Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 19.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΓ'.
Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου, καὶ Ὀρέστου· καὶ τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Λόγοις καὶ παθήμασι, καὶ πολυτρόποις στερήσεσι, τῆς ζωῆς ἐπεδείξαντο, ἀγάπην οἱ ἅγιοι, τὴν πρὸς σὲ τελείαν, μὴ σαλευομένην, σὺν Εὐστρατίῳ τῷ σοφῷ, καὶ Αὐξεντίῳ ἀγωνισάμενοι, Ὀρέστης καὶ Μαρδάριος, μετ’ Εὐγενίου οἱ ἔνδοξοι· ταῖς αὐτῶν σῷσον Κύριε, προσευχαῖς τὰς ψυχὰς ἡμῶν.

Λύσσῃ τοῦ παράφρονος, ὁ εὐκλεὴς μὲν Αὐξέντιος, κεφαλὴν ἀποτέμνεται· Μαρδάριος πάλιν δέ, ἐκ τῶν ἀστραγάλων, κρεμασθεὶς ἐστέφθη· ὁ δὲ Εὐγένιος τομῇ, χειρῶν καὶ γλώττης καθωραΐζεται· Ὀρέστης ἐν κραβάτῳ δέ, τῷ πυριστρώτῳ κομίζεται· ἐν καμίνῳ Εὐστράτιος, ὡς ἀμνὸς Χριστοῦ τίθεται.

Ἔτερα Στιχηρά. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν μάρτυσιν.

ς καλῶς στρατευσάμενος, Βασιλεῖ τῶν δυνάμεων, σεαυτὸν Εὐστράτιε παραδέδωκας, ἐθελουσίως εἰς βάσανα, καὶ βίαιον θάνατον, ἐπαγόμενος χορόν, συμμαρτύρων μακάριον· μεθ’ ὧν ἤθλησας, καὶ τῆς νίκης ἐδέξω τοὺς στεφάνους, σὺν αὐτοῖς καθικετεύων, ὑπὲρ ἡμῶν παναοίδιμε.

θεόφρων Εὐστράτιος, ὁ γενναῖος Αὐξέντιος, ὁ κλεινὸς Εὐγένιος καὶ Μαρδάριος, σὺν τῷ Ὀρέστῃ ἠρίστευσαν, ἐχθροὺς τροπωσάμενοι· καὶ ἐκλάμψαντες σαφῶς, ὡς ἀστέρες πολύφωτοι, κατεφαίδρυναν, τῶν πιστῶν τὰς καρδίας καὶ τῆς πλάνης, ἀπεδίωξαν τὸ σκότος, τῇ φωταυγείᾳ τοῦ Πνεύματος.

Τῆς Ἁγίας Λουκίας.

Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, προσηνέχθης χαίρουσα τῷ Ποιήσαντι· ἀρνησαμένη γὰρ πρόσκαιρον, νυμφίον πανεύφημε, ἐνυμφεύθης τῷ Χριστῷ· καὶ τὸν δρόμον τελέσασα, διὰ πίστεως, καὶ φαιδροῦ μαρτυρίου νῦν παρέχεις, τοῖς τιμῶσί σε Λουκία, τῶν ἰαμάτων χαρίσματα.

Δόξα, Ἦχος πλ. β'.

Δεῦτε φιλομάρτυρες, τοὺς τοῦ Χριστοῦ ἀθλοφόρους, ἐν ὕμνοις τιμήσωμεν· Εὐστράτιον τὸν ἀήττητον μάρτυρα, Αὐξέντιον καὶ Εὐγένιον, καὶ Μαρδάριον καὶ Ὀρέστην, τὴν πενταυγῆ τῶν μαρτύρων χορείαν· οἳ καλῶς ἀγωνισάμενοι, κατὰ τοῦ ἀοράτου ἐχθροῦ, καὶ βραβεῖα τῆς νίκης ἀναδησάμενοι, πρεσβεύουσι Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, τελούντων τὴν μνήμην αὐτῶν.

Καὶ νῦν, Θεοτοκίον.

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Ἢ Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης Χριστέ.

ν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ Πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῷσον τοὺς πίστει ἀνυμνοῦντάς σε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

θαυμαστὸς ἀθλοφόρος, ἡμᾶς Εὐστράτιος, σήμερον συγκαλεῖται, τὴν σεπτὴν αὐτοῦ μνήμην, τελέσαι ἐτησίως· διὸ καὶ ἡμεῖς, συνελθόντες τιμήσωμεν, ὡς ἐραστήν τοῦ Κυρίου, καὶ καρτερῶς, ὑπὲρ τῆς πίστεως ἀθλήσαντα.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ [ὁ Θεὸς Ἰσραὴλ].

Δαυϊτικῶς τὴν ἀνδρείαν, καθοπλισάμενος, τὸν δεύτερον καὶ πλάνον, Γολιὰθ ἀποκτείνεις, τῇ πίστει τῆς Τριάδος· ὅθεν ἀεί, συνευφραίνῃ Εὐστράτιε, ἐν οὐρανοῖς μέτ’ Ἀγγέλων ἐκδυσωπῶν, τὸν Σωτῆρα τοῦ σωθῆναι ἡμᾶς.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, [πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς].

ς ὁ Θεσβίτης Ἠλίας, ζηλῶν ἐζήλωσας, προφητικῶς Κυρίῳ, Παντοκράτορι μάρτυς, Εὐστράτιε θεόφρον· καὶ θράσος κενόν, τῶν ἀνόμων διήλεγξας, καταβαλὼν τῶν εἰδώλων ὡς δυνατός, τὰ βδελύγματα μακάριε.

Δόξα, Ἦχος πλ. α'.

Τῶν τυραννούντων τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν πίστιν, τρανῶς κηρύξαντες, ξεσμοὺς πολλοὺς καὶ βασάνους ὑπεμείνατε, Εὐστράτιε καὶ Αὐξέντιε, Εὐγένιε καὶ Ὀρέστα, καὶ ἔνδοξε Μαρδάριε. Διὸ πρεσβεύσατε τῷ Βασιλεῖ καὶ Θεῷ, ὑπὲρ ἡμῶν τῶν πίστει, τελούντων τὴν μνήμην ὑμῶν.

Καὶ νῦν, Θεοτοκίον.

Χαῖρε ἡ Πύλη τοῦ Θεοῦ· χαῖρε Πανάχραντε Παρθένε ἁγνή· χαῖρε Δέσποινα καὶ προστασία τοῦ κόσμου· χαῖρε τεῖχος καὶ καταφυγή, καὶ σκέπη τοῦ γένους ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Καθορῶσα πάλαι τὸν ἀμνὸν ἑαυτῆς, ἡ Παρθένος Μήτηρ καὶ πανάμωμος Κόρη, Σταυρῷ ἀνυψούμενον, ἐβόα δακρύουσα· Οἴ μοι Υἱέ μου! πῶς θνῄσκεις, Θεὸς φύσει ὢν ἀθάνατος;

Ἀπολυτίκιον. Ἦχος δ'.

