Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - среда, 24 мая 2017 г. Сейчасъ на порталѣ посѣтителей - 18.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΒ'.
Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος, Ἐπισκόπου Τριμυθοῦντος τοῦ ἐκ τῆς Κύπρου.

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στιχ ς'. καὶ ψάλλομεν στιχηρὰ. Ἦχος α'. Ὤ τοῦ παραδόξου θαύματος. [Ἐμ. Χρυσάφη.]

Βαβαί, τῶν σῶν μυστηρίων [1] σοφέ· πῶς νεκρὰν ὡς ζῶσαν ὡμιλεὶς μακάριε· καὶ ὄμβρους ἐξοὐρανοῦ ῥαγδαιους ἤνεγκας· ποτάμιον δ’ αὖθις ῥοῦν, σῇ πρὸς θεὸν προσευχῇ ἀνεχαίτισας· καὶ βασιλέα πιστόν, τετρυχωμένον νοσήματι ἤγειρας, ὄφιν, δὲ ἀληθῆ εἰς εἶδος χρυσοῦν κατεσκεύασας, καὶ σιγὴν τοῦ λευΐτου, θεραπείᾳ πάλιν ἔτρεψας.

Τὴν σήν, δοξάζουσι κοίμησιν, ἀρχαγγέλων δῆμος καὶ ὁσίων σύλλογοι, καὶ πάντων ἱεραρχῶν θεία ὁμήγυρις. Εὐφραίνονται οὖν λαμπρῶς ἐπὶ τῆς γῆς βασιλεῖς τε καὶ ἄρχοντες, ἀρχιερεῖς, ἱερεῖς, μετ’ εὐλαβείας καὶ πόθου κραυγάζοντες· χαίροις Κωνσταντίνου [2] πόλις, ἡ πλουτοῦσα μέγιστον, ἱεράρχην καὶ ῥύστην, ἐν κινδύνοις καὶ ὑπέρμαχον.

Ἕτερα Στιχηρά. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς. [Χρυσάφη.]

τὴν σοφίαν ἐξ ὕψους δεδεγμένος, ᾗ περ ἐπεστόμισε γαῦρον φιλόσοφον, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, ὁ θεοφόρος, ἀξιοχρέως ὑμνείσθω σήμερον· πύργος ὁ οὐράνιος θείας πραότητος, ὁ ἐπὶ γῆς ἄλλος ἄγγελος, ὁ ἱεράρχης, Σπυρίδων Κύπρου τὸ ἐγκαλλώπισμα, καὶ τῶν θαυμάτων ξένη θάλασσα, ὁ κανὼν ἐπισκόπων ὁ μέγιστος, ὅν ὁ Παῦλος ὀ μέγας θείοις λόγοις προεθέσπισε.

ς τοῦ Θεοῦ [3] μιμητὴς καὶ ὑπηρέτης, τάγματα οὐράνια ἔσχες συμβάλλοντα, ταῖς πρὸς Χριστόν σου δεήσεσι, καὶ λόγῳ μόνῳ, ἐκ τοῦ θανάτου ἐξήρπασας, ὄφιν δὲ μετέβαλες, χρυσοῦν ἐγκόσμιον, καὶ γῆν διψῶσαν ἐπότισας, σκληροῦ πλουσίου τὰς ἀποθήκας καταστρεψάμενος, καὶ τοὺς πεινῶντας ἄρτῳ ἔθρεψας, αἰσθητῷ νοητῷ τε θεσπέσιε, Ἱεράρχα Σπυρίδων, ὡς Μωϋσῆς τελῶν ἐξαίσια.

τῶν Κυπρίων φωστὴρ καὶ ἑωσφόρος, ῥύστης ὁ ὀξύτατος τῶν προστρεχόντων σου, τῇ ἱερᾶ, Πάτερ, λάρνακι, τῇ κατεχούσῃ, τὸ ἱερόν σου καὶ θεῖον λείψανον· πόλιν βασιλεύουσαν φρούρει πρεσβείαις σου, τὴν σὲ τιμῶσαν ἐν πνεύματι, ὡς ἱεράρχην καὶ ἀποστόλων θεῖον συνήγορον, καὶ τῶν πενήτων εὐσυμπάθητον, προμηθέα καὶ πρόμαχον, ἵνα πίστει τιμῶμεν, τὴν σεβάσμιόν σου κοίμησιν.

Δόξα, καὶ νῦν. Ὀκτώηχον.

[Ἦχος α'.] Θεαρχίῳ νεύματι πάντοθεν τὰ τῶν ἀνθρώπων συστήματα, ἀπὸ οἰκείων δωμάτων φερόμενα, — [Ἦχος πλ. α'.] Καταλαβόντα τὴν πανένδοξον τοῦ λειψάνου σου θήκην ἀξίως ἀσπάζονται. — [Ἦχος β'.] Αἱ δὲ ὑπέρτατοι τῶν ἐπὶ γῆς ἀξίαι σὺν βασιλεῖ ἡγεμόνι παραγενόμεναι. — [Ἦχος πλ. β'.] Τὸ θεοφόρον καὶ ἀξιέπαινον σκῆνος ἐξάδουσι, τῷ δέει κρατούμεναι, ὑπὲρ ἐπαίνου δὲ ποιούμεναι· καὶ ὁρατῶς ἐκβοῶσι τὴν τῶν ᾀσμάτων σοι μελῳδίαν· ἰδοὺ ὁ θαυμάσιος Σπυρίδων νῦν προτίθεται. [Ἦχος γ'.] ρωμεν τοίνυν τὸν ὕμνον καὶ κατὰ δύναμιν ὑμνήσωμεν τῶν ἀρχιερέων τὸ μέγα κλέος. — [Ἦχος βαρύς.] Διὰ τοῦτο γὰρ ἡ παγγενὴς Κωνσταντιανῶν σωτηρία γίνεται· ᾧ ἀτενίζειν οὐκ ἰσχύουσιν ἔθνη πάντα, ἄξιόν τε ἀπονέμειν ἐφύμνιον. — [Ἦχος δ'.] Τούτου γὰρ τὸ τῶν θαυμάτων ὑπερέχει πᾶσαν ἔννοιαν. — [Ἦχος πλ. δ'.] Διὸ πάνσοφε Ἱεράρχα, ἀεὶ σὺν τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ μετὰ πότμον πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι ἀπὸ πάσης προσβολῆς τὴν νεολαίαν σου· τὴν γὰρ ὑμῶν προστασίαν κεκτήμεθα. — [Ἦχος α'.] Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς μακαρίζοντες.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου.

Πάτερ, Σπυρίδων μακάριε, θαυμάτων πέλαγος ὤν, καὶ πηγὴ ἀνεξάντλητος, νόσῳ κατεχόμενον καὶ θανάτῳ Κωνστάντιον, τὸν βασιλέα τούτων ἀπήλλαξας, καὶ νουθεσίαις αὐτὸν κατέπεισας, παρατηρεῖν ἀεί, Ἱερεῦσιν ἅπασιν ὡς τῷ Θεῷ, πάντοτε λατρεύουσι, καλῶς προσφέρεσθαι [4].

[Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Πάτερ, Σπυρίδων θαυμάσιε, ταῖς ἀρεταῖς γεγονώς, ὑψηλὸς καὶ περίβλεπτος, ἱεράρχης ἄκακος, ἐχρημάτισας ὅσιε, καλῶς ποιμάνας Χριστοῦ τὸ ποίμνιον, καὶ πάντα λύκον πόῤῥῳ ἀπήλασας, καὶ καθοδήγησας, πρὸς τὴν ἐπουράνιον μάνδραν πιστούς, τούτοις προηγούμενος, ποιμὴν ὡς ἄριστος.

[Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει].

Χαίροις, ἱεράρχα πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν· χαίροις ἡ ῥίζα ἐξ ἧς ἐβλάστησε, πυρσὸς ὁ τρέφων τὴν ἐκκλησίαν Χριστοῦ· χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε χριστιανῶν, ἐπισκόπων μέγιστε, χαῖρε χαρὰ τῶν πιστῶν.

