Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 14 декабря 2017 г. Сейчасъ на порталѣ посѣтителей - 11.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ ΣΤ'.
Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ Θαυματουργοῦ.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

ς λαμπτῆρά σε ἄδυτον, ὡς φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλύν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν.

Καὶ παρὼν καὶ φαινόμενος, ἐν ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνῄσκειν ἔσῳσας, ὡς συμπαθὴς ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, ἱερώτατε Πάτερ τῶν Ἀγγέλων, συμπολῖτα Ἀποστόλων καὶ Προφητῶν ἰσοστάσιε.

Δόξα, Ἦχος πλ. β'.

Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ, λειτουργὲ Κυρίου, ἅγιε Νικόλαε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου. Συνεξέλαμψε γὰρ τῇ πολιᾷ ἡ σύνεσις· ἐμαρτύρει τὸ φαιδρὸν τοῦ προσώπου σου, τῆς ψυχῆς τὸ ἀνεξίκακον· ἐβεβαίου τὴν πρᾳότητα, τοῦ λόγου τὸ ἥσυχον· ἡ ζωή σου ἔνδοξος, καὶ ἡ κοίμησις μετὰ ἁγίων, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος [ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν].

Εἰς τὸν Στίχον, Στιχηρά, Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ.

Νικόλαε μακάριε, προσπίπτοντά με οἴκτειρον, δέομαί σου, καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν φωτοδότην καὶ οἰκτίρμονα.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος [τοῦ ὁσίου Αὐτοῦ].

χθρῶν ἐπιζητούντων με, κακοποιῆσαι ἅγιε, ἐξελοῦ με, παῤῥησίαν πρὸς Θεόν, ὡς ἔχων ἱεράρχα, Νικόλαε παμμάκαρ, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῷσόν με.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην [καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Λιμένα σε ἀχείμαστον, καὶ τεῖχος ἀπροσμάχητον, Ἱεράρχα, σὲ κεκτήμεθα πιστοί, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, καὶ ὁδηγὸν ψυχῶν καὶ πρόμαχον.

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Ζηλώσας ὁ ἀντίδικος, τὴν ποίμνην πανάχραντε, καθ’ ἑκάστην, ἐκζητεῖ ὁ πονηρός, κατάβρωμα ποιῆσαι· ἀλλὰ σὺ Θεοτόκε, τῆς τούτου βλάβης ἐξελοῦ ἡμᾶς.

Ἀπολυτίκιον. Ἦχος δ'.

Κανόνα πίστεως, [καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν].

Καὶ Ἀπόλυσις.



ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α'. στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Μύροις, παροικήσας αἰσθητῶς, μύρον ἀληθῶς ἀνεδείχθης, μύρῳ χρισθεὶς νοητῷ, ἅγιε Νικόλαε, ἀρχιεράρχα Χριστοῦ· καὶ μυρίζεις τὰ πρόσωπα, τῶν πίστει καὶ πόθῳ, σοῦ τὴν παναοίδιμον, μνήμην τελούντων ἀεί, λύων συμφορῶν καὶ κινδύνων, τούτους καὶ τῶν θλίψεων Πάτερ, ἐν ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου.

Νίκη, φερωνύμως ἀληθῶς, τοῦ πιστοῦ λαοῦ ἀνεδείχθης, ἐν πειρασμοῖς κραταιά, ἅγιε Νικόλαε, θεράπων ὄντως Χριστοῦ· πανταχοῦ γὰρ καλούμενος, ὀξέως προφθάνεις, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου· σὺ γὰρ ἐν νυκτὶ καὶ ἡμέρᾳ, πίστει ὀπτανόμενος σῴζεις, ἐκ τῶν πειρασμῶν καὶ περιστασεων.

φθης, Κωνσταντίνῳ Βασιλεῖ, σὺν τῷ Ἀβλαβίῳ κατ’ ὄναρ, καὶ τούτους φόβῳ βαλών, οὕτως αὐτοῖς εἴρηκας· Λύσατε δὴ ἐν σπουδῇ, τῆς εἱρκτῆς οὓς κατέχετε, δεσμίους ἀδίκως, ἀθώους τυγχάνοντας, τῆς παρανόμου σφαγῆς· ὅμως ἀλλ’ ἐὰν παρακούσῃς, ἔντευξιν ποιήσομαι Ἄναξ, κατὰ σοῦ πρὸς Κύριον δεόμενος.

Μέγας, ἀντιλήπτωρ καὶ θερμός, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσιν, ὑπάρχεις ἔνδοξε, ἅγιε Νικόλαε, ἱεροκήρυξ Χριστοῦ, τοῖς ἐν γῇ καὶ τοῖς πλέουσι, τοῖς πόῤῥω καὶ πέλας, οἷα συμπαθέστατος, καὶ πρεσβευτὴς κραταιός· ὅθεν συνελθόντες βοῶμεν· Πρέσβευε πρὸς Κύριον ὅπως, πάσης λυτρωθῶμεν περιστάσεως [1].

Ἕτερα Στιχηρὰ Προσόμοια. Ἦχος ὁ αὐτός. Ποίοις εὐφημιῶν.

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν σαρκὶ ἐν Μύροις ὑπάρχοντα, καὶ πνευματικῶς πᾶσι προφθάνοντα, τοῖς εἰλικρινῶς αὐτὸν ποθοῦσι· τὸ πάντων, τῶν θλιβομένων παραμύθιον, καὶ πάντων, τῶν ἐν κινδύνοις καταφύγιον, τῆς εὐσεβείας τὸν πύργον· τῶν πιστῶν τὸν πρόμαχον, τὸν δι’ οὗ ὀφρὺν δυσμενῶν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τὸν τῆς ἀσεβείας ἀντίπαλον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον· τὸν τῆς Ἐκκλησίας πρωτοστάτην· τὸν μέγαν, προασπιστήν τε καὶ διδάσκαλον· τὸν πάντας, τοὺς κακοδόξους καταισχύνοντα· τὸν ὀλετῆρα Ἀρείου, καὶ θερμὸν ἀντίμαχον· τὸν δι’ οὗ τὴν τούτου ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ποίοις προφητικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τὸν τὰ πόῤῥω ὄντα προβλέποντα, καὶ ταῦτα σαφῶς προαγγέλλοντα, προθεσπίζοντά τε ὡς παρόντα· τὸν πᾶσαν, τὴν οἰκουμένην περιθέοντα, καὶ πάντας, ἀδικουμένους ἐκλυτρούμενον· τὸν ἐν ὀνείροις ὀφθέντα, Βασιλεῖ θεόφρονι, καὶ τοὺς πρὶν δεσμίους σφαγῆς, ἀδίκου ῥυσάμενον, τὸν πλουτοῦντα τὸ μέγα ἔλεος.

Δόξα, Ἦχος πλ. β'.

εραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· Χαίροις ὁ τῶν Μυρέων φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στῦλος ἀπερίτρεπτος. Χαίροις φωστὴρ παμφαέστατε, ὁ τὰ τοῦ κόσμου πέρατα, διαλάμπων τοῖς θαύμασι, Χαίροις τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, καὶ ἀδικουμένων θερμότατος προστάτης. Καὶ νῦν παμμάκαρ Νικόλαε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν χαρμόσυνον καί πανέορτον μνήμην σου.

Καὶ νῦν, Προεόρτιον. Ἦχος ὁ αὐτός.

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος. Φῶς ἱλαρόν, Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα. [Κεφ. ι'. 7. γ'. 13.]

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ ἀνάγνωσμα. [Κεφ. ε'. 31.]

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις· καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. [Κεφ. δ'. 7.]

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, ψάλλομεν Στιχηρὰ Ἰδιόμελα. Ἦχος α'.

νατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαχαῖς κόσμον κατεπλούτισας, Πάτερ. Ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, Ἱεράρχα Νικόλαε.

Ὁ αὐτός.

νθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών· ὡς θεῖον γὰρ θησαυρόν σε, ἡ τῶν Μυρέων Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'.

Κανόνα πίστεως, καὶ εἰκόνα πρᾳότητος, ἀνέδειξέ σε τῇ ποίμνῃ σου Χριστὸς ὁ Θεός, Ἱεράρχα Νικόλαε· ἐν γὰρ τοῖς μύροις μυρίζων, διαλάμπεις φαιδρῶς τοῖς θείοις σου κατορθώμασιν, ὀρφανῶν καὶ χηρῶν προστάτα· διὸ ἱκετεύων μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός.

Πάτερ Νικόλαε, ἡ μυροθήκη τῶν λειψάνων σου, τὰ Μύρα πολιουχεῖ· διὸ καὶ δεσμίους, ἀκρίτως κατακριθέντας, ἐν ὀνείρῳ Βασιλεῖ τῇ ὀπτασίᾳ σου φανείς, ἠλευθέρωσας θανάτου, δεσμῶν καὶ φυλακῆς· ἀλλὰ καὶ νῦν, ὡς τότε, καὶ ἀεί, δι’ ὀπτασίας σου φάνηθι, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

Πάτερ Νικόλαε, εἰ καὶ τὰ Μύρα σιωπᾷ, ἀλλ’ ὁ κόσμος ὅλος, ὁ ὑπὸ σοῦ φωτισθείς, καὶ ἡ τοῦ Μύρου εὐωδία, καὶ τῶν θαυμάτων τὰ πλήθη, ἀνακράζει εὐφήμοις ὑμνῳδίαις, καὶ οἱ σωθέντες διὰ σοῦ κατάκριτοι. Σὺν τοῖς ἐν Μύροις καὶ ἡμεῖς μέλποντες βοῶμεν· Πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ'.

Πάτερ Νικόλαε, τοῦ παναγίου Πνεύματος μυροθήκη ὑπάρχων, ὡς ἔαρ μυρίζεις εὐφρόσυνον, τῶν θείων ἀρωμάτων Χριστοῦ, τῶν Ἀποστόλων γὰρ μιμητὴς γενόμενος, τὴν οἰκουμένην περιπολεύεις, διὰ τῶν λόγων τῶν θαυμάτων σου. Ὅθεν καὶ τοῖς πόῤῥω ὡς ἐγγύς, δι’ ὀνείρων ὀπτανόμενος, ἐκ θανάτου λυτροῦσαι, τοὺς ἀδίκῳ ψήφῳ θνῄσκειν μέλλοντας, διασῴζων παραδόξως, ἐκ κινδύνων πολλῶν, τοὺς ἐπικαλουμένους σε. Διὸ καὶ ἡμᾶς τῶν ἐπεμβαινόντων δυσχερῶν, ἐλευθέρωσον σαῖς πρεσβείαις, τοὺς ἀεὶ ἀνευφημοῦντάς σε.

Ἦχος πλ. β'.

Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· εὖ ἐργάτου τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας· σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας· καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διό πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, ἅγιε Νικόλαε.

Ἦχος πλ. δ'.

Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτός σε ἐδόξασεν ἐν ἐπουρανίῳ, καὶ ὄντως ζωή. Διὸ παῤῥησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα, Ἦχος πλ. δ'.

Τῶν ἀνδραγαθημάτων σου, ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας· τίς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; τὴν πρὸς τοὺς πένητας ἱλαρότητα; θλιβομένων τὸ συμπαθές; πάντας θεοπρεπῶς ἐδίδαξας, ἱεράρχα Νικόλαε. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν, Προεόρτιον, ὁ αὐτός.

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῷσαι τὸ γένος ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις ἡ ἱερὰ κεφαλή· τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον· ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών· ὁ Ποιμὴν ὁ μέγας· ὁ φανότατος, πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα· ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος, ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσιν· ὁ ῥύστης ὁ ἑτοιμότατος· φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τελοῦσι, τὴν παναοίδιμον μνήμην σου. Χριστὸν καταπέμψαι, παμμακάριστε δυσώπει, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος [τοῦ ὁσίου Αὐτοῦ].

Χαίροις ὁ ἱερώτατος νοῦς· τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα· ὁ στῦλος τῆς Ἐκκλησίας· ὁ τῶν πιστῶν στηριγμός· καταπονουμένων ἡ βοήθεια, ἀστήρ, ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε· ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου περιστατούμενοι σῴζονται. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην [καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται].

Χαίροις ὁ ζήλου θείου πλησθείς, ἀπαγωγῆς τε πονηρᾶς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ, καὶ ταῖς δι’ ὀνείρων προσφοιτήσεσι. Πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε, τῶν παθῶν ἀπελαύνουσα. Μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα. Πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Δόξα, Ἦχος πλ. β'.

νθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, Βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς, τοῦ βοᾶν ὑπὲρ ἡμῶν τὸν Κύριον.

Καὶ νῦν, Προεόρτιον, ὁ αὐτός.

νύμφευτε Παρθένε, πόθεν ἥκεις; τίς ὁ τεκὼν σε, τίς καὶ ἡ μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν; μεγάλων παραδόξων ἐπὶ σοὶ φρικτῶν μυστηρίων, ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐκ τῆς γῆς τὸ Σπήλαιον· καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν Ἀστέρα, καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον [2].

Ἀπολυτίκιον. Ἦχος δ'.

Κανόνα πίστεως, καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσῳσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

στράπτεις ἐν τῇ γῇ, τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε σοφέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν τε καὶ αἴνεσιν, τοῦ ἐν γῇ σε δοξάσαντος· ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν μνήμην σου, πίστει καὶ πόθῳ τιμῶντας, Πατέρων ἐκλόγιον. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθη, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τῶν πιστῶν προΐστασαι, σκέπων φρουρῶν τούτους μάκαρ, καὶ ἐκ πάσης θλίψεως, ἀπολυτρούμενος σαφῶς, Ἱεραρχῶν ὡραιότατον, κλέος καὶ δόξα, Νικόλαε ὅσιε. [Δίς.]

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς ἡ πάντων βοήθεια.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Προστάτης θερμότατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Νικόλαε, τὰ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σὺν παῤῥησίᾳ, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων σου θείαις, διδασκαλίαις καὶ εἰσηγήσεσι.

[Δόξα, καὶ νῦν.] Θεοτοκίον, ὅμοιον.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων· σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, πάναγνε κατὰ τῶν δούλων σου.

Οἱ Ἀναβαθμοί, τὸ α'. Ἀντίφωνον τοῦ δ'. Ἤχου. Προκείμενον, [Ἦχος δ']. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ [περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.] Τό, Πᾶσα πνοή.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. [Κεφ. ι'. 1-9.]

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Καὶ ὁ Ν'. Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Εἶτα τὸ Ἰδιόμελον. Ἦχος πλ. β'.

Εὖ δοῦλε ἀγαθέ, καὶ πιστέ· εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας· σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας· καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ᾐνέωκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, ἅγιε Νικόλαε.

Ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν, εἰς ς'. καὶ τοῦ Ἁγίου εἰς η'.

Κανὼν τῆς Θεοτόκου. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σῴσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Σοφίας τὴν ἄβυσσον, ἡ τετοκυῖα, σταγόνα σοφίας μοι, Πηγὴ χαριτόβρυτε, σεμνὴ κατάπεμψον, ὑμνολογῆσαι τῶν χαρίτων σου τὸ πέλαγος.

μνῶ σε πανύμνητε, ἣν ἀνυμνοῦσιν, Ἀγγέλων τὰ τάγματα, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον· ὃν πᾶσα κτίσις ἀνυμνεῖ· ὅτι δεδόξασται.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Σοὶ Νικόλαε θεῖον ἐξᾴδω μέλος. Θεοφάνους. Ἦχος β'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν· ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.

Στεφηφόρος βήματι Χριστοῦ, πάνσοφε Νικόλαε, παρεστηκὼς σὺν Ἀγγέλων στρατεύμασι, φωτισμόν μοι δώρησαι, καταυγάζοντα τῆς ψυχῆς μου τὴν ζόφωσιν· ὅπως εὐφημήσω χαίρων σου, παμμάκαρ τὴν πανήγυριν.

δοξάζων πάντας τοὺς αὐτόν, Κύριος δοξάζοντας, σὲ τοῖς πιστοῖς καταφύγιον δέδωκε, πειρασμῶν ῥυόμενον, τοὺς προστρέχοντας τῇ σῇ σκέπῃ Νικόλαε, καὶ προσκαλουμένους πίστει σε, καὶ πόθῳ παναοίδιμε.

Θεοτοκίον. Ἰσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ Πλαστουργῷ, ὡς αἰχμάλωτον ἥρπασε· διὰ σοῦ δὲ πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.

Ἕτερος Κανὼν τοῦ Ἁγίου, οὗ ἡ, Ἀκροστιχὶς κατὰ ἀλφάβητον, χωρὶς τῶν Τριαδικῶν καὶ τῶν Θεοτοκίων. Ἦχος α'.
ᾨδὴ α'.

Ὁ Εἱρμός. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

πόρῳ γλώττῃ καὶ χείλεσιν, ἐγκώμιον βραχὺ καὶ παράκλησιν, προσάξαι τῇ σῇ Νικόλαε, ἥκω θεομιμήτῳ ὑπεροχῇ, ἀλλ’ ὡς πλουτοδότης, τὸν Σωτῆρα καὶ Θεὸν ἵλεων δίδου μοι.

Βροτὸς ὑπάρχων οὐράνιος, ἰσάγγελος ἐν γῇ πεφανέρωσαι, χηρῶν ἀντιλήπτωρ μέγιστος, καὶ καταπονουμένων ἐκδικητής, πάντων θλιβομένων, ἐν κινδύνοις βοηθός, Πάτερ Νικόλαε.

Γνωρίζει πᾶσα ὑφήλιος, Νικόλαε τρισμάκαρ τὰ θαύματα, τῶν σῶν ἀρετῶν τὸ πέλαγος, πένητες τὸν Προστάτην, καὶ ὀρφανοί, χῆραι τὸν τροφέα, καὶ τυφλοὶ τὸν ὁδηγόν, πάντες τὸν πρόμαχον.

Τριαδικόν. Τριάδα σέβω τὴν ἄκτιστον, Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι, οὐσίαν ἁπλὴν Θεότητα, φύσιν μὴ τεμνομένην οὐσιωδῶς, τρεῖς τὰς ὑποστάσεις, διαιρῶν προσωπικῶς, καὶ καθ’ ὑπόστασιν.

Θεοτοκίον. Ἀσπόρως Λόγον συνείληφας, τὸν ἕνα τῆς Τριάδος Πανάχραντε, καὶ τοῦτον σαρκὶ γεγέννηκας, μείνασα μετὰ τόκον ὥσπερ τὸ πρίν· τοῦτον ὡς Υἱόν σου, καὶ Θεὸν ὑπέρ ἡμῶν ἀεὶ ἱκέτευε.

Καταβασία. Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται.

Τῆς Θεοτόκου. ᾨδὴ γ'.

Ὁ Εἱρμός. Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ’ ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε.

οὐρανὸς ὁ καθαρώτατος, τὸ τοῦ Βασιλέως ἀνάκτορον, ὁ χαριτόπνους ἀληθῶς, καὶ εὐώδης Παράδεισος, ἡ ἐλπὶς Χριστιανῶν, ἡ Θεοτόκος ὑμνείσθω μοι.

Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν πρὸς ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς παντευλόγητε.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Νικόλαε μακάριε, τοῦ Δεσπότου γνήσιος, σὺ μαθητὴς γενόμενος, διασῴζεις τοὺς σοὶ προστρέχοντας χαλεπῶν ἐκ κινδύνων, καὶ θανάτου πικροῦ.

λάσθητι τοῖς δούλοις σου, τῶν πταισμάτων ἄφεσιν, ὡς ἀγαθὸς δωρούμενος, Νικολάου τοῦ σοῦ θεράποντος, ταῖς πρὸς σὲ μεσιτείαις πολυέλεε.

Θεοτοκίον. Κατεύνασον τὸν τάραχον, τῶν παθῶν μου Δέσποινα καὶ τὴν ζωὴν κυβέρνησον, Παναγία Χριστὸν ἡ τέξασα, ἐν ᾧ ἐστερεώθῃ ἡ καρδία μου.

Ἕτερος τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Δέλτον ἐν καρδίᾳ, κεκτημένος θεόφρον πολλῶν ἀρετῶν, ἐγγεγραμμένην ἀθανάτῳ, καὶ ἀχράντῳ δακτύλῳ Χριστοῦ τοῦ Θεοῦ Νικόλαε, ὑπὲρ κηρίον καὶ μέλι γλυκύ, στάζεις ἐν τοῖς λόγοις σου.

δειξεν ἡ χάρις, ἐπὶ σὲ παραδόξως τὰ θαύματα· ἡ φαιδρὰ γάρ σου πολιτεία, ὦ Νικόλαε ὄντως, χρυσοῦ παντὸς τηλαυγέστερον, ὑπεραστράπτει καὶ λάμπει ψυχαῖς, αἴγλῃ θείου Πνεύματος.

Ζῇς καὶ μετὰ πότμον, ἐν ὀνείροις σαφῶς ὀπτανόμενος, καὶ νεανίας ἐκ θανάτου, παραδόξως λυτροῦσαι βοῶν ἐμφανῶς τῷ Ἄνακτι· Μὴ ἀδικήσῃς τοὺς ἄνδρας, ἐπεὶ φθόνῳ διεβλήθησαν.

Τριαδικόν. Ἵλεως γενοῦ μοι, Παναγία Τριὰς ὁ Θεὸς ἡμῶν, τῷ ἐν ἀμέτροις πλημμελείαις, ῥυπωθέντι τῷ βίῳ, Πατήρ, ὁ Υἱός, Πνεῦμα τὸ ζῶν, διατηροῦσά με πάντοθεν καὶ ἀεί, ἄτρωτον ἐκ θλίψεως.

Θεοτοκίον. Νέμοις Θεοτόκε, σωτηρίας ἐλπίδα τοῖς δούλοις σου, καὶ ἐν ἀνάγκαις καὶ κινδύνοις, ταχυδρόμοις πρεσβείαις, φρουρεῖν, βοηθεῖν παράστηθι· σὺ γὰρ τὸ κλέος ἡμῶν τῶν πιστῶν, πέλεις Θεονύμφευτε.

Καταβασία. Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Κάθισμα Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Ποταμὸν ἰαμάτων ὑπερχειλῆ, καὶ πηγήν σε θαυμάτων ἀνελλιπῆ, ἔδειξε Νικόλαε, τοῦ ἐλέους ἡ ἄβυσσος· οἱ γὰρ βαρείαις νόσοις, πικρῶς πιεζόμενοι, καὶ συμφοραῖς τοῦ βίου, δεινῶς ἐταζόμενοι, πάσης ἀθυμίας, ἀκεσώδυνον ὄντως, εὑρίσκουσι φάρμακον, τὴν θερμήν σου ἀντίληψιν· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα· καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ κτίστην τῆς κτίσεως· ὅθεν δυσωπῶ σε παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου· Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις Πανύμνητε.

Τῆς Θεοτόκου. ᾨδὴ δ'.

Ὁ Εἱρμός. ν πνεύματι προβλέπων, προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.

Θανάτου μὲν αἰτία, ἡ Εὔα τοῖς βροτοῖς, συμβουλίᾳ ὄφεως, γεγένηται ἁγνή· σὺ δὲ Παρθένε τεκοῦσα λόγῳ τὸν Λόγον, ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης· ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.

ν πνεύματι Προφῆται, προεῖδόν σε ἁγνή, Ὄρος, Πύλην, Τράπεζαν, ἁγίαν Κιβωτόν, Λυχνίαν Θρόνον ζωῆς, Στάμνον καὶ Κλίνην, Θεοῦ Μητέρα, ἐν συμβόλοις σε δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. λήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος, καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

μιλήσας, καθαρῶς ταῖς ἀκτῖσι τοῦ Πνεύματος, φωτοφόρος γέγονας, κόσμου φωτίζων τὰ πέρατα, πᾶσι παριστάμενος, καὶ πάντας σῴζων, τοὺς πίστει σοι προστρέχοντας.

Λυτρούμενος, ἐκ θανάτου ὡς ὤφθης τὸ πρότερον, νεανίας ὅσιε, οὕτω καὶ νῦν με διάσῳσον, πάσης περιστάσεως, καὶ πειρασμῶν καὶ κινδύνων παμμακάριστε.

πήστραψας, ἀρετῶν λαμπηδόνας πανόλβιε, μιμητὴς πανάριστος τοῦ σοῦ Δεσπότου γενόμενος· σῴζεις δὲ καλούμενος, τοὺς εὐλαβείᾳ καὶ πόθῳ σε δοξάζοντας.

Θεοτοκίον. Ἐλήλυθεν, ἐπὶ σοὶ ὁ Δεσπότης καὶ Κύριος, σωματωθησόμενος, καὶ διασῴσων ὡς εὔσπλαγχνος, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Χαῖρε Θεοτόκε πανάμωμε.

Ἕτερος τοῦ Ἁγίου.

Ὁ Εἱρμός. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

κλῆσίς μου μόνη ἀληθῶς, ἐν πάσαις τῶν ἐχθρῶν βουλαῖς, προσκαλουμένη θᾶττον ῥύεται, τοὺς κράζοντάς σοι θερμῶς, ἱερὲ Νικόλαε· Ὡς πρὶν στρατηλάτας ἐλυτρώσω, διάσῳσον καὶ ἡμᾶς, πάσης ἐκ δεινῆς περιστάσεως.

Θρόνῳ παριστάμενος Θεοῦ, πρεσβεύειν ἐκτενῶς σοφέ, μὴ διαλίπῃς ὑπὲρ πάντων ὑμῶν, τῶν σῶν πιστῶν οἰκετῶν, θαυμαστὲ Νικόλαε· ἵνα τοῦ πυρὸς τοῦ αἰωνίου, ῥυσθῶμεν καὶ ἐξ ἐχθρῶν, γνώμης πονηρᾶς καὶ κακώσεως.

άματα βρύεις πανταχοῦ, τοῖς πίστει σοι προστρέχουσι, καὶ ἐκ δεσμῶν λυτροῦσαι ἅπαντας· διὸ τὴν λύπην ἡμῶν, εἰς χαρὰν μετάβαλε, ταῖς εὐπροσδέκτοις ἱκεσίαις, Νικόλαε φαεινέ, θραύων τὴν ὀφρὺν τῶν ἐχθρῶν ἡμῶν.

Τριαδικόν. Ἀνάρχου θεότητος ἀρχήν, Πατέρα καὶ Υἱὸν τιμῶ, καὶ Πνεῦμα σέβω τὸ πανάγιον, τὴν πάντων παντουργικήν, ἑνιαίαν ἄτμητον, τρισὶ χαρακτῆρσι καὶ προσώποις, διῃρημένην ἀεί, μίαν βασιλείαν ἀμέριστον.

Θεοτοκίον. Σὺ ὄντως ἐπέκεινα βροτῶν, Ἀγγέλων τε ὑπέρτιμος, Θεογεννῆτορ Κόρη πέφηνας· τὸν πάντων γὰρ Ποιητήν, ἐν γαστρὶ συνείληφας, σάρκα ὑλικὴν ἠμφιεσμένον, τεκοῦσα δίχα σπορᾶς. Ὢ καινοπρεποῦς θεωρήματος!

Καταβασία. άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε.

Τῆς Θεοτόκου. ᾨδὴ ε'.

Ὁ Εἱρμός. Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.

ς Κιβωτὸς Σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος Θρόνος ἅγιος, καὶ ὡς Παλάτιον ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν Παντοκράτορα.

Μήτηρ ἀπειράνδρως ἐν παρθένοις σύ, αὖθις Παρθένος δέ, ἐν μητράσι μόνη Πάναγνε ἀῤῥήτως ὤφθης· Θεὸν γὰρ ἐγέννησας, τὸν φύσεις ἀμείβοντα.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐκ ἐπίσταμαι.

Θεοπρεπεῖ, πολιτείᾳ Τρισμάκαρ λελαμπρυσμένος, τοὺς κατακριθέντας ἀδίκῳ ψήφῳ θανατωθῆναι, παραστὰς ἐλυτρώσῳ, τῷ Δεσπότῃ Χριστῷ κραυγάζοντας· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.

ν οὐρανοῖς, τὴν ἀΐδιον δόξαν νῦν ἐποπτεύων, καὶ τῆς ἀποῤῥήτου καὶ θείας αἴγλης, ταῖς φανοτάταις ἐντρυφῶν λαμπηδόσι, σκέπασόν με τῇ προστασίᾳ σου, ὅσιε θεράπον, Χριστοῦ πανσεβάσμιε.

Θεοτοκίον. Ἵνα τὴν σήν, ἐκζητήσῃς εἰκόνα συγκεχωσμένην, τοῖς πάθεσι Σῶτερ τὰς οὐρανίους, λαθὼν δυνάμεις, σαρκωθεὶς ἐκ Παρθένου, ἐπεφάνης τοῖς σοὶ κραυγάζουσιν· Ἕτερον ἐκτός σου, Θεὸν οὐ γινώσκομεν.

Ἕτερος τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Κηρύττει σου Πάτερ, τὰ θαύματα νῦν, ἡ Μυρέων μεγίστη μητρόπολις, Λυκίων ἐπαρχία τε, καὶ πᾶσαι πατριαί, τὰς σὰς τερατουργίας, δι’ ὧν πάντας ἐκ πόνων, θλιβερῶν ἐλυτρώσω, ἀξιοθαύμαστε Νικόλαε.

Λιμὴν τῶν χηρῶν, καὶ Πατὴρ τῶν ὀρφανῶν, βοηθὸς τῶν ἐν θλίψει πανάριστος, πενθούντων παραμύθιον, ποιμὴν καὶ ὁδηγός, πάντων τῶν πλανωμένων, Νικόλαε ὑπάρχων, καὶ ἡμᾶς ἐκ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἀπολύτρωσαι.

Μετέστης ἐκ γῆς, πρὸς ἀΰλους σκηνάς, ἔνθα βλέπεις τὸ ἄφραστον κάλλος Χριστοῦ, Ἀγγέλων τοῖς στρατεύμασιν ἐφάμιλλος δειχθείς· διὸ σὺν Ἀποστόλοις, καὶ Μάρτυσι χορεύων, ἐκτενῶς τὸν Σωτῆρα, Πάτερ Νικόλαε ἱκέτευε.

Τριαδικόν. Συνάναρχα τρία, ὁμόθρονα μέν, ἀμερίστου μιᾶς δὲ Θεότητος, δοξάζω αὐτεξούσια, τὰ πρόσωπα σαφῶς· δι’ ἧς ἐκ τοῦ μὴ ὄντος, παρήχθην εἰς τὸ εἶναι, σὺν Ἀγγέλοις κραυγάζων· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

Θεοτοκίον. Βροτῶν σωτηρία, καὶ πάντων ἐλπίς, ἡ προφθάνουσα τάχος καὶ σῴζουσα, οἰκτείρησον καὶ νῦν ἡμᾶς, βοῶμέν σοι ἁγνή, τοὺς σὲ προσκαλουμένους, ἀεὶ ἐν περιστάσει· προστασίαν γὰρ ἡμεῖς, μετὰ Θεὸν ἄλλην οὐκ ἔχομεν.

Καταβασία. Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

Τῆς Θεοτόκου. ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ· Τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῷσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.

Προστασία τῶν πιστῶν, ἀθυμούντων χαρμονή, εὐφροσύνης καὶ χαρᾶς, ἔμπλησον πνευματικῆς, τοὺς δούλους σου, τοὺς πεποιθότας τῇ προστασίᾳ σου.

Οὐρανὸς ὁ λογικός, ὁ Ναὸς ὁ καθαρός, ἡ ἁγία Κιβωτός, ὁ τερπνότατος Θεοῦ, Παράδεισος, ἐν ᾧ τὸ ξύλον ζωῆς ὑμνείσθω μοι.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

τῆς νίκης Νικόλαε στέφανος, σοῦ τῇ κορυφῇ ἀξίως ἐπιτέθειται· ὡς νικητὴς οὖν ἄριστος, τοὺς σὲ προσκαλουμένους διάσῳσον.

Νεκρωθέντα με μάκαρ τοῖς πταίσμασι, καὶ ταῖς τῶν παθῶν τρικυμίαις ποντούμενον, ἐπιφανεὶς διάσῳσον, πρὸς λιμένα τοῦ θείου θελήματος.

Θεοτοκίον. Ἐπὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ σὲ προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.

Ἕτερος τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Νέος Ἀβραάμ, ἐδείχθης Νικόλαε, ὡς μονογενῆ υἱὸν προσάξας τὸν νοῦν, τῷ Δεσπότῃ σου, ἀναιμάκτους θυσίας προσφέρων ἀεί· κἀντεῦθεν εὐλογήθης ὡς φιλόξενος, Πάτερ, καὶ Τριάδος γέγονας, οἰκητήριον θεῖον καὶ ἄμωμον.

Ξένα καὶ φρικτά, ἐργάζῃ τεράστια, ἐν πάσῃ τῇ γῇ, καὶ ἐν θαλάσσῃ μακράν, κινδυνεύουσι, ταχυδρόμοις λιταῖς ἐφιστάμενος, ἀσθενούντων ἰατρός, καὶ πτωχευόντων τροφεύς, νίκης τε λαοῦ φερώνυμος, τοῦ πιστοῦ κατ’ ἐχθρῶν ἀναδέδειξαι.

μματι νοός, προβλέπων τὰ μέλλοντα, δογμάτων ὀρθῶν, πάντας ἐνέπλησας, Ὁμοούσιον, τῷ Πατρὶ τὸν Υἱὸν καταγγείλας ἡμῖν, καὶ Ἀρείου τὴν μανίαν ἐξωλόθρευσας, στήλην ὀρθοδόξου πίστεως, τὰ σεπτά σου προσθεὶς κατορθώματα.

Τριαδικόν. Σέβω καὶ τιμῶ, Τριάδα ἀμέριστον, προσώποις τρισὶ διαιρουμένην ἀεί, ἑνουμένην δέ, τῇ οὐσίᾳ καὶ φύσει ὡς μίαν ἀρχήν, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, πάντων κραταιῶς δεσπόζουσαν, καὶ τὸ πᾶν συντηροῦσαν ὡς βούλεται.

Θεοτοκίον. Κλίνας οὐρανούς, ἐν μήτρᾳ σου πάναγνε, Χριστὸς βουληθεὶς, ὅλος ἐσκήνωσεν· οὐ γὰρ ἔφερε, τῶν ἰδίων χειρῶν τὸ πλαστούργημα, καθορᾶν ὑπὸ τοῦ πλάνου τυραννούμενον, ἦλθε δὲ ἐν δούλου σχήματι, τὸ ἀνθρώπινον γένος λυτρώσασθαι.

Καταβασία. Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

ν τοῖς Μύροις ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσῳσας τοὺς ἀθῴους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

Ὁ Οἶκος.

νυμνήσωμεν νῦν τὸν Ἱεράρχην ᾄσμασι, τὸν ἐν Μύροις λαοὶ ποιμένα καὶ διδάσκαλον, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἐλλαμφθῶμεν· ἰδοὺ γὰρ ὤφθη ὅλος καθάρσιος, ἀκήρατος πνεύματι, Χριστῷ προσάγων θυσίαν ἄμωμον, τὴν εἰλικρινῆ καὶ Θεῷ εὐπρόσδεκτον, ὡς Ἱερεὺς κεκαθαρμένος τῇ ψυχῇ καὶ τῇ σαρκί· ὅθεν ὑπάρχει ἀληθῶς, τῆς Ἐκκλησίας προστάτης, καὶ ὑπέρμαχος ταύτης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.

Συναξάριον.
Τῇ ς'. τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

Στίχ. Ὁ Νικόλαος, πρέσβυς ὢν ἐν γῇ μέγας,

          Καὶ γῆς ἀποστὰς εἰς τὸ πρεσβεύειν ζέει.

          κτῃ Νικόλεώ γε φάνη βιότοιο τελευτή.

Οὗτος ὑπῆρχεν ἐν τοῖς χρόνοις Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν τυράννων, πρότερον τῇ μοναδικῇ πολιτείᾳ διαπρέψας· εἶτα δι’ ὑπερβάλλουσαν ἀρετήν, τὴν ἀρχιερωσύνην ἐδέξατο. Ἐπεὶ δὲ τὰ Χριστιανῶν ἦν πρεσβεύων καὶ τὴν εὐσέβειαν κηρύττων ἐλευθέρᾳ φωνῇ, συλλαμβάνεται ὑπὸ τῶν τὰ πρῶτα φερόντων τῆς Πόλεως, καὶ πληγαῖς καὶ στρεβλώσεσι παρ’ αὐτῶν ὑποβληθεὶς τῇ εἱρκτῇ ἐναποῤῥίπτεται μετὰ καὶ ἄλλων Χριστιανῶν. Τοῦ δὲ μεγάλου καὶ εὐσεβοῦς Κωνσταντίνου τὴν Βασιλείαν τῶν Ῥωμαίων ψήφῳ Θεοῦ ὑποζωσαμένου, ἀφίενται οἱ κατάκλειστοι τῶν δεσμῶν·μεθ’ ὧν καὶ ὁ μέγας Νικόλαος ἀφεθείς, τὰ Μύρα κατέλαβεν. Οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ἡ ἐν Νικαίᾳ πρώτη Σύνοδος συναθροίζεται ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου, ἧς μέρος καὶ ὁ θαυμαστὸς Νικόλαος γίνεται.

Οὗτος πολλὰ μὲν καὶ ἄλλα ἐποίησε θαύματα, ὡς ἡ κατ’ αὐτὸν ἱστορία δηλοῖ· διέσῳσε δὲ καὶ συκοφαντηθέντας ἄνδρας τρεῖς, ἀδίκως μέλλοντας θνῄσκειν Ὡς γὰρ τὸν καιρόν, καθ’ ὃν ἔμελλον οὗτοι ἀποτέμνεσθαι, ἐν φυλακῇ ὄντες, ἔμαθον, τὸν ἅγιον εἰς βοήθειαν ἐπεκαλέσαντο, ὑπομνήσαντες αὐτὸν καὶ ὧν ἐποίησεν ἄλλων εὐεργεσιῶν, καὶ ὅπος τρεῖς ἄνδρας ἐν τῇ Λυκίᾳ ἀναιρεῖσθαι μέλλοντας διεσῴσατο. Τοιγαροῦν ὁ ταχὺς εἰς βοήθειαν καὶ θερμὸς εἰς ἀντίληψιν, ὁ ἅγιος, φημί, Νικόλαος, ὀπτάνεται ὄναρ τῷ βασιλεῖ καὶ τῷ ἐπάρχῳ· καὶ τὸν μὲν ἐπιτιμᾷ διὰ τὴν πρὸς τὸν βασιλέα εἰς τοὺς ἄνδρας διαβολήν· τὸν δὲ βασιλέα ἀναδιδάσκει, καὶ ὑπομιμνῄσκει ὡς ἀνεύθυνοί εἰσι, καὶ διὰ φθόνον τῷ τῆς καθοσώσεως ἐγκλήματι ὑπεβλήθησαν· ὅθεν αὐτοὺς λυτροῦται τῆς ἐπικειμένης ἀνάγκης. Πρὸς τούτοις δὲ καὶ ἕτερα πλεῖστα τεράστια ἐκτελέσας, καὶ ἱερῶς τὸν ὀρθόδοξον ποιμάνας λαὸν, καὶ εἰς βαθὺ γῆρας ἐληλακὼς πρὸς Κύριον ἐξεδήμησεν, οὐδὲ μετὰ τὸ τέλος τοῦ ποιμνίου ἐπιλαθόμενος, ἀλλὰ καὶ καθ’ ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν τὰς εὐργεσίας αὐτοῦ τοῖς δεομένοις ἐπιδαψιλευόμενος, καὶ κινδύνων παντοίων καὶ περιστάσεων ῥυόμενος.

Καὶ νῦν δέ, ὡς τότε, ὁ αὐτὸς Θεὸς δι’ αὐτοῦ πλεῖστα θαύματα ἐνεργεῖ· καὶ οἱ ἐκ πίστεως ἀδιστάκτως ἐξαιτούμενοι, οὐκ ὀλίγα ταῦτα, ἀλλὰ καὶ μείζονα, καὶ οὕτως ἔχοντα θαυματουργήματα λαμβάνουσιν· ὥσπερ καὶ νῦν τοιοῦτόν τι γέγονε παρὰ τοῦ τρισμάκαρος Πατρὸς ἡμῶν Νικολάου.

νὴρ γάρ τις εὐλαβὴς ἦν ἐν τῷ Βυζαντίῳ ἐν Χριστῷ πιστὸς, καὶ τὸν ὅσιον Πατέρα ἡμῶν Νικόλαον ὑπερβχλλόντως φιλῶν, καὶ φιλούμενος ὑπ’ αὐτοῦ. Οὗτός ποτε πρὸς ἑτέραν χώραν διὰ πλοὸς ἀφίκεαθαι βουλόμενος, δουλείας αὐτὸν ἀναγκαίας κατεπειγούσης, ἀπελθὼν ἐν τῷ ναῷ τοῦ ἁγίου, προσηύξατο κατὰ τὸ εἰωθὸς αὐτῷ· καὶ τοὺς οἰκείους προσγενεῖς τε καὶ φίλους ἀσπασάμενος, ἐπέβη τῷ πλοίῳ. Περὶ δὲ ὥραν ἐννάτην τῆς νυκτὸς ἀνέστησαν μεταβαλεῖν τὰ ἱστία, ἑτέρου ἀνεμου πνεύσαντος· συνανέστη δὲ καὶ ὁ εὐλαβέστατος οὗτος ἀνὴρ πρὸς χρείαν ὕδατος. Ἀσχολουμένων δὲ πάντων πρὸς τὴν τῶν ἱστίων μεταβολὴν, συμποδισθεὶς, οἶα φιλεῖ συμβαίνειν, ἀπεῤῥίφη εἰς τὸ πέλαγος κατὰ τὸ μέσον τῆς θαλάσσης· κἀκεῖνοι μὲν, σκοτίας οὔσης, καὶ τοῦ πνεύματος σφοδροτέρως ἐπὶ τὰ πρόσω βιάζοντος, μὴ δυνάμενοί τι διαπράξασθαι, τὸν τοῦ ἀνδρὸς ἀπωδύροντο πικρότατον θάνατον· ὁ δέ γε, μεθ’ ὧν ἐνεδέδυτο ἀποῤῥιφεὶς τῇ θχλάσσῃ, καὶ γενομένων τούτων πληρεστάτων τοῖς ὕδασιν, εἰς τὸν πυθμένα τοῦ πελάγους καταποντισθείς, Ἅγιε Νικόλαε, βοήθει μοι, εἶπεν. Ἐπὶ πολὺ δὲ τὴν φωνὴν ἀνακράζοντος, ὢ τοῦ θαύματος! ὡς ἀκατανόητα τὰ θαυμάσιά σου, Κύριε! εὐρέθη μέσον τοῦ οἴκου αὐτοῦ, δοκῶν ἐν τῷ βυθῷ ἑστάναι. Οἱ δὲ γειτονοῦντες, τῶν φωνῶν ὡς ᾔσθοντο, ἀνέστησαν· ὡσαύτως καὶ οἱ ἐν τῷ οἴκῳ αὐτοῦ φῶτα ἀνάψαντες, συνελθόντες καὶ οἱ ἔξωθεν γειτονοῦντες, εἶδον αὐτὸν μέσον τῆς οἰκίας ἑστῶτα καὶ κράζοντα· καὶ τοὺς χιτῶνας, οὓς ἐνεδέδυτο ἐν τῇ θαλάσσῃ, θαλάσσιον καταῤῥέοντας ὕδωρ· καὶ ἐννεοὶ γεγονότες, ἐξέστησάν τε καὶ ἔφριξαν.

δέ· Ὦ ἀδελφοὶ, τί ἐστι τὸ ὁρώμενον; ἐγὼ γὰρ οἶδα ἀκριβῶς, ὅτι πάντας ὑμᾶς ὀψὲ, ἐννάτῃ ὥρα, ἀσπασάμενος, τῷ πλοίῳ ἐμβὰς ἀπέπλευσα· καὶ αἰσίου ἀνέμου πνεύσαντος, ἐφ’ ἱκανὸν τὸν πλοῦν διηνύσαμεν. Περὶ δὲ δευτέραν φυλακὴν τῆς νυκτὸς, ἢ καὶ τρίτην, ἐν τῷ πλοίῳ σταθεὶς διὰ τὸ λαβεῖν ὕδωρ, συμποδισθεὶς ὑπὸ τῶν ναυτῶν, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφην, καὶ εἰς βοήθειαν τὸν ἅγιον Νικόλαον ἐπεκαλούμην· ποῦ δὲ νῦν εἰμι, ἀγνοῶ· ὑμεῖς εἴπατέ μοι, ὅτι ἐξεστηκώς εἰμι, καὶ ἄλλος ἐξ ἄλλου γέγονα.

Οἱ δὲ, τῶν εἰρημένων νουνεχῶς ἀκροασάμενοι, τό, τε θαλάσσιον ὕδωρ καταῤῥέον ἐκ τῶν χιτώνων ὁρώντες, ἐξεπλάγησαν, ἐννοοῦντες τὸ παράδοξον τοῦ θαύματος. Καὶ σὺν αὐτῷ χαίροντες ὁμοῦ καὶ δακρύοντες, ἐπὶ πολὺ τό, Κύριε ἐλέησον, ἔκραζον. Εἶθ’ οὕτως ἀποδυσάμενος, καὶ ἕτερα ἀμφιασάμενος, τὸν ναὸν τοῦ ἁγίου Νικολάου κατέλαβε, καὶ τὸ λοιπὸν τῆς νυκτὸς ἐκεῖσε διεβίβασε, προσπίπτων μετὰ δαχρύων, ἐκλιπαρῶν, ἀντιβολῶν, καὶ τὴν εὐχαριστίαν μετ’ ἐκπλήξεως ἀπεδίδου. Ὄρθρου δὲ ἤδη φθάσαντος, καὶ τοῦ συνήθους λαοῦ συναθροισθέντος, τὸ θαῦμα πᾶσι κατάδηλον γέγονεν. Ὡς οὖν ἅπαντες τῶν ἡδυπνόων ἐκείνων ἀρωμάτων ἐνεπλήσθησαν, τῶν εἰς εὐχαριστίαν τοῦ ἁγίου Νικολάου παρὰ τοῦ ἀνδρὸς προσαχθέντων, ὁλόφωτον δὲ καὶ τὴν ἐκκλησίαν ἑωρακότες, ἐπυνθάνοντο, τίς ἡ αἰτία τοῦ δράματος; Καὶ μαθόντες ἐξέστησαν, τὸν Θεὸν δοξάζοντες, καὶ τὸν ἅγιον εὐφημοῦντες.

Τὸ ἐξαίσιον τοίνυν τοῦτο καὶ ὑπερφυὲς ὄντως μεγαλεῖον, εἰς πᾶσαν τὴν Κωνσταντίνου μεγαλόπολιν διαδραμὸν, εἰς ὦτά τε τοῦ κρατοῦντος τότε βασιλέως φθάσαν, καὶ τοῦ τὴν μεγάλην τότε Ἐκκλησίαν τοῦ Θεοῦ τῷ Ἀρχιερατικῷ θρόνῳ κόσμοῦντος, ἐπὶ συνεδρίου ἀνέπεισε τὸν ἄνδρα καλέσασθαι. Παραστάντος οὖν τούτου, καὶ ἐπὶ παῤῥησίᾳ πολλῶν συνελθόντων διηγησαμένου, ὅπως καὶ τίνα τρόπον αὐτῷ τὸ ἐξαίσιον καὶ ὄντως ἀκατανόητον τοῦτο τερατούργημα γέγονεν, ἅπαντες ἐξεβόησαν· Μέγας εἶ Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ οὐδεὶς λόγος ἐξαρκέσει πρὸς ὕμνον τῶν θανμασίων σου! Λιτὴν δὲ καὶ ἀγρυπνίαν διαλαλήσαντες, καὶ πανδημεὶ συναθροισθέντες, εἰς τὸν Ναὸν τοῦ ἁγίου ἀπῄεσαν, δοξάζοντες καὶ εὐλογοῦντες τὸν Θεὸν, καὶ τῷ πιστῷ αὐτοῦ θεράποντι τὴν εὐχαριστίαν ἀπονέμοντες.

Βίος τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἐπισκόπου Μύρων τῆς Λυκίας.
Εὐλόγησον, Πάτερ.

Σοφόν τι χρῆμα ζωγράφων χείρ, καὶ δεινὴ μὲν μιμήσασθαι τὴν ἀλήθειαν, δεινὴ δὲ τῶν πραγμάτων ἐναργῆ παραστῆσαι τὰ σύμβολα. Σοφώτερον δὲ ἄρα λόγος, καὶ πολλῷ γραφικῆς ἐναργέστερον δεῖξαί σε ὃ βούλεται, καὶ ὑπ’ ὀφθαλμοὺς προθεῖναι τὸ πρᾶγμα, ὅσῳ καὶ πλέον διερεθίζειν οἶδε πρὸς μίμησιν καὶ ζήλου τι κέντρον ταῖς ψυχαῖς ἐνιέναι, καὶ πρὸς τὰ ἴσα διανιστᾶν. Αὐτίκα γοῦν ὁ τὸν κατὰ Θεὸν πολιτευσάμενος βίον, τῷ λόγῳ διατυπούμενος, πολλοὺς ἂν ἐφελκύσηται, καὶ παρακαλέσῃ πρὸς ἀρετήν, καὶ ὅλως πρὸς τὸν ὅμοιον διαθερμανεῖ ζῆλον, ὥσπερ δὴ καὶ ὁ τοῦ θείου Πατρὸς Νικολάου, καὶ τούτῳ γε μᾶλλον εἴπερ τινός, ὅσῳ καὶ ἀκοὴν πλέον ἡδύνει, καὶ ψυχὴν εὐφραίνει, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν διανιστᾷ. Τὰ τούτου τοίνυν καὶ διηγητέον ἡμῖν, καὶ περιληπτέον τῷ λόγῳ εἰς δύναμιν, καὶ πάλαι μὲν ὄντα γνώριμα τοῖς πολλοῖς καὶ οὐδεμιᾶς δεόμενα ἱστορίας· πλὴν ἀλλ’ ὅσον ἀναλαβεῖν αὐτὰ, καὶ εἰς μνήμην εἰσενεγκεῖν καὶ τὰς τῶν φιλαρέτων ἡδῦναι ψυχάς.

Τῷ μεγάλῳ τοιγαροῦν καὶ θαυμασίῳ τούτῳ Πατρί, Πάταρα μὲν ἡ πατρίς, πόλις Λυκίας καὶ τῶν ἐπιφανῶν πρότερον. Πατέρες δέ, τὰ μὲν εἰς γένος τῶν εὖ γεγονότων· οὐσίαν δὲ αὐτάρκη, καὶ ὅση μὴ περιττή, κεκτημένοι, ἄγευστοι κοσμικῆς δόξης καὶ φαντασίας γενόμενοι καὶ τῷ παιδὶ καλὸς τύπος πρὸς ἀκτησίαν ἐσόμενοι, περὶ μόνον σχολάζοντες τὸ ἀγαθὸν, καὶ τοῦτο ἐκ παντὸς τρόπου μεταδιώκοντες. Οὗτοι παρὰ τὰς διεξόδους τῶν ὑδάτων τῆς εὐσεβείας πεφυτευμένοι, ὁμοῦ τε καρπὸν ἐν καιρῷ διδοῦσι τὸν θεῖον Νικόλαον, καὶ ὁμοῦ πεδεῖται τὰς ὠδῖνας ἡ μήτηρ, ἄγονος ἐξ ἐκείνου καὶ ἄτεκνος τὸ λοιπὸν μείνασα, οἱονεὶ τῆς φύσεως διομολογούσης τὸ μὴ δύνασθαι τοιοῦτον ἄλλον προσενεγκεῖν. Ἀλλὰ τοῦτον δὴ πρῶτον ἅμα καὶ τελευταῖον ἡ μήτηρ τὸν εὐγενῆ κλάδον εἰς φῶς ἀγαγοῦσα, πολυειδῆ ὅμως μετὰ τοῦ συζύγου τῷ πνεύματι δέδωκε τὸν καρπόν, τὸν τῶν ἀρετῶν σωρόν, τὴν τῶν ἀγαθῶν θάλασσαν, τὴν καλὴν ὄντως εὐπαιδείαν πλουτήσαντες, τὸν θαυμαστὸν τοῦτόν φημι Νικόλαον. Ἐκ τοιούτων δὲ γεννηθείς, δεῖγμα τῆς πρὸς τὸν Βαπτιστὴν οἰκειότητος, τὴν τῆς γεννησαμένης παρῆψε [3] στείρωσιν. Ὅτι ὁ μὲν διαλύει μητρὸς ὠδῖνας τεχθείς, οὗτος δὲ κλείει τὸ ἔμπαλιν. Ἐπειδὴ δὲ καὶ θηλάζειν αὐτὸν κατὰ βρέφος ἐχρῆν, καὶ τῷ μητρῴῳ παρακεῖσθαι μαζῷ, ἐπισημαίνεται κἀνταῦθα Θεός, ὁποῖός τις ἔσται Νικόλαος, ἤδη φρονοῦσαν ἡλικίαν ἀπολαμβάνων. Ὅλης μὲν γὰρ ἑβδομάδος, ὅσα καὶ βρέφος τῇ θηλῇ ἐχρῆτο· ἐπειδὴ δὲ ἡ Τετρὰς τῶν ἡμερῶν καὶ ἡ Παρασκευὴ καταλάβοι, ἅπαξ ἐν ἑκατέρᾳ τούτων γάλακτος μετελάμβανε· καὶ ταῦτα, μετὰ τὸν τῆς ἑσπέρας καιρόν, ὑπὸ κανόνι τελείῳ καὶ πρὸ τῆς παιδικῆς τιθηνούμενος ἡλικίας, τὸ πρὸς ἐγκράτειαν οἰκείως ἔχειν ὑποφαίνων ἐκ προοιμίων.

Οὕτω τοιγαροῦν ἀναγόμενος, καὶ τὰ χρηστὰ τῶν ἠθῶν, τὰ μὲν ἐξ αὐτῶν ἐκείνων τῶν πατέρων ἀποματτόμενος, τὰ δὲ φύων καὶ γεωργῶν αὐτὸς οἴκοθεν, ὥσπερ τις ἀγαθὴ γῆ καὶ γενναία, ἡλικίας τε ἤδη ἥπτετο καὶ γραμματιστῇ παρεδίδοτο. Ὁ δέ, μεγέθει φύσεως καὶ διανοίας ὀξύτητι πλεῖστα τῶν μαθημάτων ἐν βραχεῖ καρπωσάμενος, τὸ μὲν πολιτικὸν τοῦτο καὶ ἀγοραῖον διέπτυσεν· ἑταιρείας δὲ ἀτάκτους καὶ ὁμιλίας ἐκκλίνας, καὶ γυναιξὶ συλλαλεῖν ἢ καὶ διδόναι ὀφθαλμὸν ὅλως ἀπαγορεύσας, ἀληθοῦς ἐπεμέλετο σωφροσύνης· καὶ ταῖς ἔξω διατριβαῖς χαίρειν εἰπών, τοῖς θείοις ἦν ὅλως οἴκοις σχολάζων, οἶκον αὐτὸς ἑαυτὸν ἄξιον τοῦ Δεσπότου κατασκευάζων, καὶ παραῤῥιπτεῖσθαι μᾶλλλον ἐν αὐτοῖς, κατὰ τὸν θεῖον Δαυΐδ, αἱρούμενος. Ἐπειδὴ δὲ πρός τε τὴν τῶν θείων Γραφῶν γνῶσιν καὶ τῶν περὶ Θεοῦ δογμάτων ἱκανῶς ἐξεπεπόνητο, μυρίαις τε ἐκεκόσμητο χάρισι, καὶ τὴν προσήκουσαν τοῖς Ἱερεῦσιν ἀκρίβειαν ἀτεχνῶς ἔσῳζεν, (ἀλλά γε καὶ τὸ ἦθος αὐτῷ καὶ πρὸ τῆς πολιᾶς στάσιμόν τε καὶ πρεσβυτικὸν ἦν) πρεσβύτερον αὐτὸν ἠξίουν ψηφίζεσθαι. Προτροπῇ τοίνυν τοῦ πρὸς πατρὸς αὐτοῦ θείου, ὑπὸ τοῦ τηνικαῦτα τῆς Μυρέων Προέδρου χειροτονεῖται Πρεσβύτερος· καὶ τῷ δεδωκότι Θεῷ ἀντιδίδοται, ὁ δῶρον ὄντως εὐχῆς τοῖς γεγεννηκόσιν αὐτὸν γενόμενος.

μέν τοι Ἀρχιερεὺς τῆς Μυρέων οὗτος, θείου Πνεύματος εὐμοιρεῖν ἠξιωμένος, τὴν τοῦ νέου ψυχὴν κατὰ νόμον ἀρετῆς βλέπων, καὶ περὶ τῆς μελλούσης αὐτῷ πλεονάσαι χάριτος προεφήτευσεν οὕτως εἰπών· Ὡς ἔσται μὲν λυπουμένων εὐμενὲς παραμύθιον, ποιμανεῖ δὲ ψυχὰς καλῶς, καὶ πεπλανημένους πρὸς νομὰς τῆς εὐσεβείας ἀνακαλέσεται καὶ σωτὴρ τοῖς ἐν κινδύνοις ἀναφανεῖται. Ἅπερ, εἰ τῷ χρόνῳ ὕστερον καὶ εἰς ἔργον ἐξέβη, τὰ ἑξῆς τοῦ λόγου δηλώσει.

Τί δὲ χρὴ λέγειν, ὁπόση μετὰ τὴν χειροτονίαν αὐτῷ πρὸς ἀρετῶν ἐργασίαν ἐπίδοσις γέγονεν, ἀγρυπνίαις τε καὶ νηστείαις καὶ προσευχαῖς οἵαις ἑαυτὸν ἐδεδώκει, ἐξ ὧν τὴν τῶν ἀσωμάτων διαγωγὴν ἐν σώματι θνητῷ κατορθῶσαι ἐφιλονείκει καὶ διὰ τοῦτο καὶ μεγάλα περὶ αὐτοῦ τοῖς πολλοῖς ἐδίδου φαντάζεσθαι.

ς δὲ καὶ ὁ προμνημονευθεὶς θεῖος αὐτοῦ (Νικόλαος δὲ καὶ αὐτὸς ὠνομάζετο) εἰς τοῦτο ἀρετῆς ἥκοντα τὸν νεανίσκον ἑώρα, καὶ τηλικαύτης ἀξιωθέντα τῆς χάριτος, τήν τε τοῦ θείου Ναοῦ πρόνοιαν (ὃν πρότερον ἐπ’ ὀνόματι τῆς ἁγίας Σιὼν ἐκεῖνος ἐδείματο καὶ εἰς Μοναστήριον συνεστήσατο) αὐτῷ ἐγχειρίζει καὶ συνεργοὺς τῷ νέῳ τοῦ πράγματος, ὅσους καὶ τῆς ἀρετῆς αὐτῷ κοινωνοὺς ἔδει, ποιεῖται· ὥστε καὶ συνδιαφέρειν αὐτῷ τὰς ἐκκλησιαστικὰς φροντίδας καὶ τῶν ἱερῶν ἐπιμελέστατα προνοεῖν. Καὶ μὲν δήποτε καὶ τοῦ θαυμαστοῦ τούτου Νικολάου ἐν Παλαιστίνῃ ἀπάραντος, ἐφ’ ᾧ τὸν ζωοποιὸν τοῦ Χριστοῦ Τάφον, τὸ σωτήριόν τε τοῦ Σταυροῦ ξύλον ἐν αὐτῇ προσκυνήσειεν, οὗτοι τὸν ἐκείνου τόπον ἐπλήρουν καὶ τὰ τοῦ Ναοῦ καὶ τὰ τῆς οἰκονομίας οὕτως ἐνήργουν, ὥς περ ἂν εἰ παρὼν ἐκεῖνος ἐτύγχανεν· ἀλλὰ ταῦτα μὲν ὕστερον.

ρτι δέ, τῶν πατέρων αὐτοῦ τὸν βίον ἀπολιπόντων, κληρονόμος τῆς οὐσίας καταλειφθείς, καὶ ὅσα εἰκὸς υἱὸν φιλοπάτορα, ἐπὶ πατέρων ἀποδημίᾳ φιλοστόργων ἐνδείξασθαι διατελέσας, οὐ πρὸς τὸν πλοῦτον εὐθὺς εἶδεν, οὐδ’ ὅπως ἂν εὐθὺς εἶδεν, οὐδ’ ὅπως ἂν αὐξηθείη ὁ κλῆρος αὐτῷ καὶ διαμείνοι, φροντίδα κἂν μικρὰν γοῦν ἔθετο· πάλαι γὰρ κοσμικαῖς ἁπάσαις ἀποταξάμενος εὐπαθείαις, ἀληθῆ ἔσπευδε δεῖξαι διὰ τῆς μετὰ ταῦτα διαγωγῆς τὰ τοῦ βίου προοίμια, σύμφωνόν τε τῇ ἀρχῇ ἅπαν τὸ ἑξῆς ἐπιθῆναι. Διὰ ταῦτα καὶ Θεῷ πάντα τὰ καθ’ ἑαυτὸν ἐπιτρέπων, Γνώρισόν μοι, Κύριε, ἔλεγεν, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἀπὸ γαστρὸς μητρός μου, Θεός μου εἶ σύ. Ἤκουε δὲ καὶ τοῦ θείου Δαυῒδ λέγοντος οὑτωσί· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν· πρὸς δὲ καὶ τοῦ σοφοῦ Σολομῶντος· Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε. Οὐκοῦν οὐδὲ ἀπέσχετο εὖ ποιεῖν, ἀλλὰ χεὶρ ἦν ἄνετος πρὸς τοὺς δεομένους, καὶ ποταμὸς πολλῷ ῥέων καὶ ἡσύχῳ ῥεύματι.

λλὰ γὰρ ἄξιον ἤδη καὶ τῶν κατὰ μέρος ἐπιμνησθῆναι, ἵν’ ὁ πλοῦτος αὐτοῦ τῆς χρηστότητος ἀκριβέστερον γνωσθῇ.

νήρ τις ἄδοξος ἐξ ἐνδόξου καὶ πένης ἐκ πλουσίου, γενόμενος ἐπειδή, τοῖς ὅλοις διηπορεῖτο, καὶ αὐτῶν ἤδη τῶν ἀναγκαίων ἐπιλειπόντων αὐτῷ, φεῦ μέχρι καὶ τίνων ἡ ἔνδεια προχωρεῖν οἶδε! γνώμην ἔσχε τὰς θυγατέρας (τρεῖς δὲ ἦσαν αὐτῷ, διαφερόντως ἀγαθαὶ τὴν μορφήν.) μισθοῦ πρὸς ἀκολασίαν ἐκδιδόναι τοῖς βουλομένοις καὶ τὸ ἐντεῦθεν αὐταῖς ποριζόμενον ἑαυτοῦ τε καὶ τῶν παίδων ποιεῖσθαι τροφήν· τὸ γὰρ ἀνδράσιν αὐτὰς συναρμόσαι ἀδυνάτως εἶχεν, ἅτε διὰ τὸ πολὺ τῆς πενίας ὑπὸ πάντων εὐθὺς ἀπαξιουμένας. Ὁ μὲν οὖν, ἐν τούτοις ὤν, καὶ τὴν πονηρὰν ταύτην ἐπίνοιαν ἐμελέτα, καὶ ἔργου ἤδη ἐλεεινῶς ἥπτετο.

λλὰ σύ, Κύριε, ὁ φύσει τε ἀγαθός, καὶ ἀγαθοῦ παντὸς αἴτιος, καὶ ἡμετέραις ἀνάγκαις φιλανθρώπως ἐπικαμπτόμενος, εἰς ὦτα πεσεῖν τὸ γινόμενον παρασκευάζεις τῷ Νικολάῳ, καὶ Ἄγγελον αὐτὸν ἀγαθὸν τῷ ἢδη κατὰ ψυχὴν κινδυνεύοντι, καὶ βοηθὸν ἕτοιμον ἐπιπέμπεις, ὁμοῦ τε τὴν πενίαν αὐτῷ παραμυθούμενον, καὶ πενίας χαλεπωτέρου πράγματος ἀπολύοντα. Καὶ ὅρα μοι τοῦ ἁγίου τὸ μετὰ συνέσεως συμπαθές· οὐ γὰρ ὑπέμεινε τῷ ἀνδρὶ προσελθεῖν, καὶ περὶ τούτου βραχύ τι διαλεχθῆναι, οὐδὲ τὴν εὐεργέτιν αὐτῷ ἐμφανίσαι χεῖρα, ἃ σύνηθες ποιεῖν τοῖς μικροψύχοις τὸν ἔλεον· ᾔδει γὰρ, ὅτι φορτικὰ ταῦτα τοῖς ἐκ πλούτου καὶ δόξης εἰς ἀπορίαν καταπεσοῦσιν, ἐντρέποντά τε τὰς ἐκείνων ψυχάς, καὶ εἰς μνήμην προτέρας εὐημερίας ἐμβάλλοντα. Ἀλλ’ ὥς περ ὑπερβαλέσθαι φιλονεικῶν καὶ τὴν εὐαγγελικὴν δήπου παραγγελίαν, τὸ μὴ πιστευθῆναι τῇ ἀριστερᾷ τὸ γινόμενον, οὐδὲ αὐτὸν ἠθέλησε τὸν εὐεργετούμενον μάρτυρα τοῦ πραττομένου παραλαβεῖν. Οὕτω μακρὰν ἀπεῖχε τοῦ τὴν παρὰ ἀνθρώπων δόξαν ἐπιζητεῖν, ἐπεὶ καὶ μᾶλλον αὐτὸς ἀγαθότητι ποιῶν, ἢ ἕτεροι πονηρὰ δρῶντες, τὸ λανθάνειν ἐσπούδαζεν. Ἀμέλει καὶ ἁδρὸν ἀπόδεσμον χρυσίου λαβών, ἀωρὶ τῶν νυκτῶν, παρὰ τὴν οἰκίαν τοῦ ἀνδρὸς ἥκει· καὶ τοῦτον διά τινος θυρίδος ἀκοντίσας, αὐτὸς εὐθέως οἴκαδε ἐπανῄει, ὥσπερ αἰσχυνόμενος ὀφθῆναι διδούς.

ωθεν οὖν ὁ ἀνὴρ ἀναστάς, καὶ τὸν χρυσὸν εὑρών, ἔπειτα τὸν δεσμὸν λύσας, κατεπλάγη, καὶ ἑαυτὸν ἐξηπατῆσθαι ᾤετο, δεδιώς, μὴ οὐχὶ χρυσὸς ᾖ τὸ ὁρώμενον. Πόθεν γὰρ ἂν καὶ ὑπέλαβέ τι τοιοῦτον, τὸ μηδὲ θελῆσαι τὸν εὐεργετηκότα συνίστορα τὸν εὖ παθόντα τῆς εὐεργεσίας λαβεῖν; Ὅθεν καὶ ἄκροις ἐπιτρίβων αὐτὸ δακτύλοις καὶ περιεργότερον ἐνορῶν, ἐπεὶ ἔγνω χρυσὸν ἀληθῶς εἶναι, ἥδετο, ἐθαύμαζεν, ἠπορεῖτο, θερμὸν ὑφ’ ἡδονῆς ἀπέσταζε δάκρυον. Ὡς δὲ πολλὰ στρέφων καθ’ ἑαυτόν, οὐδένα εἶχε τῶν γινωσκομένων, ᾧ ἐπιγράψῃ τὸ γεγονός, ἐπὶ τὸν Θεὸν ἀνέφερε τοῦτο, καὶ δάκρυσιν εὐχαριστιῶν οὐκ ἀνίει. Ἀμέλει καὶ τοῦ πρὸς Θεὸν ἁμαρτήματος τὴν αἰτίαν ἤρξατο πρὸ τῶν ἄλλων λύειν, καὶ μίαν τῶν θυγατέρων, τὴν πρώτην, εὐθὺς ἀνδρὶ προσαρμόζει τὸ δοθὲν χρυσίον ἀρκούντως εἰς προῖκα ταύτῃ καταβαλών. Ὅπερ ἐπεὶ πρὸς γνῶσιν ἦλθε τῷ θαυμαστῷ Νικολάῳ, καὶ ἔγνω κατὰ γνώμην αὐτῷ πράξαντα τὸν ἄνδρα, (τοῦτο γὰρ καὶ αὐτὸς ἐσπούδαζε, τὸ λῦσαι διὰ τοῦ γάμου τὴν τοῦ κακοῦ πρόφασιν,) εὐτρεπὴς ἦν τὰ ὅμοια καὶ πρὸς τὴν δευτέραν δρᾶσαι τῶν θυγατέρων.

Καὶ δὴ καὶ ἄλλον αὐτῷ ἰσοτάλαντον διὰ τῆς θυρίδος ἀπόδεσμον χρυσοῦ, λαθὼν ἅπαντας, νυκτὸς ἐπιπέμπει. Ὄρθρου δὲ διαναστὰς ὁ ἀνὴρ καὶ τὸ χρυσίον ὁμοίως εὑρών, τῇ ὁμοίᾳ εἴχετο καὶ αὖθις ἐκπλήξει· καὶ τῷ ἐδάφει τὸ μέτωπον προσερείσας θερμοτέροις αὐτῷ δάκρυσιν ἔβαλλε, Θεέ, λέγων, καὶ θελητὰ τοῦ ἐλέους, οἰκονόμε τῆς ἡμῶν σωτηρίας, ὁ καὶ πρότερον διὰ τὴν ἐμὴν ἐνανθρωπήσας παρακοὴν, καὶ νῦν με τῆς παγίδος τοῦ ἀλλοτρίου μετὰ τῶν παίδων ῥυόμενος, αὐτός μοι τὸν τῷ σῷ θελήματι διακονούμενον, τὸν ἐν ἀνθρώποις τῆς σῆς χρηστότητος Ἄγγελόν τε καὶ μιμητὴν ἀνάδειξον· τίς οὗτος, ὁ καὶ τῆς πιεζούσης πενίας ἡμᾶς ἐξελόμενος, καὶ τῶν ἀτόπων λύσας ἐπινοιῶν. Ἰδοὺ γὰρ τῷ ἐλέει τῷ σῷ καὶ δευτέραν τῶν παίδων ἀνδρὶ νομίμῳ ἐκδίδωμι, φυγοῦσαν ἤδη τὸ θήραμα γενέσθαι τῷ Διαβόλῳ, καὶ κέρδος ἐμοὶ προσφέρειν, πολλῆς, οἴμοι! ζημίας βαρύτερον. Ταῦτα δὲ ἔλεγε, καὶ τῇ δευτέρᾳ τῶν θυγατέρων εὐθὺς ἐτέλει τοὺς γάμους, μεταίωρον ἤδη τὴν ψυχὴν ἔχων, ὡς οὐδ’ ἐπὶ τῆς τρίτης ἂν ἀπορήσῃ, τοῦ σύνοικον αὐτὴν ἀγαπήσοντα ἔχειν, καὶ τὴν προῖκα γὰρ ἕτοιμον ἤδη καὶ διὰ χειρὸς ἔχειν ᾤετο, θαῤῥῶν ὡς εἰκὸς καὶ περὶ αὐτῆς ὑπὸ τῶν προτέρων. Ἔνθεν τοι καὶ προσεκτικὸς ἦν καὶ μεμεριμνημένος, καὶ νύκτας ὅλας διατελῶν ἄγρυπνος, μὴ καὶ λάθῃ αὐτὸν ἐπιστὰς ὁ καλὸς πλουτοδότης, ἀλλ’ ὅπως, εἰ καὶ αὖθις ἀφίκοιτο, ἀμφοτέραις τε αὐτοῦ ἐπιλάβοιτο καὶ παρ’ αὐτοῦ μάθοι τίς τε εἴη, ὅθεν ὁ χρυσὸς αὐτῷ ἐπιῤῥέει. Ὁ μὲν δὴ οὕτω πρὸς τὴν ἐκείνου ἔλευσιν διηγρύπνει.

φίσταται δὲ τὸ τρίτον ὁ τοῦ Χριστοῦ θεράπων Νικόλαος, βαθείας νυκτὸς ἡσύχῳ ποδί· καὶ παρὰ τῷ συνήθει τόπῳ γενόμενος, ἴσον χρυσοῦ καὶ πάλιν ἀπόδεσμον, διὰ τῆς αὐτῆς θυρίδος εἰσπέμπει. Καὶ παραχρῆμα οἴκαδε ἐπανῄει. Ὁ δέ γε τῶν παίδων πατήρ, τοῦ εἰσπεσόντος χρυσοῦ τὸν ψόφον αἰσθόμενος, καὶ τούτῳ παρεῖναι πάλιν τὸν συνήθη πλουτοδότην κατανοήσας, ᾗ ποδῶν εἶχεν εὐθέως ἐδίωκε· καὶ καταλαβών, καὶ γνοὺς ὅς τις εἴη (οὐδὲ γὰρ τῶν ἀσήμων οὗτος διὰ τὴν ἀρετὴν ἦν, καὶ τὸ τοῦ γένους ἐπιφανές) πίπτει τε πρὸς τοὺς πόδας αὐτοῦ, καὶ λυτρωτὴν ἐκεῖνον ἐκάλει καὶ βοηθὸν, καὶ σωτῆρα ψυχῶν, εἰς ἔσχατον ἀπωλείας ἤδη καταγομένων. Εἰ μὴ γὰρ τοὺς σούς, ἔλεγεν, οἰκτιρμοὺς ὁ μέγας ἐν ἐλέει διανέστησε Κύριος, πάλαι ἂν ἀπωλώλει, πατὴρ ἄθλιος μετὰ θυγατέρων, οἴμοι! τριῶν· ἀλλὰ νῦν σέσωκεν ἡμᾶς διὰ σοῦ καὶ τοῦ πικροῦ τῆς ἁμαρτίας ἐῤῥύσατο πτώματος· ἤγειρέ τε ἀπὸ κοπρίας πτωχοὺς, καὶ ἀπὸ γῆς ἀνέστησε πένητας. Ταῦτα ἐκεῖνος μὲν σὺν δάκρυσιν εὐφροσύνης, καὶ θερμῷ πνεύματι πίστεως, πρὸς αὐτὸν ἔλεγε, καὶ πολὺς ἦν τοῖς μακαρίοις ποσὶν ἐκείνου προσκείμενος. Ὁ δὲ ἐπειδὴ ἔγνω δῆλος ἤδη τῷ ἀνθρώπῳ γενόμενος, διανίστησί τε αὐτὸν καὶ ὅρκοις τὴν ἐκείνου καταλαμβάνει ψυχήν, μὴ ἂν πρὸς ἑτέρους παρ’ ὅλον αὐτοῦ τὸν βίον ἐξενεγκεῖν τὰ γεγενημένα, μηδὲ δημοσιεῦσαι τὸν ἔλεον.

ν μὲν δὴ τοῦ ἀνδρὸς τοῦτο, καὶ οὕτω μέγιστόν τε καὶ γνωριμώτατον. Τὰς δὲ καθ’ ἑκάστην πρὸς τοὺς ἐν χρείᾳ διανομάς, καὶ χορτάζειν πτωχοὺς ἐν ἄρτῳ καὶ διατρέφειν αὐτοὺς ἐν λιμῷ καὶ ψυχὰς πεινώσας ἀγαθῶν ἐμπιπλᾶν, ἀλλὰ ταῦτά γε οὐδὲ μετρίως εἰπεῖν ἄν τις ἐξαρκέσειεν.

πειδὴ δὲ καὶ τελεωτέρας ἀρετῆς ἤρα καὶ μείζονος ἀπολαῦσαι τῆς παρὰ Θεῷ οἰκειώσεως, λαμβάνει μὲν αὐτὸν ἡσυχίας ἔρως, ὠδίνει δὲ τὴν ἀποδημίαν, ὡς μὴ ὄντος ἄλλως αὐτὸν τοῦ ποθουμένου τυχεῖν· Σχολάσατε, γάρ φησι, καὶ γνῶτε· διὸ καὶ μακρύνειν ἑαυτὸν ἔγνω καί, κατὰ τὸν Προφήτην, εἰς ἔρημον αὐλισθῆναι προέθετο.

Καί ποτε, δόξαν αὐτῷ τὴν Παλαιστίνην λαβεῖν, ἐφ’ ᾧ τοὺς ἁγίους τόπους ἰδεῖν, ἐν οἷς ὁ ὑπὲρ ἡμῶν παθὼν Κύριος τὰς ἐν κόσμῳ διατριβὰς ἐποιήσατο, πλοίου ἐπιβὰς ἐξ Αἰγύπτου, νῦν ἀναχθέντος, εἰς Παλαιστίνην καταίρει, ὁμοῦ μὲν τὴν ποθουμένην ζητῶν ἐρημίαν, ὁμοῦ δὲ καὶ εἰς θέαν, ὡς ἔφην, τῶν ἁγίων τόπων φερόμενος. Ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ἀναμεινάτω, ἡμεῖς δὲ τῷ πλῷ βραχύ τι προσδιατρίψωμεν.

πλει μὲν οὖν εὐθὺ τῆς Αἰγύπτου· τῶν δὲ ναυτῶν οὐδὲν τῶν μελλόντων προορωμένων, τρικυμίαν οὗτος αὐτοῖς καὶ πνευμάτων ἀγριωτέρων ἐμβολὰς προσαγγέλλει. Αὐτὸν γάρ, ἔφη, τὸν πονηρὸν ἰδεῖν τῆς νεὼς ἐπιβάντα, τά τε τοῦ ἱστοῦ καὶ τὰ τῶν πηδαλίων καλῴδια, μαχαίρᾳ διατεμόντα, καὶ ὅλην περισχόντα τὴν ναῦν καὶ περιδινήσαντα καὶ τῷ βυθῷ βουλόμενον αὔτανδρον καταδύειν. Οὕτως ἔφη· καὶ παραχρῆμα, ὥς περ ἔκ τινος ἀπόπτου συνθήματος, σφοδρά τις λαῖλαψ τῶν νεφῶν διαπνεύσασα, εἰς κλύδωνα μέγιστον τὸ πέλαγος αἴρει, καὶ οἱ συμπλέοντες οὐδὲν ἧττον ἐκυμαίνοντο τὰς ψυχάς· καὶ παρὰ τῷ μεγάλῳ στάντες, ηὔχοντο μὲν τῷ Θεῷ, ἐδέοντο δὲ αὐτοῦ ἐπαμῦναι πικρῶς κινδυνεύουσι καὶ μηδεμίαν ἐλπίζουσι τοῦ κακοῦ λύσιν, ἀπὸ τοῦ προειπεῖν αὐτόν, ὥς περ καὶ δύνασθαι βοηθεῖν ἐλπίσαντες. Ὁ δὲ θαῤῥεῖν τε αὐτοῖς ἐκέλευε, καὶ ταχεῖαν ἔσεσθαι τὴν ἀπαλλαγὴν τοῦ κακοῦ παρηγγύα. Ἀμέλει καὶ τὰ λυποῦντα πάντα ὀξέως ἐλύετο, καὶ ἥ τε θάλασσα ἡμεροῦτο καὶ εἰς γαλήνην μετεβάλλετο, καὶ αὐτοί, τῶν θρήνων ἐπιλαθόμενοι, πρὸς εὐθυμίαν ἐτράποντο, Θεῷ τε καὶ τῷ αὐτοῦ θεράποντι τὴν χάριν ὁμολογοῦντες, καὶ διπλῇ τοῦτον θαυμάζοντες, τῷ τε προειπεῖν ἅμα καὶ τῷ λῦσαι τὰ σκυθρωπά.

λλὰ τούτων οὕτως ἐχόντων, τὶς τῶν ναυτῶν, ἐπὶ τὸ ἄκρον ἀνελθὼν τῆς μέσης κεραίας, ὥς τέ τι τῶν τῆς νεὼς ὅπλων καλῶς διαθεῖναι, ὡς ἤδη ἐκεῖθεν καὶ κατελθεῖν ἔμελλε διολισθήσας ἄνωθεν ἐπὶ μέσην τὴν ναῦν καταπίπτει. Καὶ ὁ μὲν ἄπνους ἔκειτο, καὶ ὡρᾶτο νεκρός· ὁ δέ, καὶ πρὶν κληθῆναι ἀμύνειν, ὢν ἑτοιμότατος, προσευχῇ τοῦτον ῥᾷον, ἢ τῶν ὕπνῳ κατεχομένων, διανιστᾷ, καὶ ζῶντα πάλιν ἀπέδωκε τοῖς πλωτῆρσιν. Ἔπειτα ἱστία πάντα πετάσαντες, καὶ δι’ αὔρας λεπτῆς καὶ ἡδείας τὸ ἑξῆς τοῦ πλοῦ διελθόντες, ὡς ἤδη τῇ γῇ προσωρμίσθησαν, πολλὰς ὁ Κύριος διὰ Νικολάου εἰργάζετο τὰς ἰάσεις. Τυφλοί τε γὰρ εὐθέως τὸ φίλον φῶς ἐθεῶντο, καὶ ἄλλοι, χαλεπῶς πάσχοντες, τῶν ὧν εἶχον κακῶν ἀπελύοντο· καὶ συνελόντα φάναι, οὐδεὶς ἦν ὑπό τινος πάθους ἢ νοσήματος κατεχόμενος, ἢ καὶ λύπῃ τινὶ βαρυνόμενος, ὃς, ἐπεὶ Νικολάῳ προσέλθοι, οὐκ εὐθὺς ἰᾶτο καὶ τὸ λυποῦν ἀπεβάλλετο. Οὕτως οὖν, οὐ ῥᾳδίως μόνον, ἀλλὰ καὶ ἀμίσθου τῆς ἰάσεως γινομένης, τίνα ἔδει τῶν κακῶς πασχόντων ἀπολιμπάνεσθαι; δίδωσιν ὁ λόγος σκοπεῖν. Ἐκ δὲ τούτου πάλιν, πόσους εἶναι τοὺς ἰωμένους, εἶτα καὶ πόσην Θεὸν γίνεσθαι τὴν εὐχαριστίαν, πόσην τῶν δοξολογούντων αὐτῶν τὴν πανήγυριν.

κεῖθεν οὖν ἀπάρας, πρὸς τὸν τοῦ Χριστοῦ Τάφον, καὶ παρὰ τὸν σεβάσμιον αὖθις Γολγοθᾶν ἔρχεται, ἔνθα καὶ ὁ σωτήριος ὑπὲρ ἡμῶν ἐπάγη Σταυρός. Ἔπειτα καὶ τῷ θείῳ τοῦ Σταυροῦ ξύλῳ νυκτὸς πρόσεισι· καὶ αὐτομάτως μὲν αὐτῷ αἱ τοῦ ἱεροῦ διανοίγονται πύλαι· θερμὴν δὲ τὴν προσευχὴν καὶ πολλὴν ἐκεῖσε προσενεγκὼν τὴν προσκύνησιν, πλείονα ποιεῖται καὶ τοῦ ἀγαθοῦ Πνεύματος τὴν ἐνέργειαν.

πεὶ δὲ ἱκανῶς αὐτῷ εἶχε τῆς ἐν Παλαιστίνῃ διατριβῆς, διαποντίῳ πάλιν πρὸς τὴν ἐνεγκαμένην χρῆται τῇ ἐπανόδῳ, ὄψεως αὐτῷ θείας τοῦτο ἐντειλαμένης, ὥς τε μὴ ἐπὶ πλέον στέρεσθαι τῆς γλυκείας ἐκείνου φωνῆς τὰ αὐτοῦ πρόβατα. Καὶ ἐνταῦθα πάλιν, τοῦ πλοίου ἐπιβάντος τοῦ θαυμασίου, ἥ τε τῶν πλωτήρων ἐλέγχεται κακουργία, καὶ ἡ τοῦ θείου Πνεύματος ὑπ’ αὐτῷ θαυμάζεται δύναμις. Ὁ μὲν γὰρ πρὸς τὴν πατρίδα πλεῖν ἔμελλε· καὶ τοῦτο πρότερον τοῖς καλοῖς ναύταις συνθέμενος, οὕτω δὴ τῆς νεὼς ἐπέβη· οἱ δ’ ἐπειδὴ ἀνείλοντο τὰς ἀγκύρας, οἴκου ἐμέμνηντο. Τοῦ λιμένος οὖν ἐξορμήσαντες, καὶ τὴν ὀθόνην διαπετάσαντες, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου πνέοντος, πρὸς τὴν οἰκίαν ἀπέπλεον· ἠμέλει δὲ οὐδαμῶς ἡ δίκη, ἀλλὰ παρὰ πόδας αὐτοῖς ἐπῄει· καὶ βίαιόν τι καταιγὶς ἀντιπνεύσασα, τοὺς οἴακάς τε διήγαγε, καὶ τὰ πηδάλια παρήνεγκε· καὶ αὐτοῖς μὲν ἔσχατον ἀπειλεῖ κίνδυνον, τὸν δὲ τοῖς τῆς πατρίδος προσορμίζει λιμέσι. Τί οὖν ἡ συμπαθὴς ἐκείνη καὶ μεγαλόφρων ψυχή; οὐδὲ πικρίας, οὐδὲ λόγου τινὸς πρὸς αὐτοὺς ἐδεήθη στύφοντος, ἀλλ’ ὁμοῦ τε μεταβαλλομένους εἶδε, καὶ πικρὸν οἷον τὸν μετάμελον ποιουμένους, καὶ τῆς οἰκείας ἡττήθη χρηστότητος, καὶ πάλιν αὐτοὺς δι’ εὐπλοΐας εἰς τὴν οἰκίαν ἀνέπεμπεν. Αὐτὸς μέντοι τῇ τῆς Ἁγίας Σιὼν ἀποδοθεὶς ἤδη Μονῇ, πρὸς τοῦ θείου αὐτοῦ πάλαι καλῶς οἰκοδομηθείσῃ, ὡς ὁ λόγος ἄρτι φθάσας ἐδήλωσεν, ἀσπάσιός τε αὐτοῖς ὤφθη, καὶ ἡδονῆς τοὺς ἐν αὐτῇ πάντας ἐπλήρου, καὶ πολυτελεῖ τούτους εἱστία καὶ φιλοτίμῳ τῇ χάριτι. Σοφῶς δὲ ἄρα τὰ κατ’ αὐτὸν ἄνωθεν ἡ πρόνοια διετίθει, καὶ τὸ μέγα τοῦτο φῶς ἐπὶ μεγάλην ἔμελλε θήσειν τὴν λυχνίαν, καὶ διὰ τοῦτο πάλιν αὐτὸν ἐπὶ τὴν Πόλιν κατήγαγε, φιλοπόνως τὸ θεῖον μέλι τῆς ἀρετῆς ἐργαζόμενον. Οὕτω δὲ μετιὼν τὸν βίον, ὥς τε λανθάνειν ἀνθρωπίνους ἅπαντας ὀφθαλμούς, πλέον ἑαυτὸν δῆλον ἐποίει τὸν τοῦ παντὸς ἄξιον· οὕτε ἔκρυπτε τὸν ἐργάτην ἡ ἀρετή, οὐχ ἧττον ἢ τὸ φῶς, τοὺς δι’ ἐκείνου πορευομένους· καὶ οἱ τῶν ἐκείνου δὲ πόνων καρποὶ ταχὺ τὸ δένδρον ἐμήνυον. Ἀλλὰ καὶ τοῦ συνειδότος αὐτῷ τὰ κρύφια τῆς καρδίας Θεοῦ, μὴ ἐπὶ πλέον τὸν οἰκεῖον θεραπευτὴν λανθάνειν ἀνεχομένου, δῆλον τὸν ἄνδρα ποιεῖ· καὶ ὅπως, προσεκτέον τῷ διηγήματι.

ρτι τοῦ κατ’ ἐκείνου καιροῦ τῆς Μυρέων προέδρου τὸν θρόνον ἄμφω καὶ τὸν βίον ἀπολιπόντος, καὶ τῆς πρὸς Θεὸν ἁψαμένου πορείας, ζῆλος εἰσῆλθε θεῖος τούς τε ὑπ’ αὐτὸν Ἐπισκόπους, καὶ τοὺς λογάδας τοῦ κλήρου, τὸν ἄξιον ἀποδοῦναι τῷ θρόνῳ. Καὶ δή ποτε πάντων ἐκκλησιασαμένων, συνεβούλευέ τις αὐτῶν, (Θεοῦ δὲ τοῦτο, καὶ τῆς ἐκείνου σοφίας οἰκονομία·) εὐχῇ τὰ τοῦ πράγματος ἐπιτρέψαι. