Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 19.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ Ζ'.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

(Συμπλήρωσις ἀκολουθίας ὑπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.)

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ'. καὶ ψάλλομεν στιχηρὰ Προσόμοια τοῦ Ἁγίου τὰ ἑξῆς. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

βλυσεν ἡ γλῶσσά σου, Ὀρθοδοξίας διδάγματα, ἀμβροσίας ὡς νάματα, κρουνηδὸν Ἀμβρόσιε, καὶ τῆς Ἐκκλησίας, ἤρδευσε πλουσίως, τὰς αὔλακας κατὰ Δαβίδ, καὶ τῷ Σωτῆρι λαμπρὰν προσήγαγε, καρποφορίαν Ὅσιε, τοὺς σωζομένους ἐν χάριτι, ὧν ἀνέχει ὁ πάνσοφος, Αὐγουστῖνος καὶ ἔνθεος.

Ζήλῳ σεμνυνόμενος, ὡς ᾽Ηλιοὺ ὁ θεσπέσιος, προσταγμάτων τοῦ Πνεύματος, βασιλέα ἤλεγξας, τὸν μιαιφονίας, αἵμασι χρανθέντα, καὶ τοῦτον εἴργεις εὐθαρσῶς, ναὸν εἰς θεῖον εἰσελθεῖν Ἅγιε, ὅνπερ καὶ ἐξεπαίδευσας, καὶ θεοφρόνως ἐῤῥύθμισας, εὐσεβῶς πρὸς τὰ κρείττονα, πατρικαῖς ὑποθήκαις σου.

Μέγας ἐχρημάτισας, ἐν Ἱεράρχαις Ἀμβρόσιε, ὡς σοφὸς καὶ ἀκέραιος, δίκαιος καὶ ἄμεμπτος καὶ φωτισμοῦ πλήρης· ἔνθεν Ἐκκλησίας, ὤφθης κλεινὸς νυμφαγωγός, στῦλος ἀκράδαντος καὶ ἑδραίωμα, καὶ λόγῳ τῆς σοφίας σου, αἱρετικῶν τὰ φρυάγματα, καθελὼν ὁμοούσιον, τὴν Τριάδα ἐκήρυξας.

Δόξα. Ἦχος β'.

εραρχίας τὴν διπλοΐδα, ἐνδυσάμενος Ἀμβρόσιε, τῆς Ἐκκλησίας ὑπέρμαχος καὶ φωστὴρ ἀνεδείχθης· παντοδαπῇ γὰρ σοφίᾳ ἐκλάμπων, αἱρετικῶν μὲν τὰς πλοκὰς διεσκέδασας, τῶν εὐσεβῶν δὲ τὰς χορείας ἐν ἤθεσι σεμνοῖς, καὶ ἀληθείας δόγμασι, θεοπρεπῶς ἐπαίδευσας· διὸ πανηγυρίζομεν, τὴν παναοίδιμον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Βίον θεοφιλῆ, Ἀμβρόσιε ἀνύσας, μυσταγωγὸς τῶν θείων ἐδείχθης μυστηρίων, καὶ Ἱεράρχης πάνσοφος.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται [δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Νέκταρ ὡς μυστικόν, τῆς θείας ἀμβροσίας, τῆς χάριτος τὸν λόγον, πηγάζων ἐκ χειλέων, τὴν Ἐκκλησίαν ηὔφρανας.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν [καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν].

λος θεοειδής, Ἀμβρόσιε ὑπάρχων, αἰδέσιμος ὡράθης, ἄναξι καὶ δημόταις, νέμων πᾶσι τὰ πρόσφορα.

Δόξα. Τριαδικόν.

Μίαν σε ἐν τρισίν, οὐσίαν χαρακτῆρσιν, Ἀμβρόσιος ὁ θεῖος, ὑπέρθεε θεότης, ἐνθέως ἀνεκήρυξε.

Καὶ νῦν. Θεοτοκίον.

Μόνην σε τὸν Θεόν, τεκοῦσαν ὑπὲρ φύσιν, καὶ μείνασαν Παρθένον, κηρύττει Θεοτόκε, Ἀμβρόσιος ὁ ἔνδοξος.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ ἀπόλυσις.



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν ς'. καὶ ψάλλομεν τὰ ἑξῆς τοῦ Ἁγίου Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

γεμονίας τὸν θρόνον κατακοσμῶν ἀρεταῖς, ἐξ ἐπιπνοίας θείας, τὸν τῆς ἱεραρχίας, προφρόνως ἐκομίσω· ὅθεν πιστός, οἰκονόμος τῆς χάριτος, ἐν ἀμφοτέροις Ἀμβρόσιε, γεγονώς, διπλοῦν στέφανον κεκλήρωσαι.

ν ἐγκρατείᾳ καὶ πόνοις, καὶ ἀγρυπνίαις πολλαῖς, καὶ προσευχαῖς συντόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκάθηρας θεόφρον· σκεῦος λοιπόν, ἐκλογῆς τῷ Θεῷ ἡμῶν, τοῖς Ἀποστόλοις ὡσαύτως ἀναδειχθείς, ὑπεδέξω τὰ χαρίσματα.

Τὸν εὐσεβῆ Βασιλέα, ἡμαρτηκότα ποτέ, ὡς τὸν Δαυῒδ ὁ Νάθαν, παῤῥησίᾳ ἐλέγξας, Ἀμβρόσιε παμμάκαρ, τοῦτον σαφῶς, ἀφορισμῷ καθυπέβαλες, καὶ μετανοίᾳ παιδεύσας θεοπρεπῶς, συνηρίθμησας τῇ ποίμνῃ σου.

Προσόμοια ἕτερα. Ἦχος πλ. α'. Ὅσιε Πάτερ.

σιε Πάτερ, ἱερώτατε Ἀμβρόσιε, ἡ λύρα ἡ φωνοῦσα, μέλος σωτήριον, δογμάτων ὀρθοδόξων πᾶσιν ἡμῖν, ἡ καταθέλγουσα πιστῶν τὰς ψυχάς, εὔηχος κιθάρα τοῦ Θείου Παρακλήτου, τὸ μέγα ὄργανον τοῦ Θεοῦ, ἡ ἀξιέπαινος σάλπιγξ τῆς Ἐκκλησίας, διειδεστάτη τε πηγὴ τῶν χαρισμάτων, ἐναποπλύνουσα ῥύπον τῶν παθημάτων, Χριστόν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ ὁμόνοιαν εἰρήνην, καὶ μέγα ἔλεος.

σιε Πάτερ, παμμακάριστε Ἀμβρόσιε, συνόδου θεοφόρων, μέσον Πατέρων ὀφθείς, ἐν δύο ταῖς οὐσίαις ἕνα Υἱόν, σάρκα γενόμενον κηρύττεις τρανῶς, ἐξ ἀπειρογάμου ἡμῖν ἐπιφανέντα, τὸν ὁμοούσιον τῷ Πατρί, καὶ συναΐδιον τούτου καὶ συμφυῆ· ὅθεν τὴν βλάσφημον Ἀρείου γλωσσαλγίαν, ἐναπεμώρανας, τοῦ Πνεύματος δυνάμει. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ ὁμόνοιαν εἰρήνην, καὶ μέγα ἔλεος.

σιε Πάτερ, ἀξιάγαστε Ἀμβρόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαράν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, ἐν σοὶ ἐσκήνωσεν ὡς ἄδυτον φῶς· οὗ τῇ ἐνεργείᾳ τὰ πνεύματα τῆς πλάνης, ἀποδιώκεις διὰ παντός, καὶ θεραπεύεις τὰς νόσους καὶ μαλακίας, τῶν προσιόντων σοι ἁπλότητι καρδίας, καὶ ἐκτελούντων σου τὴν μνήμην τὴν φωσφόρον. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ ὁμόνοιαν εἰρήνην, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ'.

Σοφίας τοῖς δόγμασι, κοσμούμενος Ὅσιε, ὑπὲρ ἡλίου αὐγάς, τῇ Ἐκκλησίᾳ ἐξέλαμψας· τῇ καταλλήλῳ γὰρ ζωῇ, τὴν θύραθεν παιδείαν ῥυθμίσας, ἀπ’ οὐρανοῦ ἐδέξω τὸ χάρισμα, καὶ ἱεραρχίας τὴν θείαν ἔλλαμψιν· διὸ τῆς εὐσεβείας, ὑποφήτης γεγονώς, τὴν ἐν Τριάδι μίαν θεότητα, ὀρθοδόξως ἐκήρυξας, αἱρετικῶν σκεδάσας τὰς συστροφάς. Καὶ νῦν τῶν ἀρετῶν δεχόμενος τὸ γέρας, Ἀμβρόσιε μακάριε, ὑπὲρ ἡμῶν ἱκέτευε Χριστόν, Ἱεραρχῶν ἐγκαλλώπισμα.

Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ’ ἡμᾶς καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται, σὺν τῇ Εὔᾳ κράζοντες· ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα. [Κεφ. ι'. 7. γ'. 13.]

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. δ'. 7.]

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. ι'. 32.]

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν. Δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι’ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου· Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου· ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί· καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν. ᾽Ιδιόμελα. Ἦχος α'.

γάλλεται σήμερον, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, ἐν τῇ ἁγίᾳ μνήμῃ σου, Ἱεράρχα Ἀμβρόσιε. Σὺ γὰρ ταύτην κατεκόσμησας, διδασκαλίας λόγῳ, καὶ οὐρανίων δογμάτων, σοφαῖς ἀναπτύξεσι· τὸ γὰρ Παράκλητον Πνεῦμα, ὅλον σε ἐπεσπάσατο, ὡς σκεῦος ἐπάξιον, καὶ ἐργάτην θεόληπτον, τῆς θείας εὐδοκίας. Ὅθεν ποιμαντικῶς διαπρέψας, τὸ δοθέν σοι τάλαντον, ἀληθῶς ἐπηύξησας, δικαιοσύνης τοῖς ἔργοις, καὶ εὐσεβείας τῷ ζήλῳ. Ἐν αὐτοῖς καὶ ἡμᾶς συντήρησον, τῇ πρὸς Χριστὸν πρεσβείᾳ σου, Ἀρχιερέων ἀκροθίνιον.

Ἦχος β'.

Θεοπρεπῆ ἐπαγόμενος βίον, Ἀποστολικὴν ἐπληρώσω ἀξίαν, Ἱερομύστα Ἀμβρόσιε· ἔνθεν λαμπρύνων τὸ δώρημα, ἀρετῶν μὲν ὑποφήτης ἐγένου, Ὀρθοδοξίας δὲ λαμπρὸς ὑπέρμαχος, καὶ τῆς ἐν Μεδιολάνοις Ἐκκλησίας, εὐκλεὴς ἱεροφάντωρ· Χριστὸς γάρ σε ἐδόξασεν, ὁ δοξασθεὶς ἐν τοῖς καμάτοις σου.

Ἦχος γ'.

Τῶν ἀρετῶν σου ἡ ἔλλαμψις, καὶ τῆς σοφίας ὁ πλοῦτος, τῆς Ἐκκλησίας τοὺς υἱούς, φαιδρύνουσιν Ἀμβρόσιε· ὥσπερ νέκταρ ἀμβροσίας γάρ, ἐκ τῶν χειλέων σου ἔβλυσαν, τῆς αἰωνίου ζωῆς τὰ ῥήματα. Τριάδα γὰρ ὁμοούσιον, ἐν μιᾷ θεότητι, ὀρθοδόξως ἐκήρυξας· καὶ τῶν αἱρετικῶν ἐμφράξας τὰ στόματα, τῶν εὐσεβούντων ταῖς ψυχαῖς, τῆς ἀληθείας κατεβάλου τὰ σπέρματα. Ἀλλ’ ὡς τῆς ἄνω δόξης κοινωνός, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος δ'.

ς τοῦ Εὐαγγελίου μυσταγωγὸς καὶ ἐργάτης τῆς ποικίλης τοῦ Πνεύματος χάριτος, οἰκονόμος ἐδείχθης, θεοῤῥῆμον Ἀμβρόσιε· λόγῳ γὰρ διεξάγων, τὴν δοθεῖσάν σοι ἐξουσίαν, τῶν μὲν εὐδρομούντων ὁδηγὸς καὶ ἀλείπτης πέφηνας, τῶν δὲ ἀτακτούντων, παιδευτὴς καὶ ῥυθμιστὴς περιδέξιος· ὅθεν βασιλέα ἀνομήσαντα, πεπαῤῥησιασμένως ἐλέγξας, διορθούμενος ὤφθης, καὶ πατρικῶς αὐτὸν ἐπαιδαγώγησας, τοῖς ἐναρέτοις τρόποις· διό σου τὸ μνημόσυνον, πνευματικῶς ἑορτάζομεν.

Δόξα, Ἦχος πλ, β'.

Τὴν ἀληθῆ δεδεγμένος σοφίαν, τῇ θύραθεν παιδείᾳ, πρὸς ὑπουργίαν τοῦ κρείττονος, σοφῶς ἐχρήσω Ἱεράρχα· τῷ γὰρ θείῳ ὁδηγούμενος Πνεύματι, τῇ καθαρᾷ σου πολιτείᾳ πολλαχῶς διέπρεψας, ὡς τῶν Ἀποστόλων μιμητής· ὅθεν οὐ μόνον, τῆς ἐν Μεδιολάνοις Ἐκκλησίας, φωστὴρ ἐδείχθης, ἀλλὰ καὶ τῆς καθόλου τοιαύτης, ὑφηγητὴς διαπρύσιος. Καὶ νῦν Ἀγγέλοις συνών, καὶ τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, Ἀμβρόσιε Πάτερ, πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις Μεδιολάνων φωστήρ, Ἱεραρχῶν περιφανὲς ἐγκαλλώπισμα, ἀπάσης τῆς Ἐκκλησίας ὁ διαυγὴς ὀφθαλμός, τὸ τῶν Ὀρθοδόξων ἀγαλλίαμα· δοχεῖον τοῦ Πνεύματος, ἀρετῶν ἐνδιαίτημα, δικαιοσύνης, ἀληθοῦς ὑποτύπωσις, τῆς χρηστότητος, εὐκλεὲς στηλογράφημα, στόμα Πνευματοκίνητον, δογμάτων ὀρθότητος, Ὀρθοδοξίας ἡ βάσις, Ἱερομύστα Ἀμβρόσιε· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν [καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν].

Γνώμων δικαιοσύνης φανείς, ἱεραρχίας ἐκληρώσω τὴν ἔλλαμψιν, τῇ ἄνωθεν προμηθείᾳ καὶ σελασφόρος ἀστήρ, ἐναρέτων ἔργων ἐχρημάτισας, σαφῶς τῷ Ποιμνίῳ σου, Ἱεράρχα Ἀμβρόσιε πάντας παιδεύων, διὰ λόγου καὶ πράξεως, πρὸς τὰ κρείττονα, ὡς ποιμὴν γνησιώτατος· ὅθεν ὤφθης αἰδέσιμος, δημόταις καὶ ἄναξιν, ὡς μιμητὴς Ἀποστόλων, καὶ ζήλου θείου ἀνάπλεως· μεθ’ ὧν νῦν δυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, [καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει].

Νέκταρ τῆς ἀθανάτου ζωῆς, ἐκ τῶν χειλέων σου πηγάζει ἐν χάριτι, εὐφραῖνον καὶ κατατέρπον, τὴν Ἐκκλησίαν Χριστοῦ, ὁ τῆς εὐσεβείας λόγος Ὅσιε· ὀρθῶς γὰρ ἐκήρυξας, τὴν Τριάδα τὴν ἄκτιστον, ἐν μιᾷ φύσει, ἀληθῶς ὁμοούσιον, καὶ ὁμόθρονον, θεηγόρῳ σου στόματι· ἔνθεν πρὸς βίον ἔνθεον, καὶ τρόπων χρηστότητα, καὶ ἀρετῶν ἐπιδόσεις, ἡμᾶς ἰθύνεις Ἀμβρόσιε, αἰτούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος δ'.

Τῶν ἀρετῶν περιποιησάμενος τὴν πρᾶξιν, ἱερωσύνῃ τὸν βίον ἐσφράγισας, Ἱεράρχα Ἀμβρόσιε· ὅθεν ἀμφοτέρωθεν εὐδοκιμῶν, τῷ μὲν οἰκείῳ ὑποδείγματι παιδεύεις, μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν· τῷ δὲ λόγῳ τῆς χάριτος μυσταγωγεῖς, τῆς ἐν Χριστῷ οἰκονομίας, τὸ ἀπόῤῥητον μυστήριον· καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.

σαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐπρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ· καὶ Μάγοι πορεύεσθαι ἰδεῖν τὴν Σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, Ὅν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σώζοντα τὸ γένος ἡμῶν.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

ς θεῖος διδάσκαλος, καὶ Ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν, μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε Ὅσιε· λύεις αἱρετιζόντων, τὴν ἀχλὺν τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας, τὴν θεόσδοτον χάριν, ἐν ᾗ τοὺς σὲ γεραίροντας, συντήρει ἀπήμονας.

Θεοτοκίον.

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον τοῦ Ἁγίου Ἀμβροσίου. Ἦχος πλ. β'. Ἀγγελικαὶ δυνάμεις.
(Ποίημα Δ. Γ. Παναγιωτοπούλου.)

Τὸν ἱεράρχην τοῦ Χριστοῦ εὐφημήσωμεν, τῆς Ἐκκλησίας φωστῆρα καὶ καύχημα, Ἀμβρόσιον τὸν τῆς ὀρθοδοξίας στεῤῥὸν ὑπέρμαχον καὶ προστάτην, φιλάνθρωπον ἐν ἔργοις καὶ ἐν Γραφαῖς δυνατόν, ἐλέγχοντα παῤῥησίᾳ, διδάσκαλον ἀρετῶν, τῆς ὑμνῳδίας τεχνουργόν, μύστην τῆς χάριτος.

Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.

ς ἄδυτος ἀστήρ, ἐκ Δυσμῶν ἀναλάμψας, φωτίζεις θαυμαστῶς, νοηταῖς δᾳδουχίαις, Ἀμβρόσιε Πατὴρ ἡμῶν, εὐσεβῶν τὰ πληρώματα· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζομεν ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνοντες. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Λόγος τοῦ Θεοῦ, ἐξ ἁγνῶν σου αἱμάτων, σεσάρκωται Ἁγνή, ὑπὲρ νοῦν ἀσυγχύτως, καὶ ὤρθωσε τὸ σύντριμμα τοῦ Ἀδὰμ ἀγαθότητι· ὅθεν ἅπαντες, ὡς σωτηρίας σε πύλην, μεγαλύνομεν, καὶ τὴν σὴν ἄῤῥητον δόξαν, Παρθένε δοξάζομεν.

Μετὰ τὴν β'. Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

σίως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῷ, σοφίᾳ κοσμούμενος, παντοδαπεῖ ἀληθῶς, παμμάκαρ Ἀμβρόσιε· ὤφθης τῆς Ἐκκλησίας, θεηγόρος ἐκφάντωρ, νέμων ἑνὶ ἑκάστῳ καταλλήλως τὰς δόσεις, ὡς θεῖος οἰκονόμος, τῆς ἄνωθεν χάριτος. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Τὸ ὄρος τὸ ἅγιον, καὶ ἐμφανὲς καὶ σεπτόν, ἐξ οὗ ἐπεδήμησεν, ὁ τῶν ἁπάντων Θεός, σαρκὸς ὁμοιώματι, ὕμνοις μεγαλυνέσθω, ἡ Ἁγνὴ Θεοτόκος· πᾶσι γὰρ ὁμαλίζει, σωτηρίας τὴν τρίβον, προσάγουσα Κυρίῳ τοὺς ταύτῃ προστρέχοντας.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείου Πνεύματος τῇ ἐπιπνοίᾳ, σάλπιγξ εὔηχος, τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Ἀμβρόσιε· καὶ βασιλέων ῥυθμίσας τὸ φρόνημα, Ὀρθοδοξίας τὸν λόγον ἐτράνωσας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον.

Λειμὼν εὔοσμος, τῆς παρθενίας, κλῖμαξ ἔμψυχος οὐρανομήκης, ἀνεδείχθης Θεοτόκε Πανάχραντε, τὸν μὲν Θεὸν ὑπὲρ νοῦν σωματώσασα, τὸν δὲ βροτὸν πρὸς τὰ ἄνω ὑψώσασα· ὅθεν ἅπαντες, ὑμνοῦμεν τὰ μεγαλεῖά σου, αἰτοῦντες διὰ σοῦ τὸ θεῖον ἔλεος.

Τὸ α'. ἀντίφωνον τοῦ δ'. ἤχου καὶ τὸ Προκείμενον, [Ἦχος δ'.] Τὸ στόμα μου λαλήσει σοφίαν [καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν]. Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, [ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην]. Τό, Πᾶσα πνοή.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην. [Κεφ. ι'. 1-9.]

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν'. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

Ἰδιόμελον. Ἦχος πλ. β'.

Χάρις θεία ἐκκέχυται, ἐκ τῶν πηγῶν τοῦ σωτηρίου, τοῖς χείλεσί σου Πάτερ Ἀμβρόσιε· ὅθεν ὑπὲρ μέλι γλυκάζον, καὶ νέκταρ ἀμβροσίας, εὐφραίνουσιν ἡμᾶς, οἱ λόγοι σου πάνσοφε· ποταμοὶ γὰρ ἐκ κοιλίας σου βρύουσιν, ὕδατος ἁλλομένου, κατὰ τὸν θεῖον λόγον, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου... Εἶτα Κύριε ἐλέησον [ιβ'.]

Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς· Τὸν παμμέγιστον Ἀμβρόσιον αἰνέσω. Ποίημα ᾽Ιωσήφ. Ἦχος δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας ᾽Ισραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Ταῖς θείαις, φωτοχυσίαις ὅσιε, καταστραπτόμενος, τὴν φωτοφόρον ταύτην καὶ φαιδράν, καὶ ἁγίαν σου κοίμησιν, τοὺς εὐσεβῶς γεραίροντας, σαῖς ἱκεσίαις φωταγώγησον.

