Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - пятница, 18 августа 2017 г. Сейчасъ на порталѣ посѣтителей - 13.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΙΑ'.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ'. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;

Τί σε Δανιὴλ προσφθεγξώμεθα; τῶν παθῶν ἐκριζωτήν, καὶ φυτοκόμον ἀρετῶν· ἀληθῆ θαυματουργόν, καὶ πρεσβευτὴν ἁμαρτωλῶν· πνευμάτων ἐλατῆρα γενναιότατον· φωστῆρα, εὐσεβείᾳ διαλάμποντα· τοῦ Πνεύματος καταγώγιον· τῆς Ἐκκλησίας ὑπέρμαχον. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σε Δανιὴλ νῦν καλέσωμεν; μοναστῶν ὑπογραμμόν, καὶ ἐγκρατείας παιδευτήν· ἐγκαλλώπισμα πιστῶν, καὶ ἰαμάτων αὐτουργόν· λυχνίαν, τοῖς ἐν σκότει φῶς αὐγάζουσαν· Ἀγγέλων, συμπολίτην καὶ ἰσότιμον· τοῦ Παραδείσου οἰκήτορα, καὶ ἐπουράνιον ἄνθρωπον. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα, Ἦχος πλ. α'. Τοῦ Στουδίτου.

Τὸ ἐμπιστευθὲν σοι τάλαντον παρὰ Χριστοῦ, καλῶς ἐργασάμενος ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτής, καὶ ἰατὴρ ποικίλων ἀῤῥωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος ἅγιον, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· διὸ σε ἱκετεύομεν, Δανιὴλ θαυματουργέ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα ἔλεος.

Καὶ νῦν, Θεοτοκίον.

Κεχαριτωμένη, μεσίτευσον σαῖς δεήσεσι, καὶ αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

Ἢ Σταυροθεοτοκίον. Χαίροις ἀσκητικῶν.

Πάθος σου τὸ σεπτὸν ἡ σεμνή, καὶ πανυπέραγνός σου Μήτηρ Μακρόθυμε, παντάναξ ἑωρακυῖα, δακρυῤῥοοῦσα πικρῶς, καὶ τὰ στήθη τύπτουσα ἐκραύγαζεν· Ἰησοῦ μου γλυκύτατε, πρόσφθεγμά μοι σωτήριον, φῶς παντὸς κόσμου, θεῖε Ἥλιε ἄδυτε, πῶς ἐν ξύλῳ σε, σταυρικῷ νῦν κρεμάμενον· οἷα κακοῦργον βλέπουσα, καὶ λόγχῃ τὴν ἄχραντον, φεῦ μοι! πλευρὰν τετρωμένον, καθυπομείνω καὶ ζήσομαι, Υἱὲ καὶ Θεέ μου, εἰ μὴ λάμψει μοι τὸ φῶς σου τῆς ἀναστάσεως;

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Ἀπολυτίκιον, Ἦχος α'.

πομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας ὅσιε· τὸν Ἰὼβ, ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι. Δανιὴλ Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Ὕμνοις γεραίρω Δανιὴλ τὸν Στυλίτην. Ἰωσήφ. Ἦχος πλ. δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. σωμεν τῷ Κυρίῳ πάντες λαοί, τῷ ἐν θαλάσσῃ Ἐρυθρᾷ, τὸν Φαραὼ βυθίσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

μνοις ἀνευφημῆσαι, μέλλοντι τὴν μνήμην σου μακάριε, φωτοφόρον μοι αἴγλην, Δανιὴλ οὐρανόθεν κατάπεμψον.

Μέγας ἥλιος ὄντως, Πάτερ ἐξανέτειλας τοῖς πέρασιν, ἀρετῶν δᾳδουχίᾳ, καταυγάζων πιστῶν τὰ συστήματα.

Νόμοις τοῖς τοῦ Δεσπότου, Πάτερ καθυπείκων ἀπενέκρωσας, ἐγκρατείᾳ τὴν σάρκα, καὶ ὑπέταξας ταύτην τῷ Πνεύματι.