Δόξα. Ἦχος α'. [5]

σιε πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν ἐπηρώτας δι’ ἀγάπην Θεοῦ· ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ· βασιλεῖ δὲ παρέστης ἰατὴρ τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν ἤγειρας ὡς αὐτοῦ μαθητής, τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον πατέρων πολλῶν· πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.

Προεορτάσωμεν λαοί, [Χριστοῦ τὰ γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδών, τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος].

Ἀπολυτίκιον. Τῆς Συνόδου τῆς πρώτης... [ὅρα ἐν τῷ Μ. Ἑσπερινῷ].



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Ἐν τῇ Ἀγρυπνίᾳ· Ἱστῶμεν στίχους ι'. καὶ ψάλλομεν στιχηρὰ ἦχος β'. Ποίοις εὐφημιῶν. [Ἰωάσαφ.]

Ποίοις, εὐφημιῶν στέμμασι καταστέψωμεν τὸν Ἱεράρχην, τὸν παρὰ Θεοῦ κομισάμενον, βρύσιν τῶν θαυμάτων ἀένναον, τὸν ἁπλοῦν, τὸν ὅσιον, τὸν πρᾶον, τὸν πάντων ἁμαρτωλῶν αὐτὸν χωρίσαντα, καὶ ὕψους τοῦ οὐρανίου ὑψηλότερον γενόμενον καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Θεοῦ, παριστάμενον, καὶ τρανῶς ὡς ἥλιον λάμποντα, καὶ πάντας καταφωτίζοντα.

Ποίοις, μελῳδικοῖς ᾄσμασιν ἐπαινέσωμεν τὸν Ἱεράρχην, τὸν ἐν τοῖς ἀδύτοις γενόμενον καὶ Θεῷ προσφέροντα αἴνεσιν, καὶ λειτουργοὺς ἀγγέλους σχόντα θείους· τοῦ ὄμβρου τὴν ἀμετρίαν καταστείλαντα, καὶ πάλιν αὐχμὸν εὐχῇ ῥαδίως λύσαντα, καὶ ὄφιν μεταβαλόντα εἰς χρυσὸν οὕτω, διακόνου τε τὴν ὀφρὺν καλῶς ἀπελέγξαντα, Σπυρίδωνα τὸν πανθαύμαστον.

Ποίοις, οἱ γηγενεϊς χείλεσιν, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν τῆς οἰκουμένης ὑπέρμαχον καὶ τῆς εὐσεβείας τὸ θεμέλιον, τὸν φωστῆρα τῶν ἀρχιερέων, τὸν στύλον, τῆς Ἐκκλησίας τὸν ἀκράδαντον, τὸν πλοῦτον τὸν μὴ κενούμενον τῆς χάριτος, τὸν θησαυρὸν τῶν πενήτων, καὶ χηρῶν προστάτην, λυπουμένων τὴν χαρμονήν· αὐτὸν γὰρ ἐδόξασεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις ᾀσματικοῖς ἔπεσιν ἀναδήσωμεν τὸν ἀρχιθύτην, καὶ θαυματοφόρον Σπυρίδωνα, τοῦ Χριστοῦ τὸν φίλον τὸν γνήσιον, τὸν μύστην Θεοῦ τῶν μυστηρίων, τὸν οἶκον τοῦ παναγίου ὄντως Πνεύματος, τὸν πύργον τῆς ταπεινώσεως τὸν ἄῤῥηκτον, τὸν ποταμὸν τῶν θαυμάτων, τὸν κρατῆρα πλήρη δωρεῶν τῶν θείων Χριστοῦ, τοῦ πᾶσι παρέχοντος σωτηρίαν καὶ μέγα ἔλεος.

Ποίοις, οἱ γηγενεῖς ᾄσμασιν, ἀνυμνήσωμεν τὸν θεηγόρον, καὶ σημειοφόρον Σπυρίδωνα, τοῦ Χριστοῦ τὸ στόμα τὸ ἅγιον, τὸν φαιδρὸν Κυρίου θυηπόλον· ἀγάλλου Κύπρου [5] ἡ μητρόπολις, εὐφράνου, ἡ Τριμυθοῦς πᾶσα περίχωρος [6], μεγαλαυχοῦσα τῇ δόξῃ τῶν πολλῶν θαυμάτων, ἀεὶ τοῦ θερμοῦ προστάτου ἡμῶν, δι’ οὗ πάσης νόσου ἀπολυτρούμεθα.

Ἕτερα στιχηρὰ Προσόμοια. [Ποιηθέντα παρὰ τοῦ Μεγ. Σακελαρίου τοῦ Μελιτινιώτου.] Ἦχος πλ. β'. Ἡ ἀπεγνωσμένη.

Δεῦτε συνελθόντες πάντες προθύμως, ᾄσμασιν ἐνθέοις καὶ ἐγκοσμίοις, τὸν μέγαν Σπυρίδωνα τιμήσωμεν ἀξίως. Οὗτος καὶ γὰρ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ συγκαλεῖται ἅπαν τὸ πρόσωπον, ὡς θέμις, ἑορτάσαι τὴν μνήμην· ὁ παρήγορος τῶν θλιβομένων, τῶν ἐν ἀνάγκαις βοηθὸς ἀπροσμάχητος, τῆς οἰκουμένης τὸ καύχημα.

Στύλος ἀνεδείχθης τῆς Ἐκκλησίας, πρόβολος Σπυρίδων τῆς εὐσεβείας, τῆς πίστεως πρόμαχος, ὑπέρμαχος Τριάδος· βάσις δογμάτων τῶν ἐνθέων καὶ ἑδραίωμα πάτερ, κλέος πατέρων καὶ θαυμάτων ἀνεξάντλητος βρύσις, καὶ κραταίωμα πιστῶν ἁπάντων, ὀρθοδοξίας ἀῤῥαγής τε θεμέλιος, καὶ ἱερέων ἀγλάϊσμα.

στησας ποτάμιον ῥοῦν προστάξει, αὔλακας ἐμέθυσας τὰς αὐχμώσας, τὸν ὄφιν μετέβαλες εἰς χρυσοῦν Ἱεράρχα, πίστιν ἐτράνωσας ἐν μέσῳ τῆς Συνόδου Σπυρίδων, βλάσφημον δὲ Ἀρείου ἐξωστράκισας δόγμα, καὶ διέβλεψας εἰς ἀθεάτους πόρνης καρδίας μώλωπας, καὶ ἐδωρήσω τὴν ἄφεσιν.

στης πρὸ τοῦ τάφου Χριστὸς ὡς πάλαι, ὡς ζῶσαν ἐφώνεις τὴν τεθνηκυῖαν, νεκρούς τε ἀνέστησας προσευχῇ σου Σπυρίδων, νόσον ἰάσω βασιλέως τῇ σῇ ἐπιφανείᾳ, ἔσχες ἀγγέλους λειτουργοῦντας σὺν σοὶ Θεῷ τῶν ὅλων, καὶ διήλεγξας πλεονεξίαν, δι’ ὑετοῦ μάκαρ τὰ ἐν τῷ νῷ τε ἔβλεψας, τοῦ φοιτητοῦ σου μακάριε [7].

Δόξα. Ἦχος πλ. β'. [Ποίημα Ἐμμανουὴλ τοῦ Χρυσάφη.]

Λαμπρὰ καὶ χαρμόσυνος ἐξέλαμψε σήμερον ἡ μνήμη σου, Σπυρίδων σοφέ, συγκαλοῦσα ἅπαντα τὰ τῶν φιλεόρτων συστήματα πρὸς ὑμνῳδίαν καὶ αἶνον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν καὶ προστρέχοντες τῇ σορῷ τῶν ἁγίων λειψάνων σου, χαριστήριον ὕμνον προσάδοντες καὶ ἐγκωμίων αἴνους, συμφώνως βοῶμέν σου· Χαίροις τῶν θαυμάτων ὁ ποταμὸς ὁ πληρέστατος καὶ ναμάτων τοῦ Πνεύματος· Χαίροις τῶν ἀρχιερέων τὸ μέγα κειμήλιον καὶ τῶν ὀρθοδόξων τὸ ἀκατάσειστον ἔρεισμα· Χαίροις πολύφωτε ἥλιε, ὁ τὸν κόσμον ἅπαντα καταλάμπων τοῖς ἀκτῖσι τῶν ἀπείρων θαυμάτων σου. Ὡς ἔχων παῤῥησίαν Ἱεραρχῶν ἐγκαλλώπισμα, πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ λυτρωθῆναι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.

Σπήλαιον εὐτρεπίζου· [ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;]

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. [Κεφ. ι'. 7. γ'. 13.]

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 31.]

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις· καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. [Κεφ. δ'. 7.]

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. [Συντεθέντα παρὰ Ἐμμανουὴλ τοῦ Χρυσάφη.] Ἦχος [8].

Πνευματικὴ πανήγυρις σήμερον ἀδελφοί· σκιρτάτω ἡ φύσις· χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ὁ θαυμάσιος Σπυρίδων, τὸ θειότατον κειμήλιον τῶν ἀρχιερέων, ὁ ποταμὸς θαυμάτων ὁ πλημμυρέστατος· τὸ κατοικητήριον τοῦ Ἁγίου Πνεύματος· ἡ ἀκένωτος τῶν ἰαμάτων καὶ ξένη θάλασσα· ὁ στεῤῥότατος τῆς Ἐκκλησίας καὶ ἀκράδαντος πύργος· ἡ ὄντως κρηπὶς ὁσίων καὶ φωστὴρ οἰκουμένης ὁ πολύφωτος· αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

θαύματος φρικτοῦ! ἡ νεκρὰ πειθομένη φωνὴ ζῶσάν σοι δέδωκεν· ὁ ῥοῦς δὲ τοῦ ποταμοῦ ἀνεστάλη διὰ λόγου σου προστακτικοῦ· ἡ τοῦ ἄνακτος νόσος εὐχῇ σου φυγαδεύεται· ὁ ὄφις εἰς εἶδος χρυσοῦν ἀντιμετηλλάττετο· νεκροὶ ἐξηγέρθησαν· ἐνεργεῖ γὰρ ἐν σοὶ ὁ τῶν ἁπάντων Ἱεράρχης Χριστὸς ὁ Θεὸς ἡμῶν, Σπυρίδων Ἱεράρχα σοφέ, ὁ τῆς Τριάδος τὸ δόγμα ἀνακηρύξας τρανῶς.

Τίς μὴ θαυμάσῃ τῶν σῶν θαυμάτων ἱεράρχα Σπυρίδων τὸ ἀκένωτον πέλαγος; Ὄμβρον γὰρ ἐξ οὐρανοῦ προσευχῇ σου κατήγαγες, καὶ τὰς αὐχμώσας αὔλακας ἐμέθυσας, καὶ λιμὸν διέλυσας. Ὤ τοῦ θαύματος! νεκρὰν ἐπηρώτησας, καὶ αὖθις ὥσπερ ζῶσα, ὡς ἐξὕπνου σοι λελάληκε. Νεκροὺς δὲ πάλιν ἐξανέστησας ζωοποιῷ προσφθέγματι. Ὄφιν εἰς χρυσὸν μετέβαλες, καὶ ποταμοὺς ἀνεχαίτισας· νοσήματι ἀνιάτῳ [9] τοῦ βασιλέως Κωνσταντίου ἰάτρευσας, καὶ μαθητοῦ Τριφυλλίου τὰ ἐν νῷ τε ἔγνωκας, τά τε τοῦ κόσμου τερπνὰ ἀναλύσασθαι ἐδίδαξας. Φιλόσοφον ᾔσχυνας, καὶ τὴν ἱερὰν καὶ ἁγίαν Σύνοδον ἐκράτυνας. Πόρνην προσψαῦσαι τολμήσασαν, τὰ κατ’ αὐτὴν ἐξειπών, ἐξαγορεύσαι ἔπεισας. Αἰγὸς ἅρπαγα πλήττοντα διήλεγξας καὶ τὴν ἀφωνίαν διακόνου ἐθεράπευσας. Ἀγγέλους θείους συλλειτουργοῦντάς σοι ἔσχες. Τὴν τοῦ ἐλαίου ἀνάβλυσιν ἐποίησας· μοιχευθῆσαν δὲ γυναῖκα μὴ πεισθεῖσαν τῷ θανάτῳ παρέδωκας, καὶ δυσσεβῶν ἀγάλματα πεπτωκότα συνέτριψας. Ὄντως οὕτως οἶδε δοξάζειν Θεὸς τοὺς αὐτοῦ δοξάζοντας. Ἡμεῖς δὲ περικυκλοῦντες τὴν σορὸν τῶν λειψάνων σου, περιπτυσσόμεθα ταύτην ἀναξίοις χείλεσιν, ὅπως λάβωμεν ἴασιν ψυχῶν τε καὶ σωμάτων καὶ ἐν ἡμέρᾳ κρίσεως λυτρωθῶμεν τῆς κολάσεως.

ρετῶν εἰς μέγιστον καὶ αἰθέριον ὕψος ἀναβὰς θεοφόρε, τὴν σύμπασαν φωτίζεις ταῖς τῶν θαυμάτων ἀστραπαὶς ὡς συμπαθέστατος ποιμήν, λαμπρύνων πάτερ μακάριε· ἀπαθείας λάμπων χαρίσμασι καὶ ἁπλότητος αἴγλῃ, Σπυρίδων ἱερέ. Διὸ πνευματικῶς συνελθόντες τὴν τῶν λειψάνων σου σεβασμίαν καὶ ἁγίαν Λάρνακα ὑμνωδίαις μετὰ δόξης προπέμπομεν δορυφοροῦντες εἰς τὸ θεῖον τῶν Ἀποστόλων τέμενος, μετὰ χαρᾶς προσφωνοῦντες ταῦτά σοι· Χαῖρε στύλε ουράνιε, τῶν θλιβομένων πάντων παραμυθία· χαῖρε ὁ οἶκος τῶν ἀρετῶν ὁ μέγιστος· χαῖρε πύργε ἀδιάσειστε δογμάτων τῆς πίστεως, ἐν σοὶ γὰρ ἅπαν χάρισμα τοῦ Πνεύματος πεφανέρωται τοῖς ἐπὶ γῆς, Ἱεράρχα, πιστῶν ὁ προστάτης, καὶ τῶν ἐν νόσοις ἑτοιμοτάτη λύτρωσις· χαῖρε ὁ τῆς ἐπουρανίου Ἱεραρχίας κανών.

Δόξα. Ἦχος πλ. α'. [Κατὰ τὸ Σαλπίσωμεν. Ἐμμ. Χρυσάφη.]

Χορεύσωμεν φιλέορτοι ἐν ὕμνοις· σκιρτήσωμεν ἐν ᾄσμασι καὶ σαλπίσωμεν εὐφραινόμενοι ἐν τῇ ἐνδόξῳ πανηγύρει Σπυρίδωνος τοῦ σοφοῦ. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν καὶ τὸν Ἱεράρχην κροτείτωσαν ἐν λόγοις. Βασιλέα ἔσωσε, νοσήματι κρατηθέντα διαλυτρωθῆναι τῇ προσψαύσει παρεσκεύασε. Ποιμένες καὶ διδάσκαλοι, τὸν τοῦ καλοῦ ποιμένος σοφὸν ἱερομύστην συνδραμόντες εὐφημήσωμεν· οἱ ἐν νόσοις ἀπαλλαγήν· οἱ ἐν ἀνάγκαις τὸν ῥύστην· οἱ ἁμαρτωλοὶ τὸν προστάτην· οἱ πένητες τὸν πλουτιστήν· οἱ κωφεύοντες τὴν εὐηκοΐαν· τὸν συνοδίτην οἱ ὁδοιπόροι· οἱ ἐν τῷ γήρᾳ τὴν βακτηρίαν· οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, Κύπρου τὸ μέγα κλέος ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πανάγιε Σπυρίδων, ἱκέτευε, ἐξελοῦ ἡμᾶς ἀπὸ παντοίας ἀνάγκης καὶ σῶσον τοὺς δούλους σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Προεόρτιον.