Λόγος, ὁ τοῦ Θεοῦ σοφίας σοι, λόγον δεδώρηται, κεκοσμημένον γλώσσῃ ἀληθεῖ, ἱεράρχα Ἀμβρόσιε, αἱρετιζόντων ἄλογον, ἀποῤῥαπίζοντα κακόνοιαν.

Νοός σου, τὸ ὀπτικὸν πανόλβιε, προκαθηράμενος, τῆς τῶν παθῶν ἀχλύος, δεκτικόν, καθαρῶν ἐπιλάμψεων, τοῦ Παναγίου Πνεύματος, προαπειργάσω παμμακάριστε.

Πανσόφοις, καὶ ἱεροῖς σου δόγμασι, τὴν ἀρειόφρονα, ἀποδιώξας λύμην ὡς ποιμήν, ἐπὶ χλόην ἐποίμανας, ὀρθοδοξίας πάνσοφε, τὰ λογικά σου πίστει θρέμματα.

Θεοτοκίον. Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Ἕτερος Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Θείου Ἀμβροσίου μέγα κλέος ᾄσμασι μέλπω. Ποίημα Θεοφάνους. Ἦχος πλ. δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν ἣν οὐκ ἐθεάσατο· ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν ᾽Ισραήλ· ᾠδὴ δὲ ἀνεμέλπετο· Τῷ Κυρίῳ ἄσωμεν, ἐνδόξως γὰρ δεδόξασται .

Θείῳ φωτί σου, ὑπέρλαμπρε ῞Ηλιε τῆς ἁμαρτίας μου, τὴν ἀχλὺν ἀπέλασον· οἰκτείρεις γὰρ ψυχάς, τῇ ἐμφύτῳ εὐσπλαγχνίᾳ σου, καὶ σκότους ἀπαλλάτεις τῶν παθῶν, τῇ μόνῃ εὐμενείᾳ σου, Παντοκράτορ Κύριε, ὁ μόνος εὐδιάλλακτος.

πὶ τῷ κάλλει, τῶν θείων δογμάτων σου, ἡ Ἐκκλησία φαιδρῶς, Πάτερ ὡραΐζεται· καὶ πίστει ἀσφαλεῖ, πεποικιλμένη δείκνυται, καὶ ὅλη ὡς πλησίον καὶ καλή, ἐκ δεξιῶν παρίσταται, ὀρθοδόξως λάμπουσα, τῆς δόξης τοῦ νυμφίου Χριστοῦ.

ερωσύνης, τοῖς ὅπλοις στομούμενος καὶ θείᾳ δόξῃ τὸν νοῦν Πάτερ ἐλλαμπόμενος, ὡς μάχαιρα πιστῶν, ἐστιλβωμένη δείκνυσαι, καὶ σάλπιγξ τῆς εὐσήμου Ἑορτῆς, τὰ θράση τῶν αἱρέσεων, τιμητικῶς συγκόπτουσα καὶ πάντας διεγείρουσα.

Θεοτοκίον. Ὁ πρὸ αἰώνων, Πατρὶ συναΐδιος, ἐκ σοῦ Θεόνυμφε, σάρκα προσελάβετο, καὶ φύσιν τῶν βροτῶν, θεώσας συνεδόξασε· διό σε σωτηρίας ἀρχηγόν, καὶ κόσμου ἱλαστήριον, Θεοτόκε Δέσποινα, πρὸς τὸν ἐκ σοῦ κεκτήμεθα.

Καταβασία. Χριστὸς γεννᾶται δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί ὅτι δεδόξασται.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Οὑκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Μεμυημένος, Ἱεράρχης ὡς ἔνθεος ὅσιε, πᾶσαν νόησιν Γραφῆς, τοῖς ἀγνοοῦσιν Ἀμβρόσιε, Πάτερ τὰ δυσέφικτα, τρανῶς ἐσάφησας.

Μεγίστην χάριν, πρὸς Θεοῦ δεδεγμένος καὶ δύναμιν, σῆς ἐσθῆτος ἐπαφῇ, ποικίλα πάθη Ἀμβρόσιε, Πάτερ ἐθεράπευσας τῶν προσιόντων σοι.

ν ἀφροσύνῃ, τὴν πρὸς σὲ τὸν φρονήσει ἐμπρέποντα, πλησιάσαι τολμηρῶς, μιαρωτάτην ὁρμήσασαν, θᾶττον ἐθανάτωσας, θείῳ προστάγματι.

Θεοτοκίον. Γένος ἀνθρώπων, ἐκαινούργησας μόνη κυήσασα, τὸν τῆς φύσεως ἡμῶν, Δημιουργόν τε καὶ Κύριον· ὅθεν σε δοξάζομεν, θεοχαρίτωτε.

Ἄλλος.

Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

εῖθρον ἐν καρδίᾳ σου, ἐκ τῶν τοῦ Πνεύματος ὅσιε, χαρισμάτων, βρύει καταρδεῦον, τοὺς τῆς πίστεως αὔλακας.

λον ἀπεκάθηρας, τὸ ὀπτικὸν τοῦ νοῦ ὅσιε, καὶ εἰς ὕψος ἤρθης, θεωρίας τῇ ἐλλάμψει τοῦ Πνεύματος.

Στέφεται τοῖς λόγοις σου, ὥσπερ τιμίοις λίθοις σοφέ, ἡ Ἐκκλησία, καὶ διαιωνίζει τῶν πιστῶν βασιλεύουσα.

Θεοτοκίον. Ἵλεων γενέσθαι μοι, τῷ ἐν πολλαῖς παγέντι ἁγνή, ἁμαρτίαις, τὸν ἐκ σοῦ τεχθέντα, ἀσιγήτως δυσώπησον.

Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Καταβασία. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Κάθισμα, Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Λόγους ζωῆς Πάτερ σοφὲ κεκτημένος, τὰς διανοίας τῶν πιστῶν καταρδεύεις, καὶ καρποφόρους χάριτι δεικνύεις ἀεί· τῶν αἱρετιζόντων δέ, κατακλύζεις τὰς φρένας· χάριν ἀναβλύζων τε, ἰαμάτων ἐκπλύνεις, παθῶν παντοίων ῥύπον ἀληθῶς, ἱερομύστα θεόφρον Ἀμβρόσιε.

Δόξα. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ λόγον.

Τὸν Προφήτην ᾽Ηλίαν ζηλοτυπῶν, ᾽Ιωάννην ὡσαύτως τὸν Βαπτιστήν, ἀνδρείως διήλεγξας, Βασιλεῖς ἀνομήσαντας· ἱεραρχίας θρόνον, ἐνθέως ἐκόσμησας, καὶ θαυμάτων πλήθει, τὸν κόσμον ἐπλούτησας· ὅθεν καὶ ταῖς θείαις, συγγραφαῖς κεχρημένος, πιστοὺς ἐπεστήριξας, καὶ ἀπίστους ἐπέστρεψας, ἱεράρχα Ἀμβρόσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον ῎Ορος τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις τῶν πολλῶν ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

Ἢ Σταυροθεοτοκίον.

ν τῷ πάθει ἐστῶσα τοῦ σοῦ Υἱοῦ, τῷ Σταυρῷ πλησιάζουσα μητρικῶς, δακρύων προσχύσεσι, λουομένη ἐκραύγαζες· Οἴμοι θεῖε Λόγε! πῶς φέρεις ῥαπίσματα, ἐμπτυσμούς καὶ μάστιγας, Σταυρὸν καὶ τὸν θάνατον; ὅμως ὑπὲρ γένους, σωτηρίας βροτείου, ἑκὼν ταῦτα ὑφίστασαι. Οὕτω Σῶτερ φιλάνθρωπε, ἡ Θεοτόκος ἐβόα σοι· ἥν περ προβαλλόμενοι σοί, εἰς πρεσβείαν, Δέσποτα αἰτούμεθα, ἵνα πλουσίως παράσχῃς, ἡμῖν τὰ ἐλέη σου.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Δι’ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

εράρχης ἀνεδείχθης χρισθεὶς τῷ μύρῳ τῷ τῆς ἱερωσύνης, τελειῶν Ἱερέας, πᾶσι τὴν σωτήριον, δωρούμενος κάθαρσιν.

Συνετήρησας τὴν ποίμνην ἐκ πάσης βλάβης, τῶν ἐναντίων μάκαρ, καὶ Ἀρείου τὴν πλάνην, πᾶσαν ἠμαύρωσας, τῷ φέγγει τῶν λόγων σου.

Τῇ τοῦ Πνεύματος δυνάμει τετειχισμένος, τὰ πονηρὰ διώκεις, τῆς κακίας παμμάκαρ, πνεύματα μὴ φέροντα, τὴν σὴν ἐπιτίμησιν.

Θεοτοκίον. Ὁ θελήματι τὰ πάντα δημιουργήσας, δημιουργεῖται θέλων, ἐξ ἁγνῶν σου αἱμάτων, σώζων τοὺς εἰδότας σε, ἁγνὴν Θεομήτορα.

Ἄλλος.

Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

λειμὼν τῶν δογμάτων σου, καὶ θεολαμπής σου βίος πανεύφημε, ὡς συνθέσεως θυμίαμα, κατευωδιάζει τὰς αἰσθήσεις ἡμῶν.

ερεῖον γενόμενος καὶ ἱερουργὸς καὶ κάρπωμα ὅσιε πρακτικῶς ὁλοκαυτώθης Θεῷ, καὶ προσήχθης θῦμα τῇ τραπέζῃ Χριστοῦ.

οὐράνιος Κύριος, ἐν τῷ στερεώματι τῷ τῆς πίστεως, ὡς ἀστέρα σε κατέπηξε, δᾳδουχοῦντα κόσμον τοῖς σοῖς δόγμασι.

Θεοτοκίον. Μὴ τραπεὶς τῇ θεότητι, ὅλον ἑαυτὸν ὁ Λόγος ἐκένωσε, καὶ ἀνθρώποις προσωμίλησεν, ἐκ σοῦ σάρκα Κόρη προσλαβόμενος.

Καταβασία. άβδος ἐκ τῆς ῥίζης ᾽Ιεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Νοῦν λάμποντα φωτί, τῷ ἀΰλῳ κτησάμενος, ἀπήστραψας ἰαμάτων, καὶ θαυμάτων ἀκτῖνας, Ἀμβρόσιε μακάριε.

νήγειρας σαυτὸν, ἱερὸν καταγώγιον, τοῦ Πνεύματος, καταλύσας τοὺς ναοὺς τῶν εἰδώλων, Ἀμβρόσιε θεόπνευστε.

Μεγίστων ἀρετῶν, φωταυγείᾳ λαμπόμενον, ᾐδέσθησαν βασιλεῖς σε, καὶ τὸν ὅρον τῆς γλώττης, τῆς σῆς οὐ παρεσάλευσαν.

Θεοτοκίον. Βουλήματι τὸ πᾶν ὁ σοφῶς ἐργαζόμενος, βουλόμενος ἀναπλάσαι, τοὺς ἀνθρώπους Παρθένε, τὴν σὴν γαστέρα ᾤκησεν.

