Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 12.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ
Τῇ ἀπὸ τῆς ια'. τοῦ ἐνεστῶτος μηνὸς μέχρι τῆς ιζ'. τυχούσῃ Κυριακῇ ψάλλεται ἡ Ἀκολουθία τῶν Ἁγίων Προπατόρων ὡς ἐφεξῆς.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τοῦ, Μακάριος ἀνήρ, τὸ Κάθισμα ὅλον. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι'. καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ'. Ἀνατολικὰ γ'. καὶ τῶν Προπατόρων Στιχηρὰ Προσόμοια δ'. Ἦχος πλ. δ'. Ὁ ἐν Ἐδὲμ Παράδεισος.

τοὺς ἁγίους Παιῖδας ἐκ πυρός, ῥυσάμενος Δέσποτα, καὶ ἐκ στόματος λεόντων Δανιήλ· ὁ εὐλογήσας Ἀβραάμ, Ἰσαάκ τε τὸν δοῦλόν σου, καὶ τὸν τούτου υἱὸν τὸν Ἰακώβ· ὁ εὐδοκήσας ἐκ σπέρματος, τούτων γενέσθαι καθ’ ἡμᾶς, ἵνα τοὺς πρὶν ὀλισθήσαντας, σῴσῃς Προπάτορας ἡμῶν, σταυροῦσαι καὶ θάπτεσαι, καὶ συντρίβεις τοῦ θανάτου τὰ δεσμά· συνεγείρεις τε πάντας, τοὺς ἀπ’ αἰῶνος ὄντας ἐν νεκροῖς, προσκυνοῦντάς σου Χριστέ, τὴν Βασιλείαν τὴν αἰώνιον.

ς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ· καὶ ὡς σοφοὶ διὰ πίστεως, ἔσβεσαν δύναμιν πυρός· καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής· ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.

σπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ ἅγιοι Παῖδές σου, ἐν καμίνῳ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως ἀναλάμψασαν ἡμῖν. Καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἐπιδημίαν προδηλῶν, Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.

Δόξα, Ἦχος πλ. β'. Ἀνατολίου.

Τοὺς πρὸ τοῦ νόμου Πατέρας, ἅπαντας εὐφημήσωμεν σήμερον πιστοί· Ἀβραὰμ τὸν φιλόθεον, Ἰσαὰκ τὸν ἐξ ἐπαγγελίας τεχθέντα, καὶ Ἰακώβ, καὶ τοὺς δώδεκα Πατριάρχας· Δαυῒδ τὸν πραότατον, καὶ Δανιὴλ τὸν ἐπιθυμιῶν Προφήτην, καὶ τοὺς τρεῖς Παῖδας σὺν αὐτοῖς γεραίροντες, τοὺς τὴν κάμινον εἰς δρόσον μεταβαλόντας· αἰτούμενοι ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Καὶ νῦν, Θεοτοκίον, τὸ α'. τοῦ Ἤχου.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἀναστάσιμα τοῦ Ἤχου. Δόξα, Ἦχος γ'. Γερμανοῦ.

Τῶν Προπατόρων τὸ σύστημα, οἱ φιλέορτοι δεῦτε, ψαλμικῶς εὐφημήσωμεν· Ἀδὰμ τὸν Προπάτορα, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· μετὰ νόμον, Μωϋσῆν καὶ Ἀαρών, Ἰησοῦν, Σαμουὴλ καὶ Δαυΐδ· μεθ’ ὧν τὸν Ἡσαΐαν, Ἰερεμίαν, Ἰεζεκιήλ, καὶ Δανιὴλ καὶ τοὺς δώδεκα, ἅμα Ἠλιού, Ἐλισσαῖον καὶ τοὺς ἅπαντας· Ζαχαρίαν καὶ τὸν Bαπτιστήν, καὶ τοὺς κηρύξαντας Χριστόν, τὴν ζωὴν καὶ ἀνάστασιν τοῦ γένους ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον, ὁ αὐτός.

σπόρως ἐκ Θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα· δι’ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Aπολυτίκιον, τὸ Ἀναστάσιμον. Δόξα, καὶ νῦν. Τῶν Προπατόρων, Ἦχος β'.

ν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι’ αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ ἅγιοι, ὅτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπὸς εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῷσον τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τό, Θεὸς Κύριος, Τροπάριον τὸ Ἀναστάσιμον. Δόξα, τὸ αὐτό, Καὶ νῦν, τῶν Προπατόρων. Ἡ συνήθης Στιχολογία. Οἱ Ἀναβαθμοὶ τοῦ Ἤχου. Τό, Πᾶσα πνοή. Εὐαγγέλιον τὸ Ἑωθινόν. Ἀνάστασιν Χριστοῦ θεασάμενοι. Ὁ Ν'.

Καὶ οἱ Κανόνες, τῆς Ὀκτωήχου, ὁ Ἀναστάσιμος, τῶν Ἁγίων τριῶν Παίδων, καὶ τῶν Προπατόρων.