Μὴ στύγναζε Ἰωσήφ, [καθορῶν μου την νηδύν· ὄψει γὰρ τὸτικτόμενον ἐξ ἐμοΰ, καὶ χαρήσῃ, καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε, τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν τὸν Χριστόν. Ταύτην άνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος, καὶ διὰ σοῦ μεθ’ ἡμῶν].

Εἰς τὸν Στίχον ἀπόστιχα. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν. [10]

Χαίροις, ἀρχιερέων κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, ἰαμάτων ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραῢς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος· αὐτὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην [καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Πρᾷος, καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων, πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων, θείᾳ χάριτι, ἐχθρὸν τὸν παμπόνηρον καὶ παράφρονα Ἄρειον, κατεπάτησας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας τῷ πνεύματι· πάντας τοὸς ὀρθοδόξους τε φωτίσας λαμπρότητι, ἕνα δοξάζει τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, [καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει].

Πάθη, ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω, καὶ ποταμοῦ τὰς ὁρμάς προσευχῇ σου Πάτερ ἐχαλίνωσας· νυκτὸς Βασιλεῖ τε ἐπιφανεὶς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ’ ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε παραδόξως δοξάζοντος. Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων, Σπυρίδων, τὴν ἱερὰν σωρὸν σέβομεν, ἐξ ἧς ἀναβλύζει ἰαμάτων θεῖα ῥεῖθρα καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ'.

Τίς λαλήσει τὰς ἀριστείας σου σοφέ, καὶ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; Ὡς ἄγγελος ἐδείχθης ἐπὶ γῆς, πάτερ μακάριε. Βαβαὶ τῶν θαυμασίων, ὧν τοῖς πᾶσιν ἐπιχέεις! Οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἰάτρευσας τῶν προσιόντων σοι ἐκ πόθου, ἀλλὰ καὶ τὰ πάθη τῶν ψυχῶν. Ὅθεν Θεός σε ὁ παντάναξ ἐδόξασε, Σπυρίδων παμμακάριστε, ἱεραρχῶν ἡ κρηπίς.

Καὶ νῦν. Προεόρτιον.

πόδεξαι Βηθλεέμ, [τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέρτην].

Ἀπολυτίκιον. Ἦχος α'. [11]

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργῷ λόγῳ μόνῳ ποταμὸν ἀνεχαίτισας· Σπυρίδων μακάριε σοφέ· ὅθεν νεκρά σοι ἐκ τάφου προσφωνεῖ, καὶ ὄφις χρυσοῦται τῇ σῇ προσευχῇ· καὶ ἀγγέλους, ὅτε ἐβούλου συλλειτουργοῦντάς ἔσχες ἱερώτατε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ τοιαῦτα τέρατα.

Εἶτα γίνεται Καλλιφωνία στιχ. Ἰωάννου τοῦ Γλυκέως. Ἦχος β'. [12]

εραρχῶν τὸ θεῖον κειμήλιον, πάτερ ὅσιε Σπυρίδων σοφέ, σὺ ἐν ἀρεταῖς ἐχρημάτισας ὅσιε. Ὅθεν τῆς ἐκκλησίας προΐστωρ γενόμενος, αἱρεσιάρχας ἐξωθήσας καὶ τοῦ Ἀρείου τὸ βλάσφημον συνοδικῶς εἰς γῆν κατηδάφισας. Διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον. Ἐμμανουὴλ τοῦ Χρυσάφη. Ἦχος α'.

σιε πάτερ μακάριε Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν ἐπηρώτας δι’ ἀγάπην Θεοῦ· ὄφιν δὲ μετέβαλες είς χρυσὸν ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοὺς ἕνεκα τοῦ συμπαθοῦς σου λαοῦ· βασιλεῖς δὲ παρέστης ἰατὴρ τῇ προνοίᾳ τοῦ Θεοῦ. Νεκροὺς δὲ πάλιν ἤγειρας ὡς αὐτοῦ μαθητής. Τὴν πίστιν δ’ ἐτράνωσας ἀναμέσον πατέρων πολλῶν, πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· αὐτὸν καὶ νῦν ἱκέτευε, μακάριε Σπυρίδων σοφέ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον τοῦ. Ὁ αὐτός.

σιε πάτερ ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι’ ἐναρέτου πολιτείας ἐδείχθης φωστὴρ παγκόσμιος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν ὄφιν εἰς χρυσὸν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας, καὶ τὴν ὀρθόδοξον πίστιν ἐτράνωσας, Σπυρίδων Ἱεράρχα ἀοίδιμε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α'. Τόν Συνάναρχον Λόγον. [Ἐμμανουὴλ Χρυσάφη.]

Τὸν Σπυρίδωνα πάντες ἀνευφημήσωμεν, τὸν τοῦ Πνεύματος ὄργανον χρηματίσαντα· τῶν θαυμάτων τὴν πηγὴν τὴν ἀνεξάντλητον, τὸν νοῦν τὸν θεῖον ἀληθῶς, τὸν ἁπλοῦν τε καὶ πρᾷον, καὶ βοηθὸν ἐν ἀνάγκαις· τὸν πρεσβεύοντα τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

[Δόξα, Τὸ αὐτό. Καὶ νῦν, Προεόρτιον.

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός· ὁ ὢ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος. Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν Προεόρτιον].

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ'. Τήν Σοφίαν καί Λόγον.

Τῆς Τριμύθου [13] ὁ μέγας θαυματουργός, ἀναβὰς ἐν τῷ ὕψει τῶν ἀρετῶν, ἀπαστράπτεις τοῖς πέρασιν, ὦ Σπυρίδων μακάριε· τοὺς ζοφώδεις λύκους σκορπίζων σφοδρότατα, καὶ ἐλαύνων νόσους χρησταῖς ἐπικλήσεσιν. Ὅθεν καὶ τὴν πλάνην, τοῦ Ἀρείου καθεῖλες, τὸ ψεῦδος ἀπήλασας, τὴν ἁγίαν Τριάδα τρανῶς ἐφανέρωσας, Ἱεράρχα μακάριε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

[Δόξα, Τὸ αὐτό. Καὶ νῦν, Προεόρτιον.

Παρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ· μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι. Αὐτῆς ταῖς ἱκεσίαις, σῷσον ἡμᾶς ὁ Θεός].

Μετὰ τὸν Πολυέλεον, Ἕτερον ὁ αὐτός. [Ἐμ. Χρυσάφη.]

κ τῆς ποίμνης ἐδείχθης ἱερουργός, τὴν σφενδόνην κατέχων τὴν μυστικήν, καθεῖλες τὸν τύραννον, ταῖς βολίσι τοῦ πνεύματος· καὶ ἀγράφως κηρύξας Τριάδα ὁμότιμον, τῆς Συνόδου ἐγένου συνήγορος ὅσιε. Ὅθεν ἀνατείλας, ἐκ τῆς Κύπρου Σπυρίδων, ὡς ἄστρον ὑπέρφωτον, τὰς αἱρέσεις ἠμαύρωσας· Ἱεράρχα θαυμάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα, καὶ νῦν.

Τὴν Σοφίαν καὶ Λόγον [ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. Ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνὴ τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε].

Οἱ Ἀναβαθμοί, τὸ α'. Ἀντίφωνον τοῦ δ'. Ἤχου. Προκείμενον, [Ἦχος δ']. Τίμιος ἐναντίον [Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ]. Στίχ. Τί ἀνταποδώσωμεν [τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.] Τό, Πᾶσα πνοή.