Ἄλλος.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

ν τῇ θείᾳ σου μνήμῃ, ἱερέων θίασος Πάτερ ἀγάλλεται, καὶ πιστῶν χορεῖαι, σὺν Ἀγγέλοις ἀΰλοις εὐφραίνονται, καὶ τρυφᾷ σκιρτῶσα, πνευματικῶς ἡ Ἐκκλησία, ἐν τοῖς λόγοις σου Πάτερ Ἀμβρόσιε.

Γεωργὸς ἀνεδείχθης, τέμνων τὴν τῆς πίστεως εὐθεῖαν ἄρουραν, καὶ διδασκαλίας, ἐπισπείρων θεόσοφε δόγματα, καὶ αὐξήσας στάχυν, καρποφορεῖς τῇ Ἐκκλησίᾳ τὸν οὐράνιον ἄρτον τοῦ Πνεύματος.

βραὰμ τὴν θυσίαν, καὶ τὴν ἄμεμπτον πίστιν ἐχαρακτήρισας, ᾽Ισαὰκ ὡς ἄλλον, τὴν ψυχὴν θυσιάσαι προθέμενος, τῷ τοῦ Κτίστου πόθῳ· καὶ μὴ τρωθεὶς τῇ ἀπιστίᾳ, ἐχρημάτισας φίλος τοῦ Κτίστου σου.

Θεοτοκίον. Κόσμου οὖσα προστάτις Μῆτερ ἀειπάρθενε, σύ με κυβέρνησον, καὶ ὁδήγησόν με, εἰς εὐθείαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίβους, ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας ἰθύνουσα.

Καταβασία. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

ώμη σου, εὐφημεῖ τὰ σεπτὰ προτερήματα· φωτοειδὴς ὡς ἀστὴρ γάρ, πανταχοῦ θαυμάτων τὰς λαμπηδόνας, Ἱεράρχα, ἐπαφῆκας πιστῶς θαυμαζόμενος.

ρθρίσας, πρὸς Χριστὸν ταῖς ἐκεῖθεν λαμπρότησι, περιηυγάσθης πλουσίως, καὶ φωτὸς ἐπλήσθης τοῦ θειοτάτου, καὶ φωτίζεις, τοὺς πιστῶς σε τιμῶντας ἑκάστοτε.

Σῶμά σου, καὶ ψυχὴν τῷ Θεῷ καθιέρωσας, καὶ δεκτικὴν ἀπειργάσω, χαρισμάτων Πάτερ τὴν σὴν καρδίαν, ἀνενδότως, τῷ γλυκίῳ προσέχουσαν ἔρωτι.

Θεοτοκίον. Ἴασαι τῆς ψυχῆς μου Παρθένε τὰ τραύματα, ἐπισκιάσει σου θείᾳ, καὶ τὸν νοῦν μου λάμπρυνον σκοτισθέντα, ἀμελείᾳ, καὶ κακίᾳ ἐχθροῦ πολεμήτορος.

Ἄλλος.

Ὁ Εἱρμός. λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Λαβὼν τοῦ λόγου σοφέ, τὸ τάλαντον ὡς θεράπων πιστός, καὶ τῇ τραπέζῃ προθείς, ἐπολλαπλασίασας, καὶ τοῦτο προσήγαγες, καθαρὸν σὺν τόκῳ, τῷ Δεσπότῃ σου Ἀμβρόσιε.

λάμπρυνας τὴν στολήν, τὴν ἱερὰν ἐν τοῖς πόνοις σου, καὶ ἀνεδείχθης ποιμήν, ποίμνης λογικῆς σοφέ, ἣν τῇ βακτηρίᾳ σου, τῆς διδασκαλίας, εἰς μονὰς ἐλαύνεις πίστεως.

ζῆλός σου Ἠλιού, ζῆλον μιμεῖται μακάριε· βασιλέα γὰρ πιστόν, χρανθέντα τοῖς αἵμασιν, ἐλέγξας ἀπήλασας, θείων περιβόλων, τὸ αἰδέσιμον φυλάττων Θεοῦ.

Θεοτοκίον. Σκέπην καὶ καταφυγήν, καὶ τεῖχος ὄντως ἀκράδαντον, ἡ πόλις σου σὲ πιστῶς, κεκτημένη Δέσποινα, δυσχερῶν ἐκ θλίψεων, καὶ κινδύνων πάντων, ἐκλυτροῦσαι ταῖς πρεσβείαις σου.

Ὁ Εἱρμός. λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Καταβασία. Σπλάγχνων Ἰωνᾶν ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἶον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Κοντάκιον, Ἦχος γ'. Θείας πίστεως.

Θείοις δόγμασι περιαστράπτων, ἀπημαύρωσας Ἀρείου πλάνην, ἱερομύστα καὶ ποιμὴν ὦ Ἀμβρόσιε· θαυματουργῶν δὲ δυνάμει τοῦ Πνεύματος, πάθη ποικίλα σαφῶς ἐθεράπευσας· Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ Οἶκος.

κ τῆς θεολογικῆς καὶ ὑψηλῆς σοφίας σου, ἔμπλησόν μου τὸν νοῦν, τὸν πτωχὸν καὶ ταλαίπωρον, ὅπως ἀνυμνήσω τὸν βίον σου Πάτερ· οὐ γὰρ ἰσχύσω λόγον προσάξαι σοι, εἰ μὴ σὺ παράσχῃς μοι λόγον καὶ γνῶσιν, ἰσχὺν καὶ σύνεσιν, ὅπως ἐκ τῶν σῶν τὰ σὰ προσφέρω σοι, ἐκεῖθεν ἔχων ἀφορμάς, καὶ στεφανώσω τὴν σεπτὴν καὶ ἁγίαν κορυφήν σου, σὺν τοῖς πιστοῖς ἀνακράζων· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναξάριον.
Τῇ ζ'. τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

Στίχ. Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον.

          Θείας μετέσχεν ἀμβροσίας ἀξίως.

          βδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας.

Ἅγιος Ἀμβρόσιος ἐγεννήθη περὶ τὸ 340 μ.Χ. εἰς τὴν πόλιν Τρέβηρα τῆς Πρωσσίας. Ὁ πατήρ του ὠνομάζετο ἐπίσης Ἀμβρόσιος καὶ ἦτο χριστιανός, ἀνῆκε δὲ εἰς εὐγενῆ οἰκογένειαν, πολλὰ μέλη τῆς ὁποίας κατέλαβον ὑψηλὰ ἐν τῇ πολιτείᾳ ἀξιώματα καὶ ὁ ἴδιος δὲ ὑπῆρξε διοικητὴς τῆς Γαλλίας. Ἀποθανόντος τοῦ πατρὸς τοῦ ἁγίου, ὅτε ἀκόμη ἦτο οὗτος μικρὸν παιδίον, ἡ μήτηρ του ἐγκατεστάθη εἰς Ῥώμην, ἵνα ἐπιμεληθῇ τῆς μορφώσεώς του. Ὁ Ἀμβρόσιος ἀπὸ τῆς μικρᾶς του ἡλικίας ἀπέδειξεν διὰ τῶν πνευματικῶν του χαρισμάτων καὶ τῆς διαγωγῆς του, ὁποίαν ἐν τῇ κοινωνίᾳ ἔμελλε νὰ καταλάβῃ θέσιν. Διεκρίνετο μεταξὺ τῶν συμμαθητῶν τοῦ ὄχι μόνον διὰ τὴν μεγάλην του ἐπιμέλειαν καὶ ἐπίδοσιν εἰς τὴν ἐκμάθησιν τῆς ἑλληνικῆς καὶ λατινικῆς φιλολογίας, τῆς φιλοσοφίας, τῶν νομικῶν καὶ τῶν ἄλλων ἐγκυκλίων μαθημάτων, ἀλλὰ καὶ διὰ τὸ σεμνὸν καὶ σοβαρόν του ἦθος.

Μετὰ λαμπρὰς ἐν Ρώμῃ σπουδὰς μετέβη εἰς Μεδιόλανα, τὸ σημερινὸν Μιλᾶνον καὶ ἤσκησεν ἐκεῖ κατ’ ἀρχὰς τὸ ἐπάγγελμα τοῦ συνηγόρου, ἀγαπώμενος καὶ ἐκτιμώμενος ὑπὸ πάντων. Τοιαύτη δὲ ὑπῆρξεν ἡ εὐδοκίμησίς του ἐν τῇ κοινωνίᾳ, ὥστε ὁ αὐτοκράτωρ τῆς Δύσεως Οὐαλεντιανὸς διώρισεν αὐτὸν τῷ 373 διοικητὴν τῶν ἐπαρχιῶν Λιγυρίας καὶ Αἰμιλίας μὲ ἕδραν τὰ Μεδιόλανα. Ὁ Ἀμβρόσιος δὲν διέψευσε τὰς προσδοκίας τοῦ αὐτοκράτορος καὶ τοῦ λαοῦ, τοῦ ὁποίου ὑπῆρξε πραγματικὸς πατὴρ φιλόστοργος. Ἦτο τὸ ἀντικείμενον τῆς κοινῆς ἀγάπης καὶ ἐμπιστοσύνης, ὡς ἀπεδείχθη ἐφεξῆς.

ποθανόντος δηλ. τοῦ ἐπισκόπου Μεδιολάνων ἤριζον οἱ χριστιανοί, ὄντες διηρημένοι εἰς ὀρθοδόξους καὶ ἀρειανούς, διότι ἑκατέρα τῶν δύο μερίδων ἤθελεν ὁ μέλλων ἐπίσκοπος νὰ ἐκλεγῇ ἐκ τῆς τάξεώς της. Οἱ διὰ τὴν ἐκλογὴν συνελθόντες ἐπίσκοποι εὑρίσκοντο εἰς ἀμηχανίαν, ἠπειλοῦντο δὲ ταραχαὶ καὶ συγκρούσεις, πρὸς πρόληψιν τῶν ὁποίων ὁ Ἀμβρόσιος ὡς διοικητὴς ἦλθεν εἰς τὴν ἀγοράν. Εἰς τὴν δύσκολον αὐτὴν στιγμὴν ἓν παιδίον κατ’ ἔμπνευσιν θείαν ἐφώναξεν «ὁ Ἀμβρόσιος γενέσθω ἐπίσκοπος». Ἤρκεσαν αἱ λέξεις αὔται, ἵνα ἠλεκτρισθῇ ὁλόκληρον τὸ πλῆθος ὀρθοδόξων ἅμα καὶ ἀρειανῶν καὶ ἵνα τὰς ἐπαναλαμβάνῃ ὡς ἐντολὴν τοῦ Θεοῦ. Ὁ Ἀμβρόσιος εὑρέθη εἰς στενόχωρον θέσιν· μετέβη εἰς τὴν ἀγορὰν νὰ τηρήσῃ τὴν τάξιν καὶ ἐξελέγετο ἐπίσκοπος τοσούτῳ μᾶλλον, ὅσῳ οὔτε κἂν εἶχεν εἰσέτι βαπτισθῇ ἀνήκων εἰς τὰς τάξεις τῶν κατηχουμένων. Ἀλλὰ «φωνὴ λαοῦ, φωνὴ Θεοῦ». Καὶ πρὸ τῆς προδήλου ταύτης φωνῆς τοῦ Θεοῦ, ἐκλεγόμενος διὰ τῆς κοινῆς βοῆς λαοῦ καὶ κλήρου, ἠναγκάσθη νὰ ὑποχωρήσῃ καὶ δεχθῇ τὸ προσφερόμενον εἰς αὐτὸν ὑψηλὸν ἀξίωμα τῆς ἀρχιερωσύνης. Ἐβαπτίσθη συντόμως καὶ ἐχειροτονήθη ἐντὸς ὀκτὼ ἡμερῶν εἰς διάκονον καὶ πρεσβύτερον καὶ τῇ 7 Δεκεμβρίου 364 εἰς ἐπίσκοπον.

