Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - пятница, 18 августа 2017 г. Сейчасъ на порталѣ посѣтителей - 23.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ Ζ'.
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

ν ἐγκρατείᾳ καὶ πόνοις, καὶ ἀγρυπνίαις πολλαῖς, καὶ προσευχαῖς συντόνοις, τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐκάθηρας θεόφρον· σκεῦος λοιπόν, ἐκλογῆς τῷ Θεῷ ἡμῶν, τοῖς Ἀποστόλοις ὡσαύτως ἀναδειχθείς, ὑπεδέξω τὰ χαρίσματα.

Τὸν εὐσεβῆ Βασιλέα, ἡμαρτηκότα ποτέ, ὡς τὸν Δαυῒδ ὁ Νάθαν, παῤῥησίᾳ ἐλέγξας, Ἀμβρόσιε παμμάκαρ, τοῦτον σαφῶς, ἀφορισμῷ καθυπέβαλες, καὶ μετανοίᾳ παιδεύσας θεοπρεπῶς, συνηρίθμησας τῇ ποίμνῃ σου.

Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Ὅσιε Πάτερ.

σιε Πάτερ, ἱερώτατε Ἀμβρόσιε, ἡ Λύρα φωνοῦσα, μέλος σωτήριον, δογμάτων ὀρθοδόξων πᾶσιν ἡμῖν, ἡ καταθέλγουσα πιστῶν τὰς ψυχάς, εὔηχος Κιθάρα τοῦ θείου Παρακλήτου, τὸ μέγα ὄργανον τοῦ Θεοῦ, ἡ ἀξιέπαινος σάλπιγξ τῆς Ἐκκλησίας, διειδεστάτη τε πηγὴ τῶν χαρισμάτων, ἐναποπλύνουσα ῥύπον τῶν παθημάτων. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

σιε Πάτερ, παμμακάριστε Ἀμβρόσιε, συνόδου θεοφόρων, μέσον Πατέρων ὀφθείς, ἐν δύο ταῖς οὐσίαις ἕνα Υἱόν, σάρκα γενόμενον κηρύττεις τρανῶς, ἐξ ἀπειρογάμου ὑμῖν ἐπιφανέντα, τὸν ὁμοούσιον τῷ Πατρί, καὶ συναΐδιον τούτου καὶ συμφυῆ· ὅθεν τὴν βλάσφημον Ἀρείου γλωσσαλγίαν, ἐναπεμώρανας, τοῦ Πνεύματος δυνάμει. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

σιε Πάτερ, ἀξιάγαστε Ἀμβρόσιε, εὑροῦσα ὡς ἐπόθει, τὴν καθαράν σου ψυχήν, τοῦ Πνεύματος ἡ χάρις τοῦ Παναγίου, ἐν σοὶ ἐσκήνωσεν ὡς ἄδυτον φῶς· οὗ τῇ ἐνεργείᾳ, τὰ πνεύματα τῆς πλάνης, ἀποδιώκεις διὰ παντός, καὶ θεραπεύεις τὰς νόσους καὶ μαλακίας, τῶν προσιόντων σοι ἁπλότητι καρδίας, καὶ ἐκτελούντων σου, τὴν μνήμην τὴν φωσφόρον. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Τίνι ψυχή μου, ἐξωμοίωσαι προκόπτουσα, εἰς χείρω καθ’ ἑκάστην, καὶ προστιθεῖσα ἀεί, σοῖς μώλωψιν εὐήθως τραύματα πλείω, ὡς ὁλοσώματος γενέσθαι πληγή, μὴ ἐνθυμουμένη, ὡς ὁ Κριτὴς ἐγγίζει, ᾧ παραστήσῃ ἀπολαβεῖν, κατὰ τὰς πράξεις εὐθύνας καὶ τιμωρίας; ἀλλ’ ἐπιστρέψασα, πρόσπεσον τῇ Παρθένῳ, κράζουσα· Δέσποινα, πάναγνε μὴ παρίδῃς, τὸν παροργίσαντα Θεὸν τὸν εὐσυμπάθητον, τὸν ἐκ σοῦ διὰ σωτηρίαν, τῶν βροτῶν γεννηθέντα, δι’ εὐσπλαγχνίαν πολλήν.

Ἢ Σταυροθεοτοκίον.

τε τὸν βότρυν, ἀφυτεύτως ὃν ὡς ἄμπελος, ἐβλάστησας, κατεῖδες ξύλῳ κρεμάμενον νυττόμενόν τε λόγχῃ θείαν πλευράν. Τί τοῦτο, ἔλεγες; Υἱὲ καὶ Θεέ; πῶς ὁ νόσους πάσας, καὶ πάθη θεραπεύων, πάθος ὑφίστασαι, ἀπαθὴς κατὰ φύσιν ὑπάρχων τὴν θεϊκήν; τί σοι ἀχάριστος λαὸς τῷ εὐεργέτῃ, ταῦτα ἀπέδωκεν ἀντ’ εὐεργετημάτων; Παρθένε ἄχραντε, ἀλλὰ τοῖς τούτου πάθεσι, τῶν παθῶν με ἐλευθερῶσαι, ἐκδυσώπει ἀπαύστως, ὅπως δοξάζω σε.

Ἀπολυτίκιον. Ἦχος δ'.

Κανόνα πίστεως [καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Ἀμβρόσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν].

Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου εἰς ς'. οὗ ἡ Ἀκροστιχίς· Τὸν παμμέγιστον Ἀμβρόσιον αἰνέσω. Ἰωσήφ. Ἦχος δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. Θαλάσσης τὸ Ἑρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Ταῖς θείαις φωτοχυσίαις ὅσιε, καταστραπτόμενος, τὴν φωτοφόρον ταύτην καὶ φαιδράν, καὶ ἁγίαν σου κοίμησιν, τοὺς εὐσεβῶς γεραίροντας, σαῖς ἱκεσίαις φωταγώγησον.

Λόγος ὁ τοῦ Θεοῦ σοφίας σοι, λόγον δεδώρηται, κεκοσμημένον γλώσσῃ ἀληθεῖ, ἱεράρχα Ἀμβρόσιε, αἱρετιζόντων ἄλογον [1], ἀποῤῥαπίζοντα κακόνοιαν.

Νοός σου τὸ ὀπτικὸν πανόλβιε, προκαθηράμενος, τῆς τῶν παθῶν ἀχλύος δεκτικόν, καθαρῶν ἐπιλάμψεων, τοῦ Παναγίου Πνεύματος, προαπειργάσω παμμακάριστε.

Πανσόφοις καὶ ἱεροῖς σου δόγμασι, τὴν ἀρειόφρονα, ἀποδιώξας λύμην ὡς ποιμήν, ἐπὶ χλόην ἐποίμανας, ὀρθοδοξίας πάνσοφε, τὰ λογικά σου πίστει θρέμματα.

Θεοτοκίον. Ἀσπόρως τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Ἕτερος Κανὼν τοῦ αὐτοῦ, οὗ ἡ Ἀκροστιχίς· Θείου Ἀμβροσίου μέγα κλέος ᾄσμασι μέλπω. Θεοφάνους. Ἦχος πλ. δ'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. κεκομμένη, τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο· ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ· ᾠδὴ δὲ ἀνεμέλπετο· Τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται.

Θείῳ φωτί σου, ὑπέρλαμπρε Ἥλιε, τῆς ἁμαρτίας μου, τὴν ἀχλὺν ἀπέλασον· οἰκτείρεις γὰρ ψυχάς, τῇ ἐμφύτῳ εὐσπλαγχνίᾳ σου, καὶ σκότους ἀπαλλάττεις τῶν παθῶν, τῇ μόνῃ εὐμενίᾳ σου, Παντοκράτορ Κύριε, ὁ μόνος εὐδιάλλακτος.

πὶ τῷ κάλλει, τῶν θείων δογμάτων σου, ἡ Ἐκκλησία φαιδρῶς, Πάτερ ὡραΐζεται· καὶ πίστει ἀσφαλεῖ, πεποικιλμένη δείκνυται, καὶ ὅλη ὡς πλησίον καὶ καλή, ἐκ δεξιῶν παρίσταται, ὀρθοδόξως λάμπουσα, τῆς δόξης τοῦ νυμφίου Χριστοῦ.

ερωσύνης, τοῖς ὅπλοις στομούμενος, καὶ θείᾳ δόξῃ τὸν νοῦν, Πάτερ ἐλλαμπόμενος, ὡς μάχαιρα πιστῶν, ἐστιλβωμένη δείκνυσαι, καὶ σάλπιγξ τῆς εὐσήμου Ἑορτῆς, τὰ θράση τῶν αἱρέσεων, τμητικῶς συγκόπτουσα, καὶ πάντας διεγείρουσα.

Θεοτοκίον. Ὁ πρὸ αἰώνων, Πατρὶ συναΐδιος, ἐκ σοῦ Θεόνυμφε, σάρκα προσελάβετο καὶ φύσιν τῶν βροτῶν, θεώσας συνεδόξασε· διό σε σωτηρίας ἀρχηγόν, καὶ κόσμου ἱλαστήριον, Θεοτόκε Δέσποινα, πρὸς τὸν ἐκ σοῦ κεκτήμεθα.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Μεμυημένος, Ἱεράρχης ὡς ἔνθεος ὅσιε, πᾶσαν νόησιν Γραφῆς, τοῖς ἀγνοοῦσιν Ἀμβρόσιε, Πάτερ τὰ δισέφικτα, τρανῶς ἐσάφησας.

Μεγίστην χάριν, πρὸς Θεοῦ δεδεγμένος καὶ δύναμιν, σῆς ἐσθῆτος ἐπαφῇ, ποικίλα πάθη Ἀμβρόσιε, Πάτερ ἐθεράπευσας, τῶν προσιόντων σοι.

ν ἀφροσύνῃ, τὴν πρὸς σὲ τὸν φρονήσει ἐμπρέποντα, πλησιάσαι τολμηρῶς, μιαρωτάτην ὁρμήσασαν, θᾶττον ἐθανάτωσας, θείῳ προστάγματι.

Θεοτοκίον. Γένος ἀνθρώπων, ἐκαινούργησας μόνη κυήσασα, τὸν τῆς φύσεως ἡμῶν, Δημιουργόν τε καὶ Κύριον· ὅθεν σε δοξάζομεν, θεοχαρίτωτε.

Ἄλλος.

Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

εῖθρον ἐν καρδίᾳ σου, ἐκ τῶν τοῦ Πνεύματος ὅσιε, χαρισμάτων, βρύει καταρδεῦον, τοὺς τῆς πίστεως αὔλακας.

λον ἀπεκάθηρας, τὸ ὀπτικὸν τοῦ νοῦ ὅσιε, καὶ εἰς ὕψος ἤρθης, θεωρίας, τῇ ἐλλάμψει τοῦ Πνεύματος.

Στέφεται τοῖς λόγοις σου, ὥσπερ τιμίοις λίθοις σοφέ, ἡ Ἐκκλησία, καὶ διαιωνίζει, τῶν πιστῶν βασιλεύουσα.

Θεοτοκίον. Ἵλεων γενέσθαι μοι, τῶν ἐν πολλαῖς παγέντι ἁγνή, ἁμαρτίαις, τὸν ἐκ σοῦ τεχθέντα, ἀσιγήτως δυσώπησον.

Ὁ Εἱρμός. Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Λόγους ζωῆς Πάτερ σοφὲ κεκτημένος, τὰς διανοίας τῶν πιστῶν καταρδεύεις, καὶ καρποφόρους χάριτι δεικνύεις ἀεί· τῶν αἱρετιζόντων δέ, κατακλύζεις τὰς φρένας· χάριν ἀναβλύζων τε, ἰαμάτων ἐκπλύνεις, παθῶν παντοίων ῥύπον ἀληθῶς, ἱερομύστα θεόφρον Ἀμβρόσιε.

Δόξα, Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὸν Προφήτην Ἠλίαν ζηλοτυπῶν, Ἰωάννην ὡσαύτως τὸν Βαπτιστήν, ἀνδρείως διήλεγξας, βασιλεῖς ἀνομήσαντας· ἱεραρχίας θρόνον, ἐνθέως ἐκόσμησας, καὶ θαυμάτων πλήθει, τὸν κόσμον ἐπλούτησας· ὅθεν καὶ ταῖς θείαις, συγγραφαῖς κεχρημένος, πιστοὺς ἐπεστήριξας, καὶ ἀπίστους ἐπέστρεψας, ἱεράρχα Ἀμβρόσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

Ἢ Σταυροθεοτοκίον.

ν τῷ πάθει ἑστῶσα τοῦ σοῦ Υἱοῦ, τῷ Σταυρῷ πλησιάζουσα μητρικῶς, δακρύων προσχύσεσι, λουομένη ἐκραύγαζες· Οἴμοι θεῖε Λόγε! πῶς φέρεις ῥαπίσματα, ἐμπτυσμούς καὶ μάστιγας, Σταυρὸν καὶ τὸν θάνατον; ὅμως ὑπὲρ γένους, σωτηρίας βροτείου, ἑκὼν ταῦτα ὑφίστασαι. Οὕτω Σῶτερ φιλάνθρωπε, ἡ Θεοτόκος ἐβόα σοι· ἥνπερ προβαλλόμενοι, σοὶ εἰς πρεσβείαν, Δέσποτα αἰτούμεθα, ἵνα πλουσίως παράσχῃς, ἡμῖν τὰ ἐλέη σου.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Δι’ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

εράρχης ἀνεδείχθης χρισθεὶς τῷ μύρῳ, τῷ τῆς ἱερωσύνης, τελειῶν Ἱερέας, πᾶσι τὴν σωτήριον, δωρούμενος κάθαρσιν.