Εὐαγγέλιον, κατὰ Ματθαῖον. [Κεφ. ιβ'. 15-21.]

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ Ἰησοῦ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτὸν, ὃπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ· οὐκ ἐρίσει οὐδὲ κραυγάσει οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

Ὁ Ν'. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... λέησόν με, κλπ.

Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

εραρχῶν τὸ θεῖον [κειμήλιον, πάτερ ὅσιε Σπυρίδων σοφέ, σὺ ἐν ἀρεταῖς ἐχρημάτισας ὅσιε. Ὅθεν τῆς ἐκκλησίας προΐστωρ γενόμενος, αἱρεσιάρχας ἐξωθήσας καὶ τοῦ Ἀρείου τὸ βλάσφημον συνοδικῶς εἰς γῆν κατηδάφισας. Διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν].

Κανὼν τοῦ Ἁγίου. Ἦχος α'.

ᾨδὴ α'. [Μ. Σακελλαρίου τοῦ Μελιτινιώτου.[14]

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Χριστὸς ποιμένα σε, ὅσιε, γαστρὸς ἐκ μητρικῆς ἐξελέξατο, πρᾷον ἱερὸν καὶ σώφρονα, κήρυκά τε δογμάτων καὶ λειτουργόν, Πάτερ Ἐκκλησίας, καὶ δοχεῖον χαρισμάτων τῶν τοῦ Πνεύματος.

Σαρκὸς νεκρώσας τὸ φρόνημα, ψυχῆς δὲ προκαθάρας τὰ ὅμματα, ὅλον σεαυτὸν τοῦ Πνεύματος ὅσιε, ἀπειργάσω θεῖον ναόν, λογικαῖς θυσίαις, καθαρῶς ἱερατεύων παμμακάριστε.

Διψῶσαν Κύπρου τὴν κατιδών, τὸν Θεσβίτην Ἠλίαν μιμούμενος, σοῦ τῇ προσευχῇ κατήγαγες ὅσιε, οὐρανόθεν ὄμβρων πληθύν· καὶ γὰρ ἐισακούει τῆς δεήσεως Χριστὸς τῶν θεραπόντων αὐτοῦ.

Θεοτοκίον. Χρυσῆν σε στάμνον καὶ τράπεζαν, λυχνίαν φωτεινὴν καὶ κατάσκιον, ὄρος καὶ πηγὴ θεόβρυτον, κλίμακά τε καὶ πύλην θείας ζωῆς, κεχαριτωμένη Θεοτόκε, ὑπερένδοξε κηρύττομεν.

Καταβασία. Χριστὸς γεννᾶται...

ᾨδὴ γ'. [Θεοφάνους Νικαίας.]

Ὁ Εἱρμός. Τῆς Πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνευμά μου ἐν τῷ ψάλλειν, οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε..

Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε ἱερώτατε.

Τὸν ὄφιν τὸν ἀρχαίκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι, Πάτερ ὅσιε.

νῆλθες πρὸς τὸ ὄρος τῆς ἀπαθείας, εἰσέδυς εἰς τὸν γνόφον τῆς θεωρίας· πλαξὶ δὲ τῆς καρδίας σου ὑπεδέξω, νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.

Θεοτοκίον. Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω· οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος πλήν σου δέσποινα.

Καταβασία. Τῷ πρὸ τῶν αἰώνων...

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

κ ποιμνίων προβάτων ἐπιστατεῖν, τῆς Χριστοῦ Ἐκκλησίας προχειρισθείς, ποιμὴν θεοπρόβλητος, ὦ Σπυρίδων ἀνέλαμψας· κακοδοξίας λύκους ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας πόᾳ πιστοὺς ἐκτρεφόμενος. Ὅθεν ἀναμέσον, θεοφόρων πατέρων, τὴν πίστιν ἐκράτυνας, τῇ σοφίᾳ τοῦ πνεύματος, ἱεράρχα μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου [15].

[Δόξα, Τὸ αὐτό. Καὶ νῦν, Προεόρτιον. Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.

Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.]

ᾨδὴ δ'. [Μ. Σακελλαρίου.]

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

άβδον σὲ κατέχοντα χειρὶ καὶ σχῆμα ἱερώτατον, ἐστολισμένος θεῖος ἄγγελος κατ’ ὄναρ ἐπιφανείς, βασιλεῖ δεικνύει σὲ ἰατρὸν αὐτοῦ θεῖον τοῦ πάθους· ὁ δὲ ἐβόα πιστῶς· δόξα τῇ δυνάμει σου Κύριε.

Δεσπότην μιμούμενος τὸν σόν, καὶ πάντων ἰατρὸν Χριστόν, τὸν βασιλέα ἐθεράπευσας, Σπυρίδων τερατουργέ· θεϊκοῖς τε δόγμασι, τοῦτον εὐσεβῶς εἰς θεῖον ζῆλον καὶ πίστιν θεοπρεπῆ, μάκαρ εὐθυβόλως διήγειρας.

ήσεις ἐντολῶν τῶν θεϊκῶν, φυλάττων παμμακάριστε, τοῦ βασιλέως διεσκόρπισας μεγάλας σὺ δωρεάς, καὶ τοῖς πᾶσι δέδωκας χρυσὸν ἐπὶ γῆς Σπυρίδων μάκαρ· ἐκτήσω γὰρ οὐδαμῶς, ὄλβον θησαυρίζων τὸν ἄσυλον.

Θεοτοκίον. Σὺ σκηνὴ τοῦ Λόγου καὶ λαμπρὰς Παρθένε, ἀληθῶς φωτός, τοῦ ἀνεσπέρου ἀναδέδειξαι· διό σε πάντες πιστοὶ θερμῶς ἱκετεύομεν, ῥῆξαι τοῦ ἐχθροῦ σὺ τὰς ἐνέδρας, ἅς καθ’ ἡῶν μελετᾷ, Κόρη τὸν Υἱόν σου δυσώπησον.

Καταβασία. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί...

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Τὴν πίστιν ἐν μέσῳ πατέρων πολλῶν, ἱεράρχα Σπυρίδων ἐστήριξας, κηρύξας τὸ ὁμόθεον Τριάδος τῆς μιᾶς· διὸ καὶ ἐπαξίως, τιμᾷ ἡ Ἐκκλησία, τὴν πανίερον μνήμην τῆς παναγίας σου κοιμήσεως.

Χριστοῦ ὤν καθάπερ πιστὸς μαθητής, ἱεράρχα Σπυρίδων ἀνέστησας νεκροὺς τῇ προσευχῇ σου, καὶ παρέστησας ζῶντας· καὶ γὰρ ἰσχύειν πάντα αὐτὸς δεδώρηταί σοι, ἐξ ἰδίας ἰσχύος, ὁ ταμιοῦχος τῆς ζωῆς ἡμῶν.

λπίδος ἀγάπης καὶ πίστεως, σὺ ἰδιώματα πάτερ κτησάμενος, πενήτων ἀντιλήπτωρ τε νοσούντων ἰατρός, καὶ πάντων τῶν ἐν ζάλῃ λιμὴν γαληνοφόρος, ἀνεδείχθης θεόφρων, ἀξιοθαύμαστε πιστότατος.

Θεοτοκίον. Ἁγίων ἁγία Παρθένε ἁγνή, τῶν ἁγίων τὸν Ἅγιον τέτοκας, τὸν πάντας ἁγιάζοντας Χριστὸν τὸν λυτρωτήν· διό σε βασιλίδα καὶ δέσποιναν ἁπάντων, ὡς μητέρα τοῦ κτίστου τῶν ποιημάτων καταγγέλομεν.

Καταβασία. Θεὸς ὢν εἰρήνης...

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

λλον Σαμουήλ, ἡ χάρις σε ἔχρισε, Σπυρίδων σοφέ, ἱερατεύειν Θεῷ, καὶ προσήγαγες, ἀναιμάκτους θυσίας πανόλβιε· πιστεύων ἀληθῶς ὅτι ἐδείχθη σοι, ἄνω ἐν σκηναῖς Θεοῦ ἡμῶν, ἡ φρικτὴ λειτουργία καὶ ἄμωμος.