Ἀμβρόσιος ἐπίσκοπος γενόμενος διένειμε τὴν μεγάλην του περιουσίαν εἰς τοὺς πτωχούς, κρατήσας μόνον τὰ ἀπαραιτήτως ἀναγκαῖα δι’ ἑαυτὸν καὶ τὰ βιβλία του. Ὡς ἐπίσκοπος διεκρίθη μεταξὺ ἄλλων ἰδιαίτατα διὰ τὴν πρὸς τοὺς πτωχοὺς καὶ τοὺς πάσχοντας ἀγάπην του. Πολλάκις ἐπώλει τὸν πολύτιμον διάκοσμον τῶν ναῶν, ἵνα ἐξαγοράζῃ χριστιανοὺς αἰχμαλώτους τῶν εἰδωλολατρῶν. Οἱ ἐχθροί του ἀρειανοὶ κατηγόρησάν ποτε αὐτὸν διὰ τοῦτο· ἀλλ’ ὁ ἐπίγνωσιν βαθεῖαν τῶν ὑποχρεώσεών του ἔχων Ἀμβρόσιος ἀπήντησεν, ὅτι τὴν ψυχὴν τῶν χριστιανῶν αἰχμαλώτων, οἱ ὁποῖοι διέτρεχον τὸν κίνδυνον νὰ ἐκβιασθοῦν νὰ ἀρνηθοῦν τὸν χριστιανισμόν, ἐθεώρει πολυτιμοτέραν τοῦ χρυσοῦ καὶ ἀργυροῦ διακόσμου τῶν ναῶν.

Ἀμβρόσιος τὸ ἀξίωμα τὸ ἐπισκοπικὸν δὲν ἐξέλαβεν ὡς εὐκαιρίαν ἀναπαύσεως, ἀλλ’ ὡς «ἔργον», κατὰ τὸν ἀπ. Παῦλον. Ἐργαζόμενος νυχθημερόν, ἵνα ἐπαρκέσῃ εἰς τὰ ποιμαντορικά του καθήκοντα, ἐπεδόθη ἀμέσως ἀπὸ τῆς χειροτονίας του εἰς τὴν βαθεῖαν μελέτην τῆς ἁγ. Γραφῆς πρὸς τέλειον καταρτισμόν του εἰς τὸ θεῖον κήρυγμα, τὸ ὁποῖον ἐθεράπευσε μετ’ ἰδιαιτέρας ἐπιμελείας μέχρι θανάτου, κηρύττων ἀνελλιπῶς καθ’ ἑκάστην Κυριακὴν καὶ πολλάκις τῆς ἑβδομάδος, ἐνίοτε δὲ καὶ δὶς τῆς ἡμέρας. Γνωρίζων δὲ καλῶς, ὅτι τὸ κήρυγμα τῶν θείων ἀληθειῶν ἄνευ τῆς ὑπὸ τοῦ κηρύττοντος ἐφαρμογῆς αὐτῶν ἐν τῇ ἰδίᾳ ζωῇ οὐδὲν ἢ σχεδὸν οὐδὲν ὠφελεῖ, ἐὰν καὶ δὲν βλάπτῃ ἐνίοτε, ὁ Ἀμβρόσιος ὑπῆρξεν ἡ ζῶσα εἰκὼν τῶν ὑπ’ αὐτοῦ κηρυττομένων ἀληθειῶν. Καὶ τὰς ἀληθείας ταύτας ἐφήρμοζε πάντοτε οὐδέποτε ἀποβλέπων εἰς πρόσωπα, ὅσον δήποτε ὑψηλὰ καὶ ἂν εὑρίσκοντο. Οὐδεμίαν ἐδέχετο ὑποχώρησιν εἰς τὰς ἠθικάς του ἀρχάς, ἀπαράμιλλον δὲ ὑπῆρξε τὸ ἠθικόν του σθένος.

Οὕτως ὅτε ἡ χήρα αὐτοκράτειρα Ἰουλίνη, ἡ προσκείμενη εἰς τὸν ἀρειανισμόν, τὸν ὁποῖον μετὰ πολλῆς ἐπιτυχίας ἐπολέμησε καὶ περιώρισεν ἐν Μεδιολάνοις ὁ Ἀμβρόσιος, ἐζήτησε διὰ τοῦ υἱοῦ της, αὐτοκράτορος Οὐαλεντιανοῦ τοῦ Β', νὰ παραχωρήσῃ εἰς τούς ἀρειανοὺς ναὸν ἔξω της πόλεως εὑρισκόμενον, ὁ ἐπίσκοπος θεωρῶν τὴν τοιαύτην παραχώρησιν καταπρόδοσιν τῶν καθηκόντων του καὶ τῆς ὀρθοδοξίας, ἠρνήθη διαῤῥήδην εἰπῶν «τὰ τοῦ καίσαρος τῷ καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· εἰς τὸν καίσαρα ἀνήκουν τὰ ἀνάκτορα καὶ εἰς τὸν ἱερέα ὁ ναός». Ὁ αὐτοκράτωρ ἔστειλε στρατιώτας, ἵνα συλλάβουν τὸν ἀπειθῆ καὶ ἀτίθασσον ἐπίσκοπον καὶ ἵνα καταλάβουν διὰ τῆς βίας τὸν ναόν. Ὁ Ἀμβρόσιος ἔμεινεν ἀπτόητος· καθ’ ὃν χρόνον οἱ στρατιώται περιεκύκλουν τὸν ναόν, αὐτὸς γαληνιαῖος ἐξηκολούθει τὸ κήρυγμά του, συστήσας εἰς τὸ ἐκκλησίασμα, τὸ ἕτοιμον νὰ προστατεύσῃ τὸν ἐπίσκοπόν του, νὰ μὴ προβάλῃ ἀντίστασιν πρὸς ἀποφυγὴν αἱματοχυσίας. Τοιαύτη ὅμως ἦτο ἡ γοητεία, τοιοῦτον τὸ ἠθικόν του κῦρος καὶ ἡ ἐπιβολή, ὥστε μέρος μὲν τῶν στρατιωτῶν ἠρνήθη, ὅτε ἀντίκρυσε τὸν ἐπίσκοπον, νὰ συμμορφωθῇ πρὸς τὰς διαταγὰς τοῦ αὐτοκράτορος, οὗτος δὲ ὠριμώτερον καὶ ψυχραιμότερον σκεφθείς, προλαμβάνων δὲ καὶ τὴν ἀπειλουμένην στάσιν, ἀνεκάλεσε τὴν διαταγήν του, καὶ ὁ ἐπίσκοπος ἐξῆλθε νικητὴς μὲ τὴν ἐνισχύουσαν χάριν τοῦ Θεοῦ.

λλ’ ἡ βασιλομήτωρ δὲν ἡσύχασε· μετὰ ἓν ἔτος, τῷ 386, ἐξώθησε τὸν αὐτοκράτορα υἱόν της νὰ ἐπαναλάβῃ ἐντονώτερον τὴν ἀπαίτησίν του περὶ παραδόσεως τοῦ ναοῦ εἰς τοὺς ἀρειανούς. Ἀλλ’ ὁ Ἀμβρόσιος ἔμεινε καὶ πάλιν ἀπτόητος καὶ ἀκλόνητος· «ὅταν ὁ ἀσεβὴς βασιλεὺς Ἀχαάβ, ἀπήντησεν, ἐζήτησεν ἀπὸ τὸν Ναβουθὰν νὰ παραδώση εἰς αὐτὸν τὸν ἐκ πατρικῆς κληρονομιᾶς ἀμπελῶνα, ὁ Ναβουθὰν ἠρνήθη· ἀρνοῦμαι, προσέθηκε, νὰ παραδώσω καὶ ἐγὼ τὴν κληρονομίαν τοῦ Χριστοῦ, τὴν κληρονομίαν τῶν πατέρων μου». Ὁ αὐτοκράτωρ ὀργισθεὶς διέταξε τὴν σύλληψιν καὶ ἐξορίαν τοῦ Ἀμβροσίου· ἀλλ’ οὗτος φρουρούμενος ὑπὸ τῶν ἀφοσιωμένων εἰς αὐτὸν χριστιανῶν του ἔμεινε ἐπὶ ἡμέρας ἐντὸς τοῦ ναοῦ, μέχρις οὗ ὁ αὐτοκράτωρ κατιδὼν τοὺς κινδύνους, οὓς ἠπείλει ἡ ἐπιμονή του εἰς τὴν παράνομον ἀξίωσίν του, ἀνεκάλεσε τὴν διαταγήν του.

λως ὅμως ἰδιαιτέρως ἀνεδείχθη καὶ ἔλαμψε τὸ θάῤῥος καὶ τὸ ἠθικὸν κῦρος τοῦ Ἀμβροσίου εἰς τὰς σχέσεις του πρὸς τὸν αὐτοκράτορα τῆς Ἀνατολῆς Θεοδόσιον τὸν Μέγαν, τὸν ὁποῖον γεγονότα πολεμικὰ ἔφεραν εἰς Μεδιόλανα. Ὅτε δηλ. ἐπληροφορήθη ἐν Μεδιολάνοις ὁ Θεοδόσιος τῷ 388, ὅτι οἱ ὀρθόδοξοι χριστιανοὶ τῆς ἐν Μεσοποταμίᾳ πόλεως Καλλίνικον, παρενοχλούμενοι συνεχῶς ὑπὸ τῶν ἀρειανῶν καὶ τῶν ἰουδαίων, ἀπολέσαντες τὴν ὑπομονήν των καὶ ἐν στιγμαῖς παραφορᾶς ἐξ ἀγανακτήσεως ἔκαυσαν τὸν ναὸν τῶν ἀρειανῶν καὶ τὴν συνανωγὴν τῶν Ἰουδαίων, θέλων νὰ τιμωρήσῃ μὲν τὴν αὐτοδικίαν, νὰ ἀποδείξη δέ, ὅτι οἱ ὑπήκοοί του ἀσχέτως θρησκευτικῶν πεποιθήσεων ἦσαν ἴσοι πρὸ αὐτοῦ, δικαιούμενοι τῆς αὐτοκρατορικῆς προστασίας, διέταξεν, ἵνα ὁ ἐπίσκοπος τῆς πόλεως ἀνεγείρῃ ἐξ ἰδίων τὰς πυρποληθείσας οἰκοδομάς. Καὶ ἡ μὲν ἀπόφασις τοῦ αὐτοκράτορος ἦτο δικαία, ἀλλ’ ὑπῆρχε κίνδυνος νὰ ἀποθρασυνθοῦν οἱ αἱρετικοὶ καὶ οἱ ἰουδαῖοι καὶ νὰ ἐπαναλάβουν ζωηρότερον τὰς ὀχλήσεις των, νὰ ταπεινωθῇ δὲ καὶ ἡ Ἐκκλησία Καλλινίκου ἐν τῷ προσώπῳ τοῦ ἐπισκόπου της. Ὁ Ἀμβρόσιος ἐξέθηκε τὰ ἀνωτέρω εἰς τὸν ὠργισμένον αὐτοκράτορα καὶ ἔπεισεν αὐτὸν νὰ ἀνακαλέσῃ τὴν ταπεινωτικὴν διὰ τὴν Ἐκκλησίαν διαταγήν του.