Kανὼν τῶν Ἁγίων τριῶν Παίδων, οὗ ἡ Ἀκροστιχίς· Τρεῖς παῖδας ὑμνῶ, Δανιήλ τε τὸν μέγαν. Θεοφάνους. Ἦχος πλ. δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Τὸν ἄναρχον Λόγον τὸν ἐκ Πατρός, πρὸ πάντων αἰώνων, γεννηθέντα θεοπρεπῶς, τὸν ἐν τῇ καμίνῳ νεανίαις, συμβολικῶς ὁραθὲντα δοξάσωμεν.

ημάτων τυράννου τοῦ δυσσεβοῦς, οἱ εὐγενεῖς Παῖδες, καταπτύσαντες καρτερῶς, τροφαῖς παρανόμοις μιανθῆναι, Χαλδαϊκῶς οὐ κατηξίωσαν.

τρέφεσθε λόγῳ μὲν ψυχικῶς, τροφαῖς αὐτομάτοις, κεχρημένοι δὲ σαρκικῶς, τῶν ἁβροδιαίτων ταῖς ἰδέαις, τῷ βασιλεῖ ὡραιότεροι δείκνυσθε.

Θεοτοκίον. Ἰὸν τὸν τοῦ ὄφεως ἀκοαῖς, πικρῶς ἐμπαρέντα, ταῖς τῆς Εὔας ἡ ἐκ Δαυΐδ, βλαστήσασα Κόρη θεραπεύει, τὸν Λυτρωτὴν κυοφορήσασα.

Κανὼν τῶν Ἁγίων Προπατόρων, οὗ ἡ Ἀκροστιχίς· Πατράσιν αἶνον εἰκότως νῦν εἰσφέρω. Ἰωσήφ. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Πατράσιν αἶνον προσάξωμεν, πρὸ Νόμου καὶ ἐν Νόμῳ ἐκλάμψασι, καὶ τὸν ἐκ Παρθένου λάμψαντα, Κύριον καὶ Δεσπότην, γνώμῃ ὀρθῇ, τεθεραπευκόσι, καὶ ἀδύτου φωτισμοῦ, νῦν ἀπολαύουσιν.

δὰμ τὸν πρῶτον τιμήσωμεν, χειρὶ τετιμημένον τοῦ κτίσαντος, καὶ πάντων ἡμῶν Προπάτορα, ἤδη γεγενημένον, καὶ ἐν σκηναῖς, ταῖς ἐπουρανίαις, μετὰ πάντων ἐκλεκτῶν ἀναπαυόμενον.

Τὸν Ἄβελ δῶρα προσάγοντα, ψυχῇ εὐγενεστάτῃ προσήκατο, ὁ πάντων Θεὸς καὶ Κύριος· τοῦτον δὲ μιαιφόνῳ, πάλαι χειρί, τεθανατωμένον, ἀνεκόμισε πρὸς φῶς, ὡς θεῖον μάρτυρα.

Θεοτοκίον. Ῥητῶν ἐνθέων ἀκούσωμεν, βοώντων τοῦ Χριστοῦ τὴν ἀνάδειξιν· ἰδοὺ γὰρ σπηλαίῳ τίκτεται, Κόρης ἐξ ἀπειράνδρου· οὗ τὸν φρικτόν, τόκον προμηνύει, ἀστρολόγοις ὁ ἀστὴρ ἐπιφαινόμενος.

Καταβασία. Χριστὸς γεννᾶται δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί ὅτι δεδόξασται.

Τῶν Ἁγίων Παίδων. ᾨδὴ γ'.

Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Σύνεσιν κτησάμενοι, τὴν θεοδίδακτον Δέσποτα, Παῖδες Δαυΐδ, Νόμους τοὺς πατρῴους, θεοφρόνως ἐτήρησαν.

Πῦρ οὐ κατεφλόγισε, τὰ καθαρώτατα σώματα, τῶν εὐσεβῶν· διὰ γὰρ νηστείας, ψυχοτρόφου ἠρδεύοντο.

Αἶνον τὸν παγκόσμιον, καὶ πολυΰμνητον ᾄδουσι, Παῖδες οἱ τρεῖς, μέσον τῆς καμίνου, θαυμαστῶς δροσιζομενοι.

Θεοτοκίον. Ἵνα τόκον Δέσποτα, ἐκ παρθενεύοντος σώματος, δείξῃς ἡμῖν, σῴζεις ἐν καμίνῳ, παρθενεύοντα σώματα.

Τῶν Προπατόρων.

Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

δεται ἐν κόσμῳ, τὸ τοῦ Σὴθ πρὸς τὸν Κτίστην διάπυρον· ἐν γὰρ ἀμέμπτῳ πολιτείᾳ, καὶ ψυχῆς διαθέσει, αὐτὸν ὄντως ἐθεράπευσε· καὶ νῦν ἐν χώρᾳ τῶν ζώντων βοᾷ· Ἅγιος εἶ Κύριε.

Στόματι καὶ γλώσσῃ, καὶ καρδίᾳ Ἐνὼς ὁ θαυμάσιος, ἐπικαλεῖσθαι θεοφρόνως, τὸν τῶν ὅλων Δεσπότην, Θεὸν ἤλπισεν ἐν πνεύματι· καὶ εὐαρέστως βιώσας ἐν γῇ, κλέος ἐπηνέγκατο.

