Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - среда, 16 августа 2017 г. Сейчасъ на порталѣ посѣтителей - 20.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΒ'.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α'. στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ'. δευτεροῦντες αὐτά. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Πρᾷος καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων, θείᾳ χάριτι, ἐχθρόν τὸν παμπόνηρον, καὶ παράφρονα Ἄρειον, ἐναποπνίξας· καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας ἐν Πνεύματι, πάντας τοὺς ὀρθοδόξους τε, φωτίσας τρανότατα, ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος. [Δίς.]

Πάθη ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας· καὶ ὄφιν χρυσοῦν εἰργάσω· καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχῇ σου Πάτερ ἐχαλίνωσας· νυκτὸς Βασιλεῖ δέ, ἐπιφανεὶς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ’ ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος. Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν, ἐξ ἧς ἀναβλύζεις, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος. [Δίς.]

Δόξα, Ἦχος α’ Ἀνατολίου.

σιε Πάτερ μακάριε, Σπυρίδων σοφέ, τὴν νεκρὰν ὥσπερ ζῶσαν, ἐπηρώτας δι’ ἀγάπην Θεοῦ· ὄφιν δὲ μετέβαλες εἰς χρυσόν, ὁ πενίαν ἀσκῶν· ῥύσιν δὲ ἐπέσχες ποταμοῦ, συμπαθήσας λαῷ· Βασιλεῖ δὲ παρέστης ἰατήρ, τῇ προνοίᾳ Θεοῦ· νεκροὺς δὲ πάλιν ἤγειρας, ὡς αὐτοῦ μαθητής· τὴν πίστιν δὲ ἐτράνωσας, ἀναμέσον Πατέρων πολλῶν. Πάντα οὖν ἰσχύων ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, αὐτὸν καὶ νῦν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Προεόρτιον. Ἦχος πλ. β'.

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν, Εἰ βούλει εἰπεῖν καὶ ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα. [Κεφ. ι'. 7. γ'. 13.]

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ ἀνάγνωσμα. [Κεφ. ε'. 31.]

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις· καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. δ'. 7.]

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος α'. Νεφέλην σε φωτός.

Πανήγυρις φαιδρά, ἱερὰ πανδαισία, δεῦτε πιστοὶ μεθέξωμεν· Σπυρίδων καὶ γὰρ ἡμᾶς συγκαλεῖται, ἑστιάτωρ ὢν πνευματικός, οὗ ἡ τράπεζα θεία, ἡδέα τὰ θαύματα, αἱ πράξεις ἀθάνατοι· αὐτοῦ μιμησώμεθα τὸ πρᾷον, τὸ ἄκακον, τὸ ἁπλοῦν, τὸ φιλάνθρωπον, τὸ περὶ πάντας σοφόν, ἐν οἷς ἐν Ἀρχιερεῦσιν, ὡς φῶς ἐξέλαμψε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος [τοῦ ὁσίου Αὐτοῦ].

Μεγίστων ποιητής, ἀρετῶν καὶ θαυμάτων, ἀνεδείχθης Σπυρίδων σοφέ· ταῖς μέν σου καταφαιδρύνας τὸν βίον, ὑπὲρ φέγγος τὸ ἡλιακόν, τοῖς δὲ καταλαμπρύνας, κόσμον τὸν περίγειον, ὑπὲρ ἀστραπὰς οὐρανοῦ, ἀμφοῖν ὡραιότερος, δεικνύμενος ὅσιε, τοῖς προσφεύγουσιν ἐν πίστει, ταῖς προστασίαις σου.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

θαύματος φρικτοῦ! ἡ νεκρὰ πυθομένῳ, φωνὴν ζῶσάν σοι δέδωκεν· ὁ ῥοῦς δὲ τοῦ ποταμοῦ ἀνεστάλη, διὰ λόγου σου προστακτικοῦ· ἡ τοῦ ἄνακτος νόσος, εὐχῇ σου φυγαδεύεται· ὁ ὄφις εἰς εἶδος χρυσοῦ ἀντιμετηλλάττετο· νεκροὶ ἐξηγέρθησαν· ἐνήργει γὰρ ἐν σοὶ ὁ Χριστός, Σπυρίδων ἱερουργέ, ὁ τῆς Τριάδος τὸ δόγμα, ἀνακηρύξας τρανῶς.

