Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - среда, 24 мая 2017 г. Сейчасъ на порталѣ посѣтителей - 19.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ Ι'.
Μνήμη τῶν Ἁγίων Μαρτύρων, Μηνᾶ τοῦ Καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Πανεύφημοι μάρτυρες ὑμᾶς.

Χεῖρας ἐκκοπτόμενος ποδῶν, στέργει τὴν ἀφαίρεσιν, ὁ Ἑρμογένης ὁ ἔνδοξος· καὶ κατοπτώμενος, τῷ πυρὶ πλειόνως, ζέσιν τὴν ἐγκάρδιον, ἐδήλου τῷ Θεῷ προσκολλώμενος· ᾧ καὶ πρεσβεύει νῦν, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Μέλη συνθλαττόμενοι σοφοί, κόλπον πρὸς θαλάττιον, ἐναπεῤῥίφητε Ἅγιοι· νεύσει δὲ κρείττονι, γαληνὸν πρὸς ὅρμον, τῆς τρυφῆς ἰθύνθητε, βυθίσαντες κακίαν τοῦ ὄφεως· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἔτερα Στιχηρὰ Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

ς ἀστέρες πολύφωτοι, νοητῶς ἀνατείλαντες, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι, πᾶσαν τὴν κτίσιν φωτίζετε, καλλίνικοι μάρτυρες, τῶν ἀγώνων τῷ φωτί, καὶ θαυμάτων ταῖς λάμψεσιν· ὅθεν σήμερον, τὴν φωσφόρον τελοῦμεν γεγηθότες, καὶ ἁγίαν ὑμῶν μνήμην, στεφανηφόροι πανόλβιοι.

Καλλικέλαδον ὄρνιν σε, πρὸς τὸ ἄλσος φωνήσαντα, τῶν ἀγώνων ἔνδοξε, καὶ πρὸς μίμησιν, τὸν Ἑρμογένην ἐκλύσαντα, Μηνᾶν καὶ τὸν Εὔγραφον, καὶ σὺν τούτοις τοῦ ἐχθροῦ, διαδράντα τὰ θήρατρα, τὰ πολύπλοκα, καὶ πετάσαντα θείας πρὸς ἐπαύλεις, καλιάς τε οὐρανίους, μεγαλοφώνως γεραίρομεν.

Καὶ χειρῶν παναοίδιμοι, καὶ ποδῶν στερισκόμενοι, κεφαλὰς τεμνόμενοι καὶ στρεβλούμενοι, καὶ πάσαις ἄλλαις κολάσεσι, καθυποβαλλόμενοι, οὐκ ἠρνήσασθε Χριστόν· οὐ ξοάνοις ἐθύσατε· ἀλλὰ χαίροντες, τῆς ζωῆς τῆς προσκαίρου, πρὸς ἐκείνην, τὴν αἰώνιον καὶ θείαν, μετεβιβάσθητε μάρτυρες.

Δόξα. Ἦχος πλ. β'.

ντως ἡ γλῶσσά σου, κάλαμος γραμματέως ὀξυγράφου, ἀθλητὰ ἐδείχθη, καλλικέλαδε Μηνᾶ, ῥητορεύουσα σαφῶς πίστιν εὐσεβῆ, καὶ δόγματα σωτήρια, δι’ ὧν Θεὸς ἐδοξάσθη· καὶ ὡραῖον κάλλει, τὸν Ἑρμογένην ἀπέφηνας, ὃς τοῦ θείου Βαπτίσματος διὰ σοῦ τετύχηκε, καὶ τοῦτον συναθλητήν, καὶ τῶν ἀγώνων κοινωνόν, σὺν Εὐγράφῳ τῷ καλῶς ἐφεπομένῳ σοι, παμμάκαρ ἀπέδειξας· Καὶ νῦν ἐν παῤῥησίᾳ, τῷ τοῦ Σωτῆρος θρόνῳ παριστάμενοι, μὴ ἐλλίπητε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Μονογενὲς ὁμοούσιε, τῷ Πατρί σου καὶ τῷ Πνεύματι, ὁ ἐκ Παρθένου σαρκωθείς, ἀσυγχύτως ὡς οἶδας αὐτός, ἐν ἁγνείᾳ φύλαττε τὴν ποίμνην σου, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ περιέπων αὐτήν.

Ἢ Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης Χριστέ.

Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου. Δόξα, Ἦχος πλ. β'.

Μαρτυρικὴ χορείᾳ, εὐσεβεῖς πρόμαχοι, σήμερον πιστῶν ἀναδείκνυνται, τυράννων, πᾶσαν καθελόντες δυσσέβειαν Μηνᾶς, Εὔγραφος καὶ Ἑρμογένης οἱ σοφοί· ὅθεν τῆς τριφώτου συνάριθμοι, Τριάδος ὑπάρχοντες, τῷ γνόφῳ τῆς θείας ἐλλάμψεως καταλαμφθέντες, σὺν ἀσωμάτοις χορείαις ἀγάλλονται, τῷ Θεῷ καὶ Σωτῆρι ἱκετεύοντες, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Θεοτοκίον. Τριήμερος ἀνέστης.

γκάλας τὰς ἀχράντους σου, ἐν αἷς Θεὸν ἐβάστασας, Παναγία, ὑφαπλώσασα νυνί, σκέπασον ἀπὸ πάσης, ὀργῆς ἡμᾶς βιαίας, ἐλπὶς τοῦ κόσμου Θεοτόκε ἁγνή.

Ἢ Σταυροθεοτοκίον.

Σταυρούμενος ἐσάλευσας, τὴν γῆν πᾶσαν Μακρόθυμε, τῶν πιστῶν δέ, ἐπεστήριξας ψυχάς· διὸ καὶ ἀνυμνοῦμεν, καὶ πόθῳ προσκυνοῦμεν, τὴν ἀκατάληπτόν σου δύναμιν.

Ἀπολυτίκιον Ἦχος πλ. δ'. Τὸ προσταχθέν.

Δι’ ἐγκρατείας, τῶν παθῶν τὰς πυριφλέκτους, ἀπονεκρώσαντες ὁρμὰς καὶ τὰς κινήσεις, τοῦ Χριστοῦ οἱ μάρτυρες, ἔλαβον τὴν χάριν, τὰς νόσους ἀποδιώκειν τῶν ἀσθενῶν, καὶ ζῶντες καὶ μετὰ τέλος θαυματουργεῖν· ὄντως θαῦμα παράδοξον! ὅτι ὀστέα γυμνά, ἐκβλύζουσιν ἰάματα. Δόξα τῷ μόνῳ Θεῷ ἡμῶν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς· Στεῤῥοὺς ἀνυμνῶ μάρτυρας στεφηφόρους. Ἰωσήφ. Ἦχος α'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Στεφάνοις δόξης κοσμούμενοι, καὶ θρόνῳ του Θεοῦ παριστάμενοι, καὶ θείου φωτὸς πληρούμενοι, πόθῳ τὴν φωτοφόρον, μνήμην ὑμῶν, τοὺς ἐπιτελοῦντας, ἀμαυρώσεως παθῶν, μάρτυρες ῥύσασθε.

Τὴν θείαν στέργοντες εὔκλειαν, Θεοῦ τῆς καλλονῆς ἐφιέμενοι, τοῦ βίου τερπνὰ ἀπώσασθε, πᾶσάν τε δυναστείαν, περιφανῆ, καὶ διὰ θανάτου, ἀτελεύτητον ζωήν, μάρτυρες εὕρατε.

νθέῳ ζήλῳ πυρούμενοι, τὸ πῦρ τῆς ἀθεΐας κατέσβεσαν· καὶ λύχνοι τὸ φῶς πυρσεύοντες, πᾶσι τῆς εὐσεβείας περιφανῶς, ὤφθησαν ἐν πίστει, Ἑρμογένης καὶ Μηνᾶς, οἱ μεγαλόφρονες.

Θεοτοκίον. Ῥυσθῆναι Κόρη πανάμωμε, παθῶν ἐπικρατείας τοὺς δούλους σου, τὸν σὸν ἐκτενῶς ἱκέτευε, Κύριον καὶ Δεσπότην, ὃν ἐκ τῶν σῶν, πάναγνε αἱμάτων, ἐσωμάτωσας ἡμῖν, προσομιλήσαντα.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων, ἐκ πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Αἴγλῃ οὐρανίῳ, λαμπρυνθέντες οἱ ἅγιοι μάρτυρες, σκότος διέλυσαν εἰδώλων, τῆς ἀπάτης καὶ φέγγος, ἡμῖν ἰάσεων ἤστραψαν, τοῖς μελῳδοῦσι τῷ πάντων Θεῷ· ἅγιος εἶ Κύριε.

Νέκρωσιν τοῦ ζῶντος, ἀνιχνεύων Δεσπότου Μηνᾶ θαυμαστέ, ἐκπελματοῦσαι καὶ τὴν κάραν, τοῦ τυράννου συντρίβεις, ἐχθροῦ ἐρείδων τοὺς πόδας σου, εἰς ἀσφαλῆ μαρτυρίου ὁδόν, μάρτυς ἀνδρικώτατα.

μνει τὸν Σωτῆρα, Ἑρμογένης τὰς χεῖρας τεμνόμενος, ἱερωσύνης φαιδροτέραν, τὴν στολὴν τῶν αἱμάτων βαφαῖς, σαφῶς ἐργαζόμενος, καὶ μιμητὴς τοῦ παθόντος σαρκί, χάριτι δεικνύμενος.

Θεοτοκίον. Μόνην γυναιξί σε, τὴν ὡραίαν τῷ κάλλει εὑράμενος, σωματοφόρος ἐκ γαστρός σου, προελήλυθε Κόρη, Χριστός, θείαις ὡραιότησι, καταφαιδρύνας τὸ γένος ἡμῶν· ὅθεν σε γεραίρομεν.

Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Κάθισμα, Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Παρωσάμενοι δόξαν τὴν κοσμικήν, ἐπτερώθησαν δόξῃ τῇ θεϊκῇ, Μηνᾶς Ἑρμογένης τε, καὶ ὁ ἔνδοξος Εὔγραφος, καὶ προθύμῳ γνώμῃ, τὸν ὄγκον ὑπέμειναν, τῶν δεινῶν βασάνων, σαρκὸς μὴ φεισάμενοι· ὅθεν μετὰ τέλος, εἰς βυθοὺς θαλαττίους, ῥιφέντες ἰθύνθησαν, πρὸς λιμένα οὐράνιον· οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα, Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Μηνᾶς ὁ θαυμαστός, ὁ κλεινὸς Ἑρμογένης, ἡ πάνσεπτος δυάς, τῆς ἁγίας Τριάδος, πολύθεον φρύαγμα, ἀνδρικῶς κατεπάτησαν· καὶ τελέσαντες, τὸν ἱερώτατον δρόμον, νίκης ἔλαβον, ἐξ οὐρανοῦ τοὺς στεφάνους, δυνάμει τοῦ Πνεύματος.

Καὶ νῦν, Θεοτοκίον.

Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας· ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.

Ἢ Σταυροθεοτοκίον.

Καὶ σοῦ τῆς καθαρᾶς, καὶ πανάγνου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ τὸ τεῖχος, καὶ κόσμου κραταίωμα.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

Νόμους διαγγέλλων φωταυγεῖς, ἀνόμως σου τὰ ὄμματα, ἐκκεντηθεὶς Μηνᾶ ὑπήνεγκας, καρδίας τοὺς ὀφθαλμούς, πρὸς τὸ φῶς τὸ ἄδυτον, ἔχων ἐμμελῶς, ἀποσκοποῦντας, καὶ μέλπων χαρμονικῶς· Δόξα τῇ δυνάμει σου Κύριε.

φθη σου ἡ γλῶσσα τῷ πυρί, τοῦ Πνεύματος σοφώτατε, ἐκτεθηγμένην τῷ τέμνεσθαι· ἐλάλεις γὰρ κελαδῶν, τοῦ Θεοῦ τὰ θαύματα, καὶ τοῦ δικαστοῦ τὴν ἀφροσύνην, μετάγων εἰς εὐσεβῆ δόξαν, ἐμφανῶς τοῦ ποιήσαντος.

Μεγάλως τὸ πάθος καρτερῶν, τοὺς πόδας ἀποτέμνεται, ὁ Ἑρμογένης τὴν τοῦ ὄφεως, καταπατῶν κεφαλήν, καὶ ὁδὸν στελλόμενος, γνώμῃ ἀκλινεῖ τοῦ μαρτυρίου, εἰσάγουσαν πρὸς ζωήν, τῆς ἐπουρανίου λαμπρότητος.

πληγον τηροῦντι τὴν ψυχήν, Χριστός σοι ἐπιφαίνεται, σοῦ τὰς πληγὰς Μηνᾶ ἰώμενος, ἀνδρείως τε καρτερεῖν, σὲ ἐγκελευόμενος· ὅπως διὰ σοῦ τὴν σωτηρίαν, ἐλέους ὁ θελητής, πάντων τῶν ἁγίων ἐργάσηται.

Θεοτοκίον. Ῥάβδος ἐκ τῆς ῥίζης, Ἱεσσαί, ἐβλάστησας ἀνθήσασα, τὸν φυτουργὸν πάσης τῆς κτίσεως, μαράναντα τὰ φυτά, τῆς ἀκάρπου γνώσεως· πίστιν δὲ ἡμῖν ἀληθεστάτην, φυτεύσαντα εὐσεβῶς, ἄχραντε Παρθένε πανύμνητε.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε.

Τί μάτην ταράττῃ, ἐβόων ὁμοῦ, δικαστῇ παρανόμῳ οἱ μάρτυρες; δύναμιν παρεχόμενος, παρίσταται ἡμῖν, μόνος ὁ ἐν ἰσχύϊ, ἀήττητος ὑπάρχων· ὑπὲρ οὗ τὰς αἰκίσεις, καθυπομένομεν στεῤῥότατα.

πῆρξεν ἀθρόα, ἡ μεταβολή, Ἑρμογένους σαφῶς πρὸς τὸν Κύριον· λουτρῷ γὰρ ἐκκαθαίρεται, καὶ κρίσει θεϊκῇ, τῆς ἀρχιερωσύνης, τὸ φῶς ἀναλαμβάνει, διδαχαῖς καταυγάζων, τοὺς ἐν νυκτὶ δεινῶν ὑπάρχοντας.

ητόρων λιπόντες, ἀδόκιμον νοῦν, ἀγραμμάτων πλοκαῖς ἡλιεύθητε, σοφίσαντος τοῦ Πνεύματος, ὑμᾶς ὡς ἀληθῶς, μάρτυρες καὶ πρὸς πᾶσαν, βασάνων καταιγίδα, δυνατοὺς ἐν ἰσχύϊ, ἐργαζομένου διὰ πίστεως.

Θεοτοκίον. Ἁγίων Ἀγγέλων, Παρθένε ἁγνή, ὑπερέχουσα ὤφθης κυήσασα, βουλῆς μεγάλης Ἄγγελον, Θεὸν Ἐμμανουήλ, βροτοὺς ἐπουρανίους, αὐτοῦ τῇ καταβάσει, ἐργασάμενον Κόρη, δι’ εὐσπλαγχνίαν ἀδιήγητον.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Σῴζεις, Ἰωνᾶν, θηρὸς τὴν τριήμερον, τυποῦντα ταφὴν σοῦ Παντοδύναμε· τὰ δὲ σώματα, τῶν μαρτύρων πελάγει ῥιπτόμενα, ἰθύνεις γαληνότατον, πρὸς ὅρμον τῆς ταφῆς, ἔνθα σοῦ τὸ θεῖον βούλημα, εἰς ἡμῶν τῶν πιστῶν περιποίησιν.

Σώματα ὑμῶν, ἀήττητοι μάρτυρες, βυθὸς ἀσινῆ τῇ χέρσῳ δέδωκε, προηγουμένων, οὐρανίων Ἀγγέλων μακάριοι, καὶ πᾶσι τὴν κατάθεσιν, δηλούντων τὴν ὑμῶν, οὔσαν ἰαμάτων ἔκβλυσιν, καὶ παθῶν ψυχικῶν ἀπολύτρωσιν.

Τάξεις νοεραί, ὑμῶν κατεπλάγησαν, τὴν ὑπομονήν· ὅπως τὸν ἄσαρκον, μετὰ σώματος, ἐτροπώσασθε δράκοντα μάρτυρες, καὶ νίκης τοὺς στεφάνους ἀνεδήσασθε, θρόνῳ Θεοῦ παριστάμενοι, καὶ ταῖς θείαις αὐγαῖς πυρσευόμενοι.

Θεοτοκίον. Ἔστη μέχρι σοῦ, Παρθένε ὁ θάνατος· ζωὴν γὰρ Χριστὸν ἐκυοφόρησας, τὸν δωρούμενον, καθαρῶς εἰς αὐτὸν τοὺς πιστεύοντας, τὴν ἀθάνατον καὶ θείαν ἀπολύτρωσιν· τοῦτον, Παναγία αἴτησαι, λυτρωθῆναι πταισμάτων τοὺς δούλους σου.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τῆς στρατείας ἥρπασε, σὲ τῆς προσκαίρου, καὶ ἀφθάρτου ἔδειξε, συγκληρονομον ὦ Μηνᾶ, σὺν τοῖς συνάθλοις σου Κύριος, ὁ παρασχών σοι τὸν ἄφθαρτον στέφανον.

Ὁ Οἶκος.

μνοις τὴν σὴν πανήγυριν στέφων ἀθλοφόρε Κυρίου, τοὺς σοὺς ἀγῶνας κροτῶ καὶ ἀνυμνῶ τὰ παλαίσματα· ὑπὲρ γὰρ μόνου τοῦ πάντων Κτίστου, ὡς χρυσὸς ἐν καμίνῳ ἐδοκιμάσθης, ἀλλὰ τὸν σὸν σταθηρὸν λογισμὸν οὐκ ἐσάλευσε τὸ πλῆθος τῶν παρανόμων· ἄνωθεν γὰρ αὐτὸν ἐστήριξεν ὁ Χριστὸς ἐν τοῖς ἀγῶσιν, ὁ παρασχών σοι τόν ἄφθαρτον στέφανον.

Συναξάριον.
Τῇ ι'. τοῦ αὐτοῦ μηνός, ἄθλησις τῶν ἁγίων τοῦ Χριστοῦ μαρτύρων, Μηνᾶ τοῦ καλλικελάδου, Ἑρμογένους, καὶ Εὐγράφου.

Στίχ. Τμηθεὶς ὁ Μηνᾶς, κἂν κελαδεῖν οὐκ ἔχῃ,

          Φιμοῖ κελαδοῦν δυσσεβείας τὸ στόμα.

          Τὴν δυσσέβειαν ἐκπτύσας Ἑρμογένης,

          πῆρξε μάρτυς εὐσεβείας ἐκ ξίφους.

          Τὰς ἐκ μαχαίρας, Εὔγραφε, τρώσεις φέρων,

          ξὺς Θεοῦ κάλαμος ὤφθης, εὖ γράφων.

          Εὐκέλαδος δεκάτῃ Μηνᾶς ξίφει αὐχένα δῶκεν.

Οὗτοι ὑπῆρχον ἐπὶ τῆς βασιλείας Μαξιμίνου· ζητήσεως δὲ γενομένης παρὰ τῶν Ἀλεξανδρέων περί τινων κινηθέντων, ἀπεστάλη Μηνᾶς παρὰ τοῦ βασιλέως εἰς τὴν αὐτῶν λύσιν· καὶ γὰρ ἐπεπαίδευτο πᾶσαν σοφίαν, καὶ πρὸς τοὺς ῥητορικοὺς ἐξήσκητο λόγους, ἐν Ἀθήναις τὰ πολλὰ διατρίψας, καὶ τῆς ἐκεῖθεν εὐγλωττίας μετεσχηκώς, ἅτε Ἀθηναῖος ὢν καὶ τὸ γένος. Οὗτος, παραγενόμενος ἐν Ἀλεξάνδρείᾳ, οὐ μόνον εἰς γνῶσιν τῶν κινηθέντων τοὺς Ἀλεξανδρεῖς ἤγαγε, πᾶσαν διαλύσας παρ’ αὐτῶν προτεινομένην ἀμφιβολίαν καὶ ζήτησιν, ἀλλὰ καὶ τοὺς τῆς κατὰ Χριστὸν πίστεως τὸν λόγον παραδεξαμένους βεβαιότερον ἀντέχεσθαι ἔπεισε, καὶ πολλοὺς τῶν ἀσθενούντων ἰάσατο.

θεν ὁ βασιλεὺς περὶ τούτων μαθών, ἀποστέλλει Ἑρμογένην τὸν ἔπαρχον, ἐντειλάμενος ἀποστῆναι τὸν Μηνᾶν τῆς τῶν Χριστιανῶν πίστεως· μὴ πειθόμενον δέ, παντοίως αἰκισάμενον ἀπολέσαι. Ὃς, τὸν ἅγιον τῷ ἑαυτοῦ παραστησάμενος βήματι, ἐπεὶ οὐκ ἔπειθεν, ἀλλ’ ἀντιλέγοντα τοῦτον ἑώρα, πρῶττον μὲν ἐκπελματοῖ τοὺς πόδας, καὶ τοὺς ὀφθαλμοὺς ἑκκόπτει, καὶ τὴν γλῶτταν τέμνει. Ἐπεὶ δὲ τὰ λωδηθέντα μέρη τοῦ σώματος παραδόξως εἶδε τὴν ἴασιν δεξάμενα καὶ δύο ἀγγέλους τὴν τοῦ ἁγίου Μηνᾶ περισκέποντας κεφαλήν, μεταβολὼν πιστεύει τῷ Χριστῷ, καὶ παρὰ τοῦ ἁγίου Μηνᾶ τὰ βάπτισμα δέχεται, καὶ παρὰ τῶν συνελθόντων Ἐπισκόπων τὸ τῆς ἀρχιερωσύνης λαμβάνει ἀξίωμα.

Ταῦτα πυθόμενος ὁ βασιλεύς, ἀναζεύγνυσι πρὸς τὴν Ἀλεξάνδρειαν· καὶ τούτους μεταπεμψάμενος, ἐπιχειρεῖ τῆς εἰς Χριστὸν πίστεως ἀποστῆσαι αὐτούς. Ὡς δὲ πείθειν οὐκ εἶχε, προσέταξε τὴν τοῦ ἁγίου Ἑρμογένους κοιλίαν λόγχῃ τρωθήναι, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκτμηθῆναι, καὶ εἰς ἐσχάραν πυρὸς ἐμβληθῆναι, καὶ τὸ περιλειφθὲν τοῦ σώματος ἐν τῷ ποταμῷ ῥιφῆναι. Τὸν δὲ ἅγιον Μηνᾶν ἐν ἀφεγγεῖ τόπῳ ἀναρτηθῆναι, καὶ λίθον βαρύτατον ἐξαφθῆναι αὐτοῦ τῶν ποδῶν. Τούτων δέ, κατὰ τὴν τοῦ βασιλέως πρόσταξιν, τελεσθέντων, διὰ τῆς τῶν ἀγγέλων θείας δυνάμεως οἱ ἅγιοι σῷοι διεφυλάχθησαν, καὶ τῷ βασιλεῖ παρέστησαν, καὶ αὖθις ἀσεβοῦντα τοῦτον διήλεγχον. Ἔνθα ὁ ἅγιος Εὔγραφος, ὑπογραφεὺς ὢν τοῦ ἁγίου Μηνᾶ, τὸν Χριστὸν ὡμολόγησε παῤῥησιασάμενος, καὶ διεξῆλθε πολλὰ κατὰ τοῦ βασιλέως, αὐτὸν ἐνυβρίζων.

δὲ βασιλεύς, τὴν ἧτταν ἅμα καὶ τὸν ἔλεγχον μὴ φέρων, πλήρης θυμοῦ γεγονώς, σπασάμενος μάχαιραν, τὸν Εὔγραφον αὐτοχειρὶ ἐξεκέντησε. Συνανῃρέθησαν δὲ καὶ ὁ ἅγιος Μηνᾶς καὶ Ἑρμογένης μαχαίραις, τῶν ὑπηρετῶν τοῦ βασιλέως ἐπιθεμένων αὐτοῖς. Ἀνηνέχθη δὲ τὰ τίμια αὐτῶν λείψαντα θείῳ προστάγματα καὶ κατετέθη ἐν τῷ Βυζαντίῳ, ἔνθα νῦν εἰσι θαυματουργοῦντα, καὶ σημεῖα ἐργαζόμενα ἄπειρα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Γέμελλος, σταυρωθείς, τελειοῦται.

          Στίχ. Ὑπὲρ Θεοῦ Γέμελλος ἐσταυρωμένου,

          Τὴν ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.

Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Ἰουλιανοῦ τοῦ Παραβάτου· οὗ τὴν ὁδὸν ποιουμένου διὰ τῆς Ἀγκυρανῶν μητροπόλεως, ἔστη ὁ ἅγιος κατὰ πρόσωπον· καὶ παῤῥησίᾳ τὸν Χριστὸν ὁμολογήσας, ζώννυται ζώνην σιδηρᾶν πεπυρακτωμένην, καὶ τῷ βασιλεῖ κατὰ τὴν ὁδὸν ἕπεται. Ἐπεὶ δὲ κατέλαβον τὸ τῆς Ἐδέσσης πολίχνιον, τείνεται ὁ ἅγιος ἐκ τεσσάρων καὶ ξύλοις ἀγρίοις αἰκίζεται καὶ τοὺς ὤμους σιδήροις ἐμπείρεται πυρωθεῖσι, καὶ τηγάνῳ, στέατος καὶ ῥητίνης καὶ ἐλαίου μεστῷ, σφοδρῶς ἐκκαέντι, ἐμβάλλεται, ἄνωθεν ῥάβδοις τυπτόμενος, σιδηρᾶς ἀκίδας ἐχούσαις. Καὶ τὴν κεφαλὴν ἥλοις σιδηροῖς καταπείρεται· καὶ τὸ δέρμα τοῦ σώματος προβάτου δίκην ἀποσύρεται· καὶ ἀπολυθεὶς οὕτω, τὸ πρὸς σωτηρίαν βάπτισμα λαμβάνει (ἀμύητος γὰρ ἦν ἔτι) καὶ ὑγιὴς ὅλος ἀπὸ τοῦ ὕδατος ἀνέρχεται. Τότε καὶ θείας ἤκουσε φωνῆς οὐρανόθεν λεγούσης· Μακάριος εἶ, Γέμελλε, ὡς πολλὰ κοπιάσας. Ἔπειτα τῷ βασιλεῖ παραστὰς σταυρῷ ἀναρτᾶται, καὶ ἥλοις τὰς χεῖρας καὶ τοὺς πόδας προσηλοῦται καὶ οὕτως εὐξάμενος, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, πιστοὶ ἄνδρες, λάθρα καθελόντες ἀπὸ τοῦ ξύλου, κατέθεντο ὑπὸ τὴν γῆν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ Δεφουρκινοῦ.