Συνετήρησας τὴν ποίμνην ἐκ πάσης βλάβης, τῶν ἐναντίων μάκαρ, καὶ Ἀρείου τὴν πλάνην, πᾶσαν ἀπημαύρωσας, τῷ φέγγει τῶν λόγων σου.

Τῇ τοῦ Πνεύματος δυνάμει τετειχισμένος, τὰ πονηρὰ διώκεις, τῆς κακίας παμμάκαρ, πνεύματα μὴ φέροντα, τὴν σὴν ἐπιτίμησιν.

Θεοτοκίον. Ὁ θελήματι τὰ πάντα δημιουργήσας, δημιουργεῖται θέλων, ἐξ ἁγνῶν σου αἱμάτων, σῴζων τοὺς εἰδότας σε, ἁγνὴν Θεομήτορα.

Ἄλλος.

Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

λειμὼν τῶν δογμάτων σου, καὶ θεολαμπής σου βίος πανεύφημε, ὡς συνθέσεως θυμίαμα, κατευωδιάζει τὰς αἰσθήσεις ἡμῶν.

ερεῖον γενόμενος, καὶ ἱερουργὸς καὶ κάρπωμα ὅσιε, πρακτικῶς ὡλοκαυτώθης Θεῷ, καὶ προσήχθης θῦμα τῇ τραπέζῃ Χριστοῦ.

οὐράνιος Κύριος, ἐν τῷ στερεώματι τῷ τῆς πίστεως, ὡς ἀστέρα σε κατέπηξε, δᾳδουχοῦντα κόσμον τοῖς σοῖς δόγμασι.

Θεοτοκίον. Μὴ τραπεὶς τῇ θεότητι, ὅλον ἑαυτὸν ὁ Λόγος ἐκένωσε, καὶ ἀνθρώποις προσωμίλησεν, ἐκ σοῦ σάρκα Κόρη προσλαβόμενος.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Νοῦν λάμποντα φωτί, τῷ ἀΰλῳ κτησάμενος, ἀπήστραψας ἰαμάτων, καὶ θαυμάτων ἀκτῖνας, Ἀμβρόσιε μακάριε.

νήγειρας σαυτόν, ἱερὸν καταγώγιον, τοῦ Πνεύματος καταλύσας, τοὺς ναοὺς τῶν εἰδώλων, Ἀμβρόσιε θεόπνευστε.

Μεγίστων ἀρετῶν, φωταυγείᾳ λαμπόμενον, ᾐδέσθησαν βασιλεῖς σε, καὶ τὸν ὅρον τῆς γλώττης, τῆς σῆς οὐ παρεσάλευσαν.

Θεοτοκίον. Βουλήματι τὸ πᾶν, ὁ σοφῶς ἐργαζόμενος, βουλόμενος ἀναπλάσαι, τοὺς ἀνθρώπους Παρθένε, τὴν σὴν γαστέρα ᾤκησεν.

Ἄλλος.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

ν τῇ θείᾳ σου μνήμῃ, ἱερέων θίασος Πάτερ ἀγάλλεται, καὶ πιστῶν χορεῖαι, σὺν Ἀγγέλοις ἀΰλοις εὐφραίνονται, καὶ τρυφᾷ σκιρτῶσα, πνευματικῶς ἡ Ἐκκλησία, ἐν τοῖς λόγοις σου Πάτερ Ἀμβρόσιε.

Γεωργὸς ἀνεδείχθης, τέμνων τὴν τῆς πίστεως εὐθεῖαν ἄρουραν, καὶ διδασκαλίας, ἐπισπείρων θεόσοφε δόγματα· καὶ αὐξήσας στάχυν, καρποφορεῖς τῇ Ἐκκλησίᾳ, τὸν οὐράνιον ἄρτον τοῦ Πνεύματος.

βραὰμ τὴν θυσίαν, καὶ τὴν ἄμεμπτον πίστιν ἐχαρακτήρισας, Ἰσαὰκ ὡς ἄλλον, τὴν ψυχὴν θυσιάσαι προθέμενος, τῷ τοῦ Κτίστου πόθῳ· καὶ μὴ τρωθεὶς τῇ ἀπιστίᾳ, ἔχρημάτισας φίλος τοῦ Κτίστου σου.

Θεοτοκίον. Κόσμου οὖσα προστάτις Μῆτερ ἀειπάρθενε, σύ με κυβέρνησον, καὶ ὁδήγησόν με, εἰς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης τρίβους, ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας ἰθύνουσα.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

ώμη σου, εὐφημεῖ τὰ σεπτὰ προτερήματα· φωτοειδὴς ὡς ἀστὴρ γάρ, πανταχοῦ θαυμάτων τὰς λαμπηδόνας, Ἱεράρχα, ἐπαφῆκας πιστῶς θαυμαζόμενος.

ρθρίσας, πρὸς Χριστὸν ταῖς ἐκεῖθεν λαμπρότησι, περιηυγάσθης πλουσίως, καὶ φωτὸς ἐπλήσθης τοῦ θειοτάτου, καὶ φωτίζεις, τοὺς πιστῶς σε τιμῶντας ἑκάστοτε.

Σῶμά σου, καὶ ψυχὴν τῷ Θεῷ καθιέρωσας, καὶ δεκτικὴν ἀπειργάσω, χαρισμάτων Πάτερ τὴν σὴν καρδίαν, ἀνενδότως, τῷ γλυκίῳ προσέχουσαν ἔρωτι.

Θεοτοκίον. Ἴασαι τῆς ψυχῆς μου Παρθένε τὰ τραύματα, ἐπισκιάσει σου θείᾳ, καὶ τὸν νοῦν μου λάμπρυνον σκοτισθέντα, ἀμελείᾳ, καὶ κακίᾳ ἐχθροῦ πολεμήτορος.

Ἄλλος.

Ὁ Εἱρμός. λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Λαβὼν τοῦ λόγου σοφέ, τὸ τάλαντον ὡς θεράπων πιστός, καὶ τῇ τραπέζῃ προθείς, ἐπολλαπλασίασας, καὶ τοῦτο προσήγαγες, καθαρὸν σὺν τόκῳ, τῷ Δεσπότῃ σου Ἀμβρόσιε.

λάμπρυνας τὴν στολήν, τὴν ἱερὰν ἐν τοῖς πόνοις σου, καὶ ἀνεδείχθης ποιμήν, ποίμνης λογικῆς σοφέ, ἣν τῇ βακτηρίᾳ σου, τῆς διδασκαλίας, εἰς μονὰς ἐλαύνεις πίστεως.

ζῆλός σου Ἠλιού, ζῆλον μιμεῖται μακάριε· βασιλέα γὰρ πιστόν, χρανθέντα τοῖς αἵμασιν, ἐλέγξας ἀπήλασας, θείων περιβόλων, τὸ αἰδέσιμον φυλάττων Θεοῦ.

Θεοτοκίον. Σκέπην καὶ καταφυγήν, καὶ τεῖχος ὄντως ἀκράδαντον, ἡ πόλις σου σὲ πιστῶς, κεκτημένη Δέσποινα, δυσχερῶν ἐκ θλίψεων, καὶ κινδύνων πάντων, ἐκλυτροῦσαι ταῖς πρεσβείαις σου.

Ὁ Εἱρμός. λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον. Ἦχος γ'. Θείας πίστεως.

Θείοις δόγμασι περιαστράπτων, ἀπημαύρωσας Ἀρείου πλάνην, ἱερομύστα καὶ ποιμὴν Ἀμβρόσιε· θαυματουργῶν δὲ δυνάμει τοῦ Πνεύματος, πάθη ποικίλα σαφῶς ἐθεράπευσας. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Συναξάριον.
Τῇ ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμβροσίου, Ἐπισκόπου Μεδιολάνων.

Στίχ. Τὸ φθαρτὸν Ἀμβρόσιος ἐκδὺς σαρκίον,

          Θείας μετέσχεν ἀμβροσίας ἀξίως.

          βδόμῃ Ἀμβρόσιος ποτὶ ἄμβροτον ἤλυθεν οὖδας.

Οὗτος γέγονεν ἐκ τῆς μεγαλοδόξου πόλεως Ῥώμης, εἷς ὢν τῆς Συγκλήτου, καὶ ἀεὶ τὴν ἀλήθειαν τηρῶν, ἔν τε λόγοις καὶ ἔργοις· προσφυῶς γὰρ ζυγός τις ὢν καὶ στάθμη περὶ τὸ δίκαιον, οὐχ ἑτεροκλινῆ ἐν τοῖς προσπίπτουσι ποιούμενος τὴν ἀπόφασιν, ἀλλ’ ἀπαρέγκλιτον καὶ ὀρθήν· διά τοι τοῦτο καὶ τὴν ἡγεμονίαν ἐπιστεύθη ἁπάσης τῆς Ἰταλίας παρὰ τῶν εὐσεβῶν βασιλέων Κωνσταντίνου καὶ Κώνσταντος, τῶν υἱῶν τοῦ μεγάλου Κωνσταντίνου. Οὔπω δὲ καταρτισθεὶς τῷ θείῳ βαπτίσματι, ἀλλ’ ἔτι ὢν ἐν τοῖς κατηχουμένοις, οὐδέν τι μεῖον εἰς ἀρετὴν καὶ βίου καθαρότητα τῶν μετελειφότων τῶν Μυστηρίων καθίστατο. Ὅθεν καὶ κρίσει τοῦ βασιλέως Οὐαλεντινιανοῦ, ἀρχιερεὺς τῆς ἐν Μεδιολάνοις ἐκκλησίας, κατ’ ἐκεῖνο καιροῦ τοῦ προέδρου τὸν βίον ἀπολιπόντος, ὁ ἅγιος Ἀμβρόσιος προχειρίζεται, ὁμοῦ τε τῷ βαπτίσματι τελεσθείς, καὶ κατὰ τὴν τάξιν τοὺς ἐκκλησιαστικοὺς βαθμοὺς διελθών, καὶ ἐπὶ τὸν ἔσχατον προελθών. Καλῶς δὲ τὴν εὐσέβειαν καὶ ὀρθῶς διδάσκων, καὶ τὴν ἐκκλησίαν πάσης αἱρέσεως ἀμέθεκτον διατηρήσας, καὶ συνήγορος γεγονὼς τοῖς κατὰ Ἀρείου καὶ Σαβελλίου καὶ Εὐνομίου αἱρέσεων ἀγωνιζομένοις, καὶ ὑπὲρ τῆς εὐσεβοῦς πίστεως, διάφορα βιβλία συντάξας, καὶ τὸν βασιλέα Θεοδόσιον, ἀπὸ τῆς ἐν Θεσσαλονίκῃ μιαιφονίας καταλαβόντα τὴν Μεδιόλανον πόλιν, τῶν θείων εἰσόδων τῆς ἐκκλησίας κωλύσας, καὶ εἰς ὑπόμνησιν ἀγαγὼν ὧν τετόλμηκε, καὶ ὁπόση τις διαφορὰ καθέστηκεν, ἀναμεταξὺ ἱερωμένου καὶ λαϊκοῦ καὶ βασιλέως, αὐτὸν διδάξας· καὶ παραινέσεσι μὴ προπετῶς οὕτω καὶ ἀναιδῶς τῶν θείων κατατολμᾶν, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Ἀθηνοδώρου.

Στίχ. Χαίρων Ἀθηνόδωρος, εἰ τμηθῇ ξίφει,

          φῃρέθη τὸ πνεῦμα καὶ πρὸ τοῦ ξίφους.

Οὗτος ἦν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, ἐκ Μεσοποταμίας τῆς Συρίας ὁρμώμενος, τὸν μονήρη βίον ἀρχῆθεν ἀναλαβών. Διαβληθεὶς δέ, παρέστη τῷ ἄρχοντι Ἐλευσίῳ· καὶ τὸν Χριστὸν ὁμολογήσας, τείνεται μέσον δύο στύλων, καὶ λαμπάσι καταφλέγεται κατὰ πάντων τῶν τοῦ σώματος μερῶν· καὶ βώλοις σιδηροῖς πυρωθεῖς τὰς μασχάλας αὐτοῦ διακαίεται, καὶ τοῖς μυκτῆρσιν ὀγγίνους εἰσδέχεται, καὶ ἐν χαλκῷ τάπητη πυρωθέντι ἁπλοῦται, ὃν παραδόξως ἐκ καυστικοῦ μετέβαλεν εἰς ψυχρότατον· καὶ αὖθις χαλκῷ ταύρῳ πυρωθέντι ἐμβάλλεται· καὶ ἐκ πολλῶν ἑτέρων βασάνων δι’ ἐπιστασίας ἁγίου ἀγγέλου λυτροῦται. Ὅθεν καὶ πρὸς τὴν πίστιν ἐπισπᾶται ἄνδρες πεντήκοντα, καὶ αὖθις τριάκοντα. Ἐπεὶ δὲ τὴ διὰ ξίφους ἀπόφασιν ἐδέξατο, ὁ μέλλων τοῦτον τέμνειν παρείθη, καὶ ὡς νεκρὸς κατέπεσε, τῆς χειρὸς αὐτοῦ σὺν τῷ ξίφει ἀπὸ τοῦ ὤμου πεσούσης, καὶ μηδαμῶς αὐτῷ οὔτε προσεγγίσαι τολμήσαντος, αὐτὸς ὁ ἅγιος ἐπευξάμενος, τῷ Κυρίῳ τὸ πνεῦμα παρέθετο.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Νεόφυτος, ἐν τῇ θαλάσσῃ βληθείς, τελειοῦται.

Στίχ. Θανὼν ὁ Νεόφυτος ὑδάτων μέσον,

          Παρ’ ὑδάτων ζῇ μυστικῶν διεξόδους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Δομέτιος, ξίφει τελειοῦται.

Στίχ. Δός, Δομέτιε Χριστομάρτυς καὶ λάβε.

