Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - вторникъ, 17 октября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 9.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΣΤ'.
Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς Βασιλίσσης.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕPΙNῼ
[Στιχολογοῦμεν τὴν α'. στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ.] Ἦχος α'. Πανεύφημοι μάρτυρες.

Υἱὸν γεννηθέντα ἐκ Πατρός, Πνεῦμά τε τὸ ἅγιον ἐκπορευόμενον, ἅπαντες δοξολογήσωμεν, προσκυνοῦντες πίστει ὡς Θεὸν παντάνακτα· λιταῖς τῆς σῆς Ὁσίας, οἰκτείρησον τοὺς σοὶ λατρεύοντας, σαρκωθεὶς ὁ ὑπερούσιος, ὑπὲρ πάντων γηγενῶν, ἀθάνατε.

Τὸ Πνεῦμά σου τὸ ἅγιον σεπτῶς, πάντες προσκυνήσωμεν τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, ὡς ὁμοούσιον, καὶ Υἱῷ ἀῤῥήτως, ἐπαναπαυόμενον, βοῶντες, τὸν λαόν σου ἐλέησον, θείαις δεήσεσι, τῆς ὁσίας σου ὑπέρθεε, ἧς τὴν μνήμην, πιστῶς ἑορτάζομεν.

Τερπνὰ τὰ τοῦ βίου νουνεχῶς, σκῆπτρα βασιλείας τε, τῆς ἐπιγείου ὡς ἄθυρμα, ἡγήσω πάνσεμνε· τὸν Θεὸν τῶν ὅλων εὐσεβῶς, ποθήσασα, ἀκτῖσιν ἐναρέτων σου πράξεων, τούτου τετύχηκας, ὃν δυσώπει ῥῦσαι ἅπαντας τῶν κινδύνων, καὶ πάσης κολάσεως.

Δόξα. Ἦχος πλ. α'.

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, δεῦτε εὐσεβῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν πόθῳ, Θεοφανὼ τὴν πανσέβαστον. Αὔτη γὰρ σοφῶς τὰ σκῆπτρα, καὶ εὔκλειαν πρόσκαιρον, ἀντ’ οὐδενὸς ἡγησαμένη, τὰ οὐράνια ἐπόθησε, ἔρωτι σεβασμίῳ τοῦ βασιλέως Χριστοῦ· καὶ ἐν κόσμῳ βιοῦσα, τοὺς ἐν ἐρήμοις, ὑπερήλασεν, ἀσκητικῶς βιοῦντας, τοῖς ἀκτῖσι τῶν ἐναρέτων αὐτῆς πράξεων· καὶ νῦν ἐν οὐρανῷ, τὸν παντάνακτα ἱκετεύει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν ἱερὰν αὐτῆς πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον.

ν τῇ ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Ἡ Εἴσοδος. [Φῶς ἱλαρόν,] Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. [Κεφ. μγ'. 9-14.]

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ἡμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ· γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔοται· ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων· ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα· ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 1-9.]

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὖρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 15-23. ς'. 1-3.]

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος δ'.

Πάντα τὰ ἐν τῷ βίῳ τερπνά, εὔκλειαν, καὶ ὄλβον, ὡς οὐδὲν ἡγησαμένη, καὶ τὸν Σταυρὸν τοῦ Κυρίου ἐπ’ ὤμων ἀραμένη, εὐαγγελικὼς αὐτῷ ἠκολούθησας, καὶ νῦν ἐν οὐρανῷ, τῆς θείας αὐτοῦ ἐμφορουμένη δόξης πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

σία θεοφώτιστε, βλαστὸς ἀγαθός, τῆς βασιλευούσης τῶν πόλεων, καρπὸς εὐθαλὴς τῆς ὑπερκοσμίου βασιλείας, Θεοφανὼ ἀεισέβαστε, πάσης ἡμᾶς ἀπάλλαξον δυσπραγίας, τῶν αἰωνίων ἀξιοῦσα ἀγαθῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Ἦχος β'.

Σὲ τὴν παναοίδιμον, ὁσίαν τὴν ὑπερθαύμαστον, Θεοφανὼ τὴν μακαρίαν εὐφημοῦντες κραυγάζομεν, παντὸς κινδύνου ἡμᾶς ἀπάλλαξον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Ὁ αὐτός.

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ τὰ πάνσεπτά σου λείψανα, Θεοφανὼ πανέντιμε, ἐν τῇ μεγάλῃ τοῦ Χριστοῦ κείμενα Ἐκκλησίᾳ, καὶ χάριν ἰαμάτων, ἅπαντες ἀντιλαμβάνοντες, ὑμνοῦσι τὸν Σωτῆρα τὸν τὴν ἱεράν σου καταλάμψαντα ψυχήν, τὰς θείας αὐτοῦ, ἐκτελέσαι ἐντολάς, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ὃν ὑπὲρ ἡμῶν καθικέτευε.

Δόξα. Ἦχος δ'.

Τὸ κατ’ εἰκόνα, ἀλώβητον τηρήσασα, τὰς τοῦ παλαμναίου προσβολάς, ῥωμαλέως καθελοῦσα, καὶ ἐν τοῖς βασιλείοις διανύουσα τὸν βίον ὡς ἐν ἐρήμῳ διῆγες ἀσκητικῶς, τὸ πολίτευμα ἐν οὐρανοῖς κεκτημένη· διὸ ὃν ἐπόθεις ἐνθέως τυχοῦσα, Χριστῷ συμβασιλεύεις, Θεοφανὼ ἀξιάγαστε. Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

τε βασιλέων τῶν ἐν γῇ, ὄλβος, εὐφροσύνη, καὶ τύφος ἐν πᾶσιν ἴσχυε, τότε σὺ θαυμάσιε, ὥσπερ ἀθύρματα τὰ τοιαῦτα ἐνόμιζες, καὶ ἐν βασιλείοις, βίον ὁσιώτατον σαφῶς διήνυες· ὅθεν ὁ Χριστός σε δοξάσας, ἄφθορον ἐτήρησεν ὄντως, τὸ σεπτόν σου σκῆνος ᾀεισέβαστε.

Στιχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι [καὶ εἰσήκουσε τῆς δεήσεώς μου].

