Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - понедѣльникъ, 18 декабря 2017 г. Сейчасъ на порталѣ посѣтителей - 8.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ Θ'.
Ἡ σύλληψις τῆς Ἁγίας Ἄννης, τῆς Μητρὸς τῆς Θεοτόκου, καὶ ἡ ἀνάμνησις τῶν Ἐγκαινίων
[1].

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας γ'. Ἦχος δ'. Ὁ ἐξ ὑψίστου κληθεὶς.

ἐξ ἀνίκμου πηγάσας ὕδωρ πέτρας, καρπὸν τῇ κοιλίᾳ σου, Ἄννα χαρίζεται, τὴν ἀειπάρθενον Δέσποιναν, ἐξ ἧς τὸ ὕδωρ, τῆς σωτηρίας μέλλει προέρχεσθαι. Οὐκέτι ὡς ἄκαρπος, γῆ παροικεῖς ἐπὶ γῆς· ὀνειδισμοῦ ἠλλοτρίωσαι· γῆν γὰρ βλαστήσεις, καρποφοροῦσαν ζωῆς τὸν ἄσταχυν, τὸν τὰ ὀνείδη ἀφαιρούμενον, πάντων βροτῶν ὡς ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους, μορφωθῆναι τὸ ἀλλότριον.

Τῶν Προφητῶν αἱ προῤῥήσεις ἐκπληροῦνται· Ὄρος γὰρ τὸ ἅγιον, λαγόσιν ἵδρυται, Κλῖμαξ ἡ θεία φυτεύεται· Θρόνος ὁ μέγας, τοῦ Βασιλέως προετοιμάζεται· Τόπος εὐτρεπίζεται ὁ θεοβάδιστος· Βάτος ἡ ἄφλεκτος ἄρχεται, ἀναβλαστάνειν· ἡ Μυροθήκη τοῦ ἁγιάσματος, ἤδη πηγάζει τῆς στειρώσεως, τοὺς ποταμοὺς ἀναστέλλουσα, τῆς θεόφρονος Ἄννης· ἣν ἐν πίστει μακαρίσωμεν.

Καὶ τῶν Ἐγκαινίων γ'. Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.

Δέσποτα Χριστέ, ἡ ἀθάνατος σοφία, βλέμματι τῷ σῷ, ἐπιφοίτησον ἐξ ὕψους, ἐν τούτῳ τῷ Τεμένει, καὶ ἀσάλευτον φύλαξον, ἕως συντελείας τοῦ αἰῶνος· τοὺς δὲ πιστῶς Χριστὲ ἐν τούτῳ, ἀεὶ προστρέχοντας, τοῦ ἀπροσίτου σου φωτός, ἀξίωσον εὔσπλαγχνε.

Πάλαι Σολομών, τὸν Ναὸν οἰκοδομήσας, ζῴων αἵματα, εἰς θυσίαν σοι προσῆγεν, εἰς τύπον τοῦ Ναοῦ σου, οὗ ἐκτήσω φιλάνθρωπε, τῷ ἴδίῳ αἵματι βουλήσει· μεθ’ οὗ καὶ νῦν σε δυσωποῦμεν, τὸν μόνον εὔσπλαγχνον, ὅπως τὸ πνεῦμα τὸ εὐθές, πέμπῃς ἐν τούτῳ ἀεί.

Δεῦτε ἀδελφοί, εὐφρανθῶμεν φιλεόρτως, καὶ πνευματικήν, συστησώμεθα χορείαν· ψυχῆς δὲ τὴν λαμπάδα, τῷ ἐλαίῳ φαιδρύνωμεν· οὕτω γὰρ Ἐγκαίνια τιμῶνται· οὕτω δοξάζεται ὁ Κτίστης, ᾧ πάντες ἄνθρωποι, ἀνακαινίζονται ψυχήν, πρὸς ὕψος οὐράνιον.

Δόξα. Τῶν Ἐγκαινίων. Ἦχος πλ. β'.

Τὴν μνήμην τῶν Ἐγκαινίων ἐπιτελοῦντες Κύριε, σὲ τὸν τοῦ ἁγιασμοῦ δοτῆρα, δοξάζοντες δεόμεθα, ἁγιασθῆναι ἡμῶν τὰ αἰσθητήρια τῶν ψυχῶν, τῇ πρεσβείᾳ τῶν ἐνδόξων ἀθλοφόρων, ἀγαθὲ παντοδύναμε.

Καὶ νῦν. Τῆς Ἁγίας. Ἦχος α'. Γερμανοῦ.

Τὸ ἀπόῤῥητον τοῖς Ἀγγέλοις, καὶ ἀνθρώποις μεγαλεῖον, καὶ ἀπ’ αἰῶνος χρησμοδοτούμενον, μυστήριον παράδοξον, σήμερον ἐν τοῖς λαγόσι τῆς σώφρονος Ἄννης βρεφουργεῖται, Μαρία ἡ Θεόπαις, ἑτοιμαζομένη εἰς κατοικίαν, τοῦ παμβασιλέως τῶν αἰώνων, καὶ εἰς ἀνάπλασιν τοῦ γένους ἡμῶν· ἣν ἐν καθαρῷ συνειδότι καθικετεύσωμεν, ἀναβοῶντες πρὸς αὐτήν· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ ὡς προστασία ὑπάρχουσα ἡμῶν τῶν χριστιανῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

ννα, ἡ θεία χάρις ποτέ, προσευχομένη ὑπὲρ τέκνου ἐβόησε, τῷ πάντων Θεῷ καὶ Κτίστῃ· Ἀδωναῒ Σαβαώθ, τὸ τῆς ἀπαιδίας οἶδας ὄνειδος· αὐτὸς τὴν ὀδύνην μου, τῆς καρδίας διάλυσον, καὶ τοὺς τῆς μήτρας, καταῤῥάκτας διάνοιξον, καὶ τὴν ἄκαρπον, καρποφόρον ἀνάδειξον· ὅπως τὸ γεννησόμενον, δοτὸν σοι προσάξωμεν, ἐπευλογοῦντες ὑμνοῦντες, καὶ ὁμοφρόνως δοξάζοντες, τὴν σὴν εὐσπλαγχνίαν, δι’ ἦς δίδοται τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Πάλαι προσευχομένη πιστῶς, Ἄννα ἡ σώφρων, καὶ Θεῷ ἱκετεύουσα, Ἀγγέλου φωνῆς ἀκούει, προσβεβαιοῦντος αὐτῇ, τὴν τῶν αἰτουμένων θείαν ἔκβασιν· πρὸς ἣν ὁ ἀσώματος, ἐμφανῶς διελέγετο· Ἡ δέησίς σου, πρὸς τὸν Κύριον ἤγγισε· μὴ σκυθρώπαζε, τῶν δακρύων ἀπόστηθι· εὔκαρπος χρηματίσεις γάρ, ἐλαία βλαστάνουσα, κλάδον ὡραῖον Παρθένον, πάγκαλον ἄνθος ἀνθήσουσαν, Χριστὸν κατὰ σάρκα, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου μου.

Ζεῦγος καρπογονεῖ τὸ σεπτόν, τὴν θείαν Δάμαλιν, ἐξ ἧς προελεύσεται, ὁ Μόσχος ἀῤῥήτῳ λόγῳ, ὁ σιτευτὸς ἀληθῶς, ὑπὲρ ὅλου κόσμου προθυόμενος· διὸ γεγηθότες, ἐξομολόγησιν ἄπαυστον, ἐν κατανύξει, τῷ Κυρίῳ προσάγουσι, καὶ τὴν σύμπασαν, ἐποφείλουσαν ἔχουσι. Τούτους οὖν μακαρίσωμεν, καὶ πίστει χορεύσωμεν, ἐν τῇ Συλλήψει ἐνθέως, τῆς ἐξ αὐτῶν τοῦ Θεοῦ ἡμῶν, Μητρὸς τικτομένης, δι’ ἧς δίδοται πλουσίως, τὸ μέγα ἔλεος.

Δόξα, Τῶν Ἐγκαινίων Ἦχος β'.

Τὸν ἐγκαινισμὸν τελοῦντες, τοῦ πανιέρου Ναοῦ τῆς Ἀναστάσεως, σὲ δοξάζομεν Κύριε, τὸν ἁγιάσαντα τοῦτον, καὶ τελειώσαντα τῇ αὐτοτελεῖ σου χάριτι· καὶ τερπόμενον, ταῖς ἐν αὐτῷ ἱερουργουμέναις ὑπὸ πιστῶν, μυστικαῖς καὶ ἱεραῖς τελεταῖς, καὶ προσδεχόμενον ἐκ χειρὸς τῶν δούλων σου, τὰς ἀναιμάκτους καὶ ἀχράντους θυσίας· ἀντιδιδόντα δὲ τοῖς ὀρθῶς προσφέρουσι, τὴν τῶν ἁμαρτημάτων κάθαρσιν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἁγίας, ὁ αὐτός.

Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰεσσαὶ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτικίον τῆς Ἁγίας, Ἦχος δ'.

Σήμερον τῆς ἀτεκνίας δεσμὰ διαλύονται· τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης εἰσακούων Θεός, παρ’ ἐλπίδα τεκεῖν αὐτοὺς σαφῶς, ὑπισχνεῖται Θεόπαιδα, ἐξ ἧς αὐτός ἐτέχθη ὁ ἀπερίγραπτος, βροτὸς γεγονώς, δι’ Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Δόξα, καὶ νῦν. Τῶν Ἐγκαινίων, ὁ αὐτός.

ς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου Σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, διὰ τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Χορὸς Ἀγγελικός.

νέος Οὐρανὸς ἐν κοιλίᾳ τῆς Ἄννης, τεκταίνεται Θεοῦ, παντουργοῦ ἐπινεύσει· ἐξ οὗ καὶ ἐπέλαμψεν, ὁ ἀνέσπερος Ἥλιος, κόσμον ἅπαντα, φωταγωγῶν ταῖς ἀκτῖσι, τῆς Θεότητος, ὑπερβολῇ εὐσπλαγχνίας, ὁ μόνος φιλάνθρωπος.

Δόξα, καὶ νῦν. Ὅμοιον.

Χορὸς προφητικός, προεκήρυξε πάλαι, τὴν ἄμωμον ἁγνήν, καὶ θεόπαιδα Κόρην, ἣν Ἄννα συνέλαβε, στεῖρα οὖσα καὶ ἄγονος· ταύτην σήμερον, ἀγαλλιάσει καρδίας, μακαρίσωμεν, οἱ δι’ αὐτῆς σεσῳσμένοι, ὡς μόνην πανάμωμον.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

δὰμ ἀνακαινίσθητι, καὶ Εὔα σκίρτησον· ξηρὰ γὰρ καὶ ἄνικμος, γῆ ἀνεβλάστησε, καρπὸν εὐθαλέστατον, τὴν ἀνθήσασαν κόσμῳ, στάχυν ἀθανασίας, καὶ τὸ ὄνειδος ἅπαν, ἤρθη τῆς ἀτεκνίας, μεθ’ ὧν συνευφρανθῶμεν, χαίροντες σήμερον.

Δόξα, καὶ νῦν. Πάλιν τὸ αὐτό.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

ναβόησον Δαυΐδ, τί ὤμοσέ σοι ὁ Θεός. Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστὸς ὁ νέος Ἀδάμ, ἐτέχθη Βασιλεύς, ἐπὶ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἤμών.

Δόξα, καὶ νῦν. Πάλιν τὸ αὐτό.

Οἱ Κανόνες τῶν Ἐγκαινίων, καὶ τῆς Ἁγίας Ἄννης δύω.

Ὁ Κανὼν τῶν Ἐγκαινίων Ἰωάννου Μοναχοῦ. Ἦχος δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Θαλάσσης, τὸ Ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

στύλῳ, καθοδηγῶν τὸ πρότερον, τὸν σὸν λαὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας, τὴν Ἐκκλησίαν κράζουσαν· ᾌσωμεν ᾄσμα τῷ Θεῷ ἡμῶν.

Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι Ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν· ᾌσωμεν ᾄσμα τῷ Θεῷ ἡμῶν.

Οὐ Νόμῳ ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι· ᾌσωμεν ᾄσμα τῷ Θεῷ ἡμῶν.

Θεοτοκίον. Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Κανὼν τῆς Ἁγίας Ἄννης. Ἀνδρέου Κρήτης. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σῴσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Τὴν Σύλληψιν σήμερον, θεόφρον Ἄννα, τὴν σὴν ἑορτάζομεν· ὅτι τὴν χωρήσασαν, τὸν μηδαμοῦ χωρητόν, συνέλαβες στειρωτικῶν, ἀπολυθεῖσα δεσμῶν.

Δικαίων ἐπήκουσας, τὰς ἱκεσίας, ἁγίων ἐπλήρωσας, τὰς ἐντεύξεις Κύριε, τῶν προπατόρων σου, καὶ τούτοις δέδωκας καρπόν, τὴν σὲ τεκοῦσαν ἁγνήν.

Ἄννα ἡ ἔνδοξος, νῦν συλλαμβάνει, ἁγνὴν τὴν τὸν ἄσαρκον, συλλαβοῦσαν Κύριον, τὸν ὑπεράγαθον, καὶ τίκτειν μέλλει τὴν σαρκί, μέλλουσαν τίκτειν Χριστόν.

Θεοτοκίον. Τὸ Ὄρος τὸ ἅγιον, ὅπερ προεῖδε, Προφήτης ἐν Πνεύματι, ἐξ οὗ λίθος τέτμηται, τοὺς τῶν εἰδώλων βωμούς, συντρίψας σθένει θεϊκῷ, σὺ εἶ Παρθένε ἁγνή.

Ἕτερος Κανὼν τῆς Ἁγίας Ἄννης, οὗ ἡ Ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων· Ἡ τὴν χαρὰν τέξουσα, τίκτεται κόρη. Ἐν δὲ τοῖς Θεοτοκίοις· Γεωργίου. Ἦχος β'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν· ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

τοῦ κόσμου σήμερον χαρά, λόγῳ προκηρύττεται, καὶ μητρικὰς ὀδύνας εἰς εὐφρόσυνον, χαρμονὴν μεθίστησι, καὶ πολύτεκνον, τὴν τῆς φύσεως στείρωσιν, ἔσεσθαι μηνύει, ἔργοις τοῖς τῆς χάριτος πληθύνουσαν.

Τὸ τερπνὸν παλάτιον Χριστοῦ, ὁ εὐρυχωρότατος, τῶν οὐρανῶν οὐρανὸς ὁ ὑπέρτερος, σήμερον εἰσδέχεται, δι’ ἐντεύξεως, τὴν βάσιν τῆς ὑπάρξεως, τῆς ἐπαγγελίας ἐχούσης, ἀσάλευτον τὴν ἔκβασιν.

πορφύρα σήμερον Χριστοῦ, λαμπρῶς καταγγέλλεται, ἐκ στειρευούσης ὑφανθήσεσθαι χάριτι, νηδύος ἡ ἄσπιλος, ἐξ ἧς φορέσας ὁ Βασιλεὺς τῆς κτίσεως, φύσιν τήν βροτείαν, κόσμῳ ὡραιότατος ὀφθήσεται.

Θεοτοκίον. Γηγενῶν ἡ φύσις ἐπὶ σοί, μόνη πανυπέρτατε, θεοπρεπῶς, ἐγκαυχωμένη Δέσποινα, χαίρει καὶ κηρύττει σου, τὰ παράδοξα τῆς ἁγνείας τεράστια, καὶ ἐν εὐφροσύνῃ ᾄδουσα, δοξάζει σε Θεόνυμφε.

Των Ἐγκαινίων. ᾨδὴ γ'.

Ὁ Εἱρμός. Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

γίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, τῆς ἀγαλλιάσεως ἔλαιον.

νέδειξας Ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον.

Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀῤῥαγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι.

Θεοτοκίον. Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖρε κραυγάζομεν.

Τῆς Ἁγίας.

Ὁ Εἱρμός. Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.

Καρπὸν κοιλίας εἰ παράσχοις μοι, ἀνεβόα Ἄννα πρὸς Κύριον, μεγαλυνθήσομαι καὶ σοί, τοῦτον προσαναθήσομαι· διὰ τοῦτο συλλαμβάνει, τὴν ἁγνὴν Θεομήτορα.

ν παραδείσῳ εὐχομένης σου, τῆς φωνῆς ἀκούει ὁ Ὑψιστος, Ἄννα θεόφρον καὶ καρπόν, τῇ κοιλίᾳ σου δίδωσι, Παραδείσου τὴν ἀνοίξασαν, τὴν θύραν τῆς χάριτος.

Τὰ κατὰ νόμον ἐκτελέσασα, καὶ Θεῷ ἀμέμπτως δουλεύσασα, κυοφορεῖς τὴν ἀληθῆ, νομοδότην κυήσασαν, Ἄννα πάνσεμνε· διὸ σε οἱ πιστοὶ μακαρίζομεν.

Θεοτοκίον. Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε, τῶν πιστῶν ἡ βοήθεια.

Ἕτερος τῆς Ἁγίας.

Ὁ Εἱρμός. ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

ανάτωσαν εὐφρόσυνον, αἱ νεφέλαι σήμερον, τὸν γλυκασμὸν τοῖς πέρασιν· ἡ Νεφέλη ἰδοὺ γὰρ τίκτεται, ἐξ ἧς τὸ τῆς ζωῆς μου ὕδωρ βλύσει Χριστός.

νοίγονται τῆς χάριτος, τὰ ταμεῖα σήμερον, ὁ προκηρύσσων Ἄγγελος, ἀνεβόα Ἄννης τὴν Σύλληψιν· ἰδοὺ γὰρ σὺ τὴν Πόλιν ἀποτίκτεις Θεοῦ.

Νενέκρωται ἡ φύσις μέν, τῶν ἀνθρώπων πρότερον· νῦν δὲ ζωῆς τὰ σύμβολα, τῇ Συλλήψει τῆς Ἄννης δέχεται· ἀκάρπου γὰρ ῥίζης ἄρτι φύεται.

Θεοτοκίον. Ὡς ἄνθρακα φλογίζοντα, ἁμαρτίας ἄχραντε, τὸν σαρκωθέντα Κύριον, ὑπὲρ φύσιν ἐκ σοῦ δεχόμενοι, τοῦ πλήθους τῶν πταισμάτων καθαιρόμεθα.

Κοντάκιον τῶν Ἐγκαινίων. Ἦχος β'. Τοὺς ἀσφαλεῖς.

γκαινισμὸν ἐν ταῖς καρδίαις Πνεύματος, καὶ φωτισμὸν ἐν τοῖς ἐγκάτοις καίνισον, τοῖς ἐν πίστει ἐκτελοῦσι τὰ Ἐγκαίνια, τοῦ οἴκου καὶ Ναοῦ σου οὗ ηὐδόκησας, κτισθῆναι ἐν τῷ σῷ θείῳ ὀνόματι, ὁ μόνος ἐν ἁγίοις δοξαζόμενος.

Ὁ Οἶκος.

Μνήμην τελῶν τῶν Ἐγκαινίων ὁ σοφώτατος πάλαι Σολομών, τῷ Θεῷ ἀλόγων ζῴων προσέφερεν ὁλοκαυτώματα καὶ θυσίας· ὅτε δὲ νῦν ἡ ἀλήθεια καὶ ἡ χάρις ἦλθεν ἐν γῇ, τὰς θυσίας εὐθὺς μετεποίησε· θύσας γὰρ θυσίαν, εἰς σωτηρίαν τὴν ἡμῶν ἑαυτὸν ὡς φιλάνθρωπος, τὴν Ἐκκλησίαν ἡγίασε, καὶ ἀσάλευτον ταύτην ἀνέδειξεν, ὁ μόνος ἐν ἁγίοις δοξαζόμενος.

Κάθισμα τῆς Ἁγίας Ἄννης. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Εὐλογίας ἀπαρχήν, τῆς ἀκαρπίας τῷ βλαστῷ, ἐδωρήσω ἀγαθέ, Ἄννῃ βοώσῃ δι’ εὐχῆς· Σὺ μεταπλάττεις τὰς φύσεις τῶν ἐν γενέσει· διό μου, ὦ Σωτήρ, νενεκρωμένην αὐτήν, τὴν φύσιν ὡς Θεός, πάλιν καινούργησον, ἵνα καρπὸν προσάξω σοι, βοῶσα, τῷ παντεπόπτῃ καὶ Κτίστῃ μου· Σοὶ δόξα πρέπει, Θεὲ τῶν ὅλων, καὶ μόνε φιλάνθρωπε.

Δόξα. Τῶν Ἐγκαινίων. Ἦχος ὁ αὐτός. Ταχὺ προκατάλαβε.

ν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦσι πιστοῖς, τοῦ Οἴκου σου Κύριε, πέμψον ἡμῖν φωτισμόν, καὶ χάριν καὶ ἔλεος· φύλαττε δὲ καὶ τοῦτον, εἰς αἰῶνα αἰῶνος, νίκας ἐπιβραβεύων, τοῖς πιστοῖς Βασιλεῦσι, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Καὶ νῦν. Τῆς Ἁγίας. Ἦχος ὁ αὐτός. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

ωακεὶμ ὁ ἱερὸς καὶ ἡ Ἄννα, δῶρα προσήγαγον τοῖς πρὶν ἱερευσι, καὶ μὴ δεχθέντες ἄγονοι τυγχάνοντες, δέησιν προσηύξαντο, τῷ Δοτῆρι τῶν ὅλων· καὶ τῆς προσευχῆς αὐτῶν, ἐπακούσας δωρεῖται, τούτοις τὴν ὄντως πύλην τῆς ζωῆς· ἧς τὴν ἁγίαν τιμήσωμεν Σύλληψιν.

Τῶν Ἐγκαινίων. ᾨδὴ δ'.

Ὁ Εἱρμός. παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ, ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως καὶ κράζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Εἰκονίζουσα τὴν χάριν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα.

Θεοτοκίον. Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρε σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

Τῆς Ἁγίας.

Ὁ Εἱρμός. ν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τήν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.

θείας ἀγγελίας! ὢ ξένης λαλιᾶς! εἰ κἀγὼ συλλήψομαι· Ἀγγέλου πρὸς αὐτήν, ἀποσταλέντος, ἡ Ἄννα ἐκπληττομένη, μεγαλοφώνως ἀνεβόα· Τῷ Θεῷ μου, δόξα τῷ ποιοῦντι παράδοξα.

Συγχάρητέ μοι πᾶσαι, φυλαὶ τοῦ Ἰσραήλ· ἐν γαστρὶ συνέλαβον, τὸν νέον Οὐρανόν, ἐξ οὗ τὸ ἄστρον ἀνατελεῖ μέτ’ ὀλίγον, τῆς σωτηρίας Ἰησοῦς ὁ φωτοδότης, Ἄννα γηθομένη ἐκραύγαζεν.

πήκουσε τῆς Ἄννης, Θεὸς τοὺς στεναγμούς, καὶ προσέσχε Κύριος, δεήσει τῇ αὐτῆς· καὶ ἀτεκνίας τὸ νέφος διασκεδάσας, φωτὶ αὐγάζει εὐτεκνίας παραδόξως· ὅθεν συλλαμβάνει τὴν μόνην ἁγνήν.

Θεοτοκίον. Παρθένε Θεοτόκε, ἀμόλυντε Σκηνή, μολυνθέντα πταίσματι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου καθαρωτάταις ῥανίσι, καὶ δὸς μοι χεῖρα βοηθείας, ἵνα κράζω· Δόξα σοι, ἁγνὴ θεοδόξαστε.

Ἕτερος τῆς Ἁγίας.

Ὁ Εἱρμός. λήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Τὸ κάλυμμα, τοῦ σκιώδους διαίρεται σήμερον, Νόμου καὶ τῆς χάριτος, ἡ εὐλογία προκύπτουσα, λάμπει τηλαυγέστατα, τῇ προκηρύξει τοῦ τόκου τῆς θεόπαιδος.

λήλυθεν, οὐρανόθεν μηνύων ὁ Ἄγγελος, Ἄννῃ τὰ προοίμια, τῆς παγκοσμίου χαρᾶς ἐμφανῶς, λέγων· Τῆς δεήσεως ὑπὲρ ἐλπίδα εἰσδέχου τὴν ἐκπλήρωσιν.

Ξηραίνεσθαι, τῆς κακίας τὰ ῥεύματα ἄρχεται, καὶ βρύειν τῆς χάριτος, οἱ ποταμοὶ διευθύνονται, σήμερον τοῦ τόκου σου, κηρυττομένου Παρθένε πανυπέραγνε.

Θεοτοκίον. Ῥητόρων σε, κατ’ ἀξίαν γεραίρειν πανύμνητε, γλῶσσαι αἱ πολύφθογγοι, ἀμηχανοῦσαι συστέλλονται· φόβῳ δὲ τὰ θαύματα, καὶ σιωπῇ εὐφημοῦσαι μεγαλύνουσι.

Τῶν Ἐγκαινίων. ᾨδὴ ε'.

Ὁ Εἱρμός. Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας· φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσεῖ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου.

Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας, ἣν τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτει τῇ δυνάμει σου.

Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα· σὺ ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου.

Θεοτοκίον. Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Τῆς Ἁγίας.

Ὁ Εἱρμός. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

κ ῥίζης ἡ βλαστήσασα, Δαυῒδ καὶ Ἰεσσαί, Ἄννα νῦν βλαστάνειν ἀπάρχεται, τὴν θείαν ῥάβδον τὴν βλαστήσασαν, τὸ μυστικὸν ἄνθος, Χριστὸν τὸν πάντων Κτίστην.