λλ’ ἐπέπρωτο νὰ ἔλθῃ εἰς σύγκρουσιν σφοδρὰν μετ’ αὐτοῦ ἐκ τῆς ἑξῆς αἰτίας, σύγκρουσιν, ἡ ὁποία ἔγινεν ἀφορμὴ νὰ ἀναδειχθῇ τὸ ἠθικὸν μεγαλεῖον τοῦ τε ἐπισκόπου καὶ τοῦ αὐτοκράτορος. Ἐν στάσει τινὶ δηλ. ἐν Θεσσαλονίκῃ τῷ 390 ὁ ὄχλος ἐφόνευσε τὸν στρατηγὸν καὶ ἀνωτέρους ἀξιωματικούς. Ὁ Θεοδόσιος πληροφορηθεὶς τὰ γενόμενα ἐξεμάνη καὶ διέταξε τὴν σκληρὰν τιμωρίαν τῆς πόλεως. Οὕτω παρασυρθεὶς ὁ λαὸς εἰς τὸ ἱπποδρόμων κατεσφάγη, 7.000 δὲ πολιτῶν ἐπλήρωσαν μὲ τὸ αἷμα των τὸν φόνον τοῦ στρατηγοῦ καὶ τῶν ἀξιωματικῶν Ὅταν ὁ Ἀμβρόσιος ἐπληροφορήθη τὰ τῆς ἀγρίας σφαγῆς τόσων πολιτῶν, ὧν τὸ πλεῖστον ἦσαν ἀθῷοι, κατεταράχθη, ἀποστέργων δὲ νὰ συναντήσῃ τὸν αὐτοκράτορα, τοῦ ὁποίου αἱ χεῖρες ἀπέσταζον ἀπὸ τὸ αἷμα, ἀπεμακρύνθη τῶν Μεδιολάνων καταφυγὼν εἰς ἐξοχὴν καὶ ἐκεῖθεν δι’ ἐπιστολῆς του ἤλεγξε τὸν αὐτοκράτορα. «Τὸ ἁμάρτημά σου δὲν ἐξαλείφεται παρὰ μὲ δάκρυα καὶ εἰλικρινῆ μετάνοιαν, ἔγραφεν οὔτε αὖτοι οἱ ἄγγελοι καὶ οἱ ἀρχάγγελοι δύνανται νὰ τὸ συγχωρήσουν μὲ ἄλλον τρόπον. Αὐτὸς ὁ Κύριος δὲν συγχωρεῖ παρὰ μόνον τοὺς μετανοοῦντας. Σὲ συμβουλεύω, σὲ προτρέπω, σὲ παραινῶ· δὲν τολμῶ νὰ τελέσω τὸ Μυστήριον τῆς Θείας Εὐχαριστίας, ἐὰν θελήσῃς νὰ παραστῇς κατ’ αὐτό». Ὁ Θεοδόσιος εὑρέθη εἰς δυσχερῆ θέσιν· ἡ γλῶσσα του ἐπισκόπου ἦτο πολὺ αὐστηρά· τῷ ἀπηγορεύετο ὁ ἐκκλησιασμός. Καὶ τὴν στέρησιν ταύτην ᾐσθάνετο βαθέως, χωρὶς νὰ λάβωμεν ὑπ’ ὄψιν, ὅτι ἐθίγετο καὶ τὸ αὐτοκρατορικόν του ἀξίωμα. Ἐθεώρει ἑαυτὸν καὶ ἀδικούμενον ὑπὸ τοῦ ἐπισκόπου καὶ ἄγαν αὐστηρῶς κρινόμενον, ἀφ’ οὗ ἐνεργήσας ὡς ἐνήργησεν ἐν Θεσσαλονίκῃ εἶχεν ὑπ’ ὄψει τὸ συμφέρον τοῦ Κράτους καὶ τὴν ἐμπέδωσιν τῆς τάξεως. Καὶ μὲ τὰς σκέψεις αὐτάς, ἀπεφάσισε νὰ μὴ λάβῃ ὑπ’ ὄψιν τὰς συστάσεις τοῦ ἐπισκόπου καὶ νὰ μεταβῇ εἰς τὸν ναόν. Ἀλλ’ ὁ Ἀμβρόσιος, πλήρης ζήλου ἱεροῦ καὶ ἄτεγκτος εἰς τὰς ἀποφάσεις του ἐξῆλθεν εἰς τὴν θύραν τοῦ ναοῦ καὶ ἀπηγόρευσε τὴν εἴσοδον εἰς τὸν αὐτοκράτορα· «δὲν ἐννοεῖς φαίνεται, ὦ βασιλεῦ, τῷ εἶπε, τὸ μέγεθος τῆς μιαιφονίας, τὴν ὁποίαν διέπραξας, οὔτε δὲ καὶ μετὰ τὴν πάροδον τοῦ θυμοῦ σου ἀνελογίσθης τὸ τολμηθέν· διότι ἴσως τὸ βασιλικόν σου ἀξίωμα σὲ ἐμποδίζει νὰ ἐννοήσῃς τὴν ἁμαρτίαν. Ἀνάγκη ὅμως νὰ λάβῃς ἐπίγνωσιν τῆς ἀνθρωπινῆς φύσεως, ἡ ὁποία εἶνε θνητὴ καὶ νὰ κατανοήσῃς, ὅτι ἀπὸ χῶμα προερχόμεθα καὶ εἰς χῶμα θὰ ἐπιστρέψωμεν· καὶ νὰ μὴ ἀγνοῇς ἐξαπατώμενος ἀπὸ τὴν ἁλουργίδα τὴν βασιλικὴν τὴν ἀσθένειαν τοῦ ὑπ’ αὐτῆς καλυπτομένου σώματος. Ἄρχεις, ὦ βασιλεῦ, ἀνθρώπων τὴν αὐτὴν μὲ σὲ ἐχόντων φύσιν· ἄρχεις ὁμοδούλων διότι ἕνας εἶνε ὁ δεσπότης καὶ βασιλεὺς ἁπάντων, ὁ τῶν ἁπάντων δημιουργός. Μὲ ποίους λοιπὸν ὀφθαλμοὺς θὰ ἴδῃς τὸν ναὸν τοῦ κοινοῦ δεσπότου; Μὲ ποίους δὲ πόδας θὰ πάτησῃς τὸ ἅγιόν του δάπεδον; Πῶς δὲ θὰ ἐκτείνεις τὰς χεῖρας, ἀποσταζούσας ἀπὸ τὸ ἀδίκως χυθὲν αἷμα; Καὶ πῶς θὰ δεχθῇς ἐντὸς τοιούτων χειρῶν τὸ πανάγιον Σῶμα τοῦ Δεσπότου; Ἢ πῶς θὰ δεχθῇς τὸ τίμιον Αἷμα τοῦ Δεσπότου εἰς στόμα, ἀπὸ τὸ ὁποῖον ἐξῆλθεν ἡ παράνομος διαταγὴ νὰ χυθῇ τόσον αἷμα; Φύγε λοιπὸν καὶ μὴ ἐπιχειρῇς δευτέραν παρανομίαν νὰ προσθέσῃς εἰς τὴν πρώτην καὶ δέξου τὸ ἐπιτίμιον, τὸ ὁποῖον μετ’ ἐμοῦ σοὶ ἐπιβάλλει ἄνωθεν ὁ Θεός, ὁ τῶν ὅλων δεσπότης· τὸ ἐπιτίμιον τοῦτο θὰ σὲ θεραπεύσῃ καὶ θὰ σοὶ ἀποδώσῃ τὴν ὑγείαν της ψυχῆς».

πῆρξε δραματικὴ ἡ σκηνή· αὐτοκράτωρ πανίσχυρος ἠλέγχετο δημοσία παρὰ τοῦ ἐπισκόπου ἐπὶ μιαιφονίᾳ, τῷ ἀπεκλείετο ἡ εἰς τὸν ναὸν εἴσοδος καὶ τῷ ἐπεβάλλετο νὰ συγκαταριθμηθῇ εἰς τὴν τάξιν τῶν μετανοούντων, ἵνα τύχη συγγνώμης. Θεοδόσιος ὁ Μέγας ἐδείχθη τῷ ὄντι μέγας κατὰ τὴν στιγμὴν ταύτην· δὲν ὠργίσθη κατὰ τοῦ τολμηροῦ ἐπισκόπου· ἐν συντριβῇ καρδίας ὑπέμνησεν ἁπλῶς, ὅτι καὶ ὁ Δαυῒδ ἥμαρτέ ποτε διπλοῦν ἁμάρτημα. Ὁ Ἀμβρόσιος ἐπωφελήθη ἀπὸ τοὺς λόγους τούτους καὶ τῷ εἶπε· «Καθὼς λοιπὸν ἐμιμήθης τὸν Δαυῒδ εἰς τὴν ἁμαρτίαν, οὕτω πρέπει νὰ τὸν μιμηθῇς καὶ εἰς τὴν μετάνοιαν». Καὶ ὁ αὐτοκράτωρ τὸν ἐμιμήθη· ὑπετάγη εἰς τὸ παράγγελμα τοῦ ἐπισκόπου· ἀνεχώρησε· καὶ μετὰ ὀκτὼ μῆνας μετανοίας καὶ δακρύων ἐγένετο δεκτὸς εἰς τὴν θείαν κοινωνίαν κατὰ τὴν ἑορτὴν τῶν Χριστουγέννων, ἀφ’ οὗ ἐξωμολογήθη δημοσίᾳ ἐν τῷ ναῷ τὸ ἁμάρτημά του καὶ ἐζήτησε πρηνὴς συγγνώμην παρὰ τοῦ ἐπισκόπου.

ζηλωτὴς ἐπίσκοπος ἀπηγόρευσεν ἐπίσης εἰς τοὺς βασιλεῖς νὰ μένωσιν ἐντὸς τοῦ ἱ. Βήματος, ὡς συνήθιζον ἄχρι τότε, διότι «ἡ βασιλικὴ ἁλουργὶς κάμνει βασιλεῖς καὶ ὄχι ἱερεῖς» καὶ ὤρισε τόπον παραμονῆς των τὸν χῶρον ἔξω ἀμέσως πρὸ τοῦ ἱ. Βήματος.