Δεῦτε ὀρθοδόξων ὁ ἐσμός, ἐν τῇ του Χριστοῦ Ἐκκλησίᾳ, λαμπρῶς ἀθροίσθητε, πόθῳ ἐορτάζοντες, τὴν θείαν κοίμησιν, τῆς ὁσίας κραυγάζοντες· ἱκέτευε μῆτερ, Κύριον τὸν ὕψιστον, ῥῦσαι κολάσεως πάντας, τοὺς πιστῶς σε τιμῶντας, καὶ πανηγυρίζοντας πόθῳ τὴν σεπτὴν καὶ θείαν σου πανήγυριν.

Στιχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τα διαβήματά μου.

παντες συνδράμετε φαιδρῶς, πόθῳ ἐκτελοῦντες τὴν μνήμην καὶ τὴν λαμπρὰν ἑορτήν, βασιλίδος ᾄσμασι Θεοφανοῦς, τῆς σεπτῆς· τῷ Θεῷ γὰρ δουλεύουσα τὰ τῆς βασιλείας, στέμματα ὑπέταξε, τῷ του παντὸς βασιλεῖ· ὅθεν συνελθόντες ἐν πίστει, πόθῳ ἀσπαζόμεθα ταύτης, τὴν σορὸν λειψάνων τὴν πανίερον.

Δόξα. Ἦχος α'.

ξίως ὦ θεοτίμητε, πᾶσα πνοὴ τιμᾷ σοῦ, τὴν ἱερὰν τῶν λειψάνων θήκην ἱαμάτων πηγὰς τοῖς πιστῶς αὐτὴν προσιοῦσι βλύζουσαν. Ὁ γὰρ πλουσιόδωρος Θεός, κατ’ ἀξίαν νέμει, τοῖς ἑαυτοῦ θεράπουσι, τὰ δωρήματα παρ’ αὐτοῦ οὖν ἐνθέως πλουτισθεῖσα, παράσχου ἡμῖν, τὰ πρὸς σωτηρίαν αἰτήματα, ταῖς πρὸς αὐτὸν ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.

δοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις. Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς, διὸ καὶ φύσεις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίαις σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς ἱκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Προελομένη τὰ οὐράνια πόθῳ, Θεοφανὼ τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα, ὅθεν κατηξίωσαι οὐρανίων χαρίτων, σὺν ἀγγέλων τάξεσι, καὶ ἁγίων χορείαις, παρισταμένη τῷ παμβασιλεῖ, ὃν ἐκδυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Καθίσματα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

πόλις ἡ λαμπρά, Κωνσταντίνου εὐφραίνου, ὁσίων γυναικῶν τὰς σοροὺς τῶν λειψάνων, πλουτοῦσα πλοῦτον ἄσυλον καὶ θησαύρισμα ἅγιον, καὶ τὴν θήκην δὲ Θεοφανοῦς τῆς ἀνάσσης, ἣν γεραίροντες, δοξολογοῦμεν ἐνθέως Χριστὸν τὸν παντάνακτα. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Πανάχραντε Ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τὸν Θεόν, ἐν γαστρὶ συλλαβοῦσα, καὶ γάλακτι θρέψασα, σαρκωθέντα τὸν Κύριον· ὃν ἱκέτευε, πάντας ἡμᾶς οἰκτειρῆσαι, τοὺς τιμῶντάς σε, ὡς Θεοτόκον Κυρίως, Πανύμνητε Δέσποινα.

Μετὰ τὴν β'. Στιχολογίαν. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Καταπλήττει πάντα νοῦν, ἡ πολιτεία σου, σεμνή, ὅτι οὖσα βασιλίς, ἐν ἀνακτόροις ὑψηλοῖς, ἀσκητικῶς, μακαρία ἐπολιτεύσω, ἐκκρύψασα ὡς χοῦν, τάς τοῦ ἐχθροῦ μηχανάς, τελέσασα λαμπρῶς τάς τοῦ Θεοῦ ἐντολάς· διὸ πιστῶς τιμῶμέν σε ὁσία Θεοφανὼ παναοίδιμε, Χριστὸν δυσώπει, ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν μνήμην σου. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Τῶν Ἀγγέλων χαρμονή, τῶν Ἀσωμάτων καλλονή, σωτηρία τῶν βροτῶν, ἡ φωταυγία τῶν πιστῶν μόνη πέφυκας Θεοτόκε. Ὅθεν σε πιστῶς μακαρίζομεν, τιμῶντές σε, Ἁγνή, ὡς θεόπαιδα· παντὸς κινδύνου ῥῦσαι τοὺς οἰκέτας σου εὐλογημένη Θεόνυμφε, καταξιοῦσα τῆς οὐρανίου καὶ αἰωνίου λαμπρότητος.

Μετὰ τὸν Πολυέλεον. Ἦχος γ'. Τὴν ὡραιότητα τῆς Παρθενίας Σου.

Τὸν ὡραιότατον Χριστὸν ἐπόθησας, οὗ χάριν ἅπαντα, φθαρτὰ κατέλιπες, καὶ βασιλείαν τὴν ἐν γῆ, ὡς σκύμβαλα ἐλογίσω· ὅθεν ὁ ὑπέρθεος, ἀγαθὸς πλουσιόδωρος, λίαν σε ἐδόξασε, πανοσία Θεόπνευστε. Διό σε εὐσεβῶς ἀνυμνοῦμεν, Θεοφανὼ ἀειμακάριστε. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Τῆς παρθενίας σου, κάλλος τὸ ἄῤῥητον, καὶ τῆς ἁγνείας σου φῶς τὸ ὑπέρλαμπρον, ὁ πλαστουργός, ὡς προειδώς, πανύμνητε Παναγία, μόνην ᾑρετίσατο, τῆς αὐτοῦ κατοικήσεως, σὲ τὴν ᾀειπάρθενον καὶ Θεοτόκον ἀνέδειξε. Διό σε προσκυνοῦμεν, Κυρία, αὐτῷ λατρεύοντες, Θεόνυμφε.

Οἱ ἀναβαθμοί, τὸ α'. ἀντίφωνον τοῦ δ'. ἤχου. Προκείμενον, ἦχος β'. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι [καὶ εἰσήκουσε τῆς δεήσεώς μου]. Στιχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Πᾶσα πνοή.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Μάρκον. [Κεφ. ε'. 24-34.]

Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γὰρ· Ὅτι, κἂν τῶν ἱματίων αὐτοῦ, ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ' αὐτῇ, ἦλθε, καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Ὁ Ν΄ ψαλμός. Εἶτα τό, Ἐλέησόν με ὁ Θεός...

Ἦχος πλ. α'.

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, δεῦτε [εὐσεβῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν πόθῳ, Θεοφανὼ τὴν πανσέβαστον. Αὔτη γὰρ σοφῶς τὰ σκῆπτρα, καὶ εὔκλειαν πρόσκαιρον, ἀντ’ οὐδενὸς ἡγησαμένη, τὰ οὐράνια ἐπόθησε, ἔρωτι σεβασμίῳ τοῦ βασιλέως Χριστοῦ· καὶ ἐν κόσμῳ βιοῦσα, τοὺς ἐν ἐρήμοις, ὑπερήλασεν, ἀσκητικῶς βιοῦντας, τοῖς ἀκτῖσι τῶν ἐναρέτων αὐτῆς πράξεων· καὶ νῦν ἐν οὐρανῷ, τὸν παντάνακτα ἱκετεύει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν ἱερὰν αὐτῆς πανήγυριν].

Ὁ κανὼν τῆς Θεοτόκου. (Οἷον βούλει εἰς τὸν αὐτὸν ἦχον.) Ὁ κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς· Πόθῳ ἄγει νῦν σοι Ἰωάννης τόδε. Ἦχος α'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Πιστῶς τιμῶμεν ἐν ᾄσμασιν, ὁσία σε πιστῶν ὡς ἀντίληψιν πόθῳ ἐκτελοῦντες ἄριστα τὴν κοίμησίν σου μῆτερ θεοπρεπῶς, κράζοντες· ἁγία, ταῖς λιταῖς σου πρὸς Θεόν, ἡμᾶς οἰκτείρησον.

πάντων πλάστης καὶ Κύριος, τὸ κάλλος τῆς ψυχῆς σου θεώμενος, λίαν σὲ λαμπρῶς ἀνύψωσεν, εἰς δόξαν οὐρανίαν καὶ ἀληθῆ, πάνσεμνε ὁσία· διὸ πάντες εὐσεβῶς σε μακαρίζομεν.

Θελήσει ἔμφρονι πάνσεμνε, κατέπτυσας βασίλεια πρόσκαιρα ὦ Θεοφανὼ θαυμάσιε, προείλου τὰ οὐράνια συνετῶς, ὧν ἀξιωθεῖσα τὸν Χριστόν, ὑπὲρ ἡμῶν εἴης πρεσβεύουσα.

Θεοτοκίον. Ὡς μόνη ἄγαν ὑπέρφωτος, Θεοῦ ἐκ δεξιῶν μόνη ἔστηκας, ὥσπερ ὁ Δαβῒδ προείρηκε, πανύμνητε Παρθένε, ὑπερφυῶς· ὅθεν σε ὑμνοῦμεν, Παναγία, ἀγαθή, Θεοχαρίτωτε.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

γει σοι, ὁσία, ὑμνῳδίας ᾠδάς τε καὶ ᾄσματα, πιστῶν χορεία, θεοφρόνως προσκυνοῦσα τὸν κτίστην, ὡς μόνον Θεὸν παντάνακτα, σὲ ἀνυψώσαντα, γῆθεν πρὸς οὐρανόν, εἰς αΐδιον ἀπόλαυσιν.

γγελοι τιμῶσι, τοὺς σεπτούς σου ἀγῶνας, πανόλβιε, ἐκδυσωποῦντες τὸν Σωτῆρα, ὡς Θεὸν τῶν ἁπάντων, λαμπρῶς σε, ἁγνή, δοξάσαντα· διὸ τελοῦντες τὴν σὴν ἑορτήν, τὸν Χριστὸν δοξάζομεν.

Γένος τῶν ἀνθρώπων, εὐφημεῖ τοὺς ἀγῶνάς σου, πάνσεμνε, ὅτι καθεῖλες τὸν βελίαρ, ἐν τῷ κόσμῳ τελοῦσα, σεπτὴ πανοσία ἔνδοξε, ὑπὲρ ἡμῶν τὸν Χριστὸν ἐκτενῶς, μῆτερ καθικέτευε.

Θεοτοκίον. Ἔχεις Παναγία, κυριότητα πάντων ὡς πέλουσα, μήτηρ τοῦ πάντων βασιλέως, ὃν δυσώπει ἀπαύστως, σῶσαι πάντας τοὺς ὑμνοῦντάς σε καὶ ἀπαλλάξαι φθορᾶς καὶ παθῶν καὶ γεέννης ἅπαντας.

Κάθισμα, ἦχος α'. Χορὸς Ἀγγελικός.

Τιμῶμεν τὴν σεπτήν, καὶ ἁγίαν σου μνήμην, σοφὴ Θεοφανώ, προλιποῦσα γὰρ πάντα, τὰ πρόσκαιρα τάχιστα, οὐρανίων τετύχηκας· ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ, πάντας ῥύσασθαι, τῆς ἐν τῷ ᾍδῃ γεέννης, καὶ πάσης κολάσεως. [Δίς.]

[Δόξα,] καὶ νῦν. Θεοτοκίον.

Πανύμνητε σεμνή, ἡ Θεὸν τετοκυῖα, οἰκτείρησον ἡμᾶς τοὺς πιστῶς σε ὑμνοῦντας, ὡς μόνην πανάχραντον, βασιλίδα ἀθάνατον, πάντας λύτρωσαι τῶν ἀδοκήτων κινδύνων, καὶ ἀξίωσον, τῆς οὐρανῶν βασιλείας, πανάχραντε Δέσποινα.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

να σε Ἁγνὴ θεοπρεπῶς ὑμνοῦντες μακαρίζομεν Θεοφανώ, ὁσίων καύχημα, ἱκέτευε τὸν Χριστὸν ἐκτενῶς ᾀείμνηστε, ῥύσασθαι τοὺς πόθῳ σε τιμῶντας, ἐκ πάσης φθοροποιοῦ τῶν ἀντικειμένων σκαιότητος.