Θεοτοκίον. Ὅλος ἄνθρωπος ὤφθῃ, μείνας ὅπερ ἦν καὶ μετὰ σάρκωσιν, ὁ ἐκ σοῦ Θεοτόκε, γεννηθεὶς ἀναλλοίωτος Κύριος.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

άβδῳ τῆς ἐγκρατείας, τὴν τῶν παθῶν θάλασσαν, Πάτερ διαῤῥήξας, διέβης ἀκαταπόντιστος, καὶ ὄρος ἔφθασας, τῆς ἀληθοῦς ἀπαθείας, καὶ Θεῷ ὡμίλησας νοῦ καθαρότητι.

νελθὼν εἰς τὸ ὕψος, τῶν ἀρετῶν γνώριμος, γέγονας τῷ κόσμῳ ἐν στύλῳ, μένων μετέωρος, καὶ τῇ λαμπρότητι, τῶν παραδόξων θαυμάτων, καταυγάζων πίστει σοι τοὺς προσανέχοντας.

δρυμένος ἐν πέτρᾳ, τῆς τοῦ Θεοῦ γνώσεως, πάσαις μεθοδείαις δαιμόνων, ὤφθης ἀκλόνητος· στύλῳ τὸ σῶμα δέ, ἐπὶ τῆς γῆς ἀνυψώσας, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς τὰ οὐράνια.

Θεοτοκίον. Ῥῦσαι τῆς τῶν παθῶν με, ἐπαγωγῆς Δέσποινα· καὶ τοὺς πολεμοῦντας ἐχθροὺς μοι, νῦν ἐκπολέμησον· στήριξον πέτρᾳ με, τῶν τοῦ Θεοῦ θελημάτων· τὴν ψυχήν μου φώτισον, Πύλη τοῦ θείου φωτός.

Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

γκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε· καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, λυτροῦσθαι ἐκ θλίψεων, καὶ πληροῦν τὰ αἰτήματα, τῶν πιστῶς ἐκβοώντων σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι τὴν συγχώρησιν, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄχραντον τόκον σου [1].

Ἢ Σταυροθεοτοκίον.

Σταυρικὸν καθορῶσα πάθος σεμνή, τοῦ Υἱοῦ καὶ Θεοῦ σου σπλάγχνα πικρῶς, σπαράττουσα ἔκραζες, ὀλολύζουσα πάναγνε· Πῶς ἑκὼν ἐτάθης, καὶ θάνατον Δέσποτα, σαρκικὸν ἐδέξω· φρικτὸν ὄντως ἄκουσμα! ὅθεν ἀνυμνῶ σου, τὸ ἀπόῤῥητον Σῶτερ, καὶ ἄφραστον βούλημα, ὅτι σῷσαι ἐλήλυθας, τὸ πλανώμενον πλάσμα σου. Ἀνάστηθι ἀλλ’ ὅμως Υἱέ, καὶ χαρᾶς μου τὴν καρδίαν πλήρωσον, ὁ εὐφροσύνης τὰ πάντα, πληρώσας τῷ πάθει σου.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ς φωταυγῆ ἥλιον, Πάτερ ἀοίδιμε, ἐπὶ στύλου, λάμποντα τεθέασαι, τὸν τοῦ Θεοῦ, δοῦλον Συμεών, καὶ ταῖς πηγαζούσαις, ἐκ τούτου θείαις λαμπρότησιν, ἐνθέως κατηυγάσθης, Δανιὴλ καὶ κατ’ ἴχνος, τῆς αὐτοῦ πολιτείας ἐβάδισας.

Δαιμονικὰς φάλαγγας, ὅπλῳ τῆς πίστεως, ἐτροπώσω, ῥείθροις τε κατέκλυσας, τῶν προσευχῶν, λύμην τὴν αὐτῶν, Πάτερ ἀναστείλας, ἣν ἐνεποίουν τοῖς πλέουσι· καὶ ἔσῳσας τοὺς πίστει, τῷ Χριστῷ μελῳδοῦντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ναστηλῶν, Πάτερ σαυτὸν παμμακάριστε, ὁλονύκτως, ἵστασο ὡς ἄσαρκος, ἀμετεώριστον τῆς ψυχῆς, ὄμμα κεκτημένος, καὶ καθαρὸν ὥσπερ ἔσοπτρον, τοῦ Πνεύματος τήν αἴγλην, καὶ τὰς θείας ἐμφάσεις, καθαρᾷ διανοίᾳ δεχόμενος.