Μητέρα γενομένην με, ἡ Ἄννα ἐκβοᾷ, ὄψονται λαοὶ καὶ θαυμάσουσιν· ἰδοὺ γὰρ κύω ὡς ηὐδόκῃσεν, ὁ τὰ δεσμὰ λύσας, τὰ τῆς στειρώσεώς μου.

Νεάνιν ἣν συνέλαβον, ἐγὼ Προφητικαὶ πόῤῥωθεν φωναὶ προκατήγγειλαν, Ὄρος καὶ Πύλην ἀδιόδευτον, περιχαρῶς Ἄννα, ἐβόα τοῖς παροῦσιν.

Ἕτερος τῆς Ἁγίας.

Ὁ Εἱρμός. Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.

τόμος Θεοῦ, δι’ ἀγγέλου σήμερον κηρύττεται, ἐν ᾧ περ ὁ σύνθρονος, Λόγος τοῦ Πατρὸς νῦν ἐγγραφήσεται, καὶ πιστοὺς ἐν τῇ βίβλῳ, ἐγγράψει τῆς χρηστότητος.

μνοῦσι νυνί, τοῦ ξένου μηνύματος τὴν δόξαν τρανῶς, οἱ δίκαιοι πλέκοντες, τὴν εὐχαριστήριόν σοι αἴνεσιν, τῷ τὴν χάριν τοῦ τόκου, δι’ εὐχῆς ἐκπληρώσαντι.

Σοφίας Θεοῦ, κεκρυμμένης σήμερον δηλοῦται ἡμῖν, ἀληθῶς μυστήρια, καταγγελλομένης τῆς Συλλήψεως, τῆς ἀχράντου Παρθένου, καὶ μόνης Θεομήτορος.

Θεοτοκίον. Γαλήνην πιστοί, καὶ λιμένα ἔχοντες Παρθένε ἁγνή, τὴν σκέπην σου πάντοτε, τὰς ἐπαναστάσεις τὰς τῶν θλίψεων, ἀποφεύγομεν πάσας, ἐπὶ σοὶ ὁρμιζόμενοι.

Τῶν Ἐγκαινίων. ᾨδὴ ς'.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, τῆς ἐκλεκτῆς Ἐκκλησίας, καὶ Ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος.

Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἡ ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις.

Οὐ ψάμμον, ἀλλά Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ’ Ἐθνῶν Ἐκκλησία, στεφανοῦται, κάλλει τῷ ἀπροσίτῳ, καὶ τῇ αἴγλῃ, τῆς βασιλείας ἐγκαλλωπίζεται.

Θεοτοκίον. Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέχοντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

Τῆς Ἁγίας.

Ὁ Εἱρμός. Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι.

Πῶς χορεῖται ἐν γαστρί, ἡ χωρήσασα Θεόν; πῶς γεννᾶται τὸν Χριστόν, ἡ γεννήσασα σαρκὶ; θηλάζει δέ, πῶς ἡ τὸν Κτίστην γάλα θηλάσασα;

Τῆς δεήσεως ἡμῶν, ἐπακούσας ὁ Θεός, γονιμώτατον καρπόν, νῦν δεδώρηται ὑμῖν, πανεύφημοι, Ἰωακείμ τε καὶ Ἄννα σήμερον.

Τὴν ἁγνὴν περιστεράν, συλλαβοῦσα ἐν γαστρί, χαρμονῆς πνευματικῆς, ἐπληρώθη ἀληθῶς, προσάγουσα, χαριστηρίους ᾠδὰς ἡ Ἄννα Θεῷ.

Θεοτοκίον. Τρικυμίαι λογισμῶν, καὶ παθῶν ἐπαγωγαί, καὶ βυθὸς ἁμαρτιῶν, τὴν ἀθλίαν μου ψυχήν, χειμάζουσι· βοήθησόν μοι ἁγία Δέσποινα.

Ἕτερος τῆς Ἁγίας.

Ὁ Εἱρμός. ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

γαλλέσθῳ φαιδρῶς ἡ προμήτωρ ἡμῶν· σήμερον γὰρ δέχεται, χαρᾶς μηνύματα, τὴν λύπην ἀπωθούμενα, τῇ Συλλήψει τῆς μόνης Θεόπαιδος.

Τὸ τῆς δόξης διάδημα πλέκεται, καὶ ἡ ἁλουργὶς ἡ βασίλειος σήμερον, ὑπὲρ ἐλπίδα ἅπασαν, ἐν νηδύϊ ἀκάρπῳ ὑφαίνεται.

δοὺ πᾶσα ἡ κτίσις γεραίρει σου, τὰ ὑπερφυῆ καὶ μεγάλα μυστήρια· σὺ γὰρ ὑπάρχεις Δέσποινα, καὶ βροτῶν καὶ Ἀγγέλων τεράστιον.

δοὺ θείων χαρίτων πηγὴ νοητή, δι’ ἐπαγγελίας τοῦ Κτίστου καὶ χάριτος, ἀναστομοῦσθαι ἄρχεται, ἐν ἀνίκμῳ νηδύϊ ἐκβλύζουσα.

Κοντάκιον τῆς Ἁγίας Ἄννης. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

ορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Ὁ Οἶκος.

Σὺ ὁ τῇ Σάῤῥᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ· σὺ ὁ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου· καὶ νῦν ἐπιδὼν ἐπ’ ἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ, ἡ σώφρων Ἄννα καὶ στείρα, καὶ ἐπήκουσεν αὐτῆς ὁ εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Συναξάριον.
Τῇ θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.

Στίχ. Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις·

          Χαρὰν γάρ, Ἄννα, ἔνδον κοιλίας φέρεις.

          Τῇ δ’ ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.

Κύριος ἡμῶν καὶ Θεός, θέλων ἑτοιμάσαι ἑαυτῷ ναὸν ἔμψυχον καὶ οἶκον ἅγιον εἰς κατοικίαν ἑαυτῷ, τὸν Ἄγγελον αὐτοῦ ἀποστείλας πρὸς τοὺς Δικαίους Ἰωακεὶμ καὶ Ἄνναν, (ἐξ ὧν ἠθέλησε προελθεῖν τὴν κατὰ σάρκα Μητέρα αὐτοῦ,) προεμήνυσε τὴν σύλληψιν τῆς ἀγόνου καὶ στείρας, ἵνα βεβαίωσῃ τῆς Παρθένου τὴν γέννησιν. Ὅθεν συνελήφθη ἡ ἁγία Παρθένος Μαρία, καὶ ἐγεννήθη, οὐχ ὥς τινες λέγουσι, μηνῶν ἑπτά, ἢ χωρὶς ἀνδρός, ἀλλ’ ἐννέα τελείων μηνῶν ἐγεννήθη· καὶ ἐξ ἐπαγγελίας μέν, ἐξ ἀνδρὸς δὲ συναφείας καὶ σπορᾶς. Μόνος γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη ἐκ τῆς ἁγίας Παρθένου Μαρίας ἀποῤῥήτως καὶ ἀνερμηνεύτως, ὡς οἶδε μόνος ἐκεῖνος χωρὶς τῶν τῆς σαρκὸς θελημάτων· καὶ τέλειος ὑπάρχων Θεός, πάντα καὶ τῆς κατὰ σάρκα αὐτοῦ οἰκονομίας τέλεια προσελάβετο, καθὼς καὶ τὴν τῶν ἀνθρώπων φύσιν ἐδημιούργησε καὶ ἔπλασε τὸ κατ’ ἀρχάς.

Ταύτην γοῦν τὴν ἡμέραν πανηγυρίζοαεν, ὡς ἀνάμνησιν ἔχουσαν τῶν ὑπ’ Ἀγγέλου δοθέντων χρησμῶν, τοῦ τὴν ἁγίαν σύλληψιν εὐαγγελισαμένου τῆς ἁγνῆς Θεομήτορος. Οὓς (χρησμοὺς) ἔργα ποιῶν ὁ ἐκ τοῦ μηδενὸς ὑποστήσας τὰ σύμπαντα Θεός, διήγειρε τὴν στειρεύουσαν νηδὺν εἰς καρπογονίαν· καὶ τὴν ἐν ἀπαιδίᾳ τὸν βίον καταγηοάσασαν, παιδοτόκον μητέρα παραδόξως ἐργάζεται, ἄξιον πέρας τῆς δικαίας αἰτήσεως τῶν Δικαίων τοῦτο παρασχών, ἐξ ἧς αὐτὸς ἔμελλε σαρκοβόρος Θεὸς προελθεῖν, εἰς ἀναγέννησιν τοῦ παντός, θυγατέρα τεκεῖν τοὺς σώφρονας εὐδοκήσας, τὴν πρὸ αἰώνων ἐκ πασῶν τῶν γενεῶν προωρισμένην τε καὶ ἐκλελεγμένην. Τελεῖται δὲ αὕτη ἡ Σύναξις ἐν τῷ σεβασμίῳ οἴκῳ τῆς Θεοτόκου, τῷ ὄντι ἐν τοῖς Εὐοράνοις πλησίον τῆς ἁγιωτάτης Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Προφήτιδος Ἄννης, τῆς μητρὸς Σαμουηλ τοῦ Προφήτου.