Νόες οἱ οὐράνιοι, σεμνή, τιμῶσί σε ἀοίδιμε, Θεοφανώ, ὁσίων καύχημα, ἱκέτευε τὸν Χριστόν, σῶσαι τοὺς τιμῶντάς σε, πάντων δυσχερῶν, καὶ ἐναντίων, δωρούμενον τοῖς πιστοῖς, ἔλεον καὶ χάριν οὐράνιον.

μνους καὶ ᾠδὰς πρὸς τὸν Θεόν, ἀνέπεμπες ᾀείμνηστε Θεοφανώ, ᾀεὶ δακρύουσα· διὸ εἰς ἄνω μονάς, ἤρθης καὶ σκηνώματα, Θεὸν προσκυνοῦσα ἀεννάως, ὃν ἐκδυσώπει ἀπαύστως σεμνή, ὑπὲρ τῶν πιστῶς εὐφημούντων σε.

Θεοτοκίον. Ναὸς καὶ ἀνάκτορον Θεοῦ, γέγονας πανύμνητε, Θεὸν τεκοῦσα ἀθάνατον, τὸν πάντα ἁμαρτωλοὺς ἐλεοῦντα χάριτι· ὃν ᾀεὶ ὑμνοῦντες ὡς Δεσπότην, σὲ ἱκετεύομεν ἁγνή, ῥῦσαι τοὺς πιστοὺς τῆς κολάσεως.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Σὲ πάντες τιμῶμεν, ὁσία σεμνή, ὡς Χριστὸν ὁλοψύχως ποθήσασαν, καὶ πάντα καταλείψασαν, τὰ τῇδε νουνεχῶς· ὅθεν τῶν οὐρανίων ἠξιώθης παστάδων, τῷ Θεῷ καὶ κτίστῃ σου, διὰ παντὸς συνοῦσα, πάντιμε.

πάντων Δεσπότης, Χριστὸς ὁ Θεός, οὐρανίων θαλάμων ἠξίωσε, τιμήσας σε ἀοίδιμε, ὡς γύναιον σεμνόν· διὸ ἐν τοῖς ὑψίστοις, αὐτῷ παρισταμένη, ὑπὲρ πάντων, πρέσβευε τῶν εὐφημούντων σε πανεύφημε.

κέτευε μῆτερ, Χριστὸν τὸν Θεόν, οἰκτειρῆσαι, ἡμᾶς ὡς φιλανθρωπος· λίαν γὰρ ἁμαρτάνοντες, οἱ ἄθλιοι ᾀεί, πτοούμεθα εἰκότως, τὴν ὀργὴν τὴν δικαίαν, ἐξ ἧς πάντα λύτρωσαι, σαῖς ἱκεσίαις, ᾀείμνηστε.

Θεοτοκίον. Ἰδόντες οὖν κόρη, Μαρία σεμνή, τὸ ὑπέρτατον ὕψος τῆς δόξης σου, ὑμνοῦντες προσκυνοῦμέν σε, βοῶντες ἀγαθή, ἀπείρῳ σου ἐλέει, ῥῦσαι ἡμᾶς κινδύνων, τῆς γεένης, καὶ πάντων τῶν δυσχερῶν ἁπάσης θλίψεως.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Θεοφανώ, ὁσίων τὸ καύχημα, τιμῶμέν σε πίστει παναοίδιμε, πόθῳ κραζοντες· τοὺς τιμῶντάς σε νόσων ἀπάλλαξον, ταῖς πρεσβείαις σου, ὁσίων ἐγκαλλώπισμα, ἵνα εὐσεβῶς ἐν ᾄσμασι, τὴν σεπτήν σου τελῶμεν πανήγυριν.

παντες πιστοί, πόθῳ ἑορτάζομεν, τὴν μνήμην σεμνὴ τῆς σῆς κοιμήσεως, εὐφραινόμενοι καὶ ὑμνοῦντες Χριστὸν τὸν ὑπέρθεον· ἱκεσίαις ἐλεῆμον τῆς ὁσίας σου, πάντας τῶν δεινῶν ἀπάλλαξον, καὶ κολάσεως ῥῦσαι, ἀθάνατε.

Νῦν ἐν οὐρανοῖς ὑπάρχουσα, πάνσεμνε, ὑμνεῖς τὸν Χριστόν, τὸν ὑπεράγαθον, ὦ Θεοφανώ, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε, καθικέτευσον ῥυσθῆναι τῆς κολάσεως, ἵνα ἐκτελῶμεν ᾄσμασι, τὴν σεπτὴν ἑορτήν σου, ἀοίδιμε.

Θεοτοκίον. Νόσων καὶ δεινῶν καὶ πάσης κολάσεως, τὸν κόσμον Ἁγνὴ ῥῦσαι ἐλέει σου, καὶ κυβέρνησον ἐν εἰρήνῃ καλῶς τὴν ζωὴν ἡμῶν, ἵνα πόθῳ σε καὶ πίστει μακαρίζομεν, μόνη μήτηρ ᾀειπάρθενε, Παναγία πανάμωμε Δέσποινα.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνη.

ορτήν σου σήμερον, τὴν λαμπροτάτην, ἐκτελοῦντες κράζομεν, Θεοφανώ, πανευσεβῶς, τοὺς σὲ ὑμνοῦντας διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου.

Ὁ Οἶκος.

τῶν ἁπάντων πλαστουργός, καὶ βασιλεὺς τῶν ὅλων, τὸ τῆς ψυχῆς εἰλικρινές, τῆς σῆς ὦ πανοσία, προγνοὺς πανσόφως, τῶν φθαρτῶν, ὕψωσέ σε ἐ[...]ως, λαμπρύνας σε τῶν ἀρετῶν ἀκτῖσιν, ὥσπερ δέον νῦν ἐν οὐρανοῖς αὐτῷ συμβασιλεύουσαν, ὑμνοῦμέν σε κράζοντες μετὰ πόθου, διάσωσον ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου.

Συναξάριον.
Τῷ αὐτῷ Μηνὶ ις'. Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς βασιλίσσης, συζύγου γενομένης Λέοντος τοῦ σοφωτάτου βασιλέως.

Στίχ. Ἐγγὺς Βασιλὶς Θεοφανὼ Κυρίου,

          Ταῖς ἀρεταῖς ἕστηκεν ἐστιβωλμένη.