Θεοτοκίον. Νόμοι ἐν σοὶ φύσεως κεκαινοτόμηνται· νομοδότην, Λόγον γὰρ ἐγέννησας, ὑπὲρ αἰτίων ὡς ἀληθῶς, Πάναγνε καὶ λόγον, τῆς ἀλογίας ῥυσάμενον, τὸ γένος τῶν ἀνθρώπων, τῶν πιστῶς μελῳδούντων· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

να τῆς ἀθανάτου, δόξης ἐπιτύχῃς, σαρκὸς ἐθανάτωσας, τὰς ὀρέξεις Πάτερ, καὶ παθῶν τὰς ὁρμὰς ἐχαλίνωσας, ἐγκρατείας πόνοις· καὶ ποταμὸς θαυμάτων ὤφθης, καὶ πηγὴ ἰαμάτων ἀοίδιμε.

ν διώδευσε τρίβον, Πάτερ ἐπὶ γῆς Συμεὼν ὁ θαυμάσιος, ἐν ἐκτάσει μάκαρ, γεγονότι σοι ὤφθη δεικνύων σοι, σὺν δυσὶν Ἀγγέλοις· Δεῦρο βοῶν, καὶ στῆθι πρός με, πρὸς Θεὸν ἀνυψούμενος χάριτι.

Λαμπρυνόμενος αἴγλῃ, Πάτερ ἀνεσπέρου, καὶ θείας ἐλλάμψεως, τῶν δαιμόνων ζόφον, καὶ παθῶν τὴν ὁμίχλην ἐδίωξας· καὶ ὡράθης στῦλος, φωτοειδὴς καὶ κλῖμαξ ὄντως, πρὸς Θεὸν τους πιστοὺς ἐπανάγουσα.

Θεοτοκίον. Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα, τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας μόνη Πανύμνητε· Θεοτόκον ὅθεν, παναληθῆ ψυχῇ καὶ γλώσσῃ, οἱ πιστοί σε Παρθένε δοξάζομεν.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

νοῦς σου τῇ πρὸς Θεόν, ἐγγύτητι λαμπρυνόμενος, ἀνάλωτος ἡδονῶν, πυρὶ Πάτερ ἔμεινε, καὶ παθῶν ἀνώτερος, καὶ τῆς πρὸς τὸ σῶμα, προσπαθείας ὑψηλότερος.

Ναμάτων ζωοποιῶν, τῶν χαρισμάτων τοῦ Πνεύματος, πλησθεῖσά σου ἡ ψυχή, θεόφρον πανόλβιε, ποταμοὺς ἀνέβλυσεν, ἰαμάτων ὄντως, ὀχετοὺς παθῶν ξηραίνοντας.

Θεοτοκίον. Σὲ προστασίαν πιστοί, καὶ τεῖχος κεκτήμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σάλῳ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν βροτῶν τὸ καταφύγιον.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπακουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς τῆς φύσεως.

σπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου, τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Ὁ Οἶκος.

ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλά μοι δίδου λόγον ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Συναξάριον.
Τῇ ια'. τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Δανιὴλ τοῦ Στυλίτου.

Στίχ. Καὶ γήϊνον πᾶν, ἀλλὰ καὶ γῆν ἐκκλίνων,

          Οἰκεῖ Δανιὴλ πρὶν στῦλον, καὶ νῦν πόλον.

          νδεκάτῃ Δανιὴλ στυλοβάμων εὕρατο τέρμα.

Οὗτος γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπὸ Μεσοποταμίας ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἠλία καὶ μητρὸς Μάρθας ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ, παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ ἀσκήσει, καὶ παρ’ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς Θρᾴκης μέρεσι, πλησίον τοῦ Βυζαντίου, ἐν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἑαυτὸν ἔν τινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα κίονι ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει, καὶ ταῖς ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ’ αὐτὸν Ζήνωνι, καὶ τῷ τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι προσεκύνησαν τὸν ἅγιον, καὶ προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ὑπὸ τῶν αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ νέου Στυλίτου.

Στίχ. Πρὸς ὕψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,

          Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς ὃν τρέχει.

Οὗτος ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ Γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη, τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις. Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται, καὶ τῇ ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται, κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς προσκομιζομένης αὐτῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς, καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ καλέσαντι ἑπόμενος καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον, ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων ἔρχεται, κἀκεῖθεν ἐπὶ Χαλκηδόνα διαβαίνει. Ἐν ᾗ προσεπιβὰς κίονι, θαυμάτων μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι. Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.