Οἱ μάρτυρές σου, Κύριε, [ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν].

Καὶ τῆς Ἁγίας. Ἦχος δ'.

ἀμνάς σου Ἰησοῦ, [κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῷσον τὰς ψυχὰς ἡμῶν].


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων. Ἰωάννου Μοναχοῦ. Ἦχος δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. Θαλάσσης, τὸ Ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Βραβεύων, ἐν οὐρανοῖς τὰ ἔπαθλα, τοῖς ἐπὶ γῆς ἀθληταῖς, ἀγωνοθέτης κάθηται Χριστός, δεξιᾷ Παντοκράτορι, τοῖς ἀμφὶ τὸν Εὐστράτιον, θείους στεφάνους προτεινόμενος.

Χορείαν μαρτυρικὴν πεντάριθμον, δεῦτε κατίδωμεν, ὑπερφυεῖ ἀστράπτουσαν φωτί, κεκτημένην ταξίαρχον, τὸν ποθητὸν Εὐστράτιον, χάριτι Θείᾳ στεφανούμενον.

Τὴν ζωήν τοῦ ἐπὶ γῆς στρατεύματος, ἀπεκδυσάμενος, τῷ ἀληθεῖ προσάγῃ Βασιλεῖ, τῆς ἀθλήσεως σύμβολον, παρὰ Χριστοῦ Εὐστράτιε, δι’ Αὐξεντίου κομισάμενος.

στέρες, ἐν οὐρανῷ τῆς πίστεως, ἀεὶ κινούμενοι, τὰς τῶν πιστῶν λαμπρύνουσι ψυχάς, φωτισμὸν ἀποστίλβοντες, οἱ περὶ τὸν Εὐστράτιον, οὓς ἐπαξίως εὐφημήσωμεν.

Τῆς Ἁγίας. Πορφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρῶς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς Παρθένος βασίλεια, καὶ θεϊκαῖς λαμπρότησι, μάρτυς Λουκία κατηγλάϊσαι.

Θεοτοκίον. Χωρίον, χωρητικὸν γεγένησαι, τῆς θείας φύσεως, Θεογεννῆτορ ἄχραντε· διό σε Λουκία ποθήσασα, παρθενικῶς ὀπίσω σου, τῷ σῷ Υἱῷ προσαπενήνεκται.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

λπίδι τῶν αἰκισμῶν, ὥσπερ ἀΰλου θησαυροῦ γέγονας, ὑπερφυῶς ἔμπλεως, πάσης θυμηδίας Εὐστράτιε.

Σοφίᾳ Πνευματικῇ, ὑπομονῇ τε πειρασμῶν ἤλεγξας, μάρτυς Χριστοῦ Αὐξέντιε, τὴν τυραννικὴν ἀθεότητα.

ς κόσμος θεολαμπής, τῆς Ἐκκλησίας τῶν πιστῶν μάρτυρες, τὰ τοῦ Χριστοῦ στίγματα, περιηνθισμένοι γεγόνατε.

Τὰ μέλη καρτερικῶς, ἀθλητικῆς καταφλεχθεὶς ἄνθραξιν, εἰδωλικῆς ἔσβεσας, πλάνης τὴν μανίαν Εὐστράτιε.

Τῆς Ἁγίας. Ὡς νύμφη περικαλής, τοῦ Βασιλέως καὶ Θεοῦ ἔνδοξε, μάρτυς Λουκία εἴληφας, νῦν τῶν οὐρανῶν τὰ βασίλεια.

Θεοτοκίον. Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα πανάμωμε.

Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κάθισμα, Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς Τριάδος τῇ πίστει ὀχυρωθείς, ἀληθείας σφενδόνῃ καθοπλισθείς, τῆς πλάνης κατέβαλες, τὸ ἀλλόφυλον θράσος, καὶ τοῦ ἐχθροῦ ἁρπάσας, τῶν λόγων τὴν μάχαιραν, ἐν αὐτῇ ἀπέτεμες, τοῦ ψεύδους τὴν ἔνστασιν· ὅθεν τοῖς τροπαίοις, θριαμβεύων τῆς νίκης, τῷ σώματι τέθνηκας, τῷ δὲ πνεύματι ἔζησας. Ἀθλοφόρε Εὐστράτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἄγίαν μνήμην σου.

Δόξα, ἕτερον, Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τῶν μαρτύρων αἵμασιν, ἡ Ἐκκλησία, ἀρδευθεῖσα ἤνθησεν, ὀρθοδοξίαν τοῖς πιστοῖς, ἐγκαυχωμένη καὶ λέγουσα· Κλέος μαρτύρων ἐδείχθητε ἅγιοι.

Καὶ νῦν, Θεοτοκίον.

Τὴν θερμὴν ἀντίληψιν, τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν, τὴν πρὸς Θεὸν καταλλαγήν, δι’ ἧς φθορᾶς ἐλυτρώθημεν, τὴν Θεοτόκον πιστοὶ μακαρίσωμεν.

Ἢ Σταυροθεοτοκίον.

ἁγνὴ καὶ ἄσπιλος, Μήτηρ σου Λόγε, μητρικῶς ἠλάλαζεν, ὀδυρομένη ἐν κλαυθμῷ, ἐν τῷ Σταυρῷ ὡς ἑώρακε, προσηλωθέντα σε μόνε μακρόθυμε.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Δι’ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

Συναπεβάλου τοῖς μώλωψι τῆς σαρκός σου, τὰς ψυχικὰς κηλῖδας, τὰς βολίδας συντρίψας, τοῦ δολίου δράκοντος, τῇ πίστει Εὐστράτιε.

δοξάσθη σου τοῖς μέλεσιν ἀθλοφόρε, ὁ βασιλεὺς τῆς δόξης, καὶ ἀῤῥήτου σε δόξης, ἐν δυνάμει ἔπλησε, τεράτων Εὐστράτιε.

Τῶν ἁλιέων ζηλώσας τὴν παῤῥησίαν, μαρτυρικῇ σαγήνῃ, τῷ Δεσπότῃ προσάγεις, τὸν σοφὸν Εὐγένιον, ζωγρήσας Εὐστράτιε.

ντως ὡραῖοι οἱ πόδες τῶν ἀθλοφόρων, τὸν δυσμενῆ πατοῦντες, καὶ Χριστῷ μελῳδοῦντες, ὁδὸν μαρτυρίου σου, δραμούμεθα Δέσποτα.

Τῆς Ἁγίας. Παῤῥησίαν εὑραμένη ἐν τοῖς ὑψίστοις, παρὰ Θεῷ Λουκία, τοῖς τιμῶσί σε πόθῳ, τῶν πταισμάτων αἴτησαι, δοθῆναι τὴν ἄφεσιν.

Θεοτοκίον. Παρθενίᾳ καὶ ἀθλήσει λελαμπρυσμένη, τῷ ἐκ Παρθένου Κόρης, ἀνατείλαντι Λόγῳ, ἄφθορος μεμνήστευσαι, Λουκία πανεύφημε.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Σὺ Κύριέ μου φῶς εἰς τὸν κόσμον ἐλήλυθας· φῶς ἅγιον ἐπιστρέφων, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Σὺ οἷὰ περ ἀστήρ, ἑωσφόρος ἀνέτειλας, ἐν φάλαγγι τῶν μαρτύρων, τηλαυγῶς διαπρέπων, ἀοίδιμε Εὐστράτιε.

Σὲ φέγγει κατιδών, νοητῷ διαλάμποντα, Μαρδάριος ὁ θεόφρων, ὡς ποιμένι ἀρνίον, προστρέχει σοι Εὐστράτιε.

Σὺ πάντα τὰ τερπνά, ἐλογίσω ὡς σκύβαλα, Εὐγένιε ἐκνικήσας, τοὺς τῆς φύσεως νόμους, τῷ φίλτρῳ τῆς ἀθλήσεως.

Τῆς Ἁγίας. Σοῦ μόνου καλλοναῖς, ὡς παρθένος ἐνήδομαι· σὲ Κύριε ἀγαπῶσα, σφαγιάζομαι ξίφει, Λουκία ἀνεκραύγαζεν.

κλῆρος ἀγαθός! ὢ μερὶς ἡ θεόσδοτος! ὢ γύναιον τῇ καλλίστῃ, συμβουλῇ ἐκνικῆσαν, τὴν πλάνην τῆς Προμήτορος.

Θεοτοκίον. Νοῦς βρότειος τὴν σήν, ὑπὲρ ἔννοιαν σύλληψιν, οὐ δύναται ἐννοῆσαι, μητροπάρθενε Κόρη· Θεὸν γὰρ ἀπεκύησας.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Χριστός μοι, ἀντὶ πάντων ἐστὶν ὁ Μαρδάριος, διαπρυσίως ἐβόα, καὶ πατρὶς καὶ σέβας καὶ ὄνομα· ὑπὸ σοῦ γάρ, τοῦτο ἐξεπαιδεύθη Εὐστράτιε.

Τοὺς πόδας, τρυπηθεὶς ἀνηρτήθης τῆς ἄντυγος· πεπυρωμένος ἐφλέχθης, ὀβελίσκοις δὲ τὰ μετάφρενα· τὸ δὲ Πνεῦμα τῷ Δεσπότῃ παρέθου Μαρδάριε.

γλῶσσα, ἐκκοπεῖσα τῶν ὕμνων οὐ παύεται· αἱ δὲ τμηθεῖσαί σου χεῖρες, πρὸς Θεὸν Εὐγένιε αἴρονται, σωτηρίαν, τοῖς ὑμνοῦσιν αἰτοῦσαι τὴν μνήμην σου.

Τῆς Ἁγίας. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος, ὁ σὸς γεγένηται μάρτυς· τοῦ γὰρ ζῆν προέκρινας τὸ τεθνάναι, ἵνα ζῶντα, τὸν Χριστὸν ἐν σοὶ ἕξεις Λουκία σεμνή.

Θεοτοκίον. Ἰσχὺν σε, εὑραμένη Παρθένε καὶ στήριγμα ἡ ἀθληφόρος αἰκίσεις, καρτερώτατα φέρει καὶ χαίρουσα, σοῦ ὀπίσω, τῷ τῶν ὅλων Δεσπότῃ προσάγεται.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον. Ἦχος πλ. β'. Τὴν ἐν πρεσβείαις.

Φωστὴρ ἐφάνης λαμπρότατος τοῖς ἐν σκότει, τῆς ἀγνωσίας καθημένοις ἀθλοφόρε· πίστιν ὡς δόρυ δὲ περιθέμενος, τῶν δυσμενῶν τὰ θράση, οὐκ ἐπτοήθης Εὐστράτιε, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.

Ὁ Οἶκος.

Τὸ ζοφερὸν Χριστὲ τῆς ψυχῆς μου διασκέδασον, ὅπως ἀνυμνήσω λαμπρῶς χορὸν μαρτύρων πεντάριθμον· Αὐξέντιον, τὸν ἐν αὐξήσει θεϊκῆς πολιτείας ἀνατραφέντα· καὶ τὸν σοφὸν καὶ γενναῖον ἐν τοῖς ἄθλοις Εὐγένιον· σὺν τούτοις καὶ τὸν Ὀρέστην, τὸν τοῖς θείοις διαιτώμενον ὄρεσι· Μαρδάριον τὸν ἁπλούστατον, οὗ ὑπῆρξεν Εὐστράτιος καθηγητής, Ῥητόρων ὑπάρχων εὐγλωττότερος.

Συναξάριον.
Τῇ ιγ'. τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ μαρτύρων, Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ Ὀρέστου.

Στίχ. Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,

          παξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.

          Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν ἄορ.

Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τῶν δυσσεβῶν βασιλέων, καὶ Λυσίου δουκός, τῆς Λιμιτανέων [1] τάξεως κρατοῦντος, καὶ Ἀγρικολάου πᾶσαν τὴν τῆς Ἀνατολῆς ἐπαρχίαν διοικοῦντος, ἄνωθεν μὲν ἐκ προγόνων σεβόμενοι τὸν Χριστόν, ὑποκρύπτοντες ἑαυτοὺς φόβῳ τῶν τυράννων καὶ διωκτῶν. Τούτων, ὁ μὲν ἅγιος Εὐστράτιος, ἐκ τῆς Ἀραβρακηνῶν ὡρμώμενος πόλεως, Σκρινιάριος (χαρτοφύλαξ) ὑπάρχων τῆς δουκικῆς τάξεως, καὶ ἐν αὐτῇ πρωτεύων. Ἐπιθυμῶν δὲ παῤῥησιάσαθαι τὴν εὐσέβειαν, καὶ τὸ τῆς ἐκβάσεως ἄδηλον δεδοικώς, τὴν ζώνην αὐτοῦ διά τινος τῶν ὑπηρετούντων ἀποτεθῆναι προσέταξεν, ἐν τῇ κατὰ Ἀράβρακα Ἐκκλησίᾳ· τοῦτο θεὶς ἐν ἑαυτῷ, καὶ ἀπόπειραν τοῦ σκοποῦ ποιούμενος, ὡς εἰ ὁ πρεσβύτερος Αὐξέντιος εἰσελθὼν λάβοι αὐτήν, κατ’ εὐδοκίαν αὐτῷ γενέσθαι τὴν εἰς Χριστὸν ὁμολογίαν καὶ παῤῥησίαν, μηδὲν τῶν προσδοκωμένων ὑποπτήξαντα παραστῆναι· Εἰ δὲ ἕτερός τις τῆς Ἐκκλησίας τὴν ζώνην κομίσαιτο, ἔτι τὴν εἰς Χριστὸν πίστιν περιφέρειν ἐν τῷ κρυπτῷ, καὶ μηδαμῶς εἰς ἐμφάνεν ἐλθεῖν.