Οὗτος πατρίδα ἔσχε τὴν εἰς πρόποδας τοῦ Κυμιναίου ὄρους γῆν ἀποφέρουσαν, οἱ δὲ τούτου γεννήτορες, ἰδιῶταί τινες, καὶ ἐν αὐταρκείᾳ ζῶντες. Πάντων δὲ καταφρονήσας, ἔτι σφριγῶν καὶ ἀκμάζων τὴν ἡλικίαν, τὸν τῶν μοναχῶν ἐζήλωσε βίον· εἰωθὼς γὰρ νηπιόθεν τοῖς Σεμνείοις παραβάλλειν σὺν τῷ πατρί, ἑνὶ τῶν ἱερῶν καταγωγίων συναρμολογηθεὶς παιδοτρίβῃ, εἰς ἄσκησιν γραμμάτων ἐκδίδοται. Καὶ ἐν ὀλίγῳ τό τε Ψαλτήριον, τοὺς Ἀποστόλων λόγους, καὶ τὴν λοιπὴν ἐκκλησιαστικὴν ἀκολουθίαν διέλαβε. Τὰ μὲν δὴ πρῶτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τοῦ κατ’ ἀρετὴν βίου τὰ λήια ἐντεῦθεν ἀρχὴν τοῦ προκόπτειν εἰλήφασιν.

πεὶ δὲ πρὸς ἡλικίαν ὁ παῖς μετεπλάττετο, τὸ Ἀγγελικὸν ἔνδυμα ἠμφιάσατο, καὶ πρὸς τοὺς κατ’ ἐχθρῶν ἀγῶνας ἀμεταστρεπτὶ ἐχώρει, καὶ κάλλος τὸ τῆς ψυχῆς ἀρετῶν τοῖς χρώμασιν ἀναμορφωσάμενος, ὡς εἰκόνισμα θεῖον τοῖς ὁρῶσιν ἐδείκνυτο. Τότε περίδοξός τις τῶν τοῦ Βυζαντίου Μεγιστάνων ἐν τῷ πρὸς Σάγαριν ποταμῷ φροντιστήριον ἐδείματο· ὄνομα τῷ ἀνδρὶ Γαλολείκτης (ἐν ἄλλοις Γαλοχείκτης). Καὶ τῷ ἐκεῖσε Ἐπισκόπῳ περὶ τούτου κοινολογησάμενος, τῶν ὑπ’ αὐτὸν μοναστηρίων ἐλλογίμους ἐπιλέξασθαι ἠξίου, εἰς λειτουργίαν τοῦ ὑπ’ αὐτοῦ καινουργηθέντος Σεμνείου. Ὁ δὲ τὸν μακάριον εὐθὺς Θωμᾶν, ὡς περιβόητον ἄνδρα, καὶ ἀκριβῆ κανόνα τῆς ἐγκρατείας, ἡγεῖσθαι τῶν συνεληλυθότων τῷ ἄρχοντι συνεβούλευε. Καὶ δὴ ταύτην εὐφυῶς ἐπὶ χρόνου ἰθύνας, ὅσον αὐτὸς ἐκρύπτετο ταπεινούμενος, τοσοῦτον, ὡς ποικίλης ἀρετῆς καταγώγιον, πᾶσιν ἐγνωρίζετο.

ς δὲ λοιπὸν δι’ ὄχλου ὑπὸ τῶν παραβαλλόντων ἐγίνετο, ἐδυσχέραινεν ἐπὶ τούτῳ, καὶ τί μηχανᾶται; Περισκοπήσας τῶν ἀδελφῶν τὸν ἐξαίρετον, ἡγεῖσθαι τοῦτον διακελευσάμενος τοῖς λοιποῖς τῶν ἀδελφῶν, αὐτός, ἐφοδιασάμενος ταῖς τούτων εὐχαῖς, ὑπώρειαν εὑρὼν ἡσυχίας ἁρμόδιον, μονώτατος ἐν αὐτῇ εἰσοικίζεται. Ἀλλ’ ἐπεὶ τὸν νομέα ἐζήτουν τὰ πρόβατα, τοὺς λόφους καὶ τὰς ὑπωρείας οὐκ ἐνεδίδοσαν ἐρευνῶντες, ἕως οὗ πρὸς αὐτὴν τὴν ὑπώρειαν αἴθριον τὸν πατέρα κατέλαβον. Καὶ τῶν χειμερινῶν νιφάδων τὸ δριμὺ λογισάμενοι, καὶ τῶν θερινῶν καύσεων τὸ φλογῶδες, τὸν πατέρα ἐξελιπάρουν. Ἵνα τί σκληροτέραις ἀγωγαῖς σεαυτόν, λέγοντες, κατατρύχεις, μὴ λογισάμενος τῆς ἐκ τοῦ χοὸς ἡμῶν διαπλάσεως τὴν ἀσθένειαν, ὡς ἐν ταῖς δυσκρασίαις ἑτοίμως εἴωθε διαλύεσθαι;

Μόλις δέ ποτε τούτων συνθέμενος τῇ βουλῇ, μικρὸν γενέσθαι παρηγγυᾶτο τοῖς μοναχοῖς αὐτῷ καταγώγιον. Καὶ τούτου περαιωθέντος, ἐν τῷ Κυριακῷ μόνος ὑπεισελθών, τοῖς γόνασιν ὑποκλίνας ἑαυτὸν πρὸς τὸ ἔδαφος, Τοὺς πρὸς τὴν σὴν εὐαρέστησιν, Κύριε, πρὸς ἡμᾶς τοὺς ἀναξίους ἄνδρας ἀφικέσθαι ἀξίωσον, ἔλεγε. Καὶ δὴ ὡς ἐξ ἀποστολῆς τότε τινὲς πρὸς αὐτὸν εὐλαβέστατοι προσέβαλον κοσμικοί, ἀποκείρασθαι δυσωποῦντες, καὶ συνδιάγειν αὐτῷ εἰς ὑπακοήν. Καὶ ὡς πρὸς Κυρίου τούτους ἐληλυθότας, τὴν ἱερὰν στολὴν ἀμφιέννυσι, καὶ ὡς τοὺς πρώτους τῶν μαθητῶν τοῦ Χριστοῦ, τὸν μὲν Ἰωάννην ἐκάλεσε, τὸν δὲ Πέτρον· καὶ σὺν αὐτοῖς τὰς δεήσεις ἐπιπονωτέρας ἐποιεῖτο πρὸς Κύριον.