χων ὑπ’ ὄψιν ὁ Ἀμβρόσιος, τί πολλαὶ πλάναι συμβαίνουσι κατὰ τὰς δίκας καὶ ὅτι πολλοὶ ἀδίκως καταδικάζονται καὶ δὴ καὶ εἰς θάνατον, ἔπεισε τὸν αὐτοκράτορα Γρατιανὸν νὰ ἐκδώσῃ διάταγμα νὰ μὴ ἐκτελῶνται αἱ θανατικαὶ ποιναὶ πρὶν ἢ παρέλθῃ μὴν ἀπὸ τῆς καταδικαστικῆς ἀποφάσεως, ὥστε νὰ μεσολαβῇ χρόνος ἱκανὸς διὰ τὴν ἐπανόρθωσιν γενομένης τυχὸν ἀδικίας.

ἅγιος Ἀμβρόσιος κοσμούμενος μέ ἀμφιλαφῆ θύραθεν καὶ ἐκκλησιαστικὴν μόρφωσιν, διακρινόμενος δὲ ἐπὶ αὐστηρᾷ ὀρθοδοξίᾳ μετεῖχε τῆς γενικωτέρας ἐκκλησιαστικῆς κινήσεως τῆς ἐποχῆς τοῦ δίδων τὴν προσήκουσαν κατεύθυνσιν εἰς αὐτήν, μετέσχε δὲ τῷ 381 τῆς ἐν Ἀκυληΐᾳ Συνόδου καθ’ ἣν καθῃρέθησαν οἱ ἀρειανοὶ ἐπίσκοποι Παλλάδιος καὶ Σεκουδιανός. Τῷ 382 προήδρευσε τῆς ἐν Μεδιολάνοις Συνόδου τῶν ἐπισκόπων της Ἰταλίας κατὰ τῆς αἱρέσεως τοῦ Ἀπολλιναρίου, ἔλαβε δὲ μέρος καὶ εἰς τὴν ἐν Ρώμῃ Σύνοδον τὴν συγκληθεῖσαν ὑπὸ τοῦ πάπα Δαμάσου. Τῷ 391 μετέσχε τῆς ἐν Καπύῃ Συνόδου.

Αἱ ποιμαντορικαι καὶ λοιπαι ἀπασχολήσεις τοῦ Ἀμβροσίου δὲν ἠμπόδιζον αὐτὸν νὰ ἀσχολῆται καὶ εἰς μελέτας ἐπιστημονικὰς καὶ νὰ ἀνάπτυξῃ ἀξιόλογον συγγραφικὴν δρᾶσιν. Συγγράμματα αὐτοῦ εἶνε: 1) Ὁμιλίαι εἰς τὴν ἑξαήμερον· 2) περὶ παραδείσου· 3) περὶ Ἄβελ καὶ Κάϊν· 4) περὶ Νῶε καὶ τῆς κιβωτοῦ· 5) περὶ τοῦ πατριάρχου Ἀβραάμ· 6) περὶ τοῦ ἀγαθοῦ τοῦ θανάτου· 7) περὶ Ἰακὼβ καὶ τῆς μακαρίας ζωῆς· 8) περὶ τοῦ πατριάρχου Ἰωσήφ· 9) περὶ Ἠλιοὺ καὶ νηστείας· 10) περὶ Ναβουθαὶ καὶ τῶν πτωχῶν· 11) περὶ Τωβὶτ ἢ κατὰ τοκιζόντων· 12) δύο ἀπολογίαι τοῦ προφ. Δαυΐδ· 13) ἐξηγήσεις εἰς τινὰς ψαλμούς· 14) ὑπόμνημα εἰς τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον· 15) ὑπόμνημα εἰς τὸ ᾎσμα τῶν ᾈσμάτων· 16) περὶ καθηκόντων τῶν λειτουργῶν· 17) περὶ τῶν χηρῶν· 18) περὶ παρθενίας· 19) πρὸς παρθένον ἐκπεσοῦσαν· 20) περὶ τῶν μυστηρίων· 21) περὶ μετανοίας· 22) περὶ πίστεως· 23) περὶ τοῦ ἁγ. Πνεύματος· 24) περὶ τοῦ μυστηρίου τῆς ἐνσαρκώσεως τοῦ Κυρίου· 25) λόγος περὶ τοῦ θανάτου τοῦ αὐτοκράτορος Θεοδοσίου.

Σῴζονται δὲ καὶ ἐννενήκοντα μία ἐπιστολαί του. Ἀπολεσθέντα ἔργα του εἶνε: ἑρμηνεῖαι εἰς τὸν Ἡσαΐαν καὶ ἄλλους προφήτας, εἰς τὰς Παροιμίας καὶ τὴν Σοφίαν Σολομῶντος.

Ἀμβρόσιος διεκρίθη καὶ ὡς ῥήτωρ ἐκκλησιαστικὸς καὶ ὡς ὑμνογράφος, πολλοὶ δὲ τῶν ὕμνων αὐτοῦ εἶνε ἐν χρήσει ἐν τῇ λατρείᾳ τῆς Δυτ. Ἐκκλησίας.

ἅγιος Ἀμβρόσιος συνέταξε καὶ τὸν τὸ πρῶτον κατὰ τὴν βάπτισιν τοῦ ἱ. Αὐγουστίνου ψαλέντα ὕμνον «Σὲ ὑμνοῦμεν, Σὲ εὐλογοῦμεν, Σοὶ εὐχαριστοῦμεν Κύριε καὶ δεόμεθά σου ὁ Θεὸς ἡμῶν», τὸ ὀλιγόλογον τοῦτο μεγαλούργημα «τὸ χωρὶς φιλολογικὰ στολίδια καὶ πτωχὸν εἰς λέξεις μεγαλοπρεπεῖς, ἀλλ’ ἐν τῇ ἀφελείᾳ του ὡς ἄλλη ἑπτάχρους ἶρις ἅπαντα περιλαμβάνον τὰ εἴδη τῶν προσευχῶν, — αἶνον, εὐλογίαν, εὐχαριστίαν, δέησιν — καὶ ἁπάσας ἐξεικονίζον τὰς στάσεις τῆς ψυχῆς ἐνώπιον τοῦ Ποιητοῦ αὐτῆς».

λλ’ οἱ κόποι, εἰς οὓς ὑπεβάλλετο, ἵνα ἐπαρκέσῃ εἰς τὴν τόσον πολυσχιδῆ του ἐργασίαν καὶ ἡ ἀσκητικὴ ζωή, ἣν διῆγε, κατέβαλον ταχέως τὸν Ἀμβρόσιον καὶ τῇ 4 Ἀπριλίου τοῦ 397, ἡμέρα τῆς Μεγ. Παρασκευῆς, μετὰ ἀρχιερατείαν 23 πολυπόνων ἐτῶν καὶ εἰς ἡλικίαν 57 ἐτῶν παρέδωκε τὸ πνεῦμα καὶ τῇ Κυριακῇ τῆς Ἀναστάσεως ἐτάφη. Ὁ θάνατός του κατελύπησε τοὺς πάντας, ὀρθοδόξους, αἱρετικούς, ἰουδαίους καὶ εἰδωλολάτρας, διότι ὑπῆρξεν εὐεργετικὸς πρὸς πάντας. Εἰς τὴν κηδείαν του προσέτρεξαν οἱ πάντες, φόρον τιμῆς καὶ εὐγνωμοσύνης ἀποτίοντες πρὸς τὸν ἐπίσκοπον, ὁ ὁποῖος ἀνεδείχθη κοινὸς πάντων πατήρ. Ἡ Ἐκκλησία ἐθρήνησε τὴν ἀπώλειαν τοῦ καλοῦ ποιμένος, τοῦ σοφοῦ διδασκάλου, τοῦ σθεναροῦ προασπιστοῦ τῆς ὀρθοδοξίας, τοῦ θαῤῥαλέου προστάτου τῶν πτωχῶν καὶ ἀδικούμενων, τοῦ ἐπισκόπου, ὅστις ἐν τῷ προσώπῳ του παρέσχε ζῶσαν εἰκόνα ἐπισκόπου, ὡς διαγράφει αὐτὴν ὁ ἀπ. Παῦλος, γράφων πρὸς Τιμόθεον. Ἡ Ἐκκλησία κατέταξεν αὐτὸν μεταξὺ τῶν ἁγίων καὶ ὥρισεν ἡμέραν τῆς μνήμης αὐτοῦ τὴν 7 Δεκεμβρίου, ἡμέραν τῆς εἰς ἐπίσκοπον προχειρίσεώς του.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον. Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

θεῖος φθόγγος, τῶν σῶν δογμάτων Πάτερ πάνσοφε, ὥσπερ ἀστραπὴ διῆλθε πᾶσαν τὴν γῆν, καὶ θαυμάτων ἡ ἐπίδειξις, ὡς φῶς ἐξήστραψε, τὰς ἐν ζόφῳ καρδίας λαμπρύνουσα.

Νομοθεσίαις, ταῖς τοῦ Σωτῆρος, σὺ ἑπόμενος, Πάτερ τὸ δοθὲν σοι τάλαντον ἐμμελῶς, ὡς οἰκέτης ἀγαθώτητος, ἐπολλυπλασίασας, δεσποτικῆς χαρᾶς ἀξιούμενος.

ναστομώσας, τὴν θεολόγον σου διάνοιαν, ῥεῖθρα ἱερῶν δογμάτων ποταμηδόν, ἐπαφῆκας καταρδεύοντα, πιστῶν τὸ πλήρωμα, ἱερομύστα Πάτερ Ἀμβρόσιε.

Θεοτοκίον. Ἰδοὺ Παρθένε, ἐν τῇ γαστρί σου σὺ συνέλαβες, λόγον, τοῦ Πατρὸς συνάναρχον καὶ σαρκί, ἀπεκύησας δωρούμενον, πᾶσιν ἀνάκλησιν, τοῖς ἐξ Ἀδὰμ πεσοῦσι Πανάμωμε.

Ἄλλος.

Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

κηλίδωτον ὤφθης, ἀρετῶν θεομάκαρ, ἀξίως ἔσοπτρον, καθαρὰς τὰς ἐμφάσεις, τῆς πίστεως δεικνύον, καὶ φωτίζον τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σοῦ ὁ βίος θεόφρον, ὑποτύπωσις ὤφθη, Ἀρχιερέων σαφῶς, καὶ ὄρος ὀρθοδόξων, τῶν πίστει μελῳδούντων, καὶ Θεῷ ἐκβοώντων ἀεί· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μέτριος μὲν τὸν τρόπον, ὑψηλὸς δὲ τὸν λόγον, πάτερ Ἀμβρόσιε, αἰδέσιμος τὸν βίον, καὶ πίστει ἀνεδείχθης, ἀκλινὴς ἐν τῷ ψάλλειν σε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ, νῦν ἐκδυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καταβασία. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον. Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νεκρώσας τὰ μέλη καὶ νεκρόν, σαρκὸς τὸ φρόνημα, ἀπεργασάμενος, ψυχὴν ἐζώωσας Ὅσιε, καὶ πηγὴν θαυμάτων ἔβλυσας, τοῖς νεκρωθεῖσιν ἐκ παθῶν, ζωὴν παρέχουσαν, τοῖς βοῶσι. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

γνως τὴν μετάθεσιν σοφέ, τὴν ἐκ τοῦ σώματος, θείῳ ἐν Πνεύματι, προφητικώτατα· ταύτην γὰρ, τοῖς συνοῦσι διεσάφησας, καὶ ἐν χαρᾷ πρὸς οὐρανὸν, βοῶν ἀνέδραμες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σῶμα καὶ καρδίαν καὶ τὸν νοῦν, προκαθηράμενος, παθῶν συγχύσεως, πυρφόρον ἔλλαμψιν ἄνωθεν, εἰσεδέξω τὴν τοῦ Πνεύματος, ὥσπερ οἱ θεῖοι μαθηταί, βοῶν Ἀμβρόσιε. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον. Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν τὰ ἐπίγεια Πάναγνε, οὐρανοῖς ἐπισυνάψαντα, καὶ τὴν ἐπίγνωσιν αὐτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἄλλος.