Ἕτερ. Σκῆνος γεηρόν, λέπτυνας μακαρία,

          πῆρας ὦκα εἰς μονὰς τῶν Ἁγίων.

          Φαίδιμον, ὕψ΄ ἐς ἄνω ἄστυ δράμες, ὦ Θεοφανοῖ.

Αὔτη ὑπῆρχε γέννημα καὶ θρέμμα Κωνσταντινουπόλεως, ἐξ αἵματος βασιλικοῦ τὴν γέννησιν ἔχουσα, ἐκ τῶν περιβλέπτων Μαρτινακίων, θυγάτηρ Κωνσταντίνου, τὴν ἀξίαν Ἰλλουστρίου, καὶ μητρὸς Ἄννης, ἐκ τῶν ἀφ ἡλίου ἀνατολῶν ὡρμημένων. Οὗτοι καθ’ ἑκάστην ἤσχαλον καὶ ἠθύμουν, παῖδας μὴ ἔχοντες, καὶ τὴν ἁγίαν Θεοτόκον εἰς βοήθειαν ἐπεκαλοῦντο, εἰς τὸν ἐκείνης πανσεβάσμιον ναὸν τὸν ἐν τοῖς Βάσκου διατρίβοντες, καὶ τὰς δεήσεις αὐτῶν ἐκεῖσε ἐκχέοντες· καὶ λυθήτω Δέσποινα, λέγοντες, ἡ τοῦ κόσμου Κυρία, ἡ ἐκτήκουσα τοὺς δούλους σου ἀπαιδία. Καὶ ἐπὶ πιστῶς ᾔτουν, ἔλαβον παιδίον θῆλυ. Τοῦτο δὲ ἀπογαλακτισθέν, καὶ περὶ ἑξαετίαν ἐλάσαν, γράμματα ἐκπαιδεύεται, καὶ πάσαις καλῶν ἀρετῶν ἰδέαις περιφέρεται. Ταῦτα βλέποντες οἱ γονεῖς, ἔχαιρον καὶ ἐσκίρτων καὶ τῆς εὐπαιδείας οὐκ εἰς μακρὰν ἀπολήψεσθαι τοὺς καρποὺς ᾤοντο. Ἐπεὶ δὲ ὁ χρόνος τῆς ἡλικίας αὐτῆς προέβη, καὶ τοῖς ὁμοίοις, μᾶλλον δὲ τοῖς κρείττοσι προέκοπτε, ζήτησις παρὰ τῶν βασιλέων γέγονε κόρης εὐόπτου καὶ ἐναρέτου. Εἰς ἣν πάντα τὰ κάλλιστα οἱ βασιλεῖς εὑρηκότες, ταύτην συνάπτουσι Λέοντι τῷ υἱῷ αὐτῶν καὶ βασιλεῖ. Καὶ λοιπὸν χαρᾶς καὶ εὐφροσύνης τὰ πάντα ἐπληροῦντο. Οὐ πολὺ τῷ ἐν μέσῳ καὶ ὁ πονηρὸς ζιζάνιον ἔσπειρας τῇ ἀκοῇ Βασιλείου τοῦ βασιλέως, διὰ γλώσσης τοῦ Σανταβαρινοῦ Ἀββᾶ, τὸν υἱὸν καὶ βασιλέα Λέοντα ἐγκατάκλειστον ποιεῖται ἅμα τῇ γυναικὶ χρόνοις τρισί. Τῶν ἐγκαινίων δὲ τοῦ ναοῦ Προφήτου Ἠλιοὺ καταλαβόντων ὁ βασιλεὺς τῷ υἱῷ καταλλάττεται, καὶ μετ’ αὐτοῦ τὴν προέλευσιν ποιεῖται. Ἐπεὶ δὲ Αὐτοκράτωρ ἀνηγορεύθη ὁ βασιλεὺς Λέων ὑπὸ τοῦ Πατρός, διὰ τὸ νοσήματι αὐτὸν περιπεπτωκέναι, τηνικαύτα ἡ τιμία, βασίλισσα Θεοφανὼ εἰς τὰ βασίλεια περινοστοῦσα, τῆς ψυχικῆς σωτηρίας ἐπεμελεῖτο· τὴν δόξαν τῆς βασιλείας ὡς οὐδὲν ἡγουμένη, καὶ τὰ τερπνὰ τοῦ βίου ὡς ἀράχνην καὶ σκιὰν παραβλέπουσα, οὐκ ἔλειψε νυχτὸς καὶ ἡμέρας ψαλμοῖς καὶ ὕμνοις καὶ εὐχαῖς τὸν Θεὸν θεραπεύουσα, καὶ ἐλεημοσύνας αὐτὸν ἐκμειλίσουσα. Τὰ γὰρ ἄνθη τῆς ἁλουργίδος φοροῦσα, καὶ τὴν ἄλλην εὐπρέπειαν ἔξωθεν περιβεβλημένη, τοῖς ῥάκεσιν ἔνδον τὸ σῶμα κρυπτῶς κατέτρυχε· καὶ ἀσκητικὴν ἀγωγὴν αἱρουμένη, τῶν πολυτελῶν τραπεζῶν καταφρόνει, καὶ εὐτελεῖ καὶ αὐτοσχεδίῳ τοῦ ἄρτου καὶ τῶν λαχάνων ὠσανεί τινι πολυτελεῖ πανδαισίᾳ ἐτρέφετο· τὰ δὲ ἐν ταῖς χερσὶν αὐτοῖς παρεμπίπτοντα χρήματά τε καὶ κτήματα τίμια, τοῖς βιωτικοῖς φαντάσμασι, πένησιν ἐδίδου καὶ τῶν πέπλων τὰ πολύτιμα τοῖς δεομένοις παρεῖχε· χήραις καὶ ὀρφανοῖς τὴν αὐτάρκειαν ἐχορήγει, τῶν μοναστῶν τὰ εὐτελῆ καταγώγια χρήμασι καὶ κτήμασι κατεπλούτιζε, τῶν οἰκετῶν καὶ ἀδελφῶν ἐπεμελεῖτο· οὐ κὲκληταί ποτέ τινα ἁπλῷ ὀνόματι, ἀλλὰ πάντων ἐκυρολόγει τὰς κλήσεις. Οὐκ ἐφθέγξατο ὅρκον διὰ τῆς γλώττης, οὐ ψευδὲς ῥῆμα διὰ τῶν ταύτης χειλέων προῆλθεν ἢ λοιδορία. Οὐκ ἐπαύσατό ποτε κρυπτῶς πενθεῖν καὶ σκυνθρωπάζειν, καὶ τὴν στρωμνὴν τοῖς δάκρυσι καταβρέχειν· ἡ κλίνη δὲ αὐτῆς χρυσοϋφάντοις τάπησι κατεστρωμένη τοῖς οἰκείοις ὡρᾶτο· ἡνίκα δὲ ἡ νὺξ κατελάμβανεν, ἐκεῖθεν ἀνισταμένη, ψαθίῳ καὶ τριχίνοις ῥάκεσι ἐν τῷ ἐδάφει κειμένοις τὴν ἀνάπαυσιν ἐποιεῖτο, ὥραν ἐξ ὥρας ἀνισταμένη, καὶ τῷ Θεῷ τάς αἰνέσεις ἀναπέμπουσα· διὸ ἐκ τῆς ἄγαν σκληραγωγίας, ἡ σωματικὴ αὐτὴν περιεστοίχησε νόσος. Αὔτη δὲ εἰς ἐγκρατείας ἀφορμὴν τὴν νόσον λαβοῦσα, οὐ διέλιπε τοῖς πεινῶσι διαθρύπτειν τὸν ἄρτον, τὸ δὲ στόμα αὐτῆς, ἐν τῇ μελέτῃ τῶν θείων ὕμνων ἐθισθέν, οὐκ ἐπαύσαυτο τὰ ἱερώτατα λόγια τοῦ Δαβῒδ κατεπάδειν. Οὐ παρεωρᾶτο ἐξ αὐτῆς ἡ ἑπτάκις αἴνεσις τοῦ Κυρίου, οὐδὲ ὕπνωσεν ἀναπαύσεως ὕπνον ἄνευ δακρύων ταῖς τῶν ἀλλοτρίων συμφοραῖς συμπαθοῦσα. Δάκρυσι τὸν Θεὸν ἐκλιπαροῦσα ἦν ὑπὲρ αὐτῶν, καταπονουμένοις χεῖρα βοηθείας ὀρέγουσα, τῶν χειρῶν προϊσταμένη, τῶν ἐν θλίψεσι καὶ ἀθυμίᾳ χειμαζομένων ὑπάρχουσα εὐθυμία καὶ παράκλησις. Πάντα τοιγαροῦν τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ διὰ τὸν χριστὸν ἀπηρνησαμένη, καὶ τὸν χρηστὸν τοῦ Κυρίου ζυγὸν λαβοῦσα, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀραμένη, τῶν ἐλπιζομένων οὐ διήμαρτεν ἀγαθῶν. Αὔτη αἰσθομένη τὴν ἐκ τοῦ σώματος καὶ τοῦ κόσμου ἐκδημίαν, ἀσπάσασθαι αὐτὴν πάντας προετρέψατο τὸν τελευταῖον ἀσπασμόν, καὶ οὕτως ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο. Τὸ δὲ ἅγιον αὐτῆς λείψανον μεγάλως τιμηθὲν παρὰ πάντων, κατετέθη ἐν τῷ ναῷ, ὃν ὁ βασιλεὺς Λέων εἰς τιμὴν αὐτῆς ᾠκοδόμησεν ἐν Κωνσταντινουπόλει. Νῦν δὲ ἀκέραιον εἰσέτι σῴζεται ἐν τῷ Πατριαρχικῷ τῆς μεγάλης τοῦ Χριστοῦ ἐκκλησίας ναῷ, ὡς ἰατρεῖον προκείμενον, ἐξ οὗ ἀμισθὶ τὰς ἰάσεις ἀρύονται πάντες οἱ μετὰ πίστεως καὶ πόθου προσερχόμενοι. Ταῖς τῆς ὁσίας βασιλίδος πρεσβείαις, Χριστὲ παμβασιλεῦ, ῥυσθείημεν τῶν ἐπικειμένων ἡμῖν δεινῶν καὶ τῆς οὐρανίου βασιλείας ἀξιωθείημεν. Ἀμήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