Δόξα, Ἦχος β'. Γερμανοῦ.

εραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ ὅσιε, Σπυρίδων σοφέ, ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιάρχας ἐξώθησας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον, συνοδικῶς εἰς γῆν κατηδάφισας· διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν, Προεόρτιον, ὁ αὐτός.

δοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν. Εὐτρεπίζου Σπήλαιον· ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν, ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας· ὅτι ἔρχεται Χριστός, ἵνα σῴσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.

Ἀπολυτίκιον Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι [Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διά του τόκου σου.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.

φιν μετέβαλες, εἰς χρυσὸν ἅγιε, καὶ ταῖς τῶν λόγων σου, νευραῖς ἀπέπνιξας, τὸν δυσσεβῆ καὶ πονηρόν, Ἄρειον θεοφόρε· βασιλεῖ δὲ γέγονας, ἰατρὸς παναοίδιμε· καὶ νεκροὺς ἐξήγειρας, Δαίμονάς τε ἀπήλασας· διό σου συνελθόντες ὑμνοῦμεν, Ἱεράρχα τὴν μνήμην τὴν πάντιμον.

Δόξα, Τὸ αὐτό. Καὶ νῦν, Προεόρτιον.

Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, γεννᾶν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός· ὁ ὢ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος. Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν Προεόρτιον.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ· τοῖς ἔργοις ἐτίμησας, τὰ κατ’ εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε· ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σοὶ σωφροσύνῃ, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι· διὸ καὶ ἑορτάζομεν πίστει τὴν μνήμην σου.

Δόξα, Τὸ αὐτό. Καὶ νῦν, Προεόρτιον.

Παρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ· μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι. Αὐτῆς ταῖς ἱκεσίαις, σῷσον ἡμᾶς ὁ Θεός.

Μετὰ δὲ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

νακτόροις καὶ μύσταις θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτῳ φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς Τριάδος τὴν δύναμιν· καὶ γὰρ κηρύττων ὤφθης, μονάδα Θεότητος, καὶ ἐν μιᾷ οὐσίᾳ σαφῶς ἐδογμάτισας· ὅθεν ὑπὲρ λόγον, κατ’ ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον, τῇ δυνάμει τοῦ Πνεύματος, ἱεράρχα θεσπέσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Θρόνε πυρίμορφε τοῦ Θεοῦ. Χαῖρε Κόρη Καθέδρα βασιλική. Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε Θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα. Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

Οἱ Ἀναβαθμοί, τὸ α'. Ἀντίφωνον τοῦ δ'. Ἤχου. Προκείμενον, Ἦχος δ'. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, [ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην]. Τό, Πᾶσα πνοή.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. [Κεφ. ι'. 1-9.]

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν'. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

Πατέρων ἀγλάϊσμα, Σπυρίδων σοφέ, καὶ ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλῃ, τῆς οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς Ἀρείου λύσσης καθαιρέτης φανείς, τόν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Κανὼν τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου. Ποίημα Θεοφάνους. Ἦχος β'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξείληψεν· ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

Τῶν πραέων γῆν καταλαβών, Πάτερ ὡς πρᾳότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος, τὸν ἐπανιστάμενον, τῇ καρδίᾳ μου, καταπράϋνον κλύδωνα· ὅπως ἐν γαλήνῃ θείᾳ γεγονὼς ἀνευφημήσω σε.

Γεωργίαις θείαις τὴν ψυχήν, Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ θείου Πνεύματος, τὴν ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν· ὅθεν καταυγάζεις, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

κ ποιμνίων ὥσπερ τὸν Δαυΐδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο ποιμένα πανάριστον, τῇ ἁπλότητι καὶ πρᾳότητι λάμποντα, καὶ τῇ ἀκακίᾳ, ὅσιε ποιμὴν καλλωπιζόμενον.