Στίχ. Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,

          ειθαλᾶ, ζήλωσον· Ἐζήλωσά σε.

Οὗτοι ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλᾶς τῶν εἰδώλων Ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν Ἐπίσκοπον τῶν Χριστιανῶν ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥῦσις αἵματος. Μαθὼν δὲ παρὰ τοῦ Ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς τὴν ἰδίαν πόλιν ἐπιστρέψας, ἥτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἑτέροις Διδάσκαλον τῆς εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ ἄρχοντι. Τοῦ δὲ ἄρχοντος τὰ κατ’ αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται. Ὁ δὲ ἅγιος Ἀκεψεὴς ὑπῆρχε Διάκονος· συσχεθεὶς δὲ καὶ τὸν Χριστὸν ὁμολογήσας τύπτεται ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾶ. Ὁ δὲ εἰσάγει αὐτοὺς εἰς τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστὸν τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Μείρακός τινος, καὶ διήγησις πάνυ ὠφέλιμος.

Οὗτος ὁ μακάριος μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἦν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ δὲ Τενεσῆ γεννηθείς, παρὰ Χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφεὶς ἐπαιδεύετο ἐν τῇ τῶν Χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ τὴν ζώνην κόψας καὶ τὸν Σταυρὸν πατήσας καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό· Ἀγαρηνός εἰμι, καὶ οὐκ ἔτι Χριστιανὸς ἀπὸ τῆς σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ, καὶ τῶν παρ’ αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.

δὼν δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν τοῦ Μείρακος καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει· Ἰδού, κύριοί μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησα· καὶ νῦν παρακαλῶ πάλιν γενέσθαι Χριστιανὸς καὶ εἶναι μεθ’ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ· Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν καὶ ἐπιστρέψῃς πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ αὐτοῦ ἀγαθότητι, ὅτι οὐ παρεῖδε τὴν μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸν Ἀμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ’ εἰ θέλεις καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρεῖν, καὶ ἡμᾶς ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε πρὸς τὸν Ἀμηρᾶν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.

δέ, τὴν τῶν γονέων λαβὼν συμβουλὴν ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὑτοῦ ζώνην, πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο αὐτόν, καὶ ἤρξατο κράζειν μεθ’ ὅσης δυνάμεως εἶχε τό· Κύριε ἐλέησον. Καὶ κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει· Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο· Ἐλθὼν εἰς ἑαυτὸν ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ γενόμενος Χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαί σοί τε, καὶ πάσῃ τῇ συναγωγῇ, καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγὼν ἐπανέκρινεν αὐτόν· Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ φυλακῇ ἐναπέθετο. Καὶ μεθ’ ἑτέρας τρεῖς ἡμέρας παραστήσας αὐτόν, ἔτυψε σφοδρῶς· ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ καθεῖρξε. Καὶ μεθ’ ἑτέρας τρεῖς ἡμέρας, πάλιν ἐπανακρίνας αὐτὸν, καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις αὐτὸν ἄνωθεν ἔτυψε τῶν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης ἀποφάσεως κατ’ αὐτοῦ, ἔλαβον οἱ προστεταγμένοι.

μβάντες δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα, εἴτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες Χριστιανοί τινες ὡς πολύτιμον δῶρον ἔλαβον. Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως εἴασεν αὐτοὺς κατέχειν αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ καὶ μέχρι τοῦ νῦν ἀναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα, εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τοῦ ἁγίου μάρτυρος Βαρσαβᾶ.

Στίχ. Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.

          νω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Οὗτος, παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ὁμολογῶν ἀληθῆ, ὑπὸ τοῦ τῆς Περσίδος ἄρχοντος ἀπετμήθη τὴν κεφαλήν.

Καὶ, Τῶν ἁγίων μαρτύρων Τερεντίου, Βικεντίου, Αἰμιλιανοῦ, καὶ Βεβαίας.

Στίχ. Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία

          Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

ψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε.

Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον. Ἵλεως ἔσο μοι Παρθένε· καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας, ἐν μοτώσει τῆς σῆς, θεράπευσον πρεσβείας, Εὐλογημένος κράζοντα, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η'.