άβδον Μωϋσῆς, εἰς ὄφιν μετέβαλε, προστάξει Θεοῦ, πάλαι κινούμενος· σὺ δὲ ὅσιε, εἰς χρυσὸν προσευχῇ σου μετέβαλες, τὸν ὄφιν ἱεράρχα διὰ φίλον τὸν σόν· οὕτω θαυμαστὰ ειργάσατο, διὰ σοῦ ὁ Θεός, πάτερ τέρατα.

ς ἱεραρχῶν κανὼν καὶ ἑδραίωμα, φωστὴρ οἰκουμένης διαυγέστατε· πύργε ἄσειστε, ἐκκλησίας θεμέλιε ἄῤῥηκτε· τῶν θαυμάτων ποταμὸς ὁ ἀνεξάντλητος, ῥῦσαι σαῖς πρεσβείαις πάντοτε, πειρασμῶν τοὺς τιμῶντας τὴν μνήμην σου.

Θεοτοκίον. Κόλπων οὐκ ἐκστάς, ἀνάρχου γεννήτορος, ἐν κόλποις ἁγνῆς κόρης αὐλίζεται, καὶ καθίσταται ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Χριστός· τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόῤῥητος.

Καταβασία. Σπλάγχνων Ἰωνᾶν...

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τῷ πόθῳ τρωθεὶς Χριστοῦ ἱερώτατε, τὸν νοῦν πτερωθεὶς τῇ αἴγλῃ τοῦ πνεύματος· ἐκ πρακτικῆς θεωρίας εὑρέθης θεόκλητος, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἄφεσιν [16].

Ὁ Οἶκος.

Τὸν ἐκ κοιλίας ἡγιασμένον ἱεράρχην Κυρίου ἀνευφημήσωμεν νῦν Σπυρίδωνα· τὸν τῆς χάριτος πλάκας νῦν δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον τῇ κτίσει, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως ὑπάρχοντα, τὸν καὶ πάντων ἁμαρτανόντων ψυχαγωγόν· αὐτὸς γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ ἱερεῖον καθέστηκεν, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.

Συναξάριον.
Μηνὶ Δεκεμβριῳ ιβ'. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.

Στίχ. Ὁ θαυματουργὸς κἂν τέθνηκε Σπυρίδων,

          Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.

          μφὶ δωδεκάτην βίοτον λίπε τόνδε.

Τελεῖται ἡ Σύναξις αὐτοῦ ἐν τῷ Ἀποστολείῳ τοῦ ἁγίου καὶ κορυφαίου Πέτρου, τῷ ἐγκειμένω τῇ ἁγιωτάτῃ Μ. Ἐκκλησίᾳ.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Δαβὶδ μὲν βασιλεύειν, ἐκ ποιμνίου ἐκλεχθεὶς ὡς γέγραπται, σὺ δὲ θαυμάσιε πιστὸς ἐκ ποιμένος ἀναδέδειξαι, ἱερουργὸς πανευπρεπής, βοῶν τῷ κτίστῃ σου· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ξίσταντο οἱ ὄχλοι, μὴ ὁρῶντες νοερῶν δυνάμεων θεῖα στρατεύματα Χριστοῦ ἐν ναῷ, ἀλλὰ τὸν δίκαιον σὺν αὐτοῖς συλλειτουργοῦντα καὶ συμψάλλοντα· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ς λόγον ἀληθείας, σὺ ἐκφαίνων εὐσεβῶς ἐκήρυττες, τὸ ὁμοούσιον λαμπρῶς, ἀφιστῶν τῆς πλάνης Ἄρειον· τὴν Τριάδα πείθων δὲ κηρύττειν μέλποντα, τοῖς τῶν Πατέρων ὀρθοῖς ἑπόμενον λογίοις.

Θεοτοκίον. Ἡ θεία μυροθήκη, τὸ εὐῶδες μῦρον ἔνδον φέρουσα, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, ἐκκενῶσα τοῦτο ἔρχεται, μυστικῆς εὐωδίας πληροῦν τοὺς μέλποντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Καταβασία. Οἱ Παῖδες εὐσεβείᾳ...

ᾨδὴ η'.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τίς σου τὰς θαυματουργίας, ἀριθμήσει Ἱεράρχα, Σπυρίδων θεόφρον; ὑετοὺς κατήγαγες, οὐρανίους σῇ προσευχῇ· προσφωνοῦντί σοι σοφὲ παῖς ἀποκρίνεται, καὶ ῥοῦν ποταμῶν σὺ ἀνεχαίτισας, καὶ σὸν φίλον ἐν τάχει μάκαρ διέσωσας· ἄνακτα ἰάσω καὶ ξένα ἐπετέλεις.

λεγξας αἱρετικῶς τὰς κακονοίας, τῶν ἁπλῶν σου δογμάτων τοῖς λόγοις· πίστιν γὰρ ὀρθόδοξον ἱεράρχα, καὶ ἀκλινῆ, θεοφάντορ, ἐκδίδαξας, ἀνεκήρυξας· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θαύματα ὑπερφυῶς τοῖς ἀσθενοῦσιν, ἀναβλύζει σου πάτερ ἠ θήκη· ἐπαξίως ὤφθης γάρ, σκεῦος θεῖον τῆς ἐκλογῆς, καὶ λειμὼν τῆς ἀπαθείας εὐωδέστατος· πιστοὺς καθηδύνων τοὺς τιμῶντάς σου τὴν ἁγίαν καὶ θείαν φαιδρὰν καὶ ἔνδοξον, κοίμησιν ἀξίως, Σπυρίδων θεοφόρε.

Θεοτοκίον. Ἄκουσμα καινόν, σὺ ὦ Παρθένε κόρη, μόνη τίκτεις γὰρ ἄφραστον τόκον, τὸν Σωτῆρα Κύριον, ἀπειράνδρως τὴν σὴν νηδύν, τὴν πανάχραντον σφραγίσαντα ὡς οἶδεν αὐτός· διὸ γεγηθότες ἐκβοῶμέν σοι· Χαῖρε πάντων τῶν εὐσεβῶν τὸ διάσωσμα, μὴ παύσῃ πρεσβεύειν ἡμᾶς ἐλεηθῆναι.

Καταβασία. Θαύματος ὑπερφυοῦς...

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Χορεύσωμεν πνευματικῶς ὦ φιλέορτοι, καὶ χεῖρας κροτήσωμεν, ᾄσμασιν ἀνυμνοῦντες, τὸν μέγαν καὶ θεῖον ποιμένα, οὗ νῦν σκῆνος πᾶσι τὸ πανίερον, πιστοῖς χορηγεῖ, ῥῶσιν ψυχῆς ὁμοῦ καὶ σώματος.

κήρυξας μέσον Συνόδου θεόσοφε, Λόγον τὸν συνάναρχον, ἅμα δὲ καὶ ληρώδη καθεῖλες Ἀρείου τὴν δόξαν σοφέ, καὶ τὴν Σύνοδον ἐκύρωσας· καὶ γὰρ ὤφθης σὺ τῆς πίστεως ὑπέρμαχος.

Θρόνῳ Θεοῦ παρεστηκὼς παμμακάριστε, σὺν θείοις στρατεύμασι, πάντων τῶν νοερῶν ἀσωμάτων, μὴ παύσῃ πρεσβεύειν, ἀεὶ τὸν φιλάνθρωπον καὶ Κύριον, Χριστὸν τὸν Θεόν, ὑπὲρ τῶν ἐν πίστει ἀνυμνοῦντων σε.

Θεοτοκίον. Ὑμνοῦμέν σε εὐλογημένη πανύμνητε, ἥν ὑμνοῦσιν Ἄγγελοι πάντες καὶ θεοφόροι πατέρες καὶ πᾶσα ἡ κτίσις, Θεὸν ὑπεράγιον ὡς τέξασαν· αὐτὸν ἐλεεῖν τοὺς σὲ ὐμνοῦντας καθικέτευε.