ερολογίαις, ἱεραῖς τὸν Ἐνὼχ μακαρίσωμεν· εὐαρεστήσας γὰρ Κυρίῳ, μετετέθη ἐν δόξῃ, ὀφθεὶς κρείττων καθὼς γέγραπται, θανάτου οἷα Θεοῦ πεφηνώς, δοῦλος γνησιώτατος.

Θεοτοκίον. Νῦν ἡ προσδοκία, τῶν Ἐθνῶν ἐκ Παρθένου προέρχεται· καὶ Βηθλεὲμ τὴν κεκλεισμένην, ὑπανοίγει προσφόρως, Ἐδὲμ Λόγον σωματούμενον, εἰσδεδεγμένη καὶ φάτνῃ σαρκί, ἐπανακλινόμενον.

Καταβασία. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Ἡ Ὑπακοή, Ἦχος β'.

Εἰς δρόσον τοῖς Παισί, τὸ πῦρ μετεβάλλετο, ὁ θρῆνος εἰς χαράν, ταῖς Γυναιξὶν ἐνηλλάττετο. Ἄγγελος γὰρ ἐν ἀμφοτέροις διηκόνει τοῖς θαύμασι, τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν κάμινον, ταῖς δέ, τὴν ἀνάστασιν καταμηνύσας τριήμερον. Ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Ἐὰν δὲ δόξῃ τῷ Προεστῶτι, λέγομεν· Κάθισμα Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

μνήσωμεν πιστοί, τοὺς Προπάτορας πάντας, Χριστοῦ τοῦ δι’ ἡμᾶς, ἐπὶ γῆς ὁραθέντος, δοξάζοντες ἐν ᾄσμασι, τὸν αὐτοὺς θαυμαστώσαντα, ὡς τὴν ἔλευσιν, προεκτυπώσαντας τούτου, καὶ τὴν γέννησιν, τὴν ἐκ Παρθένου ἀφράστως, τῷ κόσμῳ κηρύξαντας.

Τῶν Ἁγίων Παίδων. ᾨδὴ δ'.

Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.

Δανιὴλ ὁ σοφώτατος, ἐνθεαστικῶς τὸν νοῦν φωτιζόμενος, τὰ ἐνύπνια διέλυσε, τῶν Αὐτοκρατόρων θείᾳ χάριτι.

παστράπτει τοῖς θαύμασιν, ἡ ἐν τῇ καμίνῳ τῶν Παίδων ἄθλησις· τὸν γὰρ τύραννον ἐζώγρησε, πρὸς ἐπίγνωσίν σου Παντοδύναμε.

Συμφωνίας τὰ ὄργανα, καὶ τῆς μουσικῆς μέλη παναρμόνια, τοὺς γενναίους οὐ κατέθελξαν, καὶ χρυσῇ εἰκόνι οὐχ ὑπέκυψαν.

Θεοτοκίον. Ὑμνῳδίαις Πανύμνητε, οἱ ἐν Βαβυλῶνι Παῖδες γεραίρουσι, τὸν Υἱόν σου τὸν ὑπέρθεον, ὃν ἐν τῇ καμίνῳ ἐπεγίνωσκον.

Τῶν Προπατόρων.

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

Αἶνον προσαγάγωμεν Θεῷ, τιμῶντες μελῳδήμασι, Νῶε τὸν ὄντως ὄντα δίκαιον· ἐν πάσαις γὰρ ἐντολαῖς, θείαις καλλυνόμενος, ὤφθη τῷ Χριστῷ εὐαρεστήσας, ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει σου Κύριε.

δών σου Θεὸς τὸ εὐγενές, τῆς γνώμης τὸ ἀκέραιον, καὶ κατὰ πάντα Νῶε τέλειον, δευτέρου κόσμου σαφῶς, ἀρχηγὸν σε δείκνυσι, σῴσαντα αὐτῷ παντὸς ἐκ γένους, κατακλυσμοῦ αἰσθητοῦ, σπέρμα, ὡς αὐτὸς διετάξατο.

Νῶε τὸν φυλάξαντα Θεοῦ, τὸν νόμον ἀπαράτρωτον, καὶ εὑρεθέντα τότε δίκαιον, τῇ γενεᾷ ἑαυτοῦ, καὶ ξυλίνῃ σῴσαντα, πάλαι Κιβωτῷ ἀλόγων γένη, προστάξει παντουργικῇ, ὕμνοις εὐσεβῶς μακαρίσωμεν.

Οἶνον κατανύξεως ἡμῖν, πηγάζει τοῖς τιμῶσί σε, Νῶε μακάριε ἡ μνήμη σου, εὐφραίνουσα καὶ ψυχάς, καὶ καρδίας πάντοτε, τῶν εἰλικρινῶς μακαριζόντων, τοὺς τρόπους σου τοὺς σεμνούς, καὶ τὴν πολιτείαν τὴν ἔνθεον.

Θεοτοκίον. Νῦν ἡ ἀπολύτρωσις ἡμῶν, ἐν φάτνῃ ἀνακλίνεται, καὶ σπαργανοῦται ὥσπερ νήπιον· καὶ Μάγοι ἀνατολῶν, Βασιλεῖς ἀφίκοντο, τοῦτον ὡς Θεὸν καὶ Βασιλέα, τεχθέντα ἐπὶ τῆς γῆς, βλέψαι καὶ λατρεῦσαι σὺν δώροις πιστῶς.

Καταβασία. άβδος ἐκ τῆς ῥίζης ᾽Ιεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε.

Τῶν Ἁγίων Παίδων. ᾨδὴ ε'.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Μυηθέντες τὸν Nόμον, Σῶτερ οὐκ ἠρνήσαντο οἱ σοὶ θεράποντες, Δανιὴλ ὁ μέγας, σὺν τρισὶ Νεανίαις θεόφροσιν· ἀλλ’ ἰσχὺν λαβόντες, τὴν παρὰ σοῦ τοῦ εὐεργέτου, τοὺς τυράννους ἀνδρείως ἐτρέψαντο.

Νοερῶς ἐμυεῖτο, Δανιὴλ φιλάνθρωπε τὰ σὰ μυστήρια· ἐπὶ γὰρ νεφέλης, ὡς Υἱόν σε ἀνθρώπου ἐρχόμενον, τῶν Ἐθνῶν ἁπάντων, οἷα Κριτὴν καὶ Βασιλέα, ἐθεώρει νοὸς καθαρότητι.

ραιώθη ὦ Παῖδες, ὑπὲρ λίθον σάπφειρον, ὑμῶν τὰ σώματα, ὡς αὐγὴ χρυσίου, εὐσεβείας τῷ ζήλῳ πυρσεύετε, ἐμπεριπατοῦντες χαρμονικῶς ἐν τῇ καμίνῳ, καὶ κροτοῦντες χορείαν παγκόσμιον.

Θεοτοκίον. Δανιήλ σε Παρθένε, Ὄρος προδιέγραφε σαφῶς ὁ ἔνθεος· οἱ τριττοὶ δὲ Παῖδες, καθορῶντες τὴν φλόγα δροσίζουσαν, τὸν σὸν θεῖον τόκον, μελῳδικῶς ἀνευφημοῦσιν, ὡς Σωτῆρα καὶ Κτίστην καὶ Κύριον.

Τῶν Προπατόρων.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

παίνοις τιμάσθω, ἐνθέοις ὁ Σήμ, πατρικὴν εὐλογίαν καρπούμενος, καὶ ἔναντι εὐάρεστος, δεικνύμενος Θεοῦ, καὶ τοῖς τῶν Προπατόρων, χοροῖς κατειλεγμένος, καὶ ἐν χώρᾳ τῶν ζώντων, περιχαρῶς ἀναπαυόμενος.

δεῖν ἠξιώθη, ὡς φίλος Θεοῦ, Ἀβραὰμ τὴν ἡμέραν τοῦ Κτίστου αὐτοῦ· καὶ ἔμπλεως ἐγένετο, χαρᾶς πνευματικῆς· τοῦτον οὖν διανοίας, εὐθύτητι τιμῶντες, μακαρίσωμεν πάντες, ὡς τοῦ Θεοῦ πιστὸν θεράποντα.

Κατεῖδες ὡς θέμις, ἀνθρώπῳ ἰδεῖν, τὴν Τριάδα, καὶ ταύτην ἐξένισας, ὡς φίλος γνησιώτατος, παμμάκαρ Ἀβραάμ· ὅθεν μισθὸν κομίζῃ, τῆς ξένης ξεναγίας, τὸ γενέσθαι ἀπείρων, Ἐθνῶν Πατὴρ διὰ τῆς πίστεως.

Θεοτοκίον. Ὁ πλήρης κενοῦται, σαρκὶ δι’ ἡμᾶς, καὶ ἀρχὴν ὁ προάναρχος δέχεται· πτωχεύει δὲ ὁ πλούσιος, καὶ Λόγος ὢν Θεοῦ, ἐν φάτνῃ τῶν ἀλόγων, προσκλίνεται ὡς βρέφος, τὴν ἀνάπλασιν πάντων, τῶν ἀπ’ αἰῶνος ἐργαζόμενος.

Καταβασία. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε.

Τῶν Ἁγίων Παίδων. ᾨδὴ ς'.

Ὁ Εἱρμός. βυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγίς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως συνωθεῖ ἀπογνώσεως· ἀλλ’1 αὐτὸς τὴν κραταιὰν χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ βυθοῦ φθορᾶς ἀνάγαγε.

ρξαντες τῶν ψυχικῶν, παθημάτων τῇ δυνάμει τοῦ Λόγου, χώρας Ἐθνῶν Χαλδαίων, ἡγεμόνες γεγόνατε· οἶδε γὰρ ἡ ἀρετή, γέρα χαρίζεσθαι, κεκτημένοις, ὦ τοῦ Δαυῒδ σοφοὶ ἀπόγονοι.

Νέκρωσιν ὁ Δανιήλ, ζωηφόρον ἐνδυσάμενος πάλαι, τὸν ὡς θεὸν Χαλδαίοις, δυσσεβῶς νομιζόμενον, ἀναιρεῖ διὰ τροφῆς, δράκοντα κάκιστον, ἱερεῖς δέ, τοὺς δυσμενεῖς σοφῶς ἀπέκτεινεν.

Θεοτοκίον. Ἱλεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτήν τε τῶν δεινῶν, Μήτηρ δυσώπησον· σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.

Τῶν Προπατόρων.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Τύπωσις Χριστοῦ, τοῦ πάθους γεγένησαι, σαφῶς Ἰσαὰκ μακαριώτατε, ἀναγόμενος, πατρικῇ εὐπειθείᾳ τοῦ θύεσθαι· διὰ τοῦτο μεμακάρισαι, καὶ φίλος Θεοῦ, ὤφθης ὄντως γνησιώτατος, μετὰ πάντων Δικαίων σκηνούμενος.

φθη Ἰακώβ, θεράπων πιστότατος, τοῦ πάντων Θεοῦ· ὅθεν ἐπάλαισε, μετ’ Ἀγγέλου νοῦς, καθορῶν τὸν Θεὸν μετωνόμασται· καὶ καθεύδων θείαν κλίμακα τεθέαται, ᾗ περ Θεὸς ἐπεστήρικτο, ὁ σαρκὶ προσπλακεὶς ἀγαθότητι.

Στέργων Ἰωσήφ, πατρὸς τὴν εὐπείθειαν, ἐν λάκκῳ βληθείς, προσαπεμπόληται, εἰς προτύπωσιν, τοῦ τυθέντος καὶ λάκκῳ βληθέντος Χριστοῦ, σιτοδότης τε Αἰγύπτου ἐχρημάτισε, σώφρων γεγονὼς καὶ δίκαιος, Βασιλεύς τε παθῶν ἀληθέστατος.

Θεοτοκίον. Νέον ἐπὶ γῆς, παιδίον γνωρίζεται, ὁ ὢν σὺν Πατρὶ ἀεὶ καὶ Πνεύματι· σπαργανοῦται δέ, ὁ τὴν γῆν σπαργανώσας ὁμίχλῃ σαφῶς, καὶ ἐν φάτνῃ τῶν ἀλόγων ἀνακέκλιται· τούτου νῦν προεορτάσωμεν, γεγηθότες τὴν ἄσπορον γέννησιν.

Καταβασία. Σπλάγχνων Ἰωνᾶν ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἶον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Κοντάκιον, Ἦχος β'. Αὐτόμελον.

Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε· ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ὁ Οἶκος.

κτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς, θάνατος ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ’ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου τῶν ἐν Βαβυλῶνι, ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ἀναγινώσκομεν πρῶτον τὸ Συναξάριον τῆς ἡμέρας τοῦ μηνός, εἶτα τῶν Ἁγίων Προπατόρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ τῶν Ἁγίων Προπατόρων.

Στιχ. Δέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,

          Βλέποντες ἐγγίζοντα Xριστὸν Μεσσίαν.

          Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης.

Τὰ κατὰ τὸν μακάριον Ἀβραάμ, ἀπὸ τῆς Βίβλου τῆς Γενέσεως, τῷ θεσπεσίῳ ἱστορηθείσης Μωσεῖ, καὶ σοφοῖς καὶ ἰδιώταις γινώσκονται· εἰς ἐπήκοον γὰρ κατὰ τὰς νηστευσίμους ἀναγινώσκομεν ἡμέρας. Οὐκ ἀγνοοῦμεν γὰρ, ὅτι ἐκ τῆς Χαλδαίων χώρας ὡρμᾶτο, καὶ ὅτι ἐθνικός, (Ἔθνος γὰρ πρὸ τῶν Ἰουδαίων οἱ Χαλδαῖοι) καὶ ὅτι πατέρα εἶχεν εἰδωλολάτρην· ἀλλ’ ὅμως, καὶ ἀπὸ τοιούτου τὸ γένος κατάγων, οὐδὲν ἔσχε κώλυμα πρὸς θεογνωσίαν· ἀλλ’ εἴ τι δεῖ καὶ παράδοξον εἰπεῖν, ἐντεῦθεν πρὸς τὴν τοῦ ὄντος κατάληψιν μᾶλλον ἔχειραγωγήθη. Κατανοήσας γάρ, ὡς οὐδὲν τῶν κτισμάτων Θεός, καὶ τὴν εὐταξίαν τῶν ὄντων συνιδών, ἐκ τῶν ὁρωμένων τὸν ἀόρατον ἔγνω, καὶ Θεὸν τοῦτον προσεκύνησε, διακρατοῦντα καὶ κυβερνῶντα τὰ πάντα, καὶ τοῖς οὖσι τὴν φαινομένων εὐαρμοστίαν καὶ τάξιν ἐπιθέντα.