Ὁ Εἱρμός. πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν ὀρεκτῶν τὸ ἔσχατον, τῶν καλῶν τὸ ἀκρότατον, Πάτερ θεοφόρε, ἀκριβῶς κατέλαβες, πτεροῖς κουφιζόμενος, τῶν ἐναρέτων πράξεων, καὶ σὺν ἀσωμάτοις, Δανιήλ ἀνακράζεις· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

τοῦ Θεοῦ σε δύναμις, προφανῶς ἐνισχύσασα, φέρειν τοῦ κρυμοῦ, τὸ δυσχερὲς ἐποίησεν, ἡλίου τὸν καύσωνα, τὰς σηπεδόνας τὰς τῆς σαρκός, καὶ τῶν ἐξ αὐτῆς, γεγενημένων σκωλήκων, τὴν κάκωσιν βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νέος Ἰὼβ σὺ πέφηνας, Δανιὴλ ἀξιάγαστε, πλήθει πειρασμῶν, περισχεθεὶς καὶ θλίψεων, Δαυῒδ τὴν πρᾳότητα, καὶ Ἰακὼβ τὸ ἄπλαστον, καὶ τὴν σωφροσύνην, Ἰωσὴφ ἐμιμήσω, κραυγάζων· Τὸν Δεσπότην· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Οἱ Θεοτόκον Δέσποινα, Παναγία φρονοῦντές σε, ῥήμασιν ἑπόμενοι, τοῖς σοῖς πανύμνητε, σὲ νῦν μακαρίζομεν, ὅτι Θεὸν μακάριον, ἔτεκες ἡμῖν· ὃν ἐν δυσὶ ταῖς οὐσίαις, μιᾷ δὲ ὑποστάσει, ἀνυμνοῦντες βοῶμεν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργὸν καὶ Λυτρωτὴν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. φριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενομενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

δοὺ σοι πύλαι οὐρανῶν, μεταστάντι καὶ τὸν δρόμον τελέσαντι, Πάτερ ἠνοίχθησαν, καὶ τῶν Ἀγγέλων τάξεις ἐδέξαντο· ὁ στεφοδότης δὲ Χριστός, δόξῃ ἐστεφάνωσε, δικαιοσύνης σε· ὃν ὑμνοῦντες οἱ πιστοὶ μεγαλύνομεν.

ς κρίνον Πάτερ τοῦ ἀγροῦ, ἐν λειμῶνι τῆς ἀθλήσεως ἤνθησας, καὶ ὡς κυπάρισσος, εἰς ὕψος ἤρθης τῆς τελειότητος, ὡσεὶ ἐλαία ψαλμικῶς ἐφάνης τὰ πρόσωπα, καὶ τὰς καρδίας ἡμῶν, ἱλαρύνων τῷ ἐλαίῳ τῶν πόνων σου.

Στῦλόν σε βάσει ἀρετῶν, στηριζόμενον ἡ κτίσις ἐγνώρισε· πύργον ἀκλόνητον· θαυμάτων βρύσιν· λιμένα εὔδιον· τῶν ἰαμάτων θησαυρόν· δοχεῖον τοῦ Πνεύματος· διὸ σου σήμερον, Δανιὴλ ἐπιτελεῖ τὸ μνημόσυνον.

λίου σήμερον ἡμῖν, ἐξανέτειλε φαιδρότερον ὅσιε, ἡ θεία μνήμη σου, πιστῶν καρδίας καταφωτίζουσα, δικαιοσύνης τῷ φωτί· ζόφον δὲ διώκουσα, τῶν ψυχοφθόρων παθῶν· ἣν τελοῦντες εὐσεβῶς ἀνυμνοῦμέν σε.

Θεοτοκίον. Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων ὡς Θεὸς καὶ φιλάνθρωπος.

Ὁ Εἱρμός. φριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενομενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν .

Ἐξαποστειλάριον. Ἐν Πνεύματι τῷ ἱερῷ.

Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος, Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε υἱόν, ἠξίωσεν ἀπολαύειν.

Θεοτοκίον, ὅμοιον.

κύησας πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ ὁ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Примѣчаніе:
[1] Περιττεύοντα κῶλα ἔχον, τοῦτό τε καὶ τὸ ἑξῆς Σταυροθεοτοκίον, καὶ ἄλλα πάλιν παράχορδα, φθείροντα τὸν ῥυθρὸν, μετεποιήθησαν ἐπὶ τὸ εὐρυθμότερον καὶ τὰ δύο.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 80-85.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0