μνήμη σου τὴν σήμερον εὐφραίνει, εὐσεβῶν ὁμήγυριν ᾀειμακάριστε, τιμῶσαν τοὺς σοὺς ἀγῶνας, ἔνδοξε, καὶ Θεῷ χαρμονικῶς ἀνακραυγάζουσαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Σήμερον, ἁγία, σὲ ὑμνοῦμεν, τιμῶντές σοῦ τοὺς ἀγῶνας ᾀεισέβαστε, οὓς ἔτλης νεανικῶς, ὁσία πάνσεμνε, εὐλογοῦντες τὸν Θεὸν καὶ ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τοῦ κόσμου τὴν ματαίαν φαντασίαν, καὶ τρυφὴν βασίλειον, καὶ πᾶσαν εὔκλειαν, κατέλιπες ὡς οὐδέν, πανθαύμαστε, ἀγαπήσασα Χριστόν, πρὸς ὃν ἐκραυγαζες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Δεήσεων σῶν δούλων, Θεοτόκε, εὐμενῶς ἐπάκουσον, τῶν ἀνυμνούντων σε, πάντας τῶν δεινῶν νῦν ἁπαλλάτουσα ἐκβοῶντας μετὰ πόθου· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

δειξας Θεοφανὼ ἁγιωτάτη, ὅτι ῥᾴδιον πέλει τῷ ὄντι, ἀρετὴν ἐργάσασθαι, καὶ ἐν κόσμῳ ὡς ἀληθῶς, ὥσπερ σὺ ἐτέλεσας λαμπρότατα· διό σε τιμῶντες ἀνακραζομεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

σω τῶν τῆς βασιλείας ἀνακτόρων, βασιλὶς φρουρουμένη ἁγία, βίον μέντοι ἄριστα τὸν ἐν πόνοις, σὺ θαυμασίως κατορθώσας, ὡς ἄϋλος βιοῦσα, σεμνή· διὸ καὶ πρὸς Κύριον ἀνεκραζες· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θαύματος ὑπερφυοῦς ὑπάρχεις ὄντως, ἡ σεπτὴ πολιτεία σου μῆτερ· κόσμον γὰρ ἐτέλεσας βίον λίαν, ἀγγελικόν, καταισχύνασα βελίαρ τὸ ὑπέρογκον· διό σε πιστῶς ᾀεὶ δοξάζομεν, ἐκτελοῦντες τὴν μνήμην σου ᾄσμασι, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Ἄνασσα τῶν οὐρανῶν παντός τε κόσμου, σὺ ὑπάρχεις Παρθένε Μαρία· ὑπὲρ νοῦν γὰρ ἔτεκες καὶ ἀληθὴς Θεοτόκος ἐχρημάτισας, Θεόνυμφε· διὸ εὐσεβῶς σε μακαρίζομεν, τὸν Υἱὸν καὶ Θεόν σου δοξάζοντες, καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τύπον τῆς Ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν .

Πόλις ἡ πατρίς σου πάνσεμνε, ἡ βασιλεύουσα αὕτη λίαν σε σέβεται, ἤδη τὴν σορὸν τῶν σῶν λειψάνων θαυμάζουσα, καὶ πιστῶς εὐφημεῖ σε κραυγάζουσα, Θεοφανὼ ὁσία, λιταῖς σου πάντας διατήρησον.

Τύπος ἐναρέτων πράξεων, τῇ σῇ πατρίδι γεγονυῖα ἀπέδειξας, ἅπαντα πιστὸν ἰσχύειν ῥᾷστα ἐργάζεσθαι ἐντολὰς τοῦ Κυρίου, βουλόμενον, καὶ ἐν τῷ κόσμῳ ὄντα, ὥσπερ αὐτὴ ᾀειμακάριστε.

Πόθῳ σοι βοῶ ἀοίδιμε Θεοφανώ, ὁ νῦν συνθείς σοι ἐφύμνια, θείαις σου λιταῖς, ἀμπλακημάτων ἀπάλλαξον, καὶ κολάσεως ῥῦσαί με τάχιστα, ἵνα πιστῶς ὑμνῶ σε, εἰς τοὺς αἰῶνας, ἀξιάγαστε.

Θεοτοκίον. Πάντα οὐρανῶν στρατεύματα, δοξολογεῖ σε ὑπερύμνητε Δέσποινα· σὺ γὰρ ἀγαθή, πάντας κατηύγασας χάριτι, ὡς τεκοῦσα Θεὸν τὸν παντάνακτα· διό σε ἱκετεύω, κἀμὲ οἰκτείρησον ἐλέει σου.

Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Πόλις ἡ βασιλεύουσα ἡ Κωνσταντίνου σκίρτησον, πλουτοῦσα σκῆνος τὸ θεῖον, Θεοφανοῦς τῆς ἁγίας· αὔτη γὰρ ὥσπερ σκύμβαλα, ἡγήσατο τὰ πρόσκαιρα, ποθοῦσα τὰ οὐράνια, ὧν καὶ τυχοῦσα, πρεσβεύει, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Παντάνασσα Θεόνυμφε, εὐλογημένη Δέσποινα, ἡ μήτηρ τοῦ βασιλέως, τὸ ἄνθος τῆς παρθενίας, ἀγγέλων ἡ εὐπρέπεια, οὐρανίων ἀγλάϊσμα, τὸ μέγα καταφύγιον, ὑμνοῦμέν σε Παναγία, ὡς σωτηρίαν τοῦ κόσμου.

Εἰς τοὺς Αἴνους. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῶν εὐσεβούντων τὰ στίφη, δεῦτε συνδράμετε, ὑμνοῦντες τὸν Σωτῆρα, τὸν Θεὸν τῶν ἁπάντων, δοξάσαντα ἐν κόσμῳ τὴν φαεινήν, θαυμασίαν ἐν ᾄσμασι, Θεοφανὼ τὴν ἁγίαν ὑπὲρ ἡμῶν, πρὸς τὸν Κύριον πρεσβεύουσαν.

του Χριστοῦ ἐκκλησία ἡ μεγαλώνυμος, τῶν Ὀρθοδόξων μήτηρ, δι’ αἰώνων πλουτοῦσα, τὸ πάνσεπτόν σου σκῆνος, Θεοφανώ, ἀνακράζει πρὸς Κύριον. Αὐτῆς πρεσβείαις Παντάναξ, ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἀλάστορος.

τὴν ὁσίαν σου κλίσιν εἰδώς, πανόλβιε, ἣν ἔσχες θεοφρόνως πρὸς Χριστὸν τὸν σωτῆρα, προέτρεψεν εἰκότως τοὺς εὐσεβεῖς, τοῦ συνθεῖναι ἐφύμνια, καὶ ἐκτελεῖν τὴν ἁγίαν σου ἑορτήν, πανοσία, εὐφημότατα.

ν οὐρανοῖς σὺν ἀγγέλοις ὑμνοῦσα, πάνσεμνε, τὸ ἄῤῥητον καὶ θεῖον, τῆς Ἁγίας Τριάδος, ὑπέρτατον τῷ ὄντι, ὑπὲρ ἡμῶν, ἀδιαλείπτως ἱκέτευε, ὅπως ῥυσθῶμεν κινδύνων καὶ δυσχερῶν, καὶ κολάσεως, πανεύφημε.

Δόξα. Ἦχος πλ. α'.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε πιστῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν ὕμνοις, Θεοφανὼ τὴν Θεόφρονα. Αὔτη γὰρ τά τοῦ βίου τερπνά, καὶ ἐπιγείου βασιλείας τὸ κράτος, ἀντ’ οὐδενὸς πανσόφως ἡγησαμένη, τὰ ἄνω ἐνθέως προείλετο· καὶ νῦν περὶ τὸν θρόνον τοῦ παντάνακτος σὺν ἀσωμάτοις δοξολογοῦσα, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικὰ, καὶ ἀπὸ τοῦ Κανόνος τῆς Ἁγίας, ᾨδὴ γ'. καὶ ς'.

ᾨδὴ γ'. Ἦχος α'. Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων...

γει σοι, ὁσία, ὑμνῳδίας ᾠδάς τε καὶ ᾄσματα, πιστῶν χορεία, θεοφρόνως προσκυνοῦσα τὸν κτίστην, ὡς μόνον Θεὸν παντάνακτα, σὲ ἀνυψώσαντα, γῆθεν πρὸς οὐρανόν, εἰς αΐδιον ἀπόλαυσιν.