Θεοτοκίον. Παναγία ἄχραντε ἁγνή, φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη σκεδάζουσα, τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως κατὰ χρέος μακαρίζω σε.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. ν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ’ ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε Ἱερώτατε.

Τὸν ὄφιν τὸν ἀρχέκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ ὅσιε.

νῆλθες πρὸς τὸ ὄρος τῆς θεωρίας· εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας· πλαξὶ δὲ τῆς καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.

Θεοτοκίον. Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω· οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.

Κάθισμα, Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

κ ποιμνίων προβάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ποιμαίνειν προχειρισθείς, ποιμὴν θεοπρόβλητος, σὺ Σπυρίδων ἀνέλαμψας, κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας πόᾳ, αὐτὴν ἐκτρεφόμενος· ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐτράνωσας, τῇ σοφίᾳ τοῦ Πνεύματος, ἱεράρχα μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. [Δίς.]

Δόξα, καὶ νῦν. Προεόρτιον, Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.

Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. λήλυθας ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσῳσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Τοῖς ἄνθραξι, τοῦ σεπτοῦ ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην παμμάκαρ ἐνέπρησας· κόσμον δὲ πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.

Πυθομένῳ, ἡ νεκρά σοι φωνὴν Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαῖς ἐπεσχέθη προστάξεσιν· ὤφθης γὰρ μακάριε, τερατουργός, θείαν χάριν κληρωσάμενος.

Νεκρώσας σου, τῆς σαρκὸς τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσρήματι· ὅθεν ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.

Θεοτοκίον. Προφῆταί σου, μυστηρίου τὸ βάθος προήγγειλαν, τὸ ἀκατανόητον· μόνη γὰρ ἔτεκες ἄχραντε, τὸν ἀπεριόριστον, σεσαρκωμένον δι’ οἶκτον ἀδιήγητον.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.

ποταμός, τῶν ἐν σοὶ χαρισμάτων, πᾶσαν ἀρδεύει ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις τιμήσαντος.

Σὲ βασιλεύς, ὁ ἐπίγειος μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος θείου πεπληρωμένον, ἐν τῷ παρεῖναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.

Τοῦ Ἀβραάμ, τὸν φιλόξενον τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους, ἀναπετάσας, καὶ τοῖς πᾶσι τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.

Θεοτοκίον. Νέον ἡμῖν, ἀπεγέννησας βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου· ὃν ἐκδυσώπει ὡς Υἱὸν καὶ Θεόν σου, οἰκτειρῆσαι τοὺς Θεοτόκον σε, Πάναγνε ψυχῇ, καθαρᾷ καταγγέλλοντας.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον, τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

χρυσὸς ὡς πηλός σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.

Καθαρῶς λειτουργῶν τῷ Δεσπότῃ σου, πλῆθος ἔσχες ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναῖς Ἱερώτατε.

περίδοξος πάνσοφε βίος σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο· διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνοῦντές σε.

Θεοτοκίον. Οὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τῷ πόθῳ Χριστοῦ, τρωθεὶς ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικῇ θεωρίᾳ, τὴν πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

Ὁ Οἶκος.

Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος, πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν· οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστὸς ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

Συναξάριον.
Τῇ ιβ'. τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.

Στίχ. Ὁ θαυματουργὸς κἂν τέθνηκε Σπυρίδων,

          Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.

          μφὶ δωδεκάτην Σπυρίδων βίοτον λίπε τόνδε.