Κατὰ νοῦν δὲ αὐτῷ τὰ τῆς πείρας ἐκβάντα θεασάμενος, καὶ τοῦ πρεσβυτέρου Αὐξεντίου τὴν ζώνην ἀνελομένου, ὑπειληφώς, ὅτι καλῶς αὐτῷ ἡ διὰ Χριστὸν ἀποβήσεται μαρτυρία, ἐμφανὴς τῷ Λυσίᾳ κατέστη, καὶ παῤῥησιάζεται τὴν εὐσέβειαν. Ἐν γὰρ τῷ τοὺς ἁγίους τοὺς προαθλήσαντας, παριστᾶν, καὶ αὐτὸς τῷ Λυσίᾳ παρέστη· καὶ γὰρ ἦν τῆς τοιαύτης τάξεως πρῶτος· διὸ καὶ πρῶτον ἑαυτὸν ἀναγορεύει Χριστιανόν. Ὅθεν παρὰ τοῦ τυράννου ἀφαιρεῖται τὴν ζώνην, καὶ κατὰ πρόσταξιν αὐτοῦ γυμνοῦται, καὶ διαταθεὶς ἐπὶ γῆς μαστίζεται. Εἰτα σχοινίοις δεθείς, εἰς ὕψος μετεωρίζεται, καὶ τῷ ἀναφθέντι αὐτῷ πυρὶ κάτωθεν καταφλέγεται. Μετὰ τοῦτο, ἅλατι καὶ ὄξει συμφυραθέντι, τοῖς καταφλεχθεῖσιν ἐπιχέεται μέλεσι, καὶ ὀστράκοις τὰς πλευρὰς κατατρίβεται· καὶ παραδόξως θαυματουργήσας (κατέστη γὰρ ὅλος ὑγιής·) τὸν ἅγιον Εὐγένιον ἐκκαλεῖται πρὸς τὴν εἰς Χριστὸν πίστιν, καὶ παῤῥησίᾳ καὶ αὐτὸς ὁμολογεῖ, σύμφωνα εἶναι λέγων τῷ ἁγίῳ Εὐστρατίῳ, καὶ τὸ αὐτὸ σέβας τῷ παρ’ ἐκείνου τιμωμένῳ προσάγει Θεῷ.

Τότε, κρηπῖσι σιδηραῖς ἡλωθεὶς ὁ ἅγιος Εὐστράτιος, ἀπὸ τῆς Σεβαστιανῶν πόλεως, μέχρι Νικοπόλεως ἐλαύνεται, συνάμα τῷ Εὐγενίῳ. Καὶ ἐν τῷ μεταξὺ διαστήματι, ὁ ἅγιος Μαρδάριος ἐλαυνόμενον ἰδὼν τὸν ἅγιον Εὐστράτιον, καὶ ἐν τοιούτῳ σχήματι τὸν περίβλεπτον ἐννοήσας, ἐμακάρισέ τε αὐτὸν τῆς καρτερίας, ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν εἰς οἷαν ἀνθ’ οἵας ἦλθε κατάστασιν, ἐκ περιφανοῦς καὶ γένους λαμπροῦ τῶν κακούργων πάσχειν ἑλόμενος. Καὶ σύμβουλον εἰς τοῦτο λαβὼν τὴν γυναῖκα, προτρεπομένην καὶ αὐτὴν αὐτὸν πρὸς τὴν ἄθλησιν, ταύτην καὶ τὰ ἐξ αὐτῆς τέκνα τῷ Θεῷ παραθείς, κατὰ τὴν ὁδὸν ἐλαυνόμενον τὸν ἅγιον Εὐστράτιον ἔφθασε καὶ συνεδέθη αὐτῷ.

Εἰς ἐξέτασιν δὲ τοῦ Λυσίου καθίσαντος, ὁ ἅγιος Αὐξέντιος πρῶτος ἀπετμήθη τὴν κεφαλήν, ἑαυτὸν ὀνομάσας χριστιανόν. Ὁ ἅγιος Μαρδάριος, τρυπηθεὶς τοὺς ἀστραγάλους, κατὰ κεφαλῆς ἐκρεμάσθη, καὶ ὀβελίσκοις ὀξέσι πεπυρωμένοις τὰ μετάφρενα καταφλέχθη, καὶ τῷ Θεῷ τὸ Πνεῦμα παρέθετο. Ὁ δὲ ἅγιος Εὐγένιος τὴν γλῶσσαν τέμνεται, καὶ τὰ σκέλη ῥοπάλοις συνθλᾶται καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἀφίησι τὴν ψυχήν.

πεὶ δὲ ὁ ἅγιος Ὀρέστης, ἐν τῷ μέλλειν κατὰ τοῦ σκοποῦ τὰς χεῖρας κινεῖν, δῆλος ἐγένετο, ὡς τὴν τῶν Χριστιανῶν πίστεως καὶ αὐτὸς ὤν, (ὁ γὰρ Σταυρός, ὃν ὡς φυλακτήριον ἐν τῷ στήθει περιέφερεν, ἐν τῷ ἀκοντίσαι, συστραφέντος αὐτοῦ, ἔξωθεν ἐφάνη,) ἐρωτηθεὶς καὶ αὐτός, Χριστοῦ δοῦλον ἑαυτὸν ὠνόμασε, καὶ τῷ ἁγίῳ συνεδέθη Εὐστρατίῳ, καὶ παρεπέμφθησαν ἀμφότεροι παρὰ τοῦ Λυσίου εἰς τὸν Ἀγρικόλαον, συμφέρον τοῦτο νομίσαντος τοῦ Λυσίου, οὐ μόνον διὰ τὴν ἐν λόγοις Εὐστρατίου σοφίαν καὶ δύναμιν, στηλιτεύσαντος αὐτὸν κατὰ τῆς θρησκείας αὐτοῦ καὶ μυκτηρίσαντος, ἀλλ’ ἵνα μὴ καὶ αὖθις θαυματουργήσας, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν ἐπισπάσηται πίστιν.

Παραστὰς οὖν τῷ Ἀγρικολάῳ ὁ ἅγιος Εὐστράτιος, καὶ πᾶσαν τῆς ἑλληνικῆς πλάνης τὴν ἀπάτην ἐκ τῶν παρ’ αὐτοῖς λεγομένων στηλιτεύσας (καὶ γὰρ ἦν ἄκρος τὴν παίδευσιν), καὶ τὴν κατὰ Χριστὸν οἰκονομίαν διεξελθών, καὶ ἐκπλήξας τὸν τύραννον, καὶ τὸν τόμον τῆς διατάξεως αὐτοῦ ἐγχειρίσας τῷ ἁγίῳ Βλασίῳ τῷ ἐπισκόπῳ ἐν τῇ εἱρκτῇ (ὃς καὶ τῶν ἀχράντων αὐτῷ μυστηρίων μετέδωκε), τοῦ ἁγίου Ὀρέστου, ἐν σιδηρῷ κραββάτῳ ἐκπυρωθέντι, πρότερον τεθέντος, καὶ ἐν αὐτῷ τὸ τέλος λαβόντος, ὕστερον αὐτός, ἀναφθείσης καμίνου, ἐμβληθεὶς ἐν αὐτῇ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Ἡ σύναξις αὐτῶν τελεῖται ἐν τῷ ἁγίῳ ἀποστολείῳ τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς ἁγιωτάτης μεγάλης Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Λουκίας τῆς Παρθένου.

Στίχ. Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία,

          ς δ’ ἐκ ξίφους καὶ μάρτυς, ἄλλο λαμβάνει.

Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν πόλεως, τῆς κατὰ τὴν Σικελίαν, μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ ταύτης μητρί, ἅμα αὐτῇ ἐπὶ Κατάνην παρεγένετο, δεηθησομένη τῆς ἁγίας μάρτυρος Ἀγάθης ἀπαλλάξαι τῆς αἱμοῤῥοίας τὴν μητέρα αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν ἁγίαν Ἀγάθην, τήν τε ἴασιν παρεχομένην τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ περὶ τοῦ κατὰ Χριστὸν μαρτυρίου. Ὡς δὲ ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής, τῶν ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας ποιήσασα, εὔθυμος ἦν πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι Πασχαίῳ, ὃς ἐκέλευσεν αὐτὴν ἐν πορνείῳ ἀπενεχθεῖσαν ὑβρισθῆναι· διέμεινε δὲ τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ, καίτοι πολλῶν μὲν συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ τοῦ τόπου, ἔνθα ἐστήρικτο. Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν, καὶ μηδὲ τῆς πυρᾶς, ἣν ἀνῆψαν, ἔνθα ἡ ἁγία ἵστατο, αὐτὴν καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν αὐτῆς ἀπέτεμον κεφαλήν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.

Οὗτος ὁ ὅσιος πατὴρ ἡμῶν, καὶ θαυματουργὸς Ἀρσένιος, ἐκ Βυζαντίδος ὑπῆρχε τῆς πόλεως, γονέων εὐσεβῶν καὶ πιστῶν, εὐπόρων δὲ καὶ τὰ πρῶτα φερόντων ὑπάρχων υἱός. Οὕτω γοῦν γένους καταγομένου τοῦ μακαρίου, περιφανεστάτου καὶ λαμπροῦ, καὶ τὴν εὐσέβειαν ἐπὶ μᾶλλον αὐξάνοντος, προσεβραβεύθη αὐτῷ καὶ ἕτερόν τι παρὰ τοῦ τότε κρατούντος ἀξίωμα, μέγας Στρατηγός, καὶ Πατρίκιος τοῦ τῶν Κιβυῤῥαιωτῶν χρηματίσας θέματος. Καιρῷ δέ τινι, στόλος διαπόντιος κελεύσει κινεῖται βασιλικῇ, οὗ τὴν προστασίαν αὐτὸς ἐγχειρίζεται. Βρασμοῦ δὲ γενομένου ἐξ ἐσχάτων τῆς θαλάσσης τῶν πυθμένων, ἅπαντα τὰ πλοῖα κατεποντίσθησαν, αὐτοῦ μόνο ἐν χέρσῳ διασωθέντος.

δείας δὲ ἐντεῦθεν τυχών, ἧς ἠφίετο ἐκ πολλοῦ τὸ μονότροπον εἵλετο σχῆμα, ὑποπιάζων τὸ σῶμα, καὶ δοῦλον ποιῶν τῆς ψυχῆς· ὁ δ’ ὑπωπιασμός, νηστεία, ἀγρυπνία, χαμευνία, καὶ ἡ ἄλλη κακουχία τοῦ σώματος ἦν. Πρὸς δὲ τούτοις καὶ σιδήρων βάρει ἐστενοχώρει τὴν σάρκα, ὁ καὶ σιδήρου καὶ ἀδάμαντος δυνατώτερος καὶ στεῤῥότερος. Τὰ δέ γε τῶν δακρύων πελάγη, τὰς παννύχους στάσεις, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐφόδους, καὶ τὰς ἐν ψύχει καὶ γυμνότητι καρτερίας αὐτοῦ, οὐδείς, ὡς οὐδὲ ψάμμον ἀπαριθμήσειεν.

Οὕτω καλῶς ἐνάγων ὁ μακάριος, εἰς τόπον ἀντίκρυ τοῦ καλουμένου· Ἱεροῦ, ὑπὸ τοῦ Πνεύματος πέμπεται. Ἐκεῖσε δὲ καλῶς ὁ γενναῖος σπείρας ἐν δάκρυσι, καὶ τὸν τόπον ἐκεῖνον ἐναποφήνας κλαυθμῶνος ἐν ἀγαλλιάσει θερίζειν ἄρχεται. Ἐσθὴς δὲ αὐτῷ τριχίνη, ἅπαν κατατρυχούσα τὸ ἀπὸ τῶν σιδήρων ἐλλεῖπον μέρος τοῦ σώματος. Ἐτρέφετο δὲ ἀγρίαις βοτάναις, ἀτροφίαν ὡς ἄν τις εἴπῃ μᾶλλον, οὐχὶ τροφήν· καὶ ταύταις οὐκ εἰς κόρον, ἀλλ’ ὅσον μόνον ἐναπογεύεσθαι. Τὴν δίψαν δὲ αὐτῷ ὕδωρ ὅτι λίαν βραχύ, διὰ δύο ἢ τριῶν ἡμερῶν, ἐθεράπευεν.

Εἶτα τὸ Λάτρον καταλαβὼν τὸ θαυμάσιον, θαυμαστῶς ἐκεῖσε διέτριβεν ὁ πανθαύμαστος, καὶ τὴν ἐν τῷ σπηλαίῳ ἐμφωλεύουσαν ἀσπίδα, καὶ τὰ ὕδατα λυμαινομένην, εὐχῇ μόνῃ καὶ τύπῳ Σταυροῦ, νεκρὰν παραχρῆμα εἰργάσατο.