ς χρηματισθείς, καὶ τὴν οἰκίαν καταλιπεῖν κελευσθείς, τοῦτο δὴ καὶ ποιεῖ, μηδὲν τῇ πίστει διακριθείς, καὶ γέρας τῆν ὑπακοῆς ἐν βαθεῖ γήρᾳ τὸν Ἰσαὰκ λαμβάνει, καὶ τὸ, πολλῶν Ἐθνῶν γενέσθαι Πατέρα· ἐξ ἀυτοῦ γὰρ γενέσθαι τὸν Ἰακώβ, καὶ ἀπὸ τούτου τὸν Ἰούδαν, (ἀφ’ οὗ καὶ ὁ Χριστός,) καὶ τοὺς λοιποὺς αὐτοῦ ἀπογόνους κτᾶται.

Τοῦτον, ὡς Χριστοῦ προπάτορα γεγονότα, μνήμης ἀξιοῦντες οἱ Θεοφόροι Πατέρες ἡμῶν καὶ Διδάσκαλοι, παρέδωκαν ἡμῖν ταύτην ποιεῖν ἐγγύς που, καὶ οὐ κατὰ διάστασιν ἡμερῶν πολλῶν, τῆς κατὰ σάρκα Γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τάχα κατὰ τὴν τοῦ θείου Πνεύματος ἔμπνευσιν τοῦτο, καὶ οὐχ ἁπλῶδ διαταξάμενοι καὶ τυπώσαντες. Ἐπεὶ γὰρ ὑπὸ φιλανθρωπίας ὁ Ὑπεράγαθος καὶ Φιλάνθρωπος Σωτὴρ, γεννάρχην αὐτὸν καὶ τοὺς ἐξ αὐτοῦ σχεῖν κατηξίωσεν, ἐδικαίωσαν τῆς πρὸς ἡμᾶς αὐτοῦ ἀναδείξεως, οὐ πόῤῥω πάνυ τὴν τούτων μνήμην πανηγύρεως ἄγειν ἡμέραν, ὡς γεννάρχου τε καὶ Προπάτορος.

Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. μήν.

Τῶν Ἁγίων Παίδων. ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Παῖδες θεοσεβεῖς ἐν Βαβυλῶνι, εἰκόνι χρυσῇ οὐ προσεκύνησαν, ἀλλ’ ἐν μέσῳ καμίνου πυρὸς δροσιζόμενοι, τὴν ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

χος θεοσεβὴς ἐμελῳδεῖτο, ἐκ μέσου πυρὸς τῷ Παντοκράτορι· Ἀζαρίας γὰρ θεῖον χορὸν συστησάμενος, τὴν ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λύρα νεανιῶν ἐθεολόγει, τὸν πάντων Θεὸν καὶ παντοκράτορα, τὸν αὐτοῖς ἐν καμίνῳ, τρανῶς ὀπτανόμενον, καὶ ᾠδὴν ἀνέμελπον λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τρεῖς τοὺς ἐν τῇ καμίνῳ βεβλημένους, εἰδὼς ὁ κρατῶν ὡς ἐθεάσατο, τοῦ τετάρτου τὴν θέαν, Υἱὸν προσηγόρευσε, τοῦ Θεοῦ καὶ πᾶσιν ἐβόησεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον. Ἔχων λελαμπρυσμένον θείᾳ αἴγλῃ, τὸν νοῦν Δανιὴλ θεομακάριστε, τῆς Παρθένου τὸν τόκον, σαφῶς προτεθέασαι, μυστικαῖς εἰκόσι τυπούμενον· Εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

Τῶν Προπατόρων.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

μνείσθω Ἀνανίας, Ἀζαρίας, Μισαήλ, σὺν τῷ Δανιήλ, κάμινον σβέσαντες πυρός, καὶ λεόντων χαλινώσαντες, τὰς ὁρμὰς καὶ τῷ Χριστῷ συμφώνως ψάλλοντες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Νομίμως ἐναθλήσας, πειρασμοῖς καὶ ἀνενδότοις θλίψεσι, θεράπων κέκληται Ἰώβ, τοῦ Θεοῦ παναληθέστατος, πρᾷος, ἄκακος εὐθύς τέλειος ἄμεμπτος, ἀναβοῶν· ὁ Θεὸς εὐλογητὸς εἶ.

ν πίστει Μωϋσέα Ἀαρών τε, καὶ τὸν Ὢρ τιμήσωμεν, ἀνευφημοῦντες Ἰησοῦν καὶ Λευῒ τὸν ἱερώτατον. Γεδεών τε καὶ Σαμψών, καὶ ἀνακράζοντες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Ἰδοὺ καθὼς προεῖπεν ὁ Προφήτης, ἐν γαστρὶ συνέλαβεν, ἡ ἀπειρόγαμος, Θεὸν καὶ τεκεῖν σαφῶς ἐπείγεται, ἐν Σπηλαίῳ Βηθλεέμ, ᾧ πάντες ψάλλομεν· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Καταβασία. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον. Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τῶν Ἁγίων Παίδων. ᾨδὴ η'.