Οὗτος ἤκμασεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ μεγάλου, καὶ Κωνσταντίου τοῦ υἱοῦ αὐτοῦ. Ἦν δὲ τὸν τρόπον ἁπλοῦς, καὶ τὴν καρδίαν ταπεινός. Ἐγένετο δὲ ἀπ’ ἀρχῆς ποιμὴν προβάτων· ἔπειτα δὲ γυναικὶ προσομιλήσας, μετὰ τὴν αὐτῆς ἀποβίωσιν, ἐπίσκοπος κατέστη. Ἐπὶ τοσοῦτον δὲ ἡ χάρις τῶν ἰαμάτων αὐτῷ ἐδόθη παρὰ Θεοῦ, ὡς ἐπωνυμίαν αὐτῷ γενέσθαι τὰ θαύματα. Καὶ γὰρ ἐν αὐχμῷ κατήγαγεν ὑετόν, καὶ πάλιν αὐτοῦ τὴν ἀμετρίαν ἐκώλυσε δι’ εὐχῆς. Καὶ μελετώμενον λιμὸν παρὰ τῶν σιτοκαπήλων ἔλυσε, συμπεσουσῶν αὐτοῖς τῶν ἀποθηκῶν, αἷς τὸν σῖτον συνέσχον. Καὶ ὄφιν μετέβαλεν εἰς χρυσόν· καὶ μετὰ τὸ λύσαι δι’ αὐτοῦ τὴν τοῦ πένητος συμφοράν, πάλιν τὸν χρυσόν, εἰς ὄφιν ἀποκατέστησε. Καὶ ποταμῶν ῥεύματα ἔστησε. Καὶ πόρνην τολμήσασαν προσψαῦσαι, τὰ κατ’ αὐτὴν ἐξειπών, ἔπεισεν ἐξαγορεῦσαι τὰ ἑαυτῆς.

Καὶ τοὺς ἐπὶ λόγοις φρονοῦντας μέγα, ἐν τῇ κατὰ Νίκαιαν Συνόδῳ, δυνάμει τοῦ Ἁγίου Πνεύματος ἐπεστόμισε. Καὶ γυναικὸς τινὸς παρακαταθήκην ζητούσης, ἤδη οὖσαν τὴν αὐτοῦ θυγατέρα νεκράν, ἐπανερόμενος, ᾗ παρετέθη τὰ χρήματα, καὶ παρ’ αὐτῆς μαθὼν ἔνθα κέκρυπται, τῇ τούτων Κυρίᾳ ἀπέδωκε. Καὶ τὸν βασιλέα Κωνστάντιον τοῦ συνέχοντος πάθους ἀπήλλαξε. Καὶ παῖδα τινὸς γυναικὸς ἀνεζώωσε. Καὶ τὸν κατὰ πλεονεξίαν τὴν αἶγα λαβεῖν βουλόμενον διήλεγξε, τῆς μιᾶς ἐκείνης αἰγὸς πρὸς τὴν μάνδραν, ἀπὸ τοῦ ταύτην ἕλκοντος βίᾳ, μεταχωρούσης· μετὰ δὲ τὸ τὴν τιμὴν αὐτῆς ἐπαριθμήσασθαι τὸν ἐξωνούμενον, σὺν ταῖς λοιπαῖς μεινάσης. Ἰάσατο δὲ καὶ τοῦ Διακόνου τὴν ἀφωνίαν· ὃς μικρὰν εὐχὴν ἐπιτραπεὶς ἔν τινι καύματι, διὰ κενοδοξίαν μεγάλην ἐξέτεινε, καὶ εὐθὺς εἰς ἀφωνίαν κατέστη.

Τούτῳ συνυπακούοντες ὤφθησαν Ἄγγελοι: Καὶ τῷ Πνεύματί σου ἀντιφθεγξάμενοι, ἐν τῷ τὴν εἰρήνην συνήθως ἐν τῇ Ἐκκλησίᾳ διδόναι (ἐν τῷ ἐκφωνεῖν δηλονότι τό· Εἰρήνη πᾶσι). Τῶν δὲ ἐν λαμπάσι φώτων παρὰ τῶν ὑπηρετῶν ἀναφθέντων ὀλίγων, καὶ τοῦ Ὁσίου δυσχεραίνοντος ἐπὶ τούτῳ, οἱ μὲν μὴ παρεῖναι τινὰς ἔλεγον ἐν τῇ Ἐκκλησίᾳ, καὶ μὴ δεῖσθαι πλείονος δᾳδουχίας· ἐμαρτυρήθη δὲ τῷ Ἁγίῳ ἄνωθεν, ὅτι θεατὰς μᾶλλον Ἀγγέλους ἔχει ἐν ταῖς εὐχαῖς συμψάλλοντας. Ἡ δὲ ἐν τῷ λύχνῳ, ἤδη μαραινομένου τοῦ ἐν αὐτῷ φωτός, καὶ λήγοντος διὰ τροφῆς ἔνδειαν, ἐξαίφνης τοῦ ἐλαίου ἀνάβλυσις, τίνας οὐκ ἐκπλήττει τῷ θαύματι;