Καταλαβὼν δὲ τὴν ἱερὰν τῶν Κελλιβάρων μονὴν ἐκ θείας κελεύσεως, καὶ μικρὸν εἰς αὐτὴν προστατεύσας, πολλοῖς εἰς ἀρετὴν ἀλείπτης ἐγένετο. Εἶτα πάλιν τῆς Λαύρας ἀπαναστάς, πρὸς τὴν ποθουμένην ἡσυχίαν ἀνέδραμεν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος. Εἴς τινα δὲ τρώγλην, ἐν ᾗ συχναὶ θηρίων διατριβαὶ καὶ μοναὶ ἐτύγχανον, φέρων ἐκδίδωσιν ἑαυτόν· καὶ τοῖς θηρίοις συνδιαιτώμενος ἀτρέμας ἔμενεν, ὡς ἄλλος ἀναφανεὶς Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων ποτέ. Ποιήσας δὲ ἐκ ποδῶν τὰ θηρία, τὴν τούτων τρώγλην φροντιστήριον ψυχῶν κατεσκεύασε.

Φοιτᾷ πάλιν εἰς τὴν Λαύραν ὁ μέγας, τῇ παρακλήσει τῶν ἀδελφῶν· οὐ μέντοι κοινῶς, μόνος δὲ τῷ μόνῳ λατρεύων Θεῷ, ἔν τινι στενωτάτῳ κελλίῳ ἑαυτὸν κατακλείσας, ἐν ὅλαις δὲ ταῖς τῆς ἑβδομάδος ἡμέραις, μήτε φθεγγόμενος, μήτε βρῶσιν δεχόμενος, πλὴν μόνης τῆς Κυριακῆς τῶν ἡμερῶν· ἐν ταύτῃ γὰρ εἴθιστο τῷ μεγάλῳ καὶ τὰ ἀμφότερα δρᾷν. Ἀλλὰ καὶ πικρὰ ὕδατα, τῇ ῥάβδῳ ἀναταράξας, εἰς ἡδύτητα ταῦτα μετέβαλε. Τοσοῦτον δὲ ἀπαθείᾳ συνέζη, ὡς μὴ σωματικῆς δεῖσθαι τροφῆς· ἐτρέφετο γὰρ ὑπὸ τοῦ τῶν ἀγγέλων ἄρτου, καὶ τῆς μενούσης τροφῆς.

Ταῦτα ποιῶν καὶ πραγματευόμενος φρονίμως τε καὶ ἀνδρείως, σωφρόνως τε καὶ δικαίως πολιτευόμενος, ἐπεὶ πρὸς τὴν ἄνω μετεκαλεῖτο ζωήν, τοὺς πέριξ μονάζοντας μετακαλεσάμενος, καὶ τούτους περὶ ἀποταγῆς κόσμου καὶ τῶν ἐν κόσμῳ, ἔτι δὲ καὶ περὶ ὑπομονῆς καὶ φιλαδελφίας πνευματικῆς, καὶ περὶ ταπεινώσεως καὶ προσευχῆς ἐκδιδάξας τρανῶς, εἰς γῆν ὑποκλίνας τὸ γόνυ, καὶ δακρύων πλήσας τοὺς ὀφθαλμούς, τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς τὰς ἀχράντους χεῖρας ἐναπέθετο τοῦ Θεοῦ, πολλὰ μετὰ θάνατον θαύματα ἐργασάμενος.

Τὸν γὰρ τὴν σορὸν αὐτοῦ κατορύττειν ἐπιχειροῦντα μαινόμενον ἄνδρα, καὶ διὰ τοῦτο τὴν τῶν μελῶν εἰκότως δεξάμενον πάρεσιν, ὡς συναίσθησιν ἐλθόντα, καὶ ἐν αὐτῷ τῷ τοῦ ἁγίου τύμβῳ μετανοήσαντα, ὑγιᾶ καθίστησι, λιτανείᾳ τῶν ἀδελφῶν. Μοναχὸς δέ τις ὑδέρῳ δεινῷ κατεχόμενος ἐν τῷ τοιούτῳ προσδραμὼν τάφῳ, ἅμα τῇ εὐχῇ, καὶ τὴν ῥῶσιν ἀπέλαβεν, εὐχαριστῶν ἅμα καὶ δοξάζων τὸν τοὺς ἁγίους αὐτοῦ δοξάζοντα Χριστόν, τὸν μόνον ἀληθινὸν καὶ Σωτῆρα τῶν ἡμετέρων ψυχῶν.

Ὁ ὅσιος Ἄρης ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Γαβριὴλ ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

μετάθετον, τὸ τῆς ὁμολογίας φρόνημα, ἔχων ἐν Τριάδι, σέβειν ἕνα Θεόν, τῶν βασάνων κατεφρόνησας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

ς μακάριος, ἐν τῇ ἀμώμῳ ὤφθης ὁδῷ, γόνυ εὐγνωμόνως κλίνας τῷ Λυτρωτῇ, τὴν ψυχήν σου παραθέμενος, Δεσποτικαῖς χερσίν, εὐωδέστατον θῦμα Αὐξέντιε.

Συστρατιώτης, συνοδοιπόρος καὶ συνδέσμιος, σύμφρων, Εὐστρατίῳ τε καὶ συναθλητής, ὁ Ὀρέστης ἀναδέδεικται, συγκληρονόμος τε, τῆς Χριστοῦ Βασιλείας ἐπάξιος.

δι’ ὀρνέου, τῷ Ἠλιοὺ τροφὴν προσνέμων Θεός, οὗτος τὴν σεπτήν σου κάραν θαυματουργῶν, τοῖς ποθοῦσιν ἀπεκάλυψεν, ὡς πολυπόθητον, πανδαισίαν τῷ κόσμῳ Αὐξέντιε.

Τῆς Ἁγίας. Πυρὶ τῷ θείῳ, φλεγομένη πυρὸς οὐκ ἐφρόντισας· ὅθεν ἑπομβρίζεις πάντοτε τοῖς πιστοῖς, ἰαμάτων θεῖα νάματα, παθῶν ἐπήρειαν, ἀθληφόρε Λουκία ξηραίνουσα.