γγελοι τιμῶσι, τοὺς σεπτούς σου ἀγῶνας, πανόλβιε, ἐκδυσωποῦντες τὸν Σωτῆρα, ὡς Θεὸν τῶν ἁπάντων, λαμπρῶς σε, ἁγνή, δοξάσαντα· διὸ τελοῦντες τὴν σὴν ἑορτήν, τὸν Χριστὸν δοξάζομεν.

Γένος τῶν ἀνθρώπων, εὐφημεῖ τοὺς ἀγῶνάς σου, πάνσεμνε, ὅτι καθεῖλες τὸν βελίαρ, ἐν τῷ κόσμῳ τελοῦσα, σεπτὴ πανοσία ἔνδοξε, ὑπὲρ ἡμῶν τὸν Χριστὸν ἐκτενῶς, μῆτερ καθικέτευε.

Θεοτοκίον. Ἔχεις Παναγία, κυριότητα πάντων ὡς πέλουσα, μήτηρ τοῦ πάντων βασιλέως, ὃν δυσώπει ἀπαύστως, σῶσαι πάντας τοὺς ὑμνοῦντάς σε καὶ ἀπαλλάξαι φθορᾶς καὶ παθῶν καὶ γεέννης ἅπαντας.

ᾨδὴ ς'. Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν...

Θεοφανώ, ὁσίων τὸ καύχημα, τιμῶμέν σε πίστει παναοίδιμε, πόθῳ κραζοντες· τοὺς τιμῶντάς σε νόσων ἀπάλλαξον, ταῖς πρεσβείαις σου, ὁσίων ἐγκαλλώπισμα, ἵνα εὐσεβῶς ἐν ᾄσμασι, τὴν σεπτήν σου τελῶμεν πανήγυριν.

παντες πιστοί, πόθῳ ἑορτάζομεν, τὴν μνήμην σεμνὴ τῆς σῆς κοιμήσεως, εὐφραινόμενοι καὶ ὑμνοῦντες Χριστὸν τὸν ὑπέρθεον· ἱκεσίαις ἐλεῆμον τῆς ὁσίας σου, πάντας τῶν δεινῶν ἀπάλλαξον, καὶ κολάσεως ῥῦσαι, ἀθάνατε.

Νῦν ἐν οὐρανοῖς ὑπάρχουσα, πάνσεμνε, ὑμνεῖς τὸν Χριστόν, τὸν ὑπεράγαθον, ὦ Θεοφανώ, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε, καθικέτευσον ῥυσθῆναι τῆς κολάσεως, ἵνα ἐκτελῶμεν ᾄσμασι, τὴν σεπτὴν ἑορτήν σου, ἀοίδιμε.

Θεοτοκίον. Νόσων καὶ δεινῶν καὶ πάσης κολάσεως, τὸν κόσμον Ἁγνὴ ῥῦσαι ἐλέει σου, καὶ κυβέρνησον ἐν εἰρήνῃ καλῶς τὴν ζωὴν ἡμῶν, ἵνα πόθῳ σε καὶ πίστει μακαρίζομεν, μόνη μήτηρ ᾀειπάρθενε, Παναγία πανάμωμε Δέσποινα.

Ἀπολυτίκιον. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Προελομένη τὰ οὐράνια πόθῳ, Θεοφανὼ τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα, ὅθεν κατηξίωσαι οὐρανίων χαρίτων, σὺν ἀγγέλων τάξεσι, καὶ ἁγίων χορείαις, παρισταμένη τῷ παμβασιλεῖ, ὃν ἐκδυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνη.

ορτήν σου σήμερον, τὴν λαμπροτάτην, ἐκτελοῦντες κράζομεν, Θεοφανώ, πανευσεβῶς, τοὺς σὲ ὑμνοῦντας διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος δ'. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ]. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, [Κύριον ἐκ πηγῶν Ἰσραήλ].

Πρὸς Κορινθίους β'. Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα. [Κεφ. ς'. 1-10.]

δελφοί, συνεργοῦντες παρακαλοῦμεν, μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς. Λέγει γάρ· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδού, νῦν καιρὸς εὐπρόσδεκτος· ἰδού, νῦν ἡμέρα σωτηρίας. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία· ἀλλ’ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς· ὡς ἀγνοούμενοι, καὶ ἐπιγινωσκόμενοι· ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν· ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι· ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες· ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες.

[Ἀλληλούϊα. Ἦχος δ'. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου].

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. ζ'. 36-50.]

Τῷ καιρῷ ἐκείνῳ, ἡρώτα τις τῶν Φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ’ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. Καὶ ἰδού, γυνὴ ἐν τῇ πόλει, ἧτις ἧν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι· καὶ τοῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασας, καὶ κατεφίλη τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτόν, εἶπεν ἐν ἑαυτῷ, λέγων: Οὗτος εἰ ἧν προφήτης, ἐγίνωσκεν ἄν τὶς καὶ ποταπὴ ἡ γυνή, ἥτις ἄπτεται αὐτοῦ, ὅτι ἁμαρτωλὸς ἐστί. Καὶ ἀποκριθεῖς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν: Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δὲ φησί: Διδάσκαλε εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; Ἀποκριθεῖς δὲ ὁ Σίμων, εἶπεν: Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ: Ὀρθῶς ἔκρινας. Καὶ στραφεῖς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη. Βλέπεις ταύτην τὴν γυναῖκα, εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὔδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωσας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. Φίλημά μου οὔκ ἔδωκας, αὕτη δε, ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Οὐ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ, ᾧ δὲ ὀλῖγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ: Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς. Τίς οὗτος ἐστὶν ὅς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα: Ἡ Πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον [ἔσται δίκαιος. Ἀλληλούϊα].

Εκδότης: Ακολουθία της αγίας ενδόξου μεγαλομάρτυρος και πανευφήμου Ευφημίας συν τη της οσίας Θεοφανούς της Βασιλίδος. — Εν Κωνσταντινουπόλει· Εκ του Πατριαρχικού Τυπογραφείου, 1857. — σελ. 37-52.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0