Στίχ. Τί σοι ἐπαινέσειεν, Ἄννα, τὶς πλέον;

          Τὸ καρτερόφρον, ἢ τὸ τῆς εὐτεκνίας;

ἁγία καὶ μακαρία Ἄννα ἡ προφῆτις ἦν ἐκ πόλεως Ἁρμαθαίμ, ἐξ ὄρους Ἐφραίμ. Αὕτή, συζευχθεῖσα ἀνδρὶ ἐκ φυλῆς Λευΐ, ὄνομα Ἑλκανά, στείρα οὖσα οὐχ ἔτικτε· καὶ λαβὼν ὁ ἀνὴρ αὐτῆς Φενάνναν τὴν ἀντίζηλον αὐτῆς, ἐτεκνογόνησε μετ’ αὐτῆς καὶ ἠγάλλετο. Ἡ δὲ Ἄννα ὠνειδίζετο (ὥσπερ οὐκ ἐξαρκούσης αὐτῇ τῆς ἐπὶ ἀτεκνίᾳ θλίψεως), παρά τε τοῦ ἀνδρὸς καὶ τῆς ἀντιζήλου καὶ πάντων τῶν συγγενῶν καὶ φίλων. Καὶ πολλὰ περὶ τούτου τὸν Θεὸν ἐξαιτησαμένη, ἤνυε πλέον οὐδέν, καί περ τὰς παρὰ τοῦ Νόμου ἐντολὰς ἀεὶ ἀπόνως ἐπιτελοῦσα. Οὕτως οἱ ἅγιοι τὰς ἑαυτῶν αἰτήσεις ὀψέποτε καὶ βραδέως παρὰ Κυρίου ἐλάμβανον.

νελθοῦσα δὲ ἡ Ἄννα μετὰ τοῦ ἀνδρὸς αὐτῆς ἐν Σηλώμ, ἐν ναῷ Θεοῦ Παντοκράτορος, θυσίας τελέσαι διὰ χειρὸς Ἠλεὶ τοῦ ἱερέως, τῶν θυσιῶν τελεσθεισῶν, μίαν μόνην μερίδα ἔλαβε, τῶν λοιπῶν διπλᾶς ἐπιφερομένων τὰς μερίδας, διὰ τὸ μὴ ἔχειν ταύτην υἱὸν ἢ θυγατέρα· καὶ ὑπὲρ τούτου ἐθλίβη μὲν εἰς ὑπερβολήν, οὐκ ἀπέγνω δέ, οὐδὲ συνέπεσε τὸ πρόσωπον αὐτῆς. Ἀλλὰ τί ποιεῖ; τὸν ἄνδρα ἀπολύσασα οἴκαδε, μόνη κατελείβθη ἐν τῷ ναῷ· καὶ τῷ ἐδάφει ἑαυτὴν καταβαλοῦσα, οὕτω προσηύξατο· Κύριε ὁ Θεὸς τῶν πατέρων μου, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν δούλην σου, καὶ τὴν ταπείνωσιν μου, καὶ δῷης μοι καρπὸν κοιλίας σοὶ αὐτὸν δίδωμι τοῦ δουλεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

Τί οὖν ὁ Θεός; παρήκουσε τῆς διήσεως αὐτῆς; οὔμενουν. Ἀλλὰ τί; ἐπειδὴ ὁ Θεὸς μὴ ἀφισταμένην ἐκ τοῦ ναοῦ τὴν Ἄνναν εἶδεν, ἀλλὰ προσευχομένην καὶ ὀχλοῦσαν, οὐ καρπὸν μόνον κοιλίας ὑπέσχετο, ἀλλὰ καὶ τοῦ τεχθησομένου υἱοῦ τὴν προσηγορίαν προσεῖπε. Καὶ λαβοῦσα πληροφορίαν, ἐχεῖθεν κατήρχετο, σκιρτῶσα καὶ εὐφραινομένη. Καὶ συλλαβοῦσα τέτοκε Σαμουὴλ τὸν προφήτην. Καὶ μετὰ τὸ ἀπογαλακτινθῆναι αὐτόν, ἀνέβη σὺν αὐτῷ ἐν Σηλώμ, καὶ προσέπεσε Κυρίῳ τῷ Θεῷ, τὴν εὐχαριστίαν ἀπονέμουσα· καὶ εὐλόγησεν αὐτὴν Ἠλεὶ ὁ ἱερεὺς λέγων· Δῴη σοι ὁ Θεὸς καρπὸν κοιλίας ἕτερον, ἀντὶ Σαμουὴλ τοῦ Υἱοῦ σου. Καὶ τέως λαβοῦσα τὸν υἱὸν κατῆλθε, διὰ τὸ εἶναι αὐτὸν ἔτι σφόδρα νήπιον Ὅτε δὲ μειράκιον γέγονε, λαβοῦσα τοῦτον ἐκ χειρός, ἀνήγαγεν ἐν τῷ ναῷ Κυρίου Παντοκράτορος· καὶ τὴν ὀφειλομένην εὔχὴν τῷ Κυρίῷ ἀποδοῦσα, παρέδωκεν αὐτὸν εἰς χεῖρας Ἠλεὶ τοῦ ἱερέως, ποιήσασα αὐτῷ καὶ Ἐφοὺδ καὶ διπλοΐδα μικράν. Ὁ δὲ ἐλειτούργει Κυρίῳ τῷ Θεῷ ἔμπροσθεν Ἠλεὶ τοῦ ἱερέως· καὶ βλέπουσα ἡ Ἄννα ἠγάλλετο.

Προσθεῖσα δὲ ἔτεκεν ἔτι υἱοὺς τρεῖς, καὶ θυγατέρας τρεῖς. Καὶ ἀνελθοῦσα ἐν τῷ ἱερῷ προσέπεσε τῷ Κυρίῳ ἐξομολογουμένη, καὶ ἀναστᾶσα προσηύξατο ᾠδὴν τοιαύτην λέγουσα· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μοῦ ἐν Θεῷ μου, ἐπλατύνθη τὸ στόμα μου ἐπ’ ἐχθρούς μου, εὐφράνθην ἐν Σωτηρίῳ σου. Καὶ πᾶσαν τὴν ᾠδὴν ἐκελάδητεν ὡς προφῆτις, καὶ μήτηρ προφήτου· διὰ τοῦτο ἔλεγεν· Ὅτι στείρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθενησεν· αὕτη μὲν γὰρ ἐσχίρτα καὶ ἠγαλλιᾶτο ἐπὶ τοῖς ἑπτά. Φενάννα δέ, ἡ ταύτης ἀντίζηλος, ὡσανεὶ πέντε τέκνα ἕχουσα ἢ καὶ ἐλάττω, ἀποστειρωθεῖσα, οὐκ ἔτι ἔτικτεν. Ἡ δὲ Ἄννα, ἐπὶ χρόνους ἱκανοὺς τῷ δε τῷ βίῳ ἀρκέσασα, καὶ τῷ Κυρίῳ ἐξομολογουμένη ἀεὶ καὶ προφητεύουσα μετέβη πρὸς τὰς αἰωνίους μονάς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ ἁγίῳ Ἀντίπα κειμένου.

Στίχ. Ἐξήγαγες γῆς τὸν Στέφανον καὶ βίου·

          Στέφει δὲ δόξης ἐστεφάνωσας, Λόγε.