          Δὸς τὴν κεφαλήν, καὶ λάβε στέφος μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Ἰσίδωρος, Ἀκεψιμᾶς, καὶ Λέων πυρὶ τελειοῦνται.

Στίχ. Διττοῖς συνάθλοις Ἰσίδωρε συμφλέγου.

          σων γὰρ αὐτοῖς δωρεῶν Θεοῦ τύχης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ἀμμοῦν, Ἐπίσκοπος Νητρίας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχ. Ἀμμοῦν πατρὸς κατεῖδες Νητρία τρία·

          Κόσμου φυγήν, ἄσκησιν, ἔξοδον βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι μάρτυρες, Γαϊανὸς καὶ Γάϊος, πυρὶ τελειοῦνται.

Στίχ. Ἂν καὶ καμίνου Γάϊε, βληθῇς μέσον,

          Σοῦ Γαϊανὸς οὐκ ἀφέξομαι λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριακόσιοι μάρτυρες, οἱ ἐν Ἀφρικῇ, ξίφει τελειοῦνται.

Στίχ. Δόξης ὑπὲρ σῆς, ὦ Τριάς, τετμημένην,

          Διπλοτριπλῆν δέχου με ἑξηκοντάδα.

Οὗτοι οἱ ἅγιοι μάρτυρες, κατὰ τοὺς καιροὺς ὑπῆρχον Ζήνωνος βασιλέως Ῥωμαίων. Τὴν δὲ τῆς Ἀφρικῆς ἀρχὴν Ὀνώριχος, μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν Γιζερίζου, κατεῖχεν, Ἀρειανὸς ὤν. Ὃν οἱ τῆς αἱρέσεως Ἀρείου ἐπίσκοποι, Κύριλλός τε καὶ Βυλιμάνδης (ἐν ἄλλ. Βιλινάρδης) πείσαντες διωγμὸν μέγαν κατὰ τῶν Ὀρθοδόξων κινῆσαι, τοιοῦτον ἀνεῤῥίπισεν, ὡς ὑπερβῆναι καὶ τοὺς κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ κινηθέντας. Ἐκ πασῶν γὰρ τῶν ἐν τῇ χώρᾳ πόλεων, δεκαπέντε τυγχανουσῶν, πάντας τοὺς ἱερεῖς ἐκδιωχθῆναι προστάττει, πρότερον τῶν τῆς Ἐκκλησίας ἱερῶν τε καὶ ἐπίπλων ἀφαιρεθέντων. Εἶτα μίαν Ἐκκλησίαν οἱ ὀρθόδοξοι καταλαβόντες, τὴν μυστικὴν ἐκεῖσε λειτουργίαν ἐπετέλουν. Ὅπερ γνόντες οἱ βάρβαροι, περιέσχον αὐτήν· καὶ ξύλα κομίσαντες, καὶ λοιπὴν ὕλην ξηρὰν ἐνεγκότες περὶ αὐτήν, ὑφῆψαν, καὶ τὴν Ἐκκλησίαν κατέκαυσαν σὺν πᾶσι τοῖς Θεὸν ὑμνοῦσιν. Ὀνώριχος δέ, τοῦτο ἀποδεξάμενος, προσέταξε, τοὺς μὴ ἀναβαπτιζομένους τὸ ἀρειανικὸν βάπτισμα, παραυτίκα ἀναιρεῖσθαι. Καὶ ὅσοι μὲν τὰ τῶν βασανιστηρίων κολάσεων φόβητρα φέρειν οὐκ ἠδύναντο, φυγῇ τὴν σωτηρίαν ἐκέρδαινον, χώρας ἀπολιπόντες καὶ οἴκους. Ὅσοι δὲ ἐῤῥωμένοι τὴν ὀρθόδοξον πίστιν ὑπῆρχον, προθύμως μάλα πρὸς τὸν τῶν κολάσεων θάνατον ἐξέδωκαν αὐτούς.

Τριακόσιοι δ’ οὖν αὐτῷ ἐν Καρχηδόνι μηνυθέντες, μὴ συμφρονεῖν ἑλόμενοι Ἀρειανοῖς, κεφαλικὴν ὑπέσχον τιμωρίαν. Τοῖς δὲ ἱερεῦσι μείζονας ἐπενόουν. Δύο γὰρ αὐτῶν κατέπρησαν, ἑξήκοντα δὲ τοὺς λογιωτέρους ἐγλωσσοτόμησαν ἐξ αὐτῶν τῶν κιονίδων· οἳ καὶ διασπαρέντες ἐν πάσῃ τῇ ὑπὸ Ῥωμαίους γῇ, τὴν τοῦ Θεοῦ μεγίστην ἐν αὐτοῖς θαυματουργίαν ἄνευ γλώττης ἐκήρυττον, ἀπταίστως τε καὶ τρανῶς τὰ λεγόμενα διαρθροῦντες, ὡς καταπλήττεσθαι τοὺς ὁρῶντας καὶ ἀκούοντας τούτων. Ἐξ ὧν εἷς τις μετὰ τὴν χάριν τῆς ἐν Χριστῷ ὁμολογίας, ὀλισθήσας εἰς σαρκικὴν ἁμαρτίαν, τὴν θείαν χάριν ἀποστῆναι πεποίηκεν ἀπ’ αὐτοῦ. Περὶ τούτων οὐκ ὀλίγοι συγγραφεῖς καὶ ἱστορικοὶ διηγήσαντο. Ἀλλὰ ταῦτα μὲν ὑπὸ Βανδήλων (Οὐανδάλων) ἐν Ἀφρικῇ τοῖς ὁμοούσιον τῷ Πατρὶ τὸν Θεὸν Λόγον ὁμολογοῦσι Χριστιανοῖς ἐτολμήθησαν.

ν δὲ τῇ πρεσβυτέρᾳ Ῥώμῃ, κατὰ τὸν αὐτὸν καιρόν, Σουνίλδη ἡ γαμέτη τοῦ τὴν Ῥώμην κατέχοντος Ῥηγὸς Ὀδοάκρου, τὰ ὅμοια νοσοῦσα περὶ τὴν Πίστιν, μίαν τινὰ τῶν πολιτίδων γυναικῶν ἠνάγκαζε τὸ τῶν Ἀρειανῶν ἀναβαπτισθῆναι βάπτισμα. Ὡς δὲ πείθειν οὐκ εἶχε, καὶ ἄκουσαν εἰς τὸ ὕδωρ τοῦ Ἐπισκόπου Μεδιολάνων βαπτισθῆναι εἰσήγαγεν. Ἡ δὲ, ὡς ἀνῆλθεν ἐκ τῆς κολυμβήθρας, δύο τῷ Ἐπισκόπῳ ὀβολοὺς παρασχοῦσα. Ἰδού, φησίν, ἀπέχεις τὸν μισθὸν τοῦ βαλανείου. Ὀργισθεῖσα οὖν ἡ Σουνίλδη, παραυτίκα ὁλόκαυτον αὐτὴν ἐποίησεν· ἧς ὁ ἀνὴρ φοβηθεὶς αὐτόμολος ἦκε, καὶ ἀνεβαπτίσατο εἰς τὴν θρησκείαν Ἀρείου. Ὀχούμενος δὲ ἵππῳ, καὶ γενόμενος ἐν εὐκτηρίῳ πρὸ τῆς Πόλεως, ὑπὸ σκηπτοῦ πεσόντος ἐνεπρήσθη, καὶ ἐπειράθη, ὡς ἡ τοῦ Θεοῦ κρίσις δραστικωτέρα τοῦ προσκαίρου πυρὸς αὐτῷ γέγονεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος, Ἰγνάτιος, ὁ πλησίον τῶν Βλαχερνῶν κείμενος, ἐν εἰρήνῃ τελειοῦται.