Ὁ Εἱρμός. πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνέβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Ἀβραὰμ εὐγένειαν διασῴζειν σπουδάζοντες, τὴν οἰκειοτάτην, πρὸς αὐτὸν ἐκτήσασθε, κρηπῖδα τῆς Πίστεως, καὶ τῆς Ἐλπίδος ὅσιοι, καὶ ὑπομονήν, καὶ πειρασμῶν καρτερίαν, βοῶντες ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Οἱ ὡς φωστῆρες λάμποντες, καὶ τὴν γῆν οὐρανώσαντες, καὶ τῆς εὐσεβείας, φωτισμῷ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν ᾄδουσι, τῷ ἐκ πειρασμῶν ἐκσεσωκότι Δεσπότῃ· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νεανικῶς οἱ σβέσαντες, ἐπηρμένην τὴν κάμινον, καὶ τὰς τῶν λεόντων, ἀκωκὰς πεδήσαντες, Δαυῒδ οἱ ἀπόγονοι, νῦν γεγηθότες ψάλλουσι· Τὸν ἐκ πειρασμῶν, ἐκσεσῳκότα Δεσπότην, οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Μυσταγωγεῖται πάναγνε, Δανιὴλ ὁ σοφώτατος, καὶ προζωγραφοῦσι, Παῖδες τρεῖς τὴν γέννησιν, τὴν σὴν οἱ θεόφρονες, διὰ συμβόλων βλέποντες, τὸν ἐκ τῆς γαστρός σου, προελθόντα ἀφράστως· ὃν Παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν Προπατόρων.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Σήμερον τῶν ἀπ’ αἰῶνος θείαν μνήμην, ἐκτελέσωμεν θείων Πατέρων, τοῦ Ἀδὰμ τοῦ Ἄβελ τε, Σὴθ καὶ Νῶε καὶ τοῦ Ἐνώς, καὶ Ἐνὼχ καὶ Ἀβραὰμ, Μελχισεδὲκ καὶ Ἰώβ, καὶ τοῦ Ἰσαὰκ σὺν τῷ πιστῷ Ἰακώβ, Εὐλογείτω ἡ κτίσις βοῶντες τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Φάλαγγα θεοτερπῆ θείων πατέρων, εὐφημήσωμεν Βαρὰκ καὶ Νάθαν, καὶ τὸν Ἐλεάζαρον, Ἰωσίαν καὶ τὸν Δαυΐδ, Ἰεφθάε Σαμουήλ τε τὸν τὰ ἔμπροσθεν ὁρῶντα, σεπτῶς καὶ ἀνακράζοντα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

παινον μελῳδικῶς Θεοῦ Προφήταις, προσαγάγωμεν ἀνευφημοῦντες, Ὠσηέ, Μιχαίαν τε Σοφονίαν καὶ Ἀββακούμ, Ζαχαρίαν, Ἰωνᾶν, Ἀγγαῖόν τε καὶ Ἀμμώς, καὶ τὸν Ἀβδιοὺ καὶ Μαλαχίαν, Ναούμ, Ἡσαΐαν καὶ Ἱερεμίαν καὶ Ἰεζεκιήλ, ἅμα Δανιήλ, Ἡλιοὺ καὶ Ἐλισαῖον.

Τριαδικόν. Ῥήμασι τριαδικοῖς τὴν παναγίαν, ἀνυμνήσωμεν πιστοὶ Τριάδα, τὸν Πατέρα ἄναρχον, τὸν Υἱόν τε καὶ τὸ εὐθές, Πνεῦμα Ἅγιον, Τριάδα ὁμοούσιον, ἣν πᾶσα πνοὴ δοξάζει κράζουσα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Ὤφθης ἐκ Παρθενικῶν Χριστὲ αἱμάτων, σωματούμενος ἀῤῥήτῳ λόγῳ, καὶ ὡς βρέφος τέλειον, ἐν Σπηλαίῳ ὑπερβολῇ, εὐσπλαγχνίας Ἰησοῦ ἀποτικτόμενος· ἀστὴρ δὲ σε πόῤῥωθεν ἐμήνυσεν, ἀστρολόγοις, Ὑμνεῖτε πίστει κραυγάζουσι, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους ὡς οὐδὲ πῦρ, τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰώνας.

Τῶν Ἁγίων Παίδων. ᾨδὴ θ'.

Ὁ Εἱρμός. Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσῳσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.

φθάσατε τὸ τέλος, τὸ πεποθημένον, καὶ ὀρεκτῶν ἀκροτάτῳ παρέστητε, ἐν οὐρανίοις θαλάμοις Παῖδες πανόλβιοι.

Γηθόμενοι τὸ δρᾶγμα, τῆς μετὰ δακρύων, καλῆς ὑμῶν γεωργίας κομίζεσθε, τῆς ἀφθαρσίας τὸν στάχυν καρποφορήσαντες.

νέτειλε λαμπρότης, νῦν ὑμῖν ἀξίως, καὶ εὐφροσύνη καρδίας ἐξήνθησεν· ἔνθα ἀπέδρα γὰρ λύπῃ κατεσκηνώσατε.

Θεοτοκίον. Νομὴν τὴν τοῦ θανάτου, ἔστησας Παρθένε, τὸν ζωοδότην τεκοῦσα καὶ Κύριον, ζωοποιοῦντα τοὺς πίστει σε μεγαλύνοντας.