Πολλοῖς δὲ ἐκ προγνώσεως θείας, περὶ τῶν μελλόντων ἐθέσπισε. Καὶ τὸν Ἐπίσκοπον Τριφύλλιον νουθετήσας, τοῖς ἐν κόσμῳ τερπνοῖς προσκείμενον, ποθεῖν τὰ μέλλοντα μᾶλλον ἔπεισε. Καὶ τὴν μοιχευθεῖσαν γυναῖκα, τὴν ἐξομολόγησιν μὴ δεχομένην, ἀλλ’ ἐν τῷ τίκτειν τὸν ἴδιον ἄνδρα πείθουσαν, ὅτι ἐξ αὐτοῦ εἴη τὸ ἐγκυμονούμενον, καί τοι μῆνας εἴκοσι ἀποπλεύσαντα, καὶ μὴ συγγενόμενον αὐτῇ, ἐπιτιμήσας θανάτῳ παρέδωκε.

Τούτῳ θέρους ὥρᾳ, ἐν ἡλίῳ φλέγοντι, δρόσου πλήρης ἡ κεφαλὴ ἐφαίνετο, δηλοῦντος τοῦ Θεοῦ τὴν ἐπ’ αὐτῷ γενησομένην τιμήν. Ὅπως δὲ ἦν συμπαθής, ἐδήλωσε τὸ συμβὰν εἰς τοὺς τὴν ποίμην αὐτοῦ συλῆσαι ἐπιχειρήσαντας. Οὐ μόνον γὰρ αὐτοὺς ἀορασίᾳ κρατηθέντας τοῦ πάθους ἀπήλλαξεν, ἀλλὰ καὶ κριὸν ἕνα ἐπιδοὺς ἀπέλυσεν, ἐπειπών, ὡς ἂν μὴ ὦσι μάτην ἠγρυπνηκότες. Οὗτος τὸ καταπιστευθὲν ποίμνιον ἰθύνας καλῶς, πρὸς τὴν τῶν Ἀγγέλων πολιτείαν καὶ διαγωγὴν μετετάξατο. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ ἀποστολείῳ τοῦ Ἁγίου καὶ κορυφαίου Πέτρου, τῷ συγκειμένῳ τῇ ἁγιωτάτῃ μεγάλῃ Ἐκκλησίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Συνετοῦ.

Στίχ. Τὸν Συνετὸν κτείνουσι ἄφρονες ξίφει,

          Τὸν εὐσεβῆ τιμῶντα πίστιν ἐμφρόνως.

Οὗτος ἦν ἐπὶ Αὐρηλιανοῦ βασιλέως· ἐνδημοῦντι δὲ αὐτῷ ἐν τῇ τῶν Ῥωμαίων πόλει, καὶ τὰς θυσίας τοῖς εἰδώλοις προσάγοντι, διαλεχθεὶς οὗτος, ἀναγνώστης τῆς Ῥωμαίων Ἐκκλησίας ὑπὸ τοῦ ἁγίου Ξύστου προβεβλημένος, καὶ ὑποσχόμενος θῦσαι κατ’ ἐμπαιγμόν, καὶ φωραθεὶς τὴν ὑπόκρισιν, τύπτεται βουνεύροις, ὥς τε πᾶσαν τὴν γῆν ἐκείνην τῷ αἵματι φοινιχθῆναι· εἶτα τῇ εἱρκτῇ ἐπαποῤῥίπτεται. Τη δὲ ἑξῆς πάλιν ἁπλοῦται ἐν ἐσχάρᾳ ἐνισχυούσης, ὅτε καὶ θείας φωνῆς ἤκουσεν ἐνισχούσης καὶ προτρεπούσης αὐτὸν εἰς τὸν ἀγῶνα. Καὶ σὺν τῇ φωνῇ, λάβρος ὑετὸς κατεῤῥάγη, ἀλώβητον ἐκ τοῦ πυρὸς διαφυλάττων τὸν μάρτυρα. Μετὰ ταῦτα, ὀρύγματος γενομένου πήχεων δέκα, καὶ ξύλων ὀξυτάτων ἐντεθέντων τῷ βάθει, ἀπεῤῥίφη ὁ μάρτυς ἐκεῖσε, τῶν μελῶν αὐτοῦ σχεδὸν ἁπάντων κατακοπέντων· ὃς αὖθις Θείᾳ προνοίᾳ ὑγιὴς γέγονε. Πάλιν οὖν ἐγκλείεται εἰς τὸ λεγόμενον Πάνθεον, καὶ ἐξαχθείς, τὴν κεφαλὴν ἀποτέμνεται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Ἱεροσολύμων, τοῦ ἱερομάρτυρος.