Ὁ Εἱρμός. Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰώνας.

παθείας ὄργανον ἐδείχθης, τῶν παθῶν κοιμίζων τὰς ὀρέξεις, καὶ τὰς καρδίας τῶν πιστῶν, κραυγάζειν διεγεῖρον· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας πρόξενον ἐκτήσω, τὴν τοῦ λόγου δύναμιν παμμάκαρ, δι’ ἧς ἐτράνωσας ἡμῖν, τὸν ἕνα τῆς Τριάδος, ἀῤῥήτως ἐκ Παρθένου, σάρκα προσλαβόντα, βροτοῖς ὁμοουσίως.

αμάτων βρύουσι σταγόνας, τῶν σῶν διδαγμάτων αἱ νεφέλαι, ἐξ ὧν ἀρδεύονται πιστῶν, καρδίαι τῶν βοώντων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον. Μακαρίζει σε Σεμνὴ τάξις Ἀγγέλων, μεγαλύνει σε γηγενῶν φύσις· ἐν σοὶ γὰρ εὕρομεν χαρὰν, οἱ πίστει σε ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς Παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰώνας.

Καταβασία. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους ὡς οὐδὲ πῦρ, τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰώνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

δες γεγονὼς ἐν ἐκστάσει τὰ δι’ αἰῶνος τοῖς Ἁγίοις, Πάτερ ἀποκείμενα γέρα, πρὸς ἃ μετέβης ἀποληψόμενος, τῶν σῶν καμάτων ἔνδοξε, τὰς ἀντιδόσεις εὐφραινόμενος.

ριμος ὡς βότρυς θεόφρον, ληνοῖς τοῖς ἄνω ἐπαξίως, ἀπεθησαυρίσθης πηγάζων, ἀθανασίας οἶνον Ἀμβρόσιε, καὶ ἰαμάτων χάριτας, τοῖς εὐσεβῶς σοι προσπελάζουσιν.

Σοφίᾳ καὶ χάριτι λάμπων, ἱερομύστα καὶ ποιμένων, μέσον ἐξαστράπτεις δογμάτων, ὀρθοδοξίᾳ Πάτερ Ἀμβρόσιε· διὸ πίστει καὶ πόθῳ σε, ὕμνοις ἀξίως μακαρίζομεν.

μεροφαῆ σε ἀστέρα, ἡ Ἐκκλησία κεκτημένη, σκότος διαφεύγει παντοίας, παμμάκαρ πλάνης καὶ ταῖς λαμπρότησι, τῶν ἱερῶν δογμάτων σου, αὐγαζομένη μακαρίζει σε.

Θεοτοκίον. Φωνήν σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου· Χαῖρε τῆς κατάρας ἡ λύσις, δεινῶν παντοίων, χαῖρε ἡ λύτρωσις, ἡ τοὺς βροτοὺς θεώσασα, τῇ ὑπὲρ νοῦν κυοφορίᾳ σου.

Ἄλλος.

Ὁ Εἱρμός. ξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

δείχθης ὡς ἐλαία Πάτερ σοφέ, ἐν τῷ οἴκῳ Κυρίου, κατάκαρπος, ἐξ ἧς σοφῶς, ἔπλησας λαμπάδα τῶν ἀρετῶν, μεθ’ ἧς καὶ εἰσελήλυθας, ἐν τῇ εὐωχίᾳ τῶν οὐρανῶν, ἐν οἷς συναπολαύεις, μετὰ τῶν ἀσωμάτων, τῆς ἀκηράτου καὶ ἀΰλου ζωῆς.

Λιπάνας τὴν ψυχήν σου ταῖς ἀρεταῖς, ἐγκρατείας ἐδείχθης διδάσκαλος, καὶ τῆς σεπτῆς, ἀρχιερωσύνης μυσταγωγός, τοῦ βίου ὑποτύπωσις, καὶ τῆς Ἐκκλησίας φωταγωγός, καὶ στήλη τῶν δογμάτων αἱρέσεων τὴν πλάνην, ἀδιαλείπτως στηλιτεύουσα.

Πεπλήρωκας τὸν δρόμον Πάτερ σοφέ, καὶ τὴν πίστιν τετήρηκας ἄμεμπτον, καὶ εἰς μονάς, ἔφθασας καὶ λήξεις τῶν οὐρανῶν, ἐν οἷς σοι καὶ ἀπόκειται, στέφανος καὶ δόξα τῶν ἀμοιβῶν· ἀλλὰ ταῖς σαῖς πρεσβείαις, οἰκτείρησον καὶ σῶσον, ἐξ ἐπηρείας τὰς ψυχὰς ὑμῶν.

Θεοτοκίον. Ὡράθης ὦ Παρθένε μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθὸν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ὁ Εἱρμός. ξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Καταβασία. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον, Θρόνον Χερουβικὸν τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

ρθοδοξίας πρόμαχος, βάσις τῆς Ἐκκλησίας, Ἀρχιερέων ἔρεισμα, καὶ σοφὸς ποιμενάρχης, Ἀμβρόσιε ἀνεδείχθης, πρὸς νομὰς εὐσεβείας, καθοδηγῶν τὸ ποίμνιον, ἀτιθάσσους ὡς θῆρας ἀποσοβῶν, κακοδόξων φάλαγγας θεοφάντορ, τρανῶν τὸ ὁμοούσιον, τῆς ἁγίας Τριάδος. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Θαῦμα φρικτὸν Πανάμωμε! ὅτι τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα, ὁμοούσιον Λόγον, γεγέννηκας ἀποῤῥήτως· ὅθεν σε Θεοτόκον, ὁμολογοῦμεν Δέσποινα, ἀληθῶς, καὶ κυρίως, ὡς ἀληθῆ, τοῦ Θεοῦ Μητέρα Ἁγνή. Ὃν ἐκδυσώπει, Θεομακάριστε, ὑπὲρ γένους ἀνθρώπων.

Εἰς τοὺς Αἴνους· Ἱστῶμεν στίχους δ'. καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Πάτερ Ἀμβρόσιε παθῶν, τὸν νοῦν καθηράμενος, τῆς ἀπαθείας τὴν ἔλλαμψιν, ἀξίως εἴληφας, καὶ φωτὸς ἐδείχθης, στῦλος προηγούμενος, λαοῦ τοῦ εὐσεβοῦς θείῳ Πνεύματι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Ἀμβρόσιε κανών, εὐσεβείας πέφηνας, Ὀρθοδοξίας θεμέλιος, καὶ στῦλος ἄσειστος καὶ τῆς Ἐκκλησίας, ὄργανον θεόπνευστον, ἐν Πνεύματι λαλοῦν τὰ σωτήρια, καὶ πρὸς ἐπίγνωσιν, τῆς Τριάδος ἄγων ἅπαντας, τοὺς τῇ πλάνῃ, ὑπαχθέντας πρότερον.

Πάτερ Ἀμβρόσιε ὁ σός, ζῆλος ἀνυπέρβλητος, ὁ λόγος δὲ ἐνθεώτατος· ὅθεν ᾐδέσθησαν, τοῦτον οἷα νόμον, θεῖον οἱ ἀνάσσοντες, καλῶς παιδαγωγούμενοι Ὅσιε, ἐπὶ τὰ κρείττονα· διὰ τοῦτο ὡς φωστῆρα σε, ἀληθείας, μέγαν μακαρίζομεν.

Πάτερ Ἀμβρόσιε πηγήν, διδαγμάτων ἔβλυσας, Χριστὸν σοφίας τὴν ἄβυσσον, ἐν σοὶ κτησάμενος· ὅθεν κατακλύζεις, πλάνης τὰ ζιζάνια, καὶ ῥύπους ἐκκαθαίρεις ἑκάστοτε, ψυχῶν μακάριε, καὶ σωμάτων θείᾳ χάριτι, Ἱεράρχης, ὡς θεοειδέστατος.

Δόξα. Ἦχος πλ. α'.

Τὴν ἱεραρχικὴν ἀμπεχόνην σου, τῆς εὐσεβείας ποικίλαις ταῖς χρόαις, λαμπροτέραν ἐτέλεσας, θεοῤῥῆμον Ἀμβρόσιε· ἐν ὁσιότητι γὰρ καὶ δικαιοσύνῃ, τὴν δεδομένην σοι ἀξίαν, καλῶς διαγαγών, ποιμαντικῶς Θεῷ εὐηρέστησας, καὶ τῆς τῶν Ἀποστόλων στάσεως, ἐν οὐρανοῖς ἠξιώθης. Ἀλλ’ ὦ διδασκάλων ἄριστε, καὶ Ποιμένων δόξα, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν κανόνων τοῦ Ἁγίου γ'. καὶ ς'. ᾠδή.

Ὁ Ἀπόστολος.

Προκείμενον.Ἦχος α'. Τὸ στόμα μου λαλήσει σοφίαν [καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν]. Στίχ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, [ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην].

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. [Κεφ. ζ'. 26-28. η'. 1-2.]

δελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν Ἀρχιερεὺς ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ Ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ,ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, ἔχοντας ἀσθένειαν· ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις· τοιοῦτον ἔχομεν Ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.

Ἀλληλούϊα. Ἦχος β'. Στόμα δικαίου μελετήσει σοφίαν, [καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει]. Στίχ. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ [αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ].

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην [ι'. 9-16.]

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα··δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ··ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον [ἔσται δίκαιος. Ἀλληλούϊα].

Μεγαλυνάριον.

Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ· χαίροις τῆς σοφίας, ἡ κιθάρα ἡ ἐμμελής· χαίροις ὑποφῆτα, δογμάτων ὀρθοδόξων, Ἀμβρόσιε παμμάκαρ, Πατέρων καύχημα.

Δίστιχον.

Γερασίμῳ ἔλλαμψον, τῷ σὲ ὑμνοῦντι

μβρόσιε Πάτερ ἀμάρυγμα θεῖον.

Источникъ: Ακολουθία του εν Αγίοις Πατρός ημών Αμβροσίου, Επισκόπου Μεδιολάνων. / Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου. — Εν Αθήναις: Τύποις «Φοίνικος», 1947. — 46 σελ.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0