λλ’ οὐκ ἔφερεν ἐπὶ πολὺ ὁ καινουργὸς τῆς κακίας ὁρᾶν τὰς πανουργίας αὐτοῦ καὶ ἐμβολὰς ἡττωμένας. Καὶ δὴ πρῶτον τούτῳ πλῆθος ἐπιῤῥίπτει κωνώπων, ὡς μήποτε πρὸς βραχὺ ταύτας ὑπενδοῦναι τῷ γέροντι, ἀλλὰ κοιταζομένῳ, ὡς σκόλοπες ἐπετίθεντο τούτῳ· καὶ ἀνισταμένῳ εἰς προσευχήν, διὰ τῶν χειλέων εἰς τὸν γαργαρεῶνα εἰσέδυνον· εἰ δέ που καὶ τὴν βίαν τῆς φύσεως δι’ εὐτελοῦς ἐπαρηγόρει τροφῆς, κωνώπων πλῆρες τὸ προσαγόμενον ἦν. Καὶ τούτοις ἐπὶ τρισὶν ὅλοις ἔτεσιν ἐγκαρτερῶν ἦν, ἐν οἷς οὐκ ἐστέναξεν, ἀλλὰ μᾶλλον εὐχαριστῶν λύσιν πρὸς Κυρίου τῶν ἀνιαρῶν ἐπεζήτει. Ἀλλ’ ὀψέ ποτε τῆς ἀποχῆς τῶν κωνώπων ἐκ Θεοῦ οἰκονομηθείσης, μυῖαι εὐμεγέθεις ἐπανίστανται τῷ Πατρί, τὴν ἐκ τῆς ἐγκρατείας αὐτῷ δοῤῥὰν δαπανηθεῖσαν, ὡς ἠκονημένα βέλη, κατατιτρώσκουσαι. Ταύτας δὲ πάλιν διαδεξάμενοι μύρμηκες, ἐν τοσούτοις χρόνοις τῷ ἀθλητῇ ἀντιπαρετάσσοντο, ἀδεῶς αὐτῷ, κατ’ ὀφθαλμῶν καὶ τῶν μυκτήρων ἐπιῤῥιπτόμενοι.

λλ’ ἐπεί, ὥσπερ τινὰ δρῦν, τοῦτον ἀμετάβλητον ἔβλεπεν ὁ πειράζων, ὡς μιᾶς ἡμέρας τὰς ἐπὶ χρόνοις ἐννέα λογισθῆναι τῆς τῶν ἀλγεινῶν ἐπιφοράς, ἐπιμανέστερον μᾶλλον αὐτῷ ἐπιτίθεται. Καὶ ἐπεὶ ὁ πανοῦργος οὐ πρὸς τὴν ἐκ πλευρᾶς ἀχθεῖσαν εἰδὼς ἔχειν τὴν μάχην, ἀλλ’ ὡς ἐπ’ αὐτὸν τὸν ἐν εἰκόνι καὶ χειρὶ τιμηθέντα Θεοῦ, οὐ μόνον πρὸς συμπλοκὴν τῆς μάχης παρασκευάζεται, ἀλλὰ καὶ πάντας τοὺς σὺν αὐτῷ συναγαγὼν ὄφεις, ἐπεμβαίνει τῷ μακαρίῳ. Εἰπεῖν δὲ πρᾶγμα ὁ λόγος ἐπείγεται, ὡς δυσέφικτον τοῖς πολλοῖς· οὐκ ἦν γὰρ εἶδος ὁράσεως τῷ Πατρί, ὃ μὴ μορφὴ ὄφεως αὐτῷ ἐπεφαίνετο· ἀλλ’ ὅπως δήποτε περιφερόμενος ἵστατο, εἴτε χρειωδῶς τῇ ἁφῇ κατελάμβανέ τι, ἐν αὐτῷ τῷ σκεύει καὶ ὄφις ἀνεκαλύπτετο· καὶ τοῦτο οὐχ ἅπαξ, ἢ δίς, ἀλλ’ ἐν ὅλοις ἕνδεκα ἔτεσι πειραζόμενος ὑπὸ τῶν ὄφεων, οὐκ ἐνάρκησεν· ὁσάκις γὰρ αὐτῷ ἀνακλιθῆναι τῇ κατὰ συνήθειαν κλίνῃ ἔδοξεν, ἑκατέρωθεν ὄφεις συνανεκλίνοντο. Ἀλλὰ τούτων ἀβλαβὴς τῇ προμηθείᾳ τῆς προνοίας διεφυλάττετο.

Τούτῳ ποτὲ τὴν ἀναίμακτον λατρείαν ἐπιτελοῦντι, καὶ ἤδη λοιπὸν πρὸς τὸ τέλος τῆς λειτουργίας ὄντι, δράκων ἑρπύσας ποθὲν φοβερός, τὴν κόγχην τοῦ εὐκτηρίου περιεζώσατο· τοῦ συμπονοῦντος δὲ τῷ πατρὶ ἀδελφοῦ πρὸς τὴν τῆς ἱερουργίας διακονίαν, τότε εἰς τὴν τοῦ εὐκράτου προσκομιδὴν ἐξελθόντος, τῆς κόγχης τὸ θηρίον ἀποῤῥαγέν, παρὰ τῇ φλιᾷ πεσὸν τῆς εἰσόδου, ὡς βοῦς ξένον ἐδείκνυτο θέαμα. Ὡς δὲ τὸ πρὸς σύνηθες τῶν μυστηρίων περάνας ὁ ἱερεύς, τοῦ διακόνου τὸ εὔκρατον ἐπιχρονίζοντος ᾔσθετο, καὶ πρὸς αὐτὸν ἀπιδεῖν βουληθείς, ἑωράκει τὸν μὲν θῆρα τῇ φλιᾷ ἐπικείμενον, τὸν δὲ διακονητὴν ὑπότρομον ἑστῶτα, πλήρης γενόμενος Πνεύματος, Εἴσελθε, καὶ μὴ διακριθῇς, φήσας τῷ ἀδελφῷ, αὐτὸς ἀπερισπάστως τὴν προσκομιδὴν ἐπετέλει. Τῇ παραινέσει δὲ τοῦ πατρὸς ἐκεῖνος ἀναθαρσήσας, ὡς ὑπόπτερος ὑπερβὰς τοῦ θηρός, εἴσεισι πρὸς τὸν καλέσαντα.