Στίχ. Ὁ Ἀλέξανδρος, εἷς ὢν τῶν θυηπόλων,

          νευ αἵματος, εἷς ἦν καὶ τῶν μαρτύρων.

Βασιλεύοντος Δεκίου ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ, διωγμὸς μέγας ἐκινήθη κατὰ τῶν χριστιανῶν. Ἐξαποστείλας γὰρ κατὰ πᾶσαν χώραν, προσέταξεν, ὥς τε τοὺς εὑρισκομένους Χριστιανοὺς ἀναγκάζειν θύειν τοῖς εἰδώλοις, καὶ τὸν Χριστὸν ἀρνεῖσθαι, τοὺς δὲ μὴ πειθομένους τοῦτο ποιεῖν, τιμωρίαις δειναῖς ὑποβάλλεσθαι, καὶ εἶθ’ οὕτω τοῦ ζῆν ὀδυνηρῶς ἀπαλλάτεσθαι. Τότε ὁ ἁγιώτατος Ἀλέξανδρος οὗτος, Ἀρχιεπίσκοπος ὢν ἐν Ἱεροσολύμοις, διαβάλλεται τῷ τῆς ἐκεῖσε Καισαρείας ἄρχοντι· ὁ δὲ ἀποστείλας, σιδηροδέσμιον παρέστησεν αὐτόν· καὶ πολλὰ διαλεχθεὶς μετ’ αὐτοῦ, καὶ τὸν Χριστὸν ἀνακηρύξας μεγαλοφώνως μέσον πάντων Θεὸν καὶ Βασιλέα, καὶ πάντων εἶναι Δημιουργόν, τὰ δὲ εἴδωλα καὶ τοὺς τιμῶντας αὐτὰ ἀναθεματίσας πεπαῤῥησιασμένῃ τῇ φωνῇ, μεγάλως ἐτάραξε τὸν θυμὸν αὐτοῦ. Διὸ καὶ ἐν ὀλίγῳ χρόνῳ τιμωρησάμενος αὐτὸν ποικίλως, ὑπὸ θηρῶν βρωθῆναι ζῶντα καταδικάζει ὁ δείλαιος.

Τοῦτον δὲ γυμνόν, εὐθὺς ἀποδύσαντες, καὶ μέσον τοῦ θεάτρου ὡς κριὸν ἐπίσημον προθέντες, διάφορα θηρία πρὸς βρῶσιν αὐτοῦ ἐξαπέστειλαν. Ὁ δὲ προσευξάμενος, καὶ τούτο προσέθετο· Κύριε, εἰ θέλημα σόν ἐστι τελειωθῆναί με νῦν, γενέσθω ὡς ηὐδόκησας. Καὶ διαφόρων θηρίων κατ’ αὐτοῦ ἀπολυθέντων, τὰ μὲν προσκυνοῦντα, ὡς διὰ τῆς τῶν κεφαλῶν αὐτῶν κατακλίσεως ἐφαίνοντο, εἰς τὰς ἑαυτῶν ἀνεχώρουν γαλεάγρας· τὰ δὲ κυλινδρούμενα ἐπὶ τὴν γῆν, κατεφίλουν τοὺς πόδας αὐτοῦ· τὰ δὲ τὰς τραυματισθείσας αὐτοῦ σάρκας ταῖς γλώσσας ἀπέλειχον. Ὁ δὲ μέγας Ἀρχιερεὺς τῷ Θεῷ εὐχαριστήσας, ἀπέπτη πρὸς Κύριον, τὸ σῶμα ἀβλαβὲς καταλιπὼν ἐν τῇ γῇ. Ὅπερ εὐλαβεῖς τινὲς μετ’ αἰδοῦς μυρίσαντες, καὶ ὀθονίοις εἰλήσαντες, ἐν ἐπισήμῳ κατέθεντο τόπῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Ἀμωναθᾶ καὶ Ἄνθου.