Θεοτοκίον. Παρθενομῆτορ, ὡς καθαράν σε καὶ ἀδιάφθορον, Λόγος καθαρὸς ἠγάπησε, καὶ ἐκ σοῦ ἀνεπλάσατο σαρκούμενος, ὅλον τὸν ἄνθρωπον, ὁ Λουκίαν δοξάσας τοῖς θαύμασιν.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Χείλη ἐκπετάσας καθαρά, τὸ θεῖον εἵλκυσας, Πνεῦμα Εὐστράτιε, καὶ ψυχοφθόρων μὲν ἤλεγξας, σεβασμάτων τὴν ἀσθένειαν· τὸν ἐν Τριάδι δὲ Θεόν, σέβειν ἐβόησας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τὴν σὴν καρτερίαν οὐκ εἰδώς, τῇ τῆς φλογώσεως, θέᾳ ὁ τύραννος, πτοεῖν Εὐστράτιε ᾤετο, τὸ ἀήττητόν σου φρόνημα· ἧς καταπτύσας, τοῖς λαοῖς χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σοφαῖς ὑποθήκαις νευρωθείς, ταῖς σαῖς τὸ φρόνημα, μάρτυς Εὐστράτιε, ἐπὶ τὸν κράβατον ἥλατο, ὁ ἀήττητος Ὀρέστης βοῶν, τοὺς καθαιρέτας τῆς φλογὸς Παῖδας μιμούμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

πλωσας τὸ σῶμα καρτερῶς, Ὀρέστα ἔνδοξε, σὺ ἐπὶ κλίνης πυρός· συγκατελέχθης δὲ μάρτυσιν, ἐν Χριστῷ ἀγαλλιώμενος· ἐπανεπαύσω δὲ σκηναῖς, ταῖς οὐρανίαις βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῆς Ἁγίας. Ἠμαύρωσας κόρας δυσσεβῶν, καὶ νοῦν ἀλάστορα, καὶ ὑπερήφανον, Λουκία πάνσεμνε πόνοις σου, εὐκλεέσιν ἐταπείνωσας, καὶ ἀνυψώθης πρὸς Θεόν, ἐν πίστει ψάλλουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον. Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον, ἀποκυήσασα, τὸν οὐρανώσαντα πάναγνε, γηγενῶν ὅλον τὸ φύραμα, καὶ τῆς Λουκίας τὴν σεπτήν, μνήμην φαιδρύναντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτοκε μεγαλύνομεν.

Θείων μετασχεῖν μυστηρίων, ἐπιποθήσας ἀθλοφόρε, καὶ θεοφανείας τηλαυγοῦς, κατηξιώθης μάκαρ Εὐστράτιε, πρὸς οὐρανοὺς καλούσης σε, τῷ ποθουμένῳ ὁμιλῆσαι Χριστῷ.

Τῷ θείῳ βαλλόμενος πόθῳ, πρὸς τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὰς τῶν τυράννων θωπείας, σφοδρῶς ἐλέγξας, μάκαρ Εὐστράτιε, πρὸς τὸ βραβεῖον ἔσπευσας, ἀθλητικῶς τῆς ἄνω κλήσεως.

Σφόδρα γεγηθὼς ἀθλοφόρε, τῇ χαρμοσύνῳ ἀποφάσει, τῆς τυραννικῆς παροινίας, τὸν ἀθλοθέτην σου ἐμεγάλυνες, ὑμνολογῶν Εὐστράτιε, τὸν τοῦ θανάτου, καταλύτην Χριστόν.

Δεῦτε φιλομάρτυρες πάντες, τοὺς τῆς ἀπάτης καθαιρέτας, ἱερεῖς Εὐγένιον ὕμνοις, σοφὸν Ὀρέστην τε καὶ Μαρδάριον, καὶ σὺν αὐτοῖς Αὐξέντιον, σὺν Εὐστρατίῳ μακαρίσωμεν.

Τῆς Ἁγίας. Ὡς περικαλὴς καὶ ὡραία, καὶ περιδέξιος παρθένος, τῷ περικαλεῖ καὶ ὡραίῳ, καὶ ἐκ Παρθένου σεσαρκωμένῳ Χριστῷ, στεφανηφόρος ἔνδοξε, μάρτυς Λουκία νῦν παρίστασαι.

Θεοτοκίον. Φῶς ἡμῖν ἀνέτειλας μήτρας, ἐξ ἀπειράνδρου σου Παρθένε· οὗ ταῖς φρυκτωρίαις ἐνθέως, καταυγασθεῖσα φῶς ἐχρημάτισεν, ἡ τῆς χαρᾶς ἐπώνυμος, Θεοκυῆτορ Μητροπάρθενε.

Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτοκε μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν ῥήτορα Εὐστράτιον, ἐν ὕμνοις εὐφημήσωμεν, Αὐξέντιόν τε σὺν τούτῳ, Μαρδάριον καὶ Ὀρέστην, καὶ τὸν σοφὸν Εὐγένιον, ὑπὲρ Χριστοῦ ἀθλήσαντας, καὶ ἐκτενῶς πρεσβεύοντας, ὑπὲρ ἡμῶν τῶν ὑμνούντων, τὴν ἱερὰν αὐτῶν μνήμην.

Θεοτοκίον.

Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρῶν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τα ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον, τὰς ἀπρεπεῖς ἐνθυμήσεις.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα. Ἦχος α'. Βύζαντος.

Τὴν πεντάριθμον χορείαν, τῶν ἁγίων εὐφημήσωμεν λαοί, τὸν Σωτῆρα ἀνυμνοῦντες Χριστόν, Εὐστράτιον τὸν καρτερόψυχον καὶ στεῤῥὸν ἀθλοφόρον· σὺν αὐτῷ Αὐξέντιον, Εὐγένιον, Μαρδάριον καὶ Ὀρέστην· οὗτοι γὰρ ὑπὲρ τῆς πίστεως ἀθλοῦντες, τὰς τρικυμίας κατεπάτησαν ἐχθρῶν· καὶ τῷ Σωτῆρι πρεσβεύουσιν, ἱλασμὸν καὶ ἄφεσιν ἁμαρτιῶν, δωρηθῆναι τοῖς ἐν πίστει ἐκτελοῦσι, τὴν μνήμην αὐτῶν.

Ἦχος γ'. Γερμανοῦ.

ητορικοῖς ἔπεσιν ὁ Χριστοῦ στρατιώτης, τοὺς ἀνόμους κατέπληξεν· ἀθλητικοῖς στίγμασι, τοῦ ἐχθροῦ τὰς δυνάμεις ἀνδρικῶς ἐτροπώσατο, Εὐστράτιος ὁ ἔνδοξος, καὶ στεῤῥὸς ἀθλοφόρος, ὁ τὴν στενὴν καὶ τεθλιμμένην βαδίσας ὁδόν, καὶ εἰς γῆν καταντήσας τῆς αἰωνίου ζωῆς· εἰς ἣν καὶ δυσωπεῖ τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ αὐτός, τοῦ αὐτοῦ.