Καὶ τῆς ἱερᾶς τελεσθείσης μυσταγωγίας, ὁ ἱερεὺς πρὸς τὸν θῆρα, μήπω τὴν στολὴν ἀπαλλάξας, ἀτρέμας ἔξεισι προσειπών· Εἰ πρὸς τὸ τέλος ἔχεις τῇ τοῦ Θεοῦ μου προνοίᾳ, ὦ θηρίον, ἐπακολούθει μοι. Καὶ πρὸς τὸ ἄκρον ὁ θὴρ τοῦ φαινολίου ἐπικατασχών, συρόμενος, εἵλκετο· καὶ ὡσεὶ τόξου βολὴν ἀποστὰς καὶ πρός τινα γενόμενος φάραγγα, λόφων ἐξ ἑκατέρων ταύτῃ κειμένων, ἔστη εἰς προσευχὴν πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τελευταῖον προσειπών· Ὁ ἐπάνω ὄφεων καὶ σκορπίων τοὺς εἰς σὲ πιστεύοντας πατεῖν εἰρηκώς, εὐδόκησον κἀμὲ τὸν ἐλάχιστον, Κύριε, ἐπὶ τοῦδε τοῦ φάραγγος ἐπάνω τοῦ θηρὸς γενέσθαι κατὰ τὸ ῥῆμά σου. Καὶ ὡς τοῦτο εἴρηκεν, ὑψωθὲν τὸ θηρίον, ὑπὸ τὸ χάσμα κατεσπάσθη· καὶ αὐτῷ ἑκάτεροι οἱ βουνοὶ ἐπέπεσον· ὡς τοῦ φάραγγος ἀναγεμισθέντος, πεδιάδα γενέσθαι τὸν τόπον. Ὁ γοῦν γέρων, εὐχαριστήσας τῷ Θεῷ, τὸ κελλίον κατέλαβε· καὶ τότε ἐξαίσιον τέρας ἐδείκνυτο. Οἱ ὑπὸ τὴν κέλλαν γὰρ ἐμφωλεύοντες ὄφεις, καὶ τὸν ἅγιον ἐπὶ τοσούτοις ἔτεσιν ἐπαλγείναντες, ὡς τούτου δεδοξασμένον εἶδον τὸ πρόσωπον, οἷα πυρός, μὴ φέροντες τὴν κατάκαυσιν, ἄρδην ἀποδιδράσκουσιν εἰς τὸν τοῦ χωνευθέντος δράκοντος τόπον· καὶ Θεοῦ προνοίᾳ, εἰς πλῆθος ἄπειρον ὄντες, ἀπώλοντο. Πτηνὰ γάρ ποθεν τότε, κατὰ τὸν ἀριθμὸν τῶν ὄφεων, ὡς ἐξ ἀποστολῆς ἱπτάμενα, τοὺς τεθνεῶτας ὄφεις κατάβρωμα ποιησάμενα, ᾤχοντο.

κτοτε γοῦν τῶν πειρασμῶν ἀφεθεὶς ὁ Πατήρ, χάριν ἐκ Θεοῦ προῤῥήσεων εἴληφε, καὶ μᾶλλον ταῖς σκληροτέραις ἀγωγαῖς ἑαυτὸν προσηρέθιζεν. Ἐπεὶ δὲ τῆς ἡσυχίας ἤρα, ὡς πρὸς αὐτὸν πολλοὺς ἑώρα τοὺς εἰσβάλλοντας, ἐπὶ τὰ ἐρημικώτερα τῶν ὀρέων μεταναστεύειν ᾠήθη. Καὶ τὸν μὲν Ἰωάννην ἡγεῖσθαι τῆς Μονῆς διαταξάμενος, τῷ Πέτρῳ τὴν τοῦ διορατικοῦ χάριν προδιεσάφησεν. Οὗ γενομένου, ἡ προφητεία τοῦ Πατρὸς οὐ διήμαρτεν. Ὅμως εἰς ἓν χωρήσαντες τῶν τούτου προῤῥήσεων, ὡς ἐκ κρασπέδου, τοῖς φιλοπονεῖν βουλομένοις καὶ αἱρουμένοις τὸ ὅλον δείξωμεν ὕφασμα.

Τούτῳ ποτὲ ὁ τῶν Ῥωμαίων εὐσεβέστατος ἄναξ Λέων (ὁ Σοφὸς), ὁ τοῦ Βασιλείου υἱός, τὸ ἐν τῇ καρδίᾳ αὑτοῦ ἀναφυὲν συγγραψάμενος, καὶ σφραγίσας, ἐξαπέστειλε τὴν τοῦ σκοποῦ λύσιν ἐπιζητῶν. Ὡς δὲ τὸν τοῦ γραμματίου Ἄγγελον πρὸς τῇ φλιᾷ τῆς κέλλης ᾔσθετο γεγονότα, ἔξω τοῦτον προσυπαντήσας, ἕτερον τῇ χειρὶ ἐσφραγισμένον ἔχων Πιτάκιον. Δέξαι τοῦτο, ἀδελφέ, εἶπε, καὶ πρὸς τὸν ἀποστείλαντά σε ὑπόστρεφε. Ἐπὶ τούτῳ καταπλαγεὶς ὁ τὸ βασιλικὸν ἐπιφερόμενος γράμμα, Καὶ τί, Πάτερ, τί τῷ ἀποστείλαντι, ἔφη, πρὸς τὴν λύσιν τοῦ ζητουμένου ἐρῶ; ἐπεὶ τὸ προσκομισθὲν οὐκ ἀπείληφας.· καὶ ὁ πατήρ· Ἀρκεῖ, τέκνον, ἀρκεῖ· τῷ Θεῷ περὶ τούτου μελήσει. Τότε λαβὼν τὸ Πιτάκιον τοῦ πνευματικοῦ, πρὸς τὸν ἀποστείλαντα ἔρχεται. Καὶ δῆλα ποιήσας τὰ ἐπακολουθήσαντα τῷ κρατοῦντι, ἐξέπληξεν αὐτόν. Ὅτε δὲ καὶ τὴν τῆς γραφῆς γεγενημένην ἔκβασιν τῆς τοῦ γέροντος προφητείας ὁ κρατῶν ἐθεάσατο, πάσῃ μηχανῇ ἐχρήσατο θεάσαθαι αὐτόν. Ὁ δέ, ἀφιλόκοσμος καὶ ταπεινόνους ὤν, ἀντιμηχανευσάμενος εὐφυῶς, οὐ συνεχώρησε τοῦτο γενέσθαι. Ἀλλὰ ταῦτα μὲν ὀλίγα, καὶ ἐκ τῶν τούτου μαθητῶν ἐν ἐσχάτοις καιροῖς ἐμάθομεν· ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

ἡγιασμένος οὖν Θωμᾶς, ἐπεὶ καλῶς τὰ τῆς ποίμνης διέθετο, τῶν ἐκεῖθεν ἀπάρας, δύσβατον καὶ ἀδιόδευτον χῶρον καταλαβών, ὡς στρουθίον μονώτατον, ἐν αὐτῷ εἰσοικίζεται, ἀπρόϊτος διελθὼν τῶν νηστειῶν τὴν περίοδον. Εἰ δέ τινι τῶν ἀδελφῶν περὶ ψυχήν ποτε συνέβη κινδύνῳ περιπεσεῖν, διὰ μακροῦ τοῦ χρόνου τούτους ἐπισκεπτόμενος, τὰ πρὸς σωτηρίαν ἐδίδου· καὶ πάλιν ὡς εἰς ἀναψυχήν, εἰς τὸν δύσβατον χῶρον ἀνέτρεχεν. Οὕτως ἐπὶ πλείστους χρόνους διαρκέσας, καὶ ἐν γήρᾳ πίονι γεγονώς, μικρὸν τὸ σῶμα τρυχωθείς, εἰς χεῖρα Θεοῦ τὴν ψυχὴν ἐναπέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος μάρτυς Μαριανός, λιθοβοληθεὶς τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Φωνῆς ἑορταζόντων καθαρῶς ἔνθα, ἦχος ἐξακούεται, ἀγαλλομένῃ τῇ ψυχῇ, Ἀθληταὶ κατεσκηνώσατε, θυμηδίας ἐμπιπλάμενοι καὶ μέλποντες· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

δύς μοι ἀνεβόα Ἑρμογένης, ὅνπερ θνῄσκω θάνατον· ἐμοὶ τὸ ζῆν ἐστὶ Χριστός, τὸ θανεῖν δὲ κέρδος ἄπειρον· ἐκκοπτέσθω μου τὰ μέλη, πόθῳ ψάλλοντος· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Φρονήσει στεῤῥοτάτῃ τῇ τῶν ζώντων, σεαυτὸν ἐνέγραψας, βίβλῳ ὦ Εὔγραφε σοφέ· κεφαλὴν γὰρ ἀφαιρούμενος, ὡς ἐν ἅρματι, τῷ σῷ ἐπέβης αἵματι καὶ πρὸς ἀνέσπερον φῶς μετεβιβάσθης.