Καταβασία. Μυστήριον ξένον...

Ἐξαποστειλάρια [17]. Τοῖς Μαθηταῖς. [Ἐμ. Χρυσάφη.]

Μέσον Συνόδου πάνσοφε, θεοφόρων πατέρων, τὸν Υἱὸν ἀνεκήρυξας, ὁμοοῦσιον Πάτερ, Πατρὶ καὶ Πνεύματι θείῳ, Ἄρειον κατακαύσας, τῇ ἀστραπῇ τῶν λόγων σου, καὶ τοὺς τούτου συμμάχους, τερατουργὲ ἱεράρχα· ὅθεν Σπυρίδων τιμῶμεν, καὶ δοξάζομεν τὴν ἁγίαν σου μνήμην.

Ἕτερον. Ἦχος γ'. Ἐν πνεύματι τῷ ἱερῷ.

Τοὺς πένητας ὡς συμπαθής, ἱεράρχα Σπυρίδων, ἠγάπησας καὶ ἔθρεψας, πλουτοδότης ὡς μέγας, καὶ πρᾷος, σύ, τοῦ Δεσπότου μιμητὴς πανάριστος καὶ γνήσιος ὑπηρέτης· ὄμβρον γὰρ ἐξ οὐρανοῦ ἐχορήγησας ἐν γῇ, εἰς ἀφθονίαν πενήτων.

Ἕτερον. Θεοτοκίον. Ὁ αὐτός.

Ψυχή μου στέναξον πικρῶς, μεμνημένη τὰς πράξεις, ἃς ἐν τῷ βίῳ ἥμαρτες, φθόνῳ τῷ τοῦ Βελίαρ· ἐλέησόν με Δέσποινα, τῶν πιστῶν ἀνόρθωσις καὶ τῶν πιπτόντων ἠ στάσις. Διὸ πρὸ τέλους πάρασχε μετανοίας ἀφορμάς, δυσωπῶ σε.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους η'. Ἦχος α'. Τῶν Οὐρανίων ταγμάτων. [Ἐμ. Χρυσάφη.[18]

Τῆς ἀπαθείας τὸ ὕψος σὺ τὸ ἀκρότατον, κατειληφὼς παμμάκαρ, καὶ θανάτου τὸ κράτος, ἔλυσας Σπυρίδων· παῖδα γὰρ σὴν τεθνηκυῖαν ἐζώωσας, καὶ πάλιν θνῆξαι προστάττεις, ὥσπερ Θεῷ, πάντα ἔχων σοι ὑπείκοντα.

ν τῇ ἀπλάστῳ ψυχῇ σου Σπυρίδων ὅσιε, τὸ ἀγαθὸν οἰκῆσαν, καὶ πανάγιον Πνεῦμα, οἶκόν σε χαρίτων καὶ ποταμόν, ἰαμάτων ἀνέδειξε, καὶ τοῖς ἐν κόσμῳ ἀνέθετο φαεινόν, ὡς ἀστέρα, πάτερ ἄδυτον [19].

Τῆς ὑψηλῆς πολιτείας νῦν ἐπιβέβηκας· ὁ ταπεινοὺς ὑψῶν γάρ, εἰς μετάρσιον ὕψος, πρὸς ὕψος πολιτείας πάτερ σοφέ, νοητῶς ἀνεβίβασε, καὶ φαεινόν σε φωστῆρα τοῖς ἐπὶ γῆς, ἐναπέθηκεν ἀοίδιμε.

Τοῦ Μωϋσέως τὸ πρᾷον, πάτερ μιμούμενος, καὶ τῶν χαρίτων τούτου, ἠξιώθης Σπυρίδων, παράδοξα ἐν κόσμῳ ἐπιτελῶν καὶ ἐξαίσια πράγματα, ἐν τῇ δυνάμει τοῦ πάντα τῷ ἑαυτοῦ, ἐνεργοῦντος θείῳ νεύματι.

Ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν. [Ἐμ. Χρυσάφη.]

ς ἀστὴρ τηλαυγέστατος, ἐν σεπτῷ στερεώματι, Ἐκκλησίας ἔλαμψας θεοδίδακτε, ἥλιος ἄλλος τὸ σύστημα, πατέρων τὸ ἅγιον, ἐκλαμπρύνας τῷ φωτί, τῆς ἀκτίστου θεότητος, τὸν φιλόσοφον, καταπλήξας τοῖς λόγοις τῆς σοφίας, τῆς δοθείσης σοι θεόθεν, εἰς ἀμοιβὴν σῆς πρᾳότητος. [Δίς.]

[Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Τοῦ Χριστοῦ τὴν πρᾳότητα, ἀκριβῶς μιμησάμενος, κατ’ αὐτὸν τὰ θαύματα πάτερ ἔπραξας· νεκροὺς γὰρ λόγῳ ἀνέστησας, καὶ ὄφιν μετέβαλες, σῇ ἐντεύξει εἰς χρυσόν, καὶ Ἀγγέλους συμψάλλοντας εἶχες ὅτε σου τὰς ἐντεύξεις Κυρίῳ ἀπεδίδως, παναοίδιμε Σπυρίδων, ἱεραρχῶν ἐγκαλλώπισμα.

[Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει].

Εὐφημείσθω μοι σήμερον, ἐν ᾠδαῖς καὶ ᾄσμασιν, ὁ σοφὸς Σπυρίδων ὁ θαυματόβρυτος, ὁ ἐπὶ γῆς ἄλλος ἄγγελος, ὀ φίλος ὁ γνήσιος, τοῦ Χριστοῦ μου καὶ Θεοῦ, τῶν θαυμάτων ἡ ἄβυσσος, ὁ λαμπρότατος, Ἱεράρχης καὶ μέγας ἀντιλήπτωρ, τῶν πιστῶς μακαριζόντων, τὴν τούτου πάνσεπτον κοίμησιν.

Δόξα. Ἦχος πλ. δ'. [Μ. Σακελλαρίου τοῦ Μελιτινιώτου.]

Εὗρες μὲν τῇ πολιτείᾳ σου Θεὸν τὸν βλέποντα τὰ κρύφια καὶ πρόδηλα, τὴν καρδίαν σου δεκτικὸν ποιήσας σκήνωμα· ὃς τὸ πρᾷον ἐπιζητεῖ καὶ πιστὸν πρὸς κατοικίαν αὐτοῦ ἀδιάλειπτον· ἔχει δὲ καὶ τὸ πανίερον καὶ θεοχαρίτωτόν σου σῶμα τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, θαυμάτων πέλαγος ἀπείρων, ἀκοῶν τε θεραπευτήριον. Ἔνθα συντρέχοντες, Ἱεράρχα, σὲ δοξάζομεν, χάριν τῶν ἰάσεων ἐκ σοῦ κομιζόμενοι πάντες ἀπὸ τῶν ἐναντίων προσβολῶν. Ὡς γὰρ πρᾷος, Σπυρίδων, τοῖς πιστοῖς νέμει τὰ πρόσφορα.

Καὶ νῦν. Προεόρτιον.

Βηθλεὲμ ἑτοιμάζου· [εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῷσαι τὸ γένος ἡμῶν].

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ'. καὶ ς'.

[Ὁ Κανὼν τοῦ ἁγίου ᾨδὴ γ'. Ἦχος β'. Τῆς πίστεως, ἐν πέτρᾳ...

Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε ἱερώτατε.

Τὸν ὄφιν τὸν ἀρχαίκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι, Πάτερ ὅσιε.

νῆλθες πρὸς τὸ ὄρος τῆς ἀπαθείας, εἰσέδυς εἰς τὸν γνόφον τῆς θεωρίας· πλαξὶ δὲ τῆς καρδίας σου ὑπεδέξω, νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.

Θεοτοκίον. Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω· οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος πλήν σου δέσποινα.