Στίχ. Μισῶ τὰ τῆς γῆς· Ἄγγελοι δέξασθέ με·

          Aμωναθᾶς ὁ θεῖος ἐκλείπων λέγει·

          Τὸ τοῦ Προφήτου προσφόρως Δαυῒδ λέγων·

          ς ἄνθος ἀγροῦ θεῖος Ἄνθος ἐρρύη.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. ντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε· Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Μωσέως τὸ ἄπλαστον, Δαυῒδ τὸ πρᾷον, Ἰὼβ τοῦ Αὐσίτιδος τὸ ἄμεμπτον κτησάμενος, τοῦ Πνεύματος γέγονας κατοικητήριον, μέλπων ἱερώτατε, Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Ψεκάδες τῇ κάρᾳ σου ἐν ὥρᾳ θέρους, οὐράνιαι στάζουσαι, τὸ μέλλον προεσήμαινον· Θεὸς γὰρ ὡς ἔφησας, τὴν θείαν μνήμην σου, ὅσιε ἐδόξασε, πιστοὺς καθαγιάζων τῇ μεσιτείᾳ σου.

Συνόδῳ Πατέρων σε Θεὸς δοξάζει, ἐν κρίσει τοὺς λόγους σου, φυλάξαντα μακάριε· οὓς πίστει προσήγαγες, τὸν ἀλογώτατον, Ἄρειον μωραίνοντας σαφῶς, καὶ καταργοῦντας τὴν τούτου ἔνστασιν.

Θεοτοκίον. Τὸν βότρυν ἐβλάστησας ἀρρήτῳ λόγῳ, Παρθένε ὡς ἄμπελος, τὸν μόνον ἀγεώργητον, οἶνον ἀναβλύζοντα πάντας εὐφραίνοντα, πάντας ἁγιάζοντα βροτούς, καὶ πᾶσαν μέθην δεινῶν ἐξαίροντα.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Κάμινον παθῶν, ταῖς θείαις ἐπομβρίαις, τοῦ θείου Πνεύματος κατέσβεσας, καὶ δρόσον ἐπήγασας, νοσημάτων Πάτερ καύσωνα, ἐξαίρουσαν τῶν πίστει σοι πάντοτε προσιόντων, μάκαρ Σπυρίδων πανόλβιε.

κακος εὐθύς, καὶ πρᾷος συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπῃ φιλόξενος, Ἱεράρχης ἱερώτατος, φρονήματι κοσμούμενος, ὅσιε ὀρθοδόξῳ· ὅθεν σε πίστει γεραίρομεν.

Πάλαι σοι φωνήν, ὡς ζῶσα ἡ θανοῦσα, διερωτῶντι Πάτερ δέδωκεν· ὢ θαῦμα ἐξαίσιον! ὢ παράδοξον μυστήριον! ὢ χάριτος ἧς ἔτυχες! βίῳ κεκοσμημένος, Ἀγγελικῷ ἀξιάγαστε.

Θεοτοκίον. Πάθη τῆς ἐμῆς, θεράπευσον καρδίας, τῇ συμπαθείᾳ σου πανύμνητε· τὸν νοῦν μου εἰρήνευσον, τὴν ψυχήν μου φωταγώγησον, καὶ βαίνειν με εὐόδωσον, τρίβους πρός σωτηρίους, ὅπως ἀεὶ μεγαλύνω σε.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα. Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

νάρχου Γεννήτορος, τρανῶς Υἱὸν ἐκήρυξας, ὁμοούσιον Πάτερ, καὶ συναΐδιον, μέσον Θεοφόρων Πατέρων μεγαλυνθείς, καὶ τῶν ἀνομούντων, ἐμφράξας τὰ στόματα, Ἱεράρχα παμμακάριστε.