Τὸν ἐν τῇ θείᾳ σοφίᾳ ἀναφανέντα φιλόσοφον, καὶ ἐν τῷ κάλλει τῶν λόγων ἀποδειχθέντα ῥήτορα, τὸν ἐν μάρτυσι μέγαν Εὐστράτιον, ἀθλητικοῖς ἐγκωμίοις εὐφημήσωμεν· συνασπισμὸν γὰρ οὗτος ὁ Χριστοῦ στρατιώτης εὐσεβῆ συστησάμενος, ἐν καιρῷ τῶν πολέμων, τὰ τῶν ἀγώνων ἆθλα διαταττόμενος, τοῦ ἐχθροῦ ἀφαρπάσας τὴν μάχαιραν, ἐν αὐτῇ τοῦτον κατέτρωσε· πρὸς ὃν βοήσωμεν· μαρτύρων ἄριστε, σὺν τοῖς συνάθλοις σου, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει τελούντων, τὴν πάνσεπτον μνήμην σου.

Ἦχος δ'. Ἰωάννου Μοναχοῦ.

Στεφανούσθωσαν παρ’ ἡμῶν ἐγκωμίοις, οἱ καλλίνικοι τῆς ἀληθείας μάρτυρες· Εὐστράτιος, ὁ τῆς Ἑλλήνων μυθοπλασίας στηλιτευτής, καὶ τῆς Χριστιανῶν θεοσοφίας κήρυξ. Αὐξέντιος, ὁ σοφίᾳ λόγων, καὶ ὑπομονῇ ἔργων, τυραννικὴν ἐλέγξας ἀθεότητα. Πρὸς τούτοις, Εὐγένιος ὁ Θεῷ εὔχρηστος, καὶ τυράννοις ἄχρηστος, διὰ τὴν σωτήριον ὁμολογίαν· καὶ Ὀρέστης, ὁ ἀθλητὴς καὶ θαυμαστός, τοῦ Βασιλέως τῶν ὅλων στρατιώτης· μεθ’ ὧν καὶ Μαρδάριος, ὁ περιστερᾶς ἀκεραιότερος, τὸν φρόνιμον αἰσχύνας ὄφιν, διὰ τῆς χάριτος Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Δόξα, Ἦχος δ'. Ἰκασίας.

Τὴν πεντάχορδον λύραν, καὶ πεντάφωτον λυχνίαν, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, τοὺς θεοφόρους μάρτυρας, φερωνύμως ὑμνήσωμεν, καὶ εὐσεβῶς ἐγκωμιάσωμεν. Χαίροις, ὁ καλῶς ὑπὸ Θεοῦ στρατευθείς, ἐν τῇ ἐπουρανίῳ στρατιᾷ, καὶ τῷ στρατολογήσαντι ἀρέσας, ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε. Χαίροις, ὁ τὸ τάλαντον, τὸ ἐκ Θεοῦ σοι πιστευθέν, ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε μακάριε. Χαίροις, ὁ τερπνότατος ὄρπηξ, τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον. Χαίροις, ὁ ὡραῖος τῇ μορφῇ, τῇ δὲ γνώμῃ ὑπέρκαλος, καὶ ἀμφοτεροδέξιος, ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα. Χαίροις, ὁ στίλβων καὶ διαυγὴς μαργαρίτης, ὁ τὰς βασάνους τὰς πικράς, χαρμονικῶς ὑπομείνας, Μαρδάριε ἀήττητε. Χαίροις, ὁ ἰσάριθμος χορὸς τῶν φρονίμων Παρθένων· οὓς καθικετεύομεν, πάσης ὀργῆς καὶ θλίψεως λυτρώσασθαι, καὶ τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, τοὺς τὴν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.

Καὶ νῦν, Θεοτοκίον. Ἔδωκας σημείωσιν.

Κριτὴν δικαιότατον, ἐπεγνωκώς σε κυήσασαν, τὸν ἀσώτως βιώσαντα, δυσωπῶ Πανάχραντε, κατακεκριμένον, καὶ ἠπορημένον, ἐν τῇ μελλούσῃ φοβερᾷ, κρίσει Παρθένε, μὴ κατακρῖναί με· συντάξαι δὲ τοῖς μέλλουσιν, ἐκ δεξιῶν τούτου ἵστασθαι, ἐκλεκτοῖς διὰ ἔλεος, καὶ πολλὴν ἀγαθότητα.

Ἢ Σταυροθεοτοκίον.

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ Πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα· καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου. Δόξα, Ἦχος δ'. Ἰκασίας.

πὲρ τὴν τῶν Ἑλλήνων παιδείαν, τὴν τῶν Ἀποστόλων σοφίαν, προέκριναν οἱ ἅγιοι μάρτυρες, τὰς βίβλους τῶν ῥητόρων καταλείψαντες, καὶ ταῖς τῶν ἁλιέων ἐνδιαπρέψαντες· ἐκεῖ μὲν γὰρ εὐγλωττία ῥημάτων· ἐν δὲ ταῖς τῶν ἀγραμμάτων θεηγορίαις, τὴν τῆς Τριάδος ἐδιδάσκοντο θεολογίαν· ἐν ᾗ πρεσβεύουσιν ἐν εἰρήνῃ, φυλαχθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον. Ὡς γενναῖον ἐν μάρτυσιν.

Καὶ ψυχὴν σὺν τῷ σώματι, καὶ καρδίαν καὶ ἔννοιαν, σοὶ τῇ Θεομήτορι προσανέθηκα· τῇ μὲν τὰ πρόσφορα αἴτησαι· τοῦ δὲ τὰ σκιρτήματα, ἀπονέκρωσον· τὴν δέ φωταγώγησον Δέσποινα· τῆς ἐννοίας δέ, τὰς ἀτάκτους κινήσεις ἀοράτως, καταπράϋνον καὶ στῆσον, τῶν ἐγκλημάτων τὸν τάραχον.

Ἢ Σταυροθεοτοκίον.

ν Σταυρῷ σε ὡς ἔβλεψε, τανυσθέντα ἡ Πάνσεμνος, ἀπειράνδρως Κύριε ὃν γεγέννηκεν, αἱματοφύρτοις ἐκπλύνασα, δακρύοις τὸ πρόσωπον, κέκραγεν ὀδυνηρῶς· Τί τὸ ξένον μυστήριον; ὁ κοσμήσας πρίν, Οὐρανὸν τοῖς φωστῆρσι, πῶς ἀκόσμως, νῦν ἐμπέπαρσαι τῷ ξύλω, ἄμορφος ἄπνους μακρόθυμε;

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Примѣчаніе:
[1] Τῶν τὰ μεθόρια τῆς Ἐπικρατείας φυλαττόντων στρατιωτῶν. Ἐκ. τον Λατινικοῦ Λιμιτᾶνος (Limitaneus) γινομένου.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 91-98.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0