Στίχ. Πλήρης ἀπῆλθες πράξεων χρηστῶν Πάτερ.

          κ τοῦ ματαίου καὶ κακῶν πλήρους βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Παύλου Μοναχοῦ, τοῦ ὑποτακτικοῦ.

ἐν ἁγίοις πατὴρ ἡμῶν οὗτος ἐν τοῖς κατὰ κόσμον οὔτε περιφανὴς γέγονεν, οὔτε πάλιν πένης, ἀλλὰ τῶν γονέων αὐτοῦ ἐν αὐταρκείᾳ βιούντων, τὰ ἱερὰ ἐδιδάσκετο γράμματα. Εἰς ἡλικίαν δὲ αὐτῷ ἐλάσαντι, ἔδοξε συμφέρον τὸν κόσμον καταλιπεῖν, καὶ εἰς ἓν τῶν εὐαγῶν Σεμνείων τῆς Πόλεως τῆς ἰδίας εἰσελθεῖν· καὶ ἀμφιασάμενος τὸ ἅγιον καὶ Ἀγγελικὸν σχῆμα, ἠγωνίζετο πάσας τὰς ἀρετὰς μετελθεῖν. Καὶ τοσοῦτον ὑπερηκόντισε πάντας τοὺς ἐν ἐκείνῳ τῷ Σεμνείῳ, δοχεῖον τῶν ἀρετῶν γενόμενος, ὡς καὶ ἑτέρας ἐργασίας μεγάλας καὶ φοβερὰς προσλαβέσθαι. Ποτὲ γὰρ αὐτοῦ, μεθ’ ἑτέρων ἀδελφῶν, πίσσαν ἐν χαλκείῳ διαλύσαντος, καὶ ταύτης εἰς ὕψος ἀρθείσης ἐν τῷ καχλάζειν καὶ ἐκχεομένης, ὁρῶν ὁ Παῦλος τὴν τῆς πίσσης ἀπωλείαν, ὡς οὐδὲν παρέκειτο ξυλάριον ἢ ἕτερόν τι ἐπητήδειον πρὸς τὸν βρασμόν, τὴν χεῖρα γυμνώσας, εἰς τὸ χαλκεῖον ἐχάλασε· καὶ τὴν πίσσαν διαταράξας, καὶ εὐφυῶς καχλάζουσαν καταπαύσας, ἐξήγαγε σῷαν καὶ ἀβλαβῆ μήτε τὴν ὄψιν μολύνας, μήτε τῆς χειρὸς ἢ τοῦ βραχίονος προσλαβομένων τι τὸ σύνολον. Τοῦτο οἱ σὺν αὐτῷ ἀδελφοὶ θεασάμενοι, ἐξέστησαν. Καὶ οἱ μὲν τῶν ἀδελφῶν, ὡς ἕνα τῶν θεοφόρων ἐλογίζοντο καὶ ἐτίμων, οἱ δὲ παντελῶς ἠπίστουν· ἐκεῖνος δὲ γῆν, καὶ σποδόν, καὶ ὀδωδότα κύνα ἑαυτὸν ἐκάλει. Καὶ ὡς ταῦτα ἔλεγεν, ἀπεστάλη εἰς διακονίαν ἐπὶ χρόνον τινά.

Τότε ὁ προεστώς, τοὺς εὐλαβεστέρους τῶν ἀδελφῶν συλλεξάμενος, εὐχήν, ἐπιτελουμένην σὺν σκληραγωγίᾳ πολλῇ, ἐπὶ ῥηταῖς ἡμέραις ἐποιοῦντο περὶ τοῦ μοναχοῦ Παύλου, λέγοντες οὑτωσί· Δεῖξον ἡμῖν Κύριε, καθῶς ἐστὶ χωρητὸν ἰδεῖν, τὸν ἀδελφὸν ἡμῶν Παῦλον, ἄρα εἰς ποῖα μέτρα ἔφθασε, καὶ ποῦ κατετάγη. Ὁ δὲ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν Κύριος ᾠκονόμησε, μιᾷ τῶν νυκτῶν τοὺς ἀδελφοὺς ἀφυπνώσαντας, νεύσει Θεοῦ ἁρπαγῆναι εἰς Παράδεισον ποίκιλον καὶ πάντερπνον· καὶ τοσαύτης ἐμφορηθῆναι εὐωδίας καὶ τέρψεως, ὅσον οὐδὲ εἰπεῖν δυνατόν. Ἐκπληττομένων δὲ αὐτῶν ἐπὶ τῷ παραδόξῳ θεάματι τούτῳ, ἔδοξε καὶ τὸν μοναχὸν αὐτοῖς φανῆναι Παῦλον, προσπεσόντα καὶ πάντας ἀσπαζόμενον. Ὡς δὲ καὶ ἐπυνθάνοντο, μαθεῖν θέλοντες τί τὸ ὁρώμενον, ἤκουσαν τοῦ Παύλου λέγοντος μετὰ πολλῆς τῆς ταπεινώσεως· ὁ μὲν Παράδεισος τοῦ Θεοῦ ἐστίν, Ἀδελφοί, καὶ δι’ ἡμᾶς οὗτος γέγονεν· ὅτι δὲ δι’ ἐμὲ διὰ τῆς πρὸς Θεὸν ἐντεύξεως ἠθελήσατε ἕως τῶν ᾧδε ἀφικέσθαι, πάρειμη καὶ αὐτός· πλὴν ἀδεῶς λάβετε ἐξ αὐτοῦ ἕκαστος, ὅπερ ὡς ὑπερέχον τῶν ἄλλων δοκεῖ, καὶ ὡς ἐφετόν, καὶ πορεύεσθε ἐν εἰρήνῃ· ἕτερον δὲ ἐν τῇ ἀνατεθείσῃ μοι διακονίᾳ ἐξαποστείλατε· ἐμὲ γὰρ οὐκέτι θεάσεσθε. Οἱ δὲ τὸν Παῦλον κατασπασάμενοι, καὶ λαβόντες ὁ μὲν ἄνθος, ὁ δὲ κλάδον, ἄλλος φύλλα τερπνότατα, ἕτεροι βοτάνας, ἐξίεσαν· καὶ τὸν ὕπνον ἅπαντες ὁμοῦ ἀποτιναξάμενοι, καὶ εἰς ἓν συνελθόντες, διηγοῦντο εὐφραινόμενοι καὶ δοξάζοντες τὸν Θεόν. Ὁ μὲν γὰρ τοῖς ἄλλοις ὑπεδείκνυεν, ὅπερ ἐκεῖθεν ἔλαβεν, ὁ δὲ ἔλεγεν εἰληφέναι τόδε, ἐδείκνυε δὲ οὐδὲν· ἕτερος δὲ διεβεβαιοῦτο ἐφ’ ἱκανὸν τὴν εὐωδίαν φέρειν ἐν ταῖς ῥισίν, οὗπερ αὐτοχείρως ἐκεῖθεν ἐδράξατο, εἰ καὶ μηδὲν ἐπεφέρετο.