Πολύφωτε ἥλιε, Πατέρων ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε, τοὺς τὴν φωτοφόρον σου μνήμην, χαρμονικῶς, νῦν ἐπιτελοῦντας, φωτὸς καταξίωσον, ἀνεσπέρου ταῖς πρεσβείαις σου.

Τὰ θεῖα σκηνώματα, ἡ πύλη ἡ οὐράνιος, ἡ τῶν ἑορταζόντων τερπνὴ ὁμήγυρις, τὴν ἡγιασμένην ψυχήν σου, καὶ ἀρεταῖς καθωραϊσμένην, παμμάκαρ ἐδέξατο, ἐν φωνῇ ἀγαλλιάσεως.

Θεοτοκίον. Τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν ὁσίων τὸν δῆμον, τοὺς ἱεροὺς εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.

Σὲ ἐξ ἀλόγου ποίμνης, μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα καὶ Δαυΐδ· ὧν ἐμιμήσω τὸ πρᾷον, Σπυρίδων φῶς οἰκουμένης.

[Δόξα.] Ἕτερον. Ἐν Πνεύματι τῷ ἱερῷ.

δόξασεν ἐν θαύμασι, καὶ ἐν τέρασι πλείστοις, ὁ Κύριος Μακάριε, ἐν γὰρ θείᾳ Συνόδῳ, Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ τὸ ῥεῖθρον, παραδόξοις προσευχαῖς, ἀνέστειλας καὶ διῆλθες.

[Καὶ νῦν.] Θεοτοκίον.

κύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

ν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς ἱεράρχης, Ἀρείου τὸ ληρῶδες· ὅθεν ἁπλῶς, δογματίσας Τριάδα πιστῶς, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν σύνοδον ἐκύρωσεν. [Δίς.]

Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, καὶ τῇ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων, ψυχῶν τε καὶ σωμάτων, τῶν πίστει καὶ νῦν, ἐκτελούντων τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.

Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πίστεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε· διὸ τῆς Βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Σπυρίδων σοφέ.

Δόξα, Ἦχος δ'.

σιε Πάτερ, ἱεράρχα ἀοίδιμε· ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι’ ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας· καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες, καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας. Ἀλλ’ ὦ Πατέρων ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτῆρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν.

κ παντοίων κινδύνων [τοὺς δούλους σου φύλατε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν].

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ'. καὶ ς'.

[Ὁ Κανὼν τοῦ ἁγίου ᾨδὴ γ'. Ἦχος β'. ν πέτρᾳ με τῆς πίστεως...

Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε Ἱερώτατε.

Τὸν ὄφιν τὸν ἀρχέκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ ὅσιε.

νῆλθες πρὸς τὸ ὄρος τῆς θεωρίας· εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας· πλαξὶ δὲ τῆς καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.

Θεοτοκίον. Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω· οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.

ᾨδὴ ς'. ν ἀβύσσῳ πταισμάτων...

χρυσὸς ὡς πηλός σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.

Καθαρῶς λειτουργῶν τῷ Δεσπότῃ σου, πλῆθος ἔσχες ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναῖς Ἱερώτατε.

περίδοξος πάνσοφε βίος σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο· διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνοῦντές σε.

Θεοτοκίον. Οὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.

Ἀπολυτίκιον Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τῷ πόθῳ Χριστοῦ, τρωθεὶς ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικῇ θεωρίᾳ, τὴν πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν].

Ὁ Ἀπόστολος.

Προκείμενον, Ἦχος βαρύς. Καυχήσονται ὅσιοι ἐν δόξῃ [καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν]. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, [ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ].

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. ε'. 8-19.]

δελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· (ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ), δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε· μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

Ἀλληλούϊα. Ἦχος α'. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, [ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.]

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην [ι'. 9-16.]

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα··δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ··ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 85-91.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0