ᾨδὴ ς'. Ἦχος α'. Σπλάγχνων Ἰωνᾶν...

λλον Σαμουήλ, ἡ χάρις σε ἔχρισε, Σπυρίδων σοφέ, ἱερατεύειν Θεῷ, καὶ προσήγαγες, ἀναιμάκτους θυσίας πανόλβιε· πιστεύων ἀληθῶς ὅτι ἐδείχθη σοι, ἄνω ἐν σκηναῖς Θεοῦ ἡμῶν, ἡ φρικτὴ λειτουργία καὶ ἄμωμος.

άβδον Μωϋσῆς, εἰς ὄφιν μετέβαλε, προστάξει Θεοῦ, πάλαι κινούμενος· σὺ δὲ ὅσιε, εἰς χρυσὸν προσευχῇ σου μετέβαλες, τὸν ὄφιν ἱεράρχα διὰ φίλον τὸν σόν· οὕτω θαυμαστὰ ειργάσατο, διὰ σοῦ ὁ Θεός, πάτερ τέρατα.

ς ἱεραρχῶν κανὼν καὶ ἑδραίωμα, φωστὴρ οἰκουμένης διαυγέστατε· πύργε ἄσειστε, ἐκκλησίας θεμέλιε ἄῤῥηκτε· τῶν θαυμάτων ποταμὸς ὁ ἀνεξάντλητος, ῥῦσαι σαῖς πρεσβείαις πάντοτε, πειρασμῶν τοὺς τιμῶντας τὴν μνήμην σου.

Θεοτοκίον. Κόλπων οὐκ ἐκστάς, ἀνάρχου γεννήτορος, ἐν κόλποις ἁγνῆς κόρης αὐλίζεται, καὶ καθίσταται ὁ ἀμήτωρ ἀπάτωρ σαρκούμενος, ὁ τῆς δικαιοσύνης βασιλεύων Χριστός· τούτου ἀγενεαλόγητος, ἡ φρικτὴ γενεὰ καὶ ἀπόῤῥητος.

Ἀπολυτίκιον. Ἦχος α'.

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργῷ λόγῳ μόνῳ ποταμὸν ἀνεχαίτισας· Σπυρίδων μακάριε σοφέ· ὅθεν νεκρά σοι ἐκ τάφου προσφωνεῖ, καὶ ὄφις χρυσοῦται τῇ σῇ προσευχῇ· καὶ ἀγγέλους, ὅτε ἐβούλου συλλειτουργοῦντάς ἔσχες ἱερώτατε. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ τοιαῦτα τέρατα.

Εἶτα γίνεται Καλλιφωνία στιχ. Ἰωάννου τοῦ Γλυκέως. Ἦχος β'.

εραρχῶν τὸ θεῖον κειμήλιον, πάτερ ὅσιε Σπυρίδων σοφέ, σὺ ἐν ἀρεταῖς ἐχρημάτισας ὅσιε. Ὅθεν τῆς ἐκκλησίας προΐστωρ γενόμενος, αἱρεσιάρχας ἐξωθήσας καὶ τοῦ Ἀρείου τὸ βλάσφημον συνοδικῶς εἰς γῆν κατηδάφισας. Διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον. Ἐμμανουὴλ τοῦ Χρυσάφη. Ἦχος α'.

σιε πάτερ μακάριε Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν ἐπηρώτας δι’ ἀγάπην Θεοῦ· ὄφιν δὲ μετέβαλες είς χρυσὸν ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοὺς ἕνεκα τοῦ συμπαθοῦς σου λαοῦ· βασιλεῖς δὲ παρέστης ἰατὴρ τῇ προνοίᾳ τοῦ Θεοῦ. Νεκροὺς δὲ πάλιν ἤγειρας ὡς αὐτοῦ μαθητής. Τὴν πίστιν δ’ ἐτράνωσας ἀναμέσον πατέρων πολλῶν, πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· αὐτὸν καὶ νῦν ἱκέτευε, μακάριε Σπυρίδων σοφέ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον τοῦ. Ὁ αὐτός.

σιε πάτερ ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι’ ἐναρέτου πολιτείας ἐδείχθης φωστὴρ παγκόσμιος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν ὄφιν εἰς χρυσὸν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας, καὶ τὴν ὀρθόδοξον πίστιν ἐτράνωσας, Σπυρίδων Ἱεράρχα ἀοίδιμε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τῷ πόθῳ τρωθεὶς Χριστοῦ ἱερώτατε, τὸν νοῦν πτερωθεὶς τῇ αἴγλῃ τοῦ πνεύματος· ἐκ πρακτικῆς θεωρίας εὑρέθης θεόκλητος, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἄφεσιν.

Ὁ Ἀπόστολος.

Προκείμενον.Ἦχος α'. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. ζ'. 26-28. η'. 1-2.]

δελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ Ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ,ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.

Ἀλληλούϊα. Ἦχος β'. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει. Στίχ. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην [ι'. 9-16.]

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα··δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ··ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.]

Примѣчанія:
[1] Θαυμασίων, κατ’ ἄλλην γραφήν.
[2] Κερκυραίων, λέγε, εἰ θέλεις. Σ. Π.
[3] Ἄλλ. γρ. Ὁ τοῦ Θεοῦ. Σ. Π.
[4] Τοῦτο τὸ στιχηρὸν καὶ τὸ κατωτέρω ἐἰσὶ γνωστά.
[5] Κερκύρας, λέγε, εἰ θέλεις.
[6] Γραπτέον ἵσως «τῆς Τριμυθοῦντος ἡ περίχωρος».
[7] Ἄλλη γρ. θεσπέσιε.
[8] Ἐκ τῶν κατωτέρω τῆς Λιτῆς Τροπαρίων τὰ μὲν δύο πρῶτα οὐδόλως παραλάσσουσι τῶν ἤδη δεδημοσιευμένων, τὰ δὲ ἕτερα δύο καὶ τὸ Δοξαστικὸν οὐ μόνον παραλάσσουσι ἀλλὰ καὶ εἰσὶν ἐκτενέστερα τῶν ἀντιστοίχων γνωστῶν.
[9] Γραπτέον ἵσως «νόσημα ἀνίατον».
[10] Τὰ κατωτέρω τρία ἀπόστιχα εἰσὶ γνωστά.
[11] Τὸ Ἀπολυτίκιον τοῦτο παραλλάσει πῶς τοῦ γνωστοῦ.
[12] Ταῦτα εἰσὶ γνωστά.
[13] Ἄλ. γρ. Τριμυθοῦντος.
[14] Τῶν ᾨδῶν τοῦ Κανόνος τὰ τροπάρια εἰσὶ γνωστά.
[15] Τὸ Κάθισμα τοῦτο παραλλάσι τοῦ γνωστοῦ.
[16] Τὸ Κοντάκιον καὶ ὁ Οἶκος παραλλάσουσι τῶν γνωστῶν.
[17] Τέως ἄγνωστα καὶ ἀνέκδοτα.
[18] Τέως ἄγνωστα καὶ ἀνέκδονα ἅπαντα.
[19]Κατ’ ἄλλην γραφὴν τὸ τέλος τοῦ τροπαρίον ἔχει· «οἶκόν σε χαρίτων καὶ θησουορῶν τῶν θαυμάτων ἀνέδειξε, καὶ ἐν τῷ κόσμῳ σε ἔθετο φαειναῖς ταῖς ἀκτῖσι μεταυγάζοντα».

Источникъ: Ασματική ακολουθία και βίος του εν Αγιοίς Πατρός ημών Σπυρίδωνος. Εξ αρχαίων ανεκδότων χειρογράφων των εν Βιέννη και Ενετία Βιβλιοθηκών. Νυν το πρώτον εκδιδόμενα υπό Σπυρίδωνος Παπαγεωργίου. — Εν Αθήναις: Εκ του Τυπογραφείου των Καταστημάτων Μιχαήλ Ι. Σαλιβέρου, 1901. — σελ. 11-37.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0