Οὗτος ὁ ἀρτιφανὴς ἀστὴρ ὑπῆρχε Κωνσταντινουπόλεως γέννημά τε καὶ θρέμμα· πατέρες δὲ αὐτῷ Ζαχαρίας καὶ Θεοφανώ, πάσῃ ἀρετῇ καὶ συνέσει κοσμούμενοι, τὰς οἰκήσεις ποιούμενοι ἐν τῇ τοποθεσίᾳ τοῦ Ζεύγματος, οὐ μακρὰν τοῦ ναοῦ τοῦ Θείου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου. Τοῦτον ἡ μήτηρ ἐγκυμονοῦσα, παντοίας τροφῆς παχυτέρας ἀπείχετο, ἄρτῳ καὶ λαχάνοις καὶ ὕδατι ἀρκουμένη, μέχρι τοῦ τοκετοῦ· τοῦ δὲ παιδὸς τεχθέντος. Σταυρὸς φωτοειδὴς καὶ ὑπέρκαλος ἐν τοῖς στέρνοις αὐτοῦ ὡράθη· ὅπερ σημεῖον τῆς ἐσύστερον γενομένης τοῦ βίου σταυρώσεως γέγονε καὶ δέδεικται. Ἐπεὶ δὲ καὶ σπαργάνοις ἐνειλήθη ὁ παῖς, ἀνάγκη ἦν καὶ μαζὸν ἕλκειν· καὶ εἴγε τῇ μητρὶ δαψιλεστέρας τροφῆς ἐμφορηθῆναι ἔδοξεν, οὐδόλως ἥπτετο τῶν μαστῶν. Πολλάκις δὲ καὶ διὰ δύο ἢ καὶ τριῶν ἡμερῶν τοῦτο συνέβη. Καὶ λοιπὸν ἡ τοῦ παιδὸς τροφὴ τῆς μητρὸς ἦν ἐγκράτεια· Ἐντεῦθεν ἔκπληξις ὁμοῦ καὶ θλίψις εἶχε τοὺς φίλους ἅμα καὶ συγγενεῖς.

Εἶτα βαπτίζεται, ἀπολύεται τῶν σπαργάνων, ἀπογαλακτίζεται, κατὰ λόγον αὐξάνει, εἰς τὴν διατριβὴν τῶν γραμμάτων ἐκπέμπεται, ἃ καὶ προθύμως μετήρχετο καὶ ἦν τοῖς γονεῦσιν ὑποτασσόμενος. Ἐπεὶ δὲ ἐκποδῶν ὁ θεομισὴς ἐγένετο Θεόφιλος, παραυτίκα ἐπὶ τὸν Ἀρχιερατικὸν θρόνον ὁ ἱερὸς καὶ θεῖος Μεθόδιος ψήφῳ θείᾳ ἀνάγεται, καὶ ὁ τίμιος Ζαχαρίας ὁ τοῦ δε πατήρ, ὑπ’ αὐτοῦ χειροτονεῖται πρεσβύτερος, καὶ τῷ τῆς Μεγάλης Ἐκκλησίας κλήρῳ καταλέγεται. Τότε δὲ ὁ θεῖος Στέφανος κείρεται τὴν κόμην τῆς κεφαλῆς, καὶ κληρικὸς τῆς αὐτῆς Ἐκκλησίαν καθίσταται, καὶ τῷ πατρὶ ἀκολουθεῖ εἰς τὴν Μεγάλην Ἐκκλησίαν, ἐνδελεχῶς ἀπιόντι.

Τῷ οὗν ὀκτωκαιδεκάτῳ ἔτει τοῦ παιδός, ὁ πατὴρ τὸν βίον ἀπολιμπάνει· αὐτὸς δὲ ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου καὶ κορυφαίου Πέτρου ἐγκλείσας ἑαυτόν, ἀπρόϊτος ἦν προσευχόμενος, καὶ λαχάνοις ὠμοῖς ἀρκούμενος. Ἐν τούτοις αὐτοῦ πολιτευομένου, μιᾷ τῶν νυκτῶν ἐπιφαίνεται αὐτῷ ὁ τοῦ Κυρίου Ἀπόστολος, καί φησιν· Εἰρήνη σοι, τέκνον· καλὴ σου τῆς προθεσμίας ἡ ἀρχή· ὁ Κύριος ἐνδυναμώσει σε. Εἰτα ἐπὶ τρισὶν ἔτεσιν ἐγκαρτερήσας καθορᾷ τὸν θεῖον καὶ ἱερομάρτυρα Ἀντίπαν αὐτῷ λέγοντα· Εἰρήνη σοι, τέκνον ψάλλε μοι, καὶ οὐ μή σε ἐγκαταλίπω. Ἔκτοτε δὲ ἐπέτεινεν ἑαυτὸν πλέον εἰς προσευχὴν καὶ νηστείαν, ἅπαξ ἢ δὶς τῆς ἑβδομάδος τοῦ λαχάνου μετέχων· κράμβη δὲ ἦν, ἄνευ ἅλατος.

Οὕτως ἑαυτὸν καθαγνίσας, τῆς τοῦ πρεσβυτέρου τιμῆς ἀξιοῦται, πλεῖστα ἐργασάμενος θαύματα. Τῷ δωδεκάτῳ γὰρ ἔτει τῆς βασιλέως τοῦ τῆς εὐσεβοῦς λήξεως Βασιλείου, καὶ τεσσαρακοστῷ τῆς ἡλικίας τοῦ ὁσίου, σεισμὸς μέγας γέγονεν, ὑφ’ οὗ τοῦ ναοῦ τοῦ ἁγίου Ἀντίπα πανταχόθεν διαῤῥαγέντος, ἐξῆλθεν ἐκεῖθεν ὁ ὅσιος, καὶ εἰσῆλθεν ἔν τινι ταφοειδεῖ λάκκῳ. Ἐν ᾧ προσκαρτερήσαντος χρόνους δώδεκα, διεφθάρησαν αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος, καὶ οἱ ὀδόντες ἐχαυνώθησαν, καὶ σχεδὸν ὅλον τὸ σῶμα τοῦ ἁγίου κατελύθη· πάνυ γὰρ ἦν ὁ τόπος ὑπὸ πολλῆς νοτίδος πολιορκούμενος. Καὶ ἀναγκασθεὶς ἐξῆλθε τοῦ λάκκου ὅλος νενεκρωμένος· καὶ ὑπεράνω σανίδας καταστρώσας καὶ τρίχινον ὑποθεὶς σάκκον, ἀνέκλινεν ἑαυτὸν ἄνωθεν τοῦ σάκκου. Εἶτα τὸ Ἀγγελικὸν ὑποδὺς σχῆμα, ὁπόταν ἐν ταῖς δεσποτικαῖς ἑορταῖς τὴν θείαν Λειτουργίαν ἐπετέλει, ἐν τῇ ἀπολύσει μίαν ἰσχάδα ἐλάμβανε, καὶ ὕδατι βραχυτάτῳ τῷ στόματι αὐτοῦ περικλύζων, διέμεινε τούτοις ἀρκούμενος. Οὕτως ὁ μακάριος ἐπὶ πέντε καὶ πεντήκοντα ἔτεσι τὸν ἐπίπονον καὶ τραχὺν τῆς ἀσκήσεως δρόμον διηνυκώς, τῷ ἑβδομηκοστῷ ἔτει τῆς ὅλης αὐτοῦ ζωῆς, ἢ μᾶλλον νεκρώσεως, τὸ Πνεῦμα αὐτοῦ τῷ Κυρίῳ παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Σωσιθέου, Ναρσοῦ καὶ Ἰσαάκ, διὰ ξίφους τελειωθέντων.

Στίχ. Σωσίθεον σωθεῖσιν ἐγγράφει λόγος,

          πὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον.

          Πέρσης κάραν σοι, Χριστέ, Ναρσῆς προσφέρει,

          Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου.

          Πάθους τὸ λεῖπον Ἰσαὰκ Σάῤῥας τέκνου,

          Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῷσον ἡμᾶς. μήν.

Τῶν Ἐγκαινίων. ᾨδὴ ζ'.

Ὁ Εἱρμός. ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Δροσοβόλος μέν, ἡ καμινιαία φλὸξ ἐδείχθη ποτέ, νῦν δέ, ἐξ ἐλαίου χρῖσμα πνευματικόν, ἁγιάζει τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

ς ἐν καμίνῳ, τῇ θεοδόχῳ ταύτῃ, νέᾳ σκηνῇ, πάντες, οἱ ἐξ Ἰσραὴλ του πνευματικοῦ, δροσιζόμενοι βοήσωμεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Οἱ τετρωμένοι, τῷ γλυκυτάτῳ θείῳ ἔρωτι, δεῦτε, ἐν παστάδι ταύτῃ τῇ μυστικῇ, συναφθῶμεν τῷ νυμφίῳ Χριστῷ, Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου κράζοντες.

Θεοτοκίον. Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

Τῆς Ἁγίας.

Ὁ Εἱρμός. Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο οὐδὲ παρηνώχλησε τὸ πῦρ, τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῆς ἀπαιδίας ὄνειδος φυγεῖν, ἱκέτευεν, Ἄννα τὸν Δεσπότην τοῦ παντός· καὶ τῆς αὐτῆς ὁ συμπαθὴς φωνῆς ἀκούσας, τὴν αὐτὸν κυήσασαν, καρπὸν παρέσχεν αὐτῇ, καθὼς ηὐδόκησεν.