δὲ μακάριος Παῦλος ἐκεῖθεν ἀπαναστάς, ἐν ᾗ δηλονότι διακονίᾳ ἀποσταλεὶς προσήδρευε, πρὸς τὰ Ἱεροσόλυμα ᾤχετο. Καὶ τοὺς ἐκεῖσε τόπους καταλαβών, καὶ προσευξάμενος, εἰς Κύπρον ἀφίκετο. Ἐν ὄρει δὲ ὑψηλῷ τῆς νήσου χρόνους πολλοὺς διατελέσαντος, οὐκ ὀλίγοι πρὸς αὐτὸν συνέῤῥεον. Καὶ τῆς φήμης πανταχόθεν διαδοθείσης καὶ διαδραμούσης, ἐκεῖθεν ἀνεχώρησε. Καὶ πρὸς τὰ τῷ Βυζαντίῳ παρακείμενα μέρη παραγενόμενος, κἂν τούτοις εὐαρεστήσας, φωνῆς ἐκεῖθεν ἀξιοῦται, ὡς ὁ θεσπέσιος πάλαι Μωϋσῆς· Ἀνάβηθι Παῦλε εἰς τὸ ὄρος, καὶ τελεύτα. Εἰς ἓν τοίνυν τῶν ὑψηλῶν ὀρέων ἀνελθών, ἐγχωρίς Παρηγορία ὀνομαζόμενον, τῷ Θεῷ προσεκύνησε· καὶ μικρὸν ἐν τούτῳ ἐπιβιούς, ἐκοιμήθῃ ἐν Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Πρίσκου, Μαρτίνου καὶ Νικολάου· ὧν ὁ μὲν λιμῷ, ὁ δὲ πέλεξι κατακοπείς, ὁ δὲ τρίτος διὰ πυρός, ἐτελειώθησαν. Ἡ δὲ σύναξις αὐτῶν τελεῖται πλησίον τοῦ τείχους τῶν Βλαχερνῶν.

Στίχ. Λιμῷ θανόντα Πρῖσκον ἄρτου γηΐνου,

           Χριστὸς ἄρτον ψωμιεῖ τῶν Ἀγγέλων,

          Πέλεξι συγκόπτουσι Μαρτίνου κρέα,

          Κρεῶν μακέλλαις δυσσεβεῖς ἀνθρωπίνων.

          ξῆλθε δόγμα δαίμοσι πλάνης θύειν,

          Οἷς, Νικόλαε, μὴ θύων, εἰς πῦρ θύῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Κουράτορος.

ς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

θεῖος φθόγγος, τῶν σῶν δογμάτων Πάτερ πάνσοφε, ὥσπερ ἀστραπὴ διῆλθε πᾶσαν τὴν γῆν, καὶ θαυμάτων ἡ ἐπίδειξις, ὡς φῶς ἐξήστραψε, τὰς ἐν ζόφῳ καρδίας λαμπρύνουσα.

Νομοθεσίαις, ταῖς τοῦ Σωτῆρος σὺ ἑπόμενος, Πάτερ τὸ δοθέν σοι τάλαντον ἐμμελῶς, ὡς οἰκέτης ἀγαθότητος, ἐπολυπλασίασας, δεσποτικῆς χαρᾶς ἀξιούμενος.

ναστομώσας, τὴν θεολόγον σου διάνοιαν, ῥεῖθρα ἱερῶν δογμάτων ποταμηδόν, ἐπαφῆκας καταρδεύοντα, πιστῶν τὸ πλήρωμα, ἱερομύστα πάτερ Ἀμβρόσιε.

Θεοτοκίον. Ἰδοὺ Παρθένε, ἐν τῇ γαστρί σου σὺ συνέλαβες, λόγον, τοῦ Πατρὸς συνάναρχον καὶ σαρκί, ἀπεκύησας δωρούμενον, πᾶσιν ἀνάκλησιν, τοῖς ἐξ Ἀδὰμ πεσοῦσι Πανάμωμε.

Ἄλλος.

Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

κηλίδωτον ὤφθης, ἀρετῶν θεομάκαρ, ἀξίως ἔσοπτρον, καθαρὰς τὰς ἐμφάσεις, τῆς πίστεως δεικνύον, καὶ φωτίζον τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Σοῦ ὁ βίος Θεόφρον, ὑποτύπωσις ὤφθη, Ἀρχιερέων σαφῶς, καὶ ὄρος ὀρθοδόξων, τῶν πίστει μελῳδούντων, καὶ Θεῷ ἐκβοώντων ἀεί· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Μέτριος μὲν τὸν τρόπον, ὑψηλὸς δὲ τὸν λόγον, πάτερ Ἀμβρόσιε, αἰδέσιμος τὸν βίον, καὶ πίστει ἀνεδείχθης, ἀκλινὴς ἐν τῷ ψάλλειν σε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ, νῦν ἐκδυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νεκρώσας τὰ μέλη καὶ νεκρόν, σαρκὸς τὸ φρόνημα, ἀπεργασάμενος, ψυχὴν ἐζώωσας ὅσιε, καὶ πηγὴν θαυμάτων ἔβλυσας, τοῖς νεκρωθεῖσιν ἐκ παθῶν, ζωὴν παρέχουσαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

γνως τὴν μετάθεσιν σοφέ, τὴν ἐκ τοῦ σώματος, θείῳ ἐν Πνεύματι, προφητικώτατα· ταύτην γάρ, τοῖς συνοῦσι διεσάφησας, καὶ ἐν χαρᾷ πρὸς οὐρανόν, βοῶν ἀνέδραμες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Σῶμα καὶ καρδίαν καὶ τὸν νοῦν, προκαθηράμενος, παθῶν συγχύσεως, πυρφόρον ἔλλαμψιν ἄνωθεν, εἰσεδέξω τὴν τοῦ Πνεύματος, ὥσπερ οἱ θεῖοι μαθηταί, βοῶν Ἀμβρόσιε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον. Ὤφθης ὑπερτέρα οὐρανῶν, Θεὸν οὐράνιον ἀποκυήσασα, τὸν τὰ ἐπίγεια Πάναγνε, οὐρανοῖς ἐπισυνάψαντα, καὶ τὴν ἐπίγνωσιν αὐτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἄλλος.

Ὁ Εἱρμός. Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας.

παθείας ὄργανον ἐδείχθης, τῶν παθῶν κοιμίζων τὰς ὀρέξεις, καὶ τὰς καρδίας τῶν πιστῶν, κραυγάζειν διεγεῖρον· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας πρόξενον ἐκτήσω, τὴν τοῦ λόγου δύναμιν παμμάκαρ, δι’ ἧς ἐτράνωσας ἡμῖν, τὸν ἕνα τῆς Τριάδος, ἀῤῥήτως ἐκ Παρθένου, σάρκα προσλαβόντα, βροτοῖς ὁμοουσίως.

αμάτων βρύουσι σταγόνας, τῶν σῶν διδαγμάτων αἱ νεφέλαι, ἐξ ὧν ἀρδεύονται πιστῶν, καρδίαι τῶν βοώντων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Μακαρίζει σε Σεμνὴ τάξις Ἀγγέλων, μεγαλύνει σε γηγενῶν φύσις· ἐν σοὶ γὰρ εὕρομεν χαράν, οἱ πίστει σε ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. Μουσικῶν ὀργάνων συμφωνούντων, καὶ λαῶν ἀπείρων προσκυνούντων, εἰκόνι τῇ ἐν Δεηρᾷ, τρεῖς παῖδες μὴ πεισθέντες, τὸν Κύριον ἀνύμνουν, καὶ ἐδοξολόγουν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

δες γεγονὼς ἐν ἐκστάσει τὰ δι’ αἰῶνος τοῖς ἁγίοις, Πάτερ ἀποκείμενα γέρα· πρὸς ἃ μετέβης, ἀποληψόμενος, τῶν σῶν καμάτων ἔνδοξε, τὰς ἀντιδόσεις εὐφραινόμενος.

ριμος ὡς βότρυς θεόφρον, ληνοῖς τοῖς ἄνω ἐπαξίως, ἀπεθησαυρίσθης πηγάζων, ἀθανασίας οἶνον Ἀμβρόσιε, καὶ ἰαμάτων χάριτας, τοῖς εὐσεβῶς σοι προσπελάζουσιν.

Σοφίᾳ καὶ χάριτι λάμπων, ἱερομύστα καὶ ποιμένων, μέσον ἐξαστράπτεις δογμάτων, ὀρθοδοξίᾳ Πάτερ Ἀμβρόσιε· διὸ πίστει καὶ πόθῳ σε, ὕμνοις ἀξίως μακαρίζομεν.

μεροφαῆ σε ἀστέρα, ἡ Ἐκκλησία κεκτημένη, σκότος διαφεύγει παντοίας, παμμάκαρ πλάνης καὶ ταῖς λαμπρότησι, τῶν ἱερῶν δογμάτων σου, αὐγαζομένη μακαρίζει σε.

Θεοτοκίον. Φωνήν σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου· Χαῖρε τῆς κατάρας ἡ λύσις, δεινῶν παντοίων, χαῖρε ἡ λύτρωσις, ἡ τοὺς βροτοὺς θεώσασα, τῇ ὑπὲρ νοῦν κυοφορίᾳ σου.

Ἄλλος.

Ὁ Εἱρμός. ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

δείχθης ὡς ἐλαία Πάτερ σοφέ, ἐν τῷ οἴκῳ Κυρίου, κατάκαρπος, ἐξ ἧς σοφῶς, ἔπλησας λαμπάδα τῶν ἀρετῶν, μεθ’ ἧς καὶ εἰσελήλυθας, ἐν τῇ εὐωχίᾳ τῶν οὐρανῶν, ἐν οἷς συναπολαύεις, μετὰ τῶν ἀσωμάτων, τῆς ἀκηράτου καὶ ἀΰλου ζωῆς.

Λιπάνας τὴν ψυχήν σου ταῖς ἀρεταῖς, ἐγκρατείας ἐδείχθης διδάσκαλος, καὶ τῆς σεπτῆς, ἀρχιερωσύνης μυσταγωγός, τοῦ βίου ὑποτύπωσις, καὶ τῆς Ἐκκλησίας φωταγωγός, καὶ στήλη τῶν δογμάτων αἱρέσεων τὴν πλάνην, ἀδιαλείπτως στηλιτεύουσα.

Πεπλήρωκας τὸν δρόμον Πάτερ σοφέ, καὶ τὴν πίστιν τετήρηκας ἄμεμπτον, καὶ εἰς μονάς, ἔφθασας καὶ λήξεις τῶν οὐρανῶν, ἐν οἷς σοι καὶ ἀπόκειται, στέφανος καὶ δόξα τῶν ἀμοιβῶν· ἀλλὰ ταῖς σαῖς πρεσβείαις, οἰκτείρησον καὶ σῷσον, ἐξ ἐπηρείας τὰς ψυχὰς ὑμῶν.

Θεοτοκίον. Ὡράθης ὦ Παρθένε μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὃν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ὁ Εἱρμός. ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

ρθοδοξίας πρόμαχος, βάσις τῆς Ἐκκλησίας, Ἀρχιερέων ἔρεισμα, καὶ σοφὸς ποιμενάρχης, Ἀμβρόσιε ἀνεδείχθης, πρὸς νομὰς εὐσεβείας, καθοδηγῶν τὸ ποίμνιον, ἀτιθάσους ὡς θῆρας ἀποσοβῶν, κακοδόξων φάλαγγας θεοφάντορ, τρανῶν τὸ ὁμοούσιον, τῆς ἁγίας Τριάδος.

Θεοτοκίον, ὅμοιον.

Θαῦμα φρικτὸν πανάμωμε! ὅτι τὸν πρὸ αἰώνων, ἐκ τοῦ Πατρὸς ἐκλάμψαντα, ὁμοούσιον Λόγον, γεγέννηκας ἀποῤῥήτως· ὅθεν σε Θεοτόκον, ὁμολογοῦμεν Δέσποινα, ἀληθῶς καὶ κυρίως, ὡς ἀληθῆ, τοῦ Θεοῦ μητέρα· ὃν ἐκδυσώπει· αὐτὸν θεομακάριστε, ὑπὲρ γένους ἀνθρώπων.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ὀκτωήχου.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ Ἀπόστολος.

Προκείμενον, Ἦχος βαρύς. Καυχήσονται ὅσιοι ἐν δόξῃ [καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν]. Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, [ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ].

Πρὸς Θεσσαλονικεῖς Β'. Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα. [Κεφ. β'. 13-17. γ'. 1-5.]

δελφοί, ἡμεῖς ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ’ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας· εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ. Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰωνίαν, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργῳ ἀγαθῷ. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς, καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ’ ὑμᾶς ὅτι ἅ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

Примѣчаніе:
[1] Ἡ γνωστή μοι ἔκδοσις του 1877 εἰχεν ἄλλον. Ὁ. Δ.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 46-53.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0