Τῶν Προπατόρων.

Ὁ Εἱρμός. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον, Θρόνον Χερουβικὸν τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

σχύϊ σου πάλαι, δυνάμεις ἐποίησαν, θυγατέρες Κύριε, Ἄννα καὶ Ἰουδὶθ καὶ Δεβόῤῥα, Ὀλδά, Ἰαήλ τε, Ἐσθήρ, Σάῤῥα, Μαριὰμ Μωσέως καὶ Ῥαχήλ, καὶ Ῥεβέκκα καὶ ἡ Ῥοὺθ αἱ μεγαλόφρονες.

ς σβέσαντες Παῖδες, ἁγίους τὴν κάμινον, ἱερῶς τιμήσωμεν, ἅμα τῷ Δανιὴλ τῷ Προφήτῃ, πᾶσι δικαίοις σαφῶς, τοῖς πρὸ Νόμου διαλάμψασι καλῶς, καὶ ἐν Νόμῳ τὸν Δεσπότην θεραπεύσασιν.

Σοφώτατοι θεῖοι, Προφῆται γεγένηνται, Ἀβραὰμ ἀπόγονοι, τὸν ἐκ τοῦ Ἀβραάμ, καὶ Ἰούδα τικτόμενον Λόγον, θερμῶς προαναγγείλαντες ἐν Πνεύματι· αὐτῶν ἱκεσίαις Ἰησοῦ πάντας οἰκτείρησον.

γίασται πᾶσα ἡ κτίσις, τῇ μνήμῃ ὑμῶν, καὶ πανηγυρίζουσα, κράζει ἱκετικῶς ἐκβοῶσα· Δέησιν Κυρίῳ, ἀεὶ προσαγάγετε μακάριοι, τυχεῖν αἰωνίων ἀγαθῶν τοὺς εὐφημοῦντας ὑμᾶς.

Θεοτοκίον. Φορέσας με ἐκ τῆς Παρθένου προέρχεται, καὶ Σπηλαίῳ τίκτεται, Λόγος ὁ τοῦ Πατρὸς ἀσυγχύτως· χόρευε ἡ κτίσις, φωναῖς εὐχαρίστοις μεγαλύνουσα, αὐτοῦ τὴν δι’ οἶκτον, παναγίαν συγκατάβασιν.

Καταβασία. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον, Θρόνον Χερουβικὸν τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Πατέρων μνήμην σήμερον, σκιρτῶντες φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσαὰκ κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν· ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν.

δὰμ ἀνευφημήσωμεν, Ἄβελ, Σὴθ καὶ τὸν Ἐνώς, Ἐνὼχ καὶ Νῶε, Ἀβραάμ, Ἰσαὰκ καὶ τὸν Ἰακώβ, Μωσῆν, Ἰὼβ καὶ τὸν Ἀαρών, Ἐλεάζαρ, Ἰησοῦν, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ καὶ τὸν Σολομῶντα.

Θεοτοκίον, ὅμοιον.

γνὴ Παρθένε ἄχραντε, Μαρία θεονύμφευτε, ἐν ὥρᾳ τῇ φοβερᾷ μοι, πρόστηθι καὶ μεσῖτις, πρὸς τὸν Υἱόν σου φάνηθι, τῷ ταπεινῷ καὶ ῥῦσαί με, τῆς καταδίκης ἐκείνης, καὶ τῶν κολάσεων πάντων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους η'. καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ'. καὶ τῶν Ἁγίων Προπατόρων δ'. Ἦχος β'. Οἶκος τοῦ Εὐφραθᾶ.

Πάντες τὴν τῶν σεπτῶν, νῦν Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι’ ἧς ἐμεγαλύνθησαν. [Δίς.]

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, [καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας].

σβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ, καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.

Στίχ. Καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ.

Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.

Δόξα, Ἦχος βαρύς. Γερμανοῦ.

Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην, τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν· τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν· τῶν Προφητῶν τὰς προῤῥήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· Ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ νῦν. περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε...
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά. Οἱ Μακαρισμοὶ τοῦ Ἤχου, καὶ ἀπὸ τοῦ Κανόνος τῶν Προπατόρων ς'. Ὠδή.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος πλ. δ'. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων [ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά Σου εἰς τοὺς αἰῶνας]. Στίχ. Ὅτι δίκαιος εἶ ἐπί πᾶσαν, οἷς ἐποίησας ἡμῖν.

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. γ'. 4-11.]

δελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία· δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν. Ὅπου οὐκ ἔνι ῞Ελλην καὶ ᾿Ιουδαῖος, περιτομὴ καὶ ἀκροβυστία· βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Ἀλληλούϊα. Ἦχος πλ. δ'. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν Αὐτοῦ, [καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα Αὐτοῦ]. Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. ιδ'. 16-24.]

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· Ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος, ἀπήγγειλε τῷ Κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ Κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ εκλεκτοί.

Κοινωνικὸν. Αἰνεῖτε τὸν Κύριον [ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα].

Εκδότης: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 74-80.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0