερέων καθήσας, τὸν Κύριον τοῖς ἐνθέοις ἔργοις σου ἐδόξασας· διόπερ καταντήσας εἰς μάνδραν οὐράνιον, ἔνθα ὁ πρῶτος ποιμὴν καὶ μέγας Ἀρχιερεύς, ἀπαύστως τὴν ὑμνῳδίαν αὐτῷ ἀναπέμπων, εἰρήνην τε καὶ κινδύνων ἀπαλλαγὴν τοῖς ὑμνηταῖς σου βραβεύων ταῖς πρεσβείαις σου.

Ἦχος πλ. β'.

Τῷ ἱστίῳ τοῦ Ἁγίου Πνεύματος, ἱερομάρτυς Μόδεστε, ἡ ψυχή σου πτερωθεῖσα, τῶν αἰκισμῶν διέπλευσεν ἀβρόχως τὸ χαλεπὸν κλυδώνιον, καὶ περιχαρῶς κατέλαβε λιμένας τοὺς ἐπουρανίους· ὅθεν παριστάμενος τῷ θρόνῳ τῷ Δεσποτικῷ, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν ἀεισέβαστον μνήμην σου, τῶν σωματικῶν ἀλγηδόνων ῥυσθῆναι καὶ τυχεῖν τῆς ἄνω δόξης, εὐπροσδέκτοις πρεσβείαις σου.

Δόξα. Ἦχος πλ. α'.

παμφαής σου σήμερον ἀνέτειλε μνήμη Μόδεστε, ὡς Ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δαδουχεῖ τὰ ἰάματα, νόσους ἀποσοβοῦσα ἀνθρώπων, καὶ πάθη κτηνῶν θεραπεύουσα· ἱκετεύει οὗν ἀεὶ ὡς ἰατρός, παρεστηκὼς τῷ θρόνῳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

[Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν].

Εἰς τὸν Στίχον. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Σκεῦος ἐκλογῆς σε προϊδών μάκαρ ὁ ἐτάζων καρδίας, καὶ βλέπων κρύφια, ἄξιον καθέστηκε, ποιμένα θειας Σιών, ἣν πανσόφως κατήρδευσας διδάγμασι θείοις, καὶ καρπὸν σωτήριον αὐτῶν ἐξήνεγκας, Μόδεστε, τῆς πίστεως ὄντως, καὶ τῷ αἵματί σου προθύμως, τέλος ἀπεσφράγισας θεόσοφε.

Στιχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, [καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται].

Δεῦτε Ἱερέων ἡ πληθύς, καὶ Ἀρχιερέων οἱ δῆμοι, Πατριαρχῶν ἡ κρηπίς, ἄσμασι τιμήσωμεν, τὸν Ἱεράρχην Χριστοῦ, τὸν τὴν πλάνην πατήσαντα, καὶ νίκης λαβόντα, στέφανον ἀκήρατον, παρὰ Χριστοῦ τοῦ Θεοῦ, οὗπερ παρεστὼς νῦν τῷ θρόνῳ, νέμει δαψιλῶς τὰς ἰάσεις πᾶσι, καὶ πταισμάτων ἀπολύτρωσιν.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται [δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Οἶκον ἀπετέλεσας σαυτόν, Πνεύματος Ἁγίου τρισμάκαρ, καθάρας σοῦ τὴν ψυχὴν καὶ τῷ θείῳ χρίμασι Ἀρχιερεὺς, γεγονώς, ποδηγέτης τε ἔνδοξε λαοῦ καὶ προστάτης, τοῖς ἐπιτελοῦσί σου τὴν θείαν ἄθλησιν, αἴτησαι παμμάκαρ δοθῆναι, λύσιν τῶν δεινῶν σαῖς πρεσβείαις, καὶ ἁμαρτημάτων τὴν συγχώρησιν.

Δόξα. Ἦχος γ'.

Σήμερον, ἡ γωταυγὴς ἀνέτειλε μνήμη σου, τρισμέγιστε Ἱερομάρτυς Μόδεστε, φωτίζουσα τὰς τῶν πιστῶν διανοίας, ταῖς μαρμαρυγαῖς τῶν θαυμάτων σου· ἐν ᾗ τῷ πανσέπτῳ σου συναθροισθέντες τεμένει, καθικετεύομεν κράζοντες· λῦσον ταῖς σαῖς ἱκεσίαις, τὰς συμφορὰς τῶν πταισμάτων, τῶν ἀνυμνούντων σε πόθῳ πανεύφημε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

ωσὴφ εἰπὲ ἡμῶν· Πῶς ἐκ τῶν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγώ φησι τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσαι ἡ Μαρία ἀνερμηνεύτως. Οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Κύριε δόξα Σοι.

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

σίως τὸν βίον σου διαπεράνας σοφέ, ποδήρει κεκόσμησας, Ἱερωσύνης φαιδρῷ, Ἱερόαθλε Μόδεστε· ὅθεν καὶ ἐναθλήσας προθυμώτατα πάτερ· νῦν ἐν ἀγαλλιάσει τῷ Χριστῷ συναγάλλῃ, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν τῶν εὐφημούντων σε.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
[Μετὰ τὴν α'. Στιχολογίαν,] Κάθισμα. [Ἦχος δ'.] ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Σοῦ τὸν Σωτῆρα ὁλικῶς ἀγαπήσας, τὸν ἐν τῷ ξύλῳ διὰ σὲ τανυθέντα, τοὺς τυραννοῦντας ἤνεγκας στεῤῥὲ καρτερῶς πλάνην τὴν καχέσπερον, νουνεχῶς ἀποκλίνας· ὅθεν Μόδεστε καὶ αὐτὸς σὲ δοξάζει, ἐν οὐρανοῖς ἀξίως καὶ ἐν γῇ, διὸ καὶ σκέπεις τοὺς σὲ ἑορτάζοντας.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν ᾀεὶ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ᾀεὶ ἐκ παντοίων δεινῶν.

[Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα.] Ἦχος α'. Τὸν Τάφον Σου Σωτήρ.

κπλήττει πάντα νοῦν, τῶν μαρτύρων τὸ θαῦμα, πῶς ἴσχυσεν ἡ σάρξ, ἐνεγκεῖν φρικτὰ πάθη· ἐν πᾶσι δὲ διέπρεψας, σὺ στεῤῥὲ ὥς τις ἄσαρκος, ὄντως Μόδεστε, ἰσχὺν λαβὼν ἀπὸ ὕψους, κατευμεγεθεῖν τῶν δριμύτατων βασάνων· διόσε δοξάζομεν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

Ἕτερον μετὰ τὸν Πολυέλεον, [Κάθισμα. Ἦχος γ'.] Θείας πίστεως.

Πᾶσαν εὔφρανας, ἱερωσύνη, καὶ σῳ αἵματι, τὴν ἐκκλησίαν, ἐν Ἱερουσαλὴμ γὰρ τὸ χρίσμα σοὶ δέδοται, καὶ τὸ σὸν αἴμα ἐν ταύτη ἐξέχεας. Παύλου μέτοχε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Θείας φύσεως οὐκ ἐχωρίσθη, σὰρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας, πανάμωμε, μόνος Κύριος, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἶτα τὸ α'. Ἀντίφωνον τοῦ δ'. Ἤχου. Προκείμενον, Ἦχος δ'. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ [ἡμῶν ἐξανθήσει]. Πᾶσα πνοή.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. [Κεφ. ι'. 1-9.]

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν' ψαλμός. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

Τῷ ἱστίῳ τοῦ Ἁγίου Πνεύματος, [ἱερομάρτυς Μόδεστε, ἡ ψυχή σου πτερωθεῖσα, τῶν αἰκισμῶν διέπλευσεν ἀβρόχως τὸ χαλεπὸν κλυδώνιον, καὶ περιχαρῶς κατέλαβε λιμένας τοὺς ἐπουρανίους· ὅθεν παριστάμενος τῷ θρόνῳ τῷ Δεσποτικῷ, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων τὴν ἀεισέβαστον μνήμην σου, τῶν σωματικῶν ἀλγηδόνων ῥυσθῆναι καὶ τυχεῖν τῆς ἄνω δόξης, εὐπροσδέκτοις πρεσβείαις σου].

Εἶτα ὁ Κανὼν τῆς ἡμέρας, καὶ τοῦ Ἁγίου. Ἦχος πλ. β'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

Στόματι πηλίνῳ, καὶ γλώσσῃ γεώδει, σὲ τὸν ἰσάγγελον, ὑμνεῖν ὁρμῶντί μοι, Μόδεστε, φῶς οὐρανόθεν, δυσωπῶ σε ταῖς πρεσβείαις σου, ἐξαστράψας φώτισον τὸν νοῦν καὶ τὴν καρδίαν μου.

λην φθειρομένην, καὶ ῥέουσαν δόξαν, καὶ κόσμον σύμπτυντα, καὶ κοσμοκράτορα παραδραμὼν ἀντὶ πάντων, τὸν Χριστὸν ἐκτήσω Μόδεστε, οὗ τρωθῶ τῷ ἔρωτι, ἐν ἤθλησας στεῤῥότατα.

Μέγας ἐν σημείοις καὶ τέρασιν ὤφθης, πολὺς ἐν θαύμασι, καὶ περιβόητος, ὕδατι μόνῳ ῥαντίζων, καὶ ἰώμενος τοὺς κάμνοντας, βροτοὺς σὺν τοῖς κτήνεσιν, ὡς λίαν συμπαθέστατος.

Θεοτοκίον. Γένος τῶν ἀνθρώπων βουλόμενος σῶσαι ὁ ὑπεράγαθος μήτραν ἐσκήνωσεν ἀπειρογάμου Παρθένου, καὶ ἰδοὺ τεχθῆναι ἔρχεται, τοῦτον προσκυνήσωμεν, ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Κρανίῳ κρεμάμενον, θάμβει πολλῷ συνείχετο. Οὔκ ἐστιν ἅγιος, πλὴν σοῦ Κύριε, κραυγάζουσα.

Μέλλων ἀναβαίνειν, εἰς μέγιστον ὕψος Ἱερωσύνης, νυκτὸς ἐπὶ τὰς θύρας τοῦ ἱεροῦ Πάτερ ἔφθασας, καὶ προσευχῇ ἐμμόνῳ σου ταύτας ἠνέῳξας, θαυμασθεὶς τῷ ἐγχειρήματι.

χρισέ σε τὸ πνεῦμα τὸ ἅγιον ὁ Θεός σου παρὰ τοὺς σοὺς μετόχους ἀγαλλιάσεως ἔλαιον, καὶ μύρον θείου χρίσματος, καὶ ἐξεχύθη σου δαψιλὴς χάρις ἐν χείλεσι.

χθροὺς τοὺς ἀοράτους, καὶ δράκοντας νοητούς, τῇ δυνάμει τοῦ Χριστοῦ καταπατήσας, καὶ βασιλέα τὸν ἔχθιστον, καὶ σοβαρὸν τῇ χάριτι σταυροῦ κατέβαλες, ἐναθλήσας καρτερώτατα.

να χωρήσῃς ὅλην τὴν ἔλλαμψιν τῆς Ἁγίας Τριάδος, ἐστίλβωσας τὸν νοῦν σου, οἷα νεόσμηκτον ἔσοπτρον, καὶ τὴν ψυχὴν ἐλάμπρυνας Μόδεστε ἔνδοξε, ἀρετῶν καθαρωτάτῳ φωτί.

Θεοτοκίον. Ἡ σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον Παρθένε τοῦ τόκου προῆλθε· τὸ γὰρ Προφήταις θρυλλούμενον ὑπερφυῶς μυστήριον, ἡμῖν ἐπέφανε λόγος τοῦ Θεοῦ ὑπάρχων Θεός.

Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Φαιδρύνας τὸν βίον σου τῶν ἀρετῶν καλλοναῖς, ποιμὴν ἀνηγόρευσας, καὶ Ἱεράρχης σεπτός, πανένδοξε Μόδεστε, αἵματι μαρτυρίου, σεαυτὸν δὲ φοινίξας, ἄνω πρὸς τὰς ἀΰλους μετετέθης χορείας, μεθ’ ὧν ὑπὲρ ἡμῶν, τὸν Χριστὸν πάτερ ἱκέτευε.

[Δόξα. Τὸ αὐτό.] Καὶ νῦν. Θεοτοκίον.

Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάχραντε, λῦσον τὰς περιστάσεις τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων κατὰ τῶν δούλων σου.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾍδῃ, ὡς Παντοδύναμος.

ἐν ὑψίστοις παριστάμενος, τῷ Θεῷ νοερῶς καὶ σὺν Ἀγγέλοις, ᾄδων ὕμνον αὐτῷ τρισάγιον καὶ ἐν ἱερᾷ πρεσβυτέρων καθέδρᾳ, ἤνεσας τοῦτον ἐν γῇ.

άβδῳ πυρίνῃ τῶν δογμάτων σου, τῶν εἰδώλων τεμών, τὴν πλάνην Ἱεράρχα, κυμαινομένην θάλασσαν, ὥσπερ Μωϋσῆς, ἐρυθρὰν ὁ θεόπτης ἔνδοξε.

Μόδεστε, ἐξηγητὴν Ἱεροκήρυκα, ἑρμηνέα σοφὸν τῶν Γραφῶν καθιστᾷ σε, τὸ Πνεῦμα τὸ πανάγιον, ταύτας τῷ λαῷ, ἐν συνέσει καὶ χάριτι ἀναπτύσσοντα.

Θεοτοκίον. Μεγαλοφώνως προκηρύττεται, προσδοκία ἐθνῶν, καὶ σωτηρία κόσμου, ὁ ὑπὲρ φύσιν τόκος σου, ἄχραντε ἁγνή, ὃν ὑμνῶν κόσμος ἅπας προερτοάζει φαιδρῶς.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν· Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.

πρὸ γενέσως εἰδὼς τὸ καθαρὸν καὶ ἅγιον τῆς ψυχῆς σου, καὶ πρὸ τοῦ πλασθῆναι ἐν μήτρᾳ σε ἁγιάσας ἅγιε Μόδεστε, ὡς προφήτην ἄλλος σαφῶς Ἱερεμίαν σε ἄγρυπνον ποιμένα, καὶ φύλακα τῆς Σιὼν ἄλλος προβάλλεται.

Τὸ προαιώνιόν σε Φῶς, ἐφ’ ὑψηλὴν τῆς Ἀρχιερωσύνης, Μόδεστε, λυχνίαν ἀνεβίβασε, μέγα φῶς τοῦ κόσμου τυγχάνοντα, ὅπως ἴδωσι διὰ σοῦ φῶς ἐπιγνώσεως· οἱ ἀπεγνωσμένοι, καὶ φέγγος ἐπιστροφῆς ἐκ τῶν εἰδώλων σοφέ.

Νόμοις Χριστοῦ ἀκολουθῶν, τὸ ἀσθενοῦν συμπαθῶς ἐπεσκέψω, καὶ πεπλανημένον ἐπανήγαγες, τὸ νοσοῦν ἰάσις, μάκαρ Μόδεστε, καὶ τὸ καταῤῥαγὲν αὖθις ἀνήγειρας, καὶ ἐπανορθώσω ὡς γνήσιος καὶ καλός, οὐ μισθωτὸς ὢν ποιμήν.

Θεοτοκίον. Ἐν θείῳ πνεύματι προδηλών, τὴν ἐξ ἡμῶν ἀπαθῶς πρόσληψιν, Ἡσαΐας ἀνεβόα, Κύριε, γρηγορῶν τῷ νόμῳ τῆς χάριτος, τὸν ἐκ γένους μὲν Ἀβραάμ, ἐκ τῆς Ἰούδα δὲ φυλῆς, κατὰ σάρκα, Παρθένος ἄνευ σπορᾶς ἔρχεται τίκτουσα.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, ἐν εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

οαῖς τῶν αἱμάτων σου, κατακλύσας θολερά, τῆς ἀσεβείας ὕδατα, καὶ ποταμὸς ὡράθης, τὰ εὐσεβῆ ἀρδεύων συστήματα τῶν πιστῶν Ἱεράρχα μάρτυς Μόδεστε.

σχύει τοῦ Πνεύματος, τὴν ψυχὴν περιφραχθείς, τῆς πονηρίας πνεύματα, ὑπομονῇ κατέβλαες αἰκισμῶν, καὶ νίκης διάδημα ἐκ Θεοῦ ἐκομίσω Ἱερόαθλε.

βίος σου τίμιος, ἡ ζωὴ θεορτεπής, καὶ ἱερὸς ὁ θάνατος, δεδοξασμένος ἔναντι τοῦ Θεοῦ τρισόλβιε Μόδεστε, ἱερέων ἀκρότης καὶ τὸ καύχημα.

Θεοτοκίον. Ἡ ῥίζα ἐβλάστησεν Ἰεσσαὶ καὶ ἐξ αὐτῶν, ὁ προελθὼν Θεὸς ἡμῶν ἐλπὶς ἐθνῶν, ἀνάπαυσις καὶ τιμή, ὡς πάλαι προέφησεν Ἡσαΐας, ἐνθέως φωτιζόμενος.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

ακώβου μάκαρ σε, τοῦ ἀδελφοῦ τοῦ Κυρίου, ἀρετῶν διάδοχον, ὡς καὶ τοῦ θρόνου καὶ τέλους, στέφομεν τὴν θείαν κάραν σου ὡς εἰδότες, κράζοντες· μὴ ὑπερίδῃς τοὺς σοὺς ἱκέτας, τοὺς τὴν μνήμην σου τελοῦντας, Ἱερέων καὶ Μαρτύρων, Μόδεστε καύχημα.

Ὁ Οἶκος.

Τῶν Ἱερέων τὸ ἔκλαμπρον κλεός, καὶ τῶν Μαρτύρων τὴν πάντερπνον δόξαν, δεῦτε πάντες ἐν ὕμνοις τῶν ᾀσμάτων πιστοὶ Μόδεστον εὐφημήσωμεν· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας βελιάρ, ἐν ἄθλοις σεπτοῖς, ὀμβρίζει ἡμῖν ἀντὶ αἱμάτων ἱερῶν ἰαμάτων ἀκένωτα ῥεύματα τοῖς τελούσι τὴν μνήμην αὐτοῦ τὴν ὑπέρλαμπρον, καὶ βοῶσι πρὸς αὐτὸν μετὰ δεούσης προθυμίας καὶ πίστεως· Χαίροις τῶν Ἱερέων καὶ Μαρτύρων, Μόδεστε καύχημα.

Συναξάριον.
Τῷ αὐτῷ Μηνὶ ις΄. Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Στίχ. Φέρει Μόδεστε παμμάκαρ καὶ σὸν τάφον.

           τὸν τάφον φέρουσα γῆ τοῦ Κυρίου.

Ταῖς αὐτοῦ πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. φραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς ὁσίους Παῖδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Συχναῖς νέφεσι, καὶ ἐπομβρίαις τῶν λόγων σου, ἀρδομένη οἷα λιπαρά, καὶ εὔγειος γῆ, δέδεικται πολύφορος, ἡ ἐκκλησία τοῦ Χριστοῦ καρποφοροῦσα, ἀρετῶν καρποφόρων πανγκαρπίαν.

Οὐκέτι στέγην, τὴν ἄμετρον παῤῥησίαν σου καὶ τὸν ζῆλον ὃν ἔσχες σοφέ, οἷα μημητὴς τοῦ φιλανθρώπου Θεοῦ, τῶν δαιμόνων θήραμα ὁ κακεργάτης καταγράφει τὴν ψῆφον σοῦ θανάτου.

ρπαγες λύκοι, καθάπερ μάρτυς οἱ δήμιοι, ὡς ἀρνίον δράσαντες, σπουδῇ εἰς τῆς καταδίκης τόπον ἔσυρον, καὶ τοῖς λίθοις λιθάζοντες ἀσπλάγχνως, τὸν καλόν σε κατέσφαξαν ποιμένα.

Θεοτοκίον. Τὸ ξένον θαῦμα, τὸ ἐν Προφήταις θρυλλούμενον, καὶ δικαίοις πάλαι ἐμφανῶς, Παρθένος ἁγνὴ τεξομένη πάρεστιν, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'.

Ὁ Εἱρμός. κ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν, ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

διάσειστος πύργος, στύλος ἀκλόνητος, ἀπερίτρεπτον τεῖχος, βάσις τῆς πίστεως, λύρα μελουργός, εὐσεβείας ὑπέρμαχος, πλάνης καθαιρέτης, Μόδεστε ἀνεδείχθης.

σπερ ἥλιος, πάτερ, σαφῶς ἀνέτειλας, τὴν Σιὼν καταυγάζων φωτὶ τῶν ἔργων σου· ὅθεν σὲ υἱὸν τῆς ἡμέρας ἐπέγνωμεν, καὶ Σιὼν τῆς ἄνω, Μόδεστε κληρονόμον.

Κυβερνήση τῆς θείας, χάριτος πάνσοφε, τῶν βασάνων παρῆλθες τὸ μέγα πέλαγος, καὶ τοὺς γαληνιαίους ἔφθασας ἀγαλλόμενος ἔνδοξε λιμένας τῆς ἄνω βασιλείας.

Θεοτοκίον. Προφητῶν θεηγόρων ῥήσεις, πεπλήρωνται, ἡ Παρθένος ἐγγίζει τεκεῖν τὸν Κύριον, ἅπασα ἡ γῆ, εὐφραινέσθω, χορεύουσα καὶ ἀγαλλιάσθω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὂν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας.

Πατριαρχῶν ὁμήγυρις, Προφητῶν πανήγυρις, Ἱεραρχῶν καὶ Ἀποστόλων δῆμοι καὶ χοροί, ἀθλητῶν ἀγέλας, μαρτύρων φάλαγγες, Ἀσκητῶν καὶ Ὁσίων συστήματα, τὴν σήν ἀνιοῦσαν προέπεμπον, Ἱερομάρτυς ψυχήν.

ραϊσμένη ὡς νύμφη, καὶ περιβεβλημένη, πεποικιλμένη ἀρετῶν, χρυσοῖς ἐν κροσσωτοῖς, ὡς φαιδρὰν παστάδα τὸ θεῖον σκῆνός σου, ἡ ψυχή σου λιποῦσα πρὸς τὰς φωτοειδεῖς οὐρανίους παστάδας ἀνῆλθε Μόδεστε.

τυραννὶς τοῦ θανάτου, ἐξησθένησεν ὄντως, ζῶσι καὶ γὰρ ἐν τῷ Θεῷ, δικαίων αἱ ψυχαί, τοῦ δὲ λόγου πίστει, σὺ εἶ, Μόδεστε, καὶ νεκρὸς γὰρ θαυμάτων, προχέεις ποταμούς, τοῖς ἐν πίστει τῷ θείῳ φοιτῶσιν οἴκῳ σου.

Θεοτοκίον. Συγχαίρει πᾶσα ἡ κτίσις, τῷ σῷ τόκῳ Παρθένε, τὴν γὰρ Ἐδὲμ ἡ Βηθλεέμ, ἡνέωξεν ἡμῖν, καὶ ἰδοὺ τῆς ζωῆς τοῦ ξύλου ἅπαντες, ἀπολαύοντες, βοῶμεν ἐκτενῶς, τὰς ἡμῶν, ἱκεσίας Δέσποινα, πλήρωσον.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον.

ν Ἱεράρχαις αὐγάζεις, ὡς ἥλιος ἐν ἡμέρᾳ, καὶ ἐν τοῖς Μάρτυσι λάμπεις, ὥσπερ ἐν ἄστροις σελήνη, διὸ τὴν σὴν εὐφημοῦμεν κοίμησιν, Μόδεστε πάτερ, Σιὼν ἁγίας τὸ κλέος.

Θεοτοκίον. Ὅμοιον.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτοιχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ βασιλέως, ἀκατανόητον θαῦμα πῶς γαλουχεῖς τὸν δεσπότην;

Εἰς τοὺς Αἴνους Ἱστῶμεν Στίχους δ'. Ἦχος α'. Πανεύφημοι μάρτυρες ὑμᾶς.

άσεων νάματα ὁ σός, ναὸς τοῖς προστρέχουσιν, ἀναπηγάζει ἑκάστοτε, Μόδεστε ἔνδοξε, καὶ ἐκπλύνει πάθη, καὶ βυθίζει φάλαγγας· δαιμόνων συνεργείᾳ τοῦ Πνεύματος, Χριστόν, ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Μόδεστε πανεύφημε πιστούς, ἡ σὴ μνήμη σήμερον, προσεκαλέσατο ἅπαντας, πανηγυρίσας σου, ἀρετὰς τὰς θείας, μαρτυρίου σκάμματα, θαυμάτων τὴν πληθύν, ἣν ἀπήργασας Θεοῦ τῇ χάριτι, ἱερόαθλε τρισόλβιε, ὃν δυσώπει ὑπὲρ τῶν ὑμνούντων σε.

παύγασμα ὤφθης ἀληθῶς, Ἱεράρχα Μόδεστε, τοῖς Ἱεράρχαις καὶ Μάρτυσι, καὶ γὰρ ἀήττητος, ἐν ἀγῶσιν ὤφθης, ἀῤῥαγὴς ἀκλόνητος, ὑπέρμαχος θεόφρων καὶ πρόβολος, πάντων ἐνώπιον, δογματίζων ἀκριβέστατα, τῆς Τριάδος τὸ μέγα μυστήριον.

βραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Ἱερομάρτυς πολύαθλε, καὶ θείᾳ χάριτι, τούτους ἐκνικήσας, πρὸς Χριστὸν ἀνέδραμες, ἀθλήσας δι’ αὐτὸν καρτερώτατα, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ'.

Τίς λαλήσει τὰς ἀριστείας σου σοφέ; ἢ τίς ἐξαριθμήσει τῶν ἀγώνων σου τὰ πλήθη; πολλὰ γὰρ καὶ ὑπὲρ φύσιν ὥσπερ ἄσαρκος ὑπήνεγκας, πλείνονα δὲ τὰ βραβεία ἀσυγκρίτως ἐκομίσω, ἐκ τῆς παντοκρατορικῆς τοῦ Σωτῆρος Χριστοῦ δεξιᾶς, Ἱερομάρτυς πανσεβάσμιε Μόδεστε, οὐ μόνον γὰρ τῶν ζωηῤῥύτων παθημάτων αὐτοῦ κοινωνὸς ἠξιώθης γενέσθαι, ἀλλὰ καὶ τῆς ἀφθάρτου δόξης, ὡς ἱερεὺς καὶ μάρτυς ἀξιοθαύμαστος.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, [καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως].

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, καὶ ἐκ τοῦ κανόνος τοῦ ἁγίου ᾨδὴ γ'. καὶ ς'.

Ὁ Ἀπόστολος.

Προκείµενον, ἦχος βαρύς. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, [καὶ ἐλπιεῖ ἐπ' Αὐτὸν]. Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, [ἐν τῷ δέεσθαί με πρὸς σέ].

Πρὸς Τιμόθεον β'. Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. β'.1-10.]

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.

Ἀλληλούϊα. Ἦχος δ'. [Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει].

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μάρκον. [Κεφ. θ'. 33-41.]

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ Μαθηταὶ αὐτοῦ εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος, ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. Καὶ καθίσας, ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· Ὅς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. Ἀπεκρίθη αὐτῷ ὁ Ἰωάννης, λέγων· Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. Ὁ δὲ ᾿Ιησοῦς εἶπε· Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν, ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. Ὅς γὰρ οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. Ὅς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

Εκδότης: Ακολουθία του αγίου ενδόξου ιερομάρτυρος Μοδέστου, πατριάρχου Ιεροσολύμων. Συγγραφείσα μεν παρά Αγαπίου μοναχού του Κρητός, και εκδοθείσα το πρώτον δι’ αδείας του Παναγιωτάτου και Οικουμενικού Πατριάρχου Κυρίου Κυρίου Γρηγορίου. Νυν δε το δεύτερον μετά προσθήκης πολλών ευχών λεγομένων εις ασθενείας διαφόρων κτηνών. — Εν Πάτραις· Παρά τω εκδότη Β. Σεκοπούλω, 1879. — σελ. 3-14.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0