Βασιλικὴ πορφύρα ἐν τῇ σῇ, ἀπάρχεται, Ἄννα ἐξυφαίνεσθαι γαστρί· ἣν ὁ Θεὸς καὶ Βασιλεὺς πάντων φορέσας, τοῖς βροτοῖς ὀφθήσεται, καὶ ταπεινώσει ἐχθρούς, τοὺς πολεμοῦντας ἡμᾶς.

Τὸ μύρον τὸ εὐῶδες ἐν γαστρί, συνέλαβες, Ἄννα τὴν τὸ μύρον τῆς ζωῆς, ὑπερφυῶς, εἰσδεξαμένην τὸν Δεσπότην, τὸν πνοαῖς τῆς χάριτος, τὰς διανοίας ἡμῶν εὐωδιάσαντα.

Θεοτοκίον. Ὡς τῆς Τριάδος ἕνα σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθείς, δίχα τροπῆς ἀνθρωπικῶς, πάντας ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.

Ἕτερος τῆς Ἁγίας.

Ὁ Εἱρμός. ντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος.

Κρηπὶς ὑπεστήρικται τῆς σωτηρίας, καὶ βάσις τῆς χάριτος, ἡ τῆς Παρθένου Σύλληψις· ἐν ᾗ ὑπὲρ ἔννοιαν γεννήσεται, τῶν γηγενῶν ἡ ἐλπίς, μελπόντων Χριστῷ διηνεκῶς· Εὐλογητὸς εἶ καὶ ὑπερένδοξος.

Τὸ Ὄρος τὸ ἅγιον ἐπαγγελίᾳ, τοῦ Κτίστου τὴν ὕπαρξιν, σήμερον προμηνύεται, λαμβάνον καὶ ἅπασαν, κατακαλύπτον τὴν γῆν, τρόπῳ τῆς γεννήσεως· διό, τὸν εὐεργέτην Χριστὸν δοξάζομεν.

λύθησαν χάριτι τῆς ἀτεκνίας, οἱ Δίκαιοι σήμερον, καὶ Εὔας τῶν τῆς λύπης δεσμῶν, μηνύματα ἔλαβον, ἀπολυτρώσεως· ὅθεν καὶ τὴν ἔκβασιν Χριστόν, ἐπεκαλοῦντο τὸν τῆς ζωῆς χορηγόν.

Θεοτοκίον. Ὁ ὢν ἀπερίγραπτος ἐν τοῖς ἀχράντοις, κόλποις τοῦ Γεννήτορος, ἐν σοὶ παρθένε ἄχραντε, σαρκὶ περιφέρεται, δι’ οἶκτον ἄφατον· ὅθεν καὶ προσίεται γραφήν, ἐν τῇ εἰκόνι ὁ Ὑπεράγαθος.

Τῶν Ἐγκαινίων. ᾨδὴ η'.

Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σήμερον χιτῶνα νοητόν, ὑφαντὸν ἄνωθεν, ἐκ θείας χάριτος, ἡ Ἐκκλησία σου Κύριε, νύμφη ὥς περ ἐστολίσατο, καὶ τοὺς οἰκείους συγκαλεῖ, πρὸς εὐφροσύνην λαούς· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.

Σήμερον ὁ δεύτερος Ἀδάμ, Χριστὸς ἀνέδειξε, Παράδεισον νοητόν, σκηνὴν ἁγίαν τὴν φέρουσαν, κατὰ ξύλου τοῦ τῆς γνώσεως, τὸ ζωηφόρον τοῦ Σταυροῦ, ὅπλον τοῖς ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Πατρὸς ἐξ ἀνάρχου τὸν Υἱόν, καὶ Πνεῦμα Ἅγιον, μίαν Θεότητα, τελείαν ἄναρχον ἄκτιστον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισί, σέβοντες ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον. Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ· σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Τῆς Ἁγίας.

Ὁ Εἱρμός. ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δαυῒδ ἣν προέφησε, Βασίλισσαν ἰδού, γαστρὶ ὑποδέχομαι, ἡ Ἄννα ἐκβοᾷ, καὶ τέξω τὴν πάντων προστασίαν πιστῶν, τὴν τὸν Βασιλέα, Χριστὸν μέλλουσαν τίκτειν.

γῆ ἣν κατῴκησεν, ὁ γῆς Δημιουργός, τὸ Σκῆπτρον τὸ ἅγιον, ἡ νέα Κιβωτός, ἡ Στάμνος τοῦ Μάννα, ἐν νηδύϊ μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.

Βάτος ἡ ἄφλεκτος, Λυχνία ἡ χρυσῆ, ὁ ἔμψυχος Θάλαμος, Κυρίου τοῦ Θεοῦ, ἡ ἔντιμος Ῥάβδος, ἐν γαστρὶ τῆς μητρός, τῆς αὐτὴν τεκούσης, ἀπάρχεται βλαστάνειν.

Θεοτοκίον. Ἀνάστησον κείμενον, εἰς βάθη με κακῶν· τοὺς νῦν πολεμοῦντάς με, πολέμησον ἐχθρούς· τρωθέντα ἀτόποις, ἡδοναῖς τὴν ψυχήν, ἁγνὴ μὴ παρίδῃς, ἀλλ’ οἴκτειρον καὶ σῷσον.

Ἕτερος τῆς Ἁγίας.

Ὁ Εἱρμός. Κάμινός ποτε, πυρὸς ἐν Βαβυλῶνι, τάς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τύπον τηλαυγῆ, τῆς φύσεως τοῦ γένους, ἡ τῆς στειρώσεως ὑπέφηνεν, Ἄννης ἀπολύτρωσις· Θεοῦ γνῶσιν γὰρ στειρεύουσα, ὑπὲρ ἐλπίδα λέλυται· ἔγνω γὰρ τὸν Δεσπότην, καὶ εὐσεβείας πληθύνει καρπούς.

ρμα τὸ φρικτόν, τοῦ μόνου Βασιλέως, ἐπὶ τῆς γῆς κατασκευάζεται, ἐξ Ἄννης λαμβάνον ἀρχήν· ἐν ᾧ μέλλει ἐποχούμενος, ὁ Κτίστης παραγίνεσθαι, ὅπως με πρός τὸ ὕψος, ἀναβιβάσῃ τῆς χάριτος.

δεν ἐπὶ σοί, παράδοξα ἡ κτίσις, Θεογεννῆτορ ὑπερένδοξε· ξένη σου ἡ Σύλληψις, καὶ ἡ πρόοδος ἐξαίρετος, τοῦ σώματός τε ἅπασα, αὔξησιν γνωρισμάτων, τῆς ἀφθαρσίας ἐμφαίνουσα.

δωρ τὸ ζωῆς, ἐκ σοῦ παρθένε βλύσαν, ὁ Ποιητὴς καὶ συνοχεὺς τοῦ παντός, τῆς πλάνης τῷ καύσωνι, τὸ ἀνθρώπινον φλεγόμενον, ἐδρόσισεν, ἡγίασεν, ἔδειξε καρποφόρον υἱοθετήσας τῇ χάριτι.

Τῶν Ἐγκαινίων. ᾨδὴ θ'.

Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Δεῦτε καθαρᾷ τῇ καρδίᾳ, καὶ νηφαλέᾳ διανοίᾳ, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς Ἐκκλησίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνωμεν.

Χαῖρε καὶ εὐφραίνου ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, σὺν τῷ λαῷ σου κράζουσα· Σὲ Ζωοδότα μεγαλύνομεν.

Τὴν ἐξ ὕψους ἄμυναν Σῶτερ, τῇ Ἐκκλησίᾳ σου παράσχου· ἄλλον γὰρ οὐκ οἶδεν, εἰμὴ σὲ Θεὸν τὸν ῥύστην, τὸν ὑπὲρ ταύτης πάλαι, τὴν σὴν ψυχὴν προθέμενον, ἐν ἐπιγνώσει σὲ δοξάζουσα.

Θεοτοκίον. Δέχου τὰς λιτὰς τοῦ λαοῦ σου, καὶ τῷ Υἱῷ σου Θεοτόκε, πρέσβευε Παρθένε ἐκτενῶς, ἡμᾶς κινδύνων καὶ περιστάσεων, ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε· σὺ γὰρ προστάτις καὶ ἐλπὶς ἡμῶν.

Τῆς Ἁγίας.

Ὁ Εἱρμός. Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

Τὴν ζωοδόχον πηγὴν συλλαμβάνουσα, Ἄννα θεόφρον, χαρὰν νῦν ἀνάλαβε, τὸν Ναὸν τὸν ἅγιον, ἔνδον ἐν κοιλίᾳ σου, εἰσδεχομένη, φωτὶ δικαιοσύνης, ἀστραπτομένη τὸν Κτίστην μεγάλυνον.

ξυνωρὶς ἡ σεπτὴ καὶ ἀοίδιμος, τοῦ πρὸ αἰῶνος Υἱοῦ οἱ προπάτορες, οἱ τοῦ Νόμου φύλακες, ἀκριβεῖς γενόμενοι, οἱ ἀπαρχὴν τῆς χαρᾶς γεγεννηκότες, Ἰωακείμ τε καὶ Ἄννα τιμάσθωσαν.

ν Δανιὴλ Ὄρος μέγα τεθέαται, καὶ Ἰωὴλ Γῆν ἁγίαν ἑώρακε, Πύλην ἀδιόδευτον, ἄλλος ἣν προέφησεν, ἐσφραγισμένην Πηγὴν καὶ θεῖον Πόκον, τὴν Θεοτόκον Παρθένον ὑμνήσωμεν.

Πορφυρὶς ἡ τὸ ἔριον βάψασα, τῆς ἀποῤῥήτου τοῦ Λόγου σαρκώσεως, τὸ Θυμιατήριον τὸ χρυσοῦν, ἡ Τράπεζα, ἐν ᾗ ὁ ἄρτος Χριστὸς ἐναπετέθη, ἡ Θεοτόκος Παρθένος δοξάζεται.

Ἕτερος τῆς Ἁγίας.

Ὁ Εἱρμός. νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

Κροτείτωσαν σήμερον, τῶν Προφητῶν οἱ πρόκριτοι· ἰδοὺ γὰρ αἱ προῤῥήσεις, αὐτῶν τῆς χάριτος, ἄρχονται πληροῦσθαι ἀξίως, ἐν τῇ σεπτῇ, Συλλήψει τῆς μόνης, ἁγνῆς Θεομήτορος, ἐν ᾗ πάντες ἀγαλλόμεθα.

θρόνος ὁ ἔνδοξος, προτίθεται τοῦ Κτίσαντος· ἡ σωτήριος Πύλη, νῦν εὐτρεπίζεται, μόνῳ τῷ Δεσπότῃ καὶ Κτίστῃ, διαβατὴ μόνῳ τηρουμένη, δι’ ἧς εἰσαγόμεθα, εἰς ζωὴν τὴν ἀτελεύτητον.

ημάτων δεήσεως, Ἰωακεὶμ σὺν Ἄννῃ βοᾷ, σὺ ἐπήκουσας μόνος, ὁ ποιητὴς καὶ Θεός· καὶ τῆς ἀτεκνίας τὴν λύσιν, σὺ παρασχών, ῥίζαν ἀφθαρσίας, ἐδωρήσω Κύριε, καὶ ἡμῖν τοῖς σὲ δοξάζουσιν.

κλῖμαξ στηρίζεται, δι’ ἧς ὁ Κτίστης Κύριος, καταβὰς ἀνελκύσει, ἄνω τὴν φύσιν ἡμῶν. Χαίροις οὐρανὲ σὺν Ἀγγέλοις· χαῖρε Θεοῦ, ἡ σύμπασα κτίσις· χαίροις τὸ ἀνθρώπινον γένος, χάριτι θεούμενον.

Θεοτοκίον. Ὑμνῶ σου τὴν ἄφατον, φιλανθρωπίαν Δέσποινα· σὺ γὰρ εἶ φωτισμός μου, σύ μου τὸ καύχημα, σύ μου χορηγὸς τῆς σοφίας, σύ μου χαρά, σύ μου προσδοκία, σύ μου τὸ ὀχύρωμα, τὸ κραταίωμα καὶ στήριγμα.

Ἐξαποστειλάριον τῶν Ἐγκαινίων. Ἐν πνεύματι τῷ Ἱερῷ.

ν τῷ ἀχράντῳ αἵματι, ἐξηγόρασας Λόγε, πανθαύμαστον καὶ πάντιμον, καὶ σεπτὴν Ἐκκλησίαν, ἐγκαίνισον ἐν Πνεύματι, ἀγαθὲ καὶ κάλλυνον, ἀκτῖσι ταῖς θειοτάταις, ὁ τῇ δόξῃ δοξάζων, τοὺς ἀξίως σοῦ Ναοῦ, Ἐγκαίνια ἐκτελοῦντας.

Τῆς Ἁγίας Ἄννης, ὅμοιον.

Εἰσήκουσε τοῦ στεναγμοῦ, τοῦ τῆς σώφρονος Ἄννης, ὁ Κύριος ὡς εὔσπλαγχνος, καὶ παρέσχετο ταύτῃ, τὴν μόνην ἀπειρόγαμον, τὴν τὸ φῶς ἐκλάμψασαν, τοῖς πέρασιν ἀποῤῥήτως· ἣν ὁ θεῖος καὶ κλεινός, καθορῶν Ἰωακείμ, ἠγάσθη καὶ ἐγεγήθει.

Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

τοῦ Θεοῦ σοφία, οἰκοδομεῖ τὸν ἑαυτῆς, οἶκον ἐκ στείρας νηδύος, τὴν Θεοτόκον Μαριάμ· ἣν μακαρίσωμεν πᾶσαι, αἱ γενεαὶ κατὰ χρέος.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

πόθεσθε Ἀδάμ, καὶ Εὔα πᾶσαν λύπην· ἡ μήτηρ τῆς χαρᾶς γάρ, ἐν στείρᾳ παραδόξως, καρπογονεῖται σήμερον.

Προπάτωρ Ἀβραάμ, καὶ πάντες Πατριάρχαι, εὐφραίνεσθε ὁρῶντες, τοῦ Θεοῦ τὴν Μητέρα, ἐκ ῥίζης ὑμῶν φύουσαν.

Χαῖρε Ἰωακείμ καὶ Ἄννα χαῖρε· ὅτι, χαρᾶς καὶ σωτηρίας, τὴν πρόξενον τῷ κόσμῳ, καρπογονεῖτε σήμερον.

Χορὸς τῶν Προφητῶν, ἀγάλλεσθε· ἰδοὺ γάρ, Ἄννα καρπὸν ἐκφύει, δι’ οὗ αἱ προφητεῖαι, ὑμῶν περαιωθήσονται.

Συγχάρητε φυλαί, πᾶσαι τῇ στείρᾳ, Ἄννῃ· ὅτι καρπὸν κοιλίας, ἐκφύει παρ’ ἐλπίδα, ζωῆς ἡμῖν τὴν πρόξενον.

Τὰ πέρατα τῆς γῆς, εὐφραίνεσθε· ἰδοὺ γάρ, τοῦ Κτίστου τῶν ἁπάντων, ἡ Μήτηρ ἐξ ἀκάρπου, γαστρὸς φύεται σήμερον.

Δόξα. Τῶν Ἐγκαινίων. Ἦχος πλ. α'.

ἐπὶ τῶν κόλπων τῶν πατρικῶν, ἐπαναπαυόμενος Λόγε, τὸ Πνεῦμά σου τὸ ἅγιον, ἐγκαίνισον ἐν τῷ Ναῷ, τῷ εἰς τὸ ὄνομά σου ἀνεγηγερμένῳ.

Καὶ νῦν. Ἦχος β'.

Σήμερον ἐκ ῥίζης τοῦ Δαυΐδ, βασιλικὴ Πορφυρὶς ἐκβλαστήσασα, τοῦ Ἰωακεὶμ βλαστάνειν ἀπάρχεται, τὸ ἄνθος τὸ μυστικόν, ἐν ᾧ Χριστὸς ὁ Θεὸς ἡμῶν ἐξήνθησεν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.
Τυπικά, καὶ ἐκ τῶν Κανόνων, ᾨδὴ γ'. καὶ ς'. [2]

Примѣчанія:
[1] Εἰ βούλει ἑορτάσαι ἐντιλέστερον τὴν παροῦσαν ἡμέραν, μετὰ τὸν Προοιμιακόν, στιχολόγησον τὴν α'. στάσιν τοῦ Μακάριος ἀνήρ.
[2] Ἡ Ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ. Καταβασία· «Χριστὸς γεννᾶται...». Κοντάκιον· «Ἑορτάζει σήμερον...». Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Ἁγίας (Γαλ. δ'. 22-27. Λουκ. η'. 16-21). Κοινωνικόν· «Ἀγαλλιᾶσθε δίκαιοι...». («Δίπτυχα τῆς Ἐκκλησίας τῆς Ἕλλαδος: κανονάριον-ἐπετηρὶς, 1995». — Αθήνα: Ἔκδοσις «Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος», 1995. — σελ. 213.)

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 59-68.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0