Θεοτοκίον. Οὐ φλέξας σου τὴν μήτραν οὐ σαλεύσας, Παρθενίας σήμαντρα, ὁ σαρκωθεὶς Λόγος ἐκ σοῦ, προελήλυθε παρέχων ἡμῖν, ἀφθαρσίαν καὶ ζωὴν, Κόρη τοῖς μέλπουσιν· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ήγνυται σοῦ πρὸ ποδῶν ὁ ματαιόφρων, συμπατούμενος Μηνᾶ θεόφρον· ὀφθαλμῶν στερήσας γάρ σε καὶ γλώττης, τὸν λογισμόν, οὐκ ἐσάλευσε τῆς στάσεως τῆς κρείττονος· διὸ γηθοσύνως ἀνεκραύγαζες· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

τε σε τῇ ὠμοτάτῃ προαιρέσει, ἑκατέρων χειρῶν καὶ ποδῶν σου, δικαστὴς ἐστέρησεν ὁ παράφρων, τότε σοφέ, τῶν βραβείων ἐφιέμενος Ἑρμόγενες, Χριστῷ ἐμελῴδεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

μνῶ σου Μηνᾶ τοὺς θείους ἄθλους, τιμῶ Ἑρμογένους τοὺς ἀγῶνας· προσκυνῶ τὰ λείψανα· ἀναμέλπω τοὺς αἰκισμούς, τὰ δεσμὰ τοὺς διωγμούς τε καὶ τὰς μάστιγας, δι’ ὧν πρὸς ζωὴν βοῶντες ἤρθητε· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Στάμνον σε τὸ μάννα κεκτημένην, τῆς Θεότητος ἔγνωμεν Κόρη, Κιβωτὸν καὶ Τράπεζαν, καὶ Λυχνίαν Θρόνον Θεοῦ, καὶ Παλάτιον καὶ Γέφυραν μετάγουσαν, πρὸς θείαν ζωὴν τοὺς ἀναμέλποντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

δε φωταυγὴς πανήγυρις, φωτοειδῶν μαρτύρων πᾶσιν ἐξέλαμψε, καταυγάζουσα, τῆς οἰκουμένης τὰ πέρατα, καὶ ψυχῶν ἀβλεψίαν ἐξαίρουσα· προσέλθωμεν προθύμως, ἁγιασμὸν ἀπαρυσόμενοι.

ν περ ἀγαθῶν ἐτύχετε, ἐπουρανίων δόξης, ἧς ἠξιώθητε, πίστει τὴν φαιδράν, μνήμην ὑμῶν τοὺς γεραίροντας, ὡς Θεῷ παριστάμενοι πάντοτε, τυχεῖν ἐκδυσωπεῖτε, μεγαλομάρτυρες δεόμεθα.

Σῶμα καὶ ψυχὴν προσήξατε, τῷ Ποιητῇ τῶν ὅλων θυσίαν ἄμωμον, ὁλοκαυτωθέντες, τῷ πυρὶ τῶν κολάσεων, καὶ μαρτύρων χοροῖς ἠριθμήθητε, φωτὶ ἀκραιφνεστάτῳ, καταλαμπόμενοι θεόφρονες.

ρθη πρὸς μονὰς σκηνούμενος, φωτοειδὴς μαρτύρων χορὸς ὁ ἔνθεος, καὶ παρίσταται, Πατρὶ Υἱῷ τε καὶ Πνεύματι, ἀπολαύων τρανῶς τῆς θεώσεως, Μηνᾶς σὺν Ἑρμογένει, καὶ τῷ Εὐγράφῳ οἱ θεόφρονες.

Θεοτοκίον. Φέγγος ἀστραπῆς τοῦ τόκου σου, ἡ ἀπωσθεῖσα φύσις ἡμῶν Πανάμωμε, εἶδε καὶ νυκτὸς ἐξ ἀγνωσίας λελύτρωται, καὶ παθῶν τῆς σκοτώδους συγχύσεως· διό σε ὡς αἰτίαν, τῆς σωτηρίας ἡμῶν σέβομεν.

Ὁ Εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη Βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν κατασβέσαι αἰτοῦμεν τὴν κάμινον· ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

ητορικοῖς σου λόγοις, καὶ θείοις θαύμασι Μηνᾶ, συναθλητὴν ἐπεσπάσω, τὸν ἱερὸν Ἑρμογένην, μεθ’ οὗ σε σὺν τῷ Εὐγράφῳ, περιχαρῶς εὐφημοῦμεν.

Θεοτοκίον.

Θεοκυῆτορ Μαρία, τῶν γηγενῶν εὐκληρία, ἁμαρτωλῶν προστασία, Χριστιανῶν ἐλπὶς μόνη, κόσμου παντὸς σωτηρία, ῥῦσαι πυρὸς ἀπειλῆς με.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου. Δόξα, Ἦχος πλ. β'.

Πάλιν ἡμῖν ἡ ἐτήσιος μνήμη, τῶν τοῦ κόσμου φωστήρων ἐξέλαμψε, Μηνᾶ τε Ἑρμογένους καὶ Εὐγράφου, τῶν πιστῶν τὰς καρδίας φωτίζουσα, τοῖς ὑπὲρ Χριστοῦ διὰ Σταυροῦ αὐτῶν ἀγωνίσμασι. Διὸ τῷ ἐν δόξῃ καὶ τιμῇ στεφανώσαντι αὐτούς, Χριστῷ τῷ Θεῷ ἡμῶν, τὸν ὕμνον προσάξωμεν.

Καὶ νῦν, Θεοτοκίον.

Θεὸν ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε· αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον. Τριήμερος ἀνέστης Χριστέ.

ν ξύλῳ προσπαγέντα σε, Χριστὲ ἡ σὲ κυήσασα, καθορῶσα, τὴν καρδίαν γοερῶς, ἐτέτρωτο βοῶσα· Ἀνάστα ὦ Υἱέ μου, ὅπως ὑμνήσω σου τὴν ἔγερσιν.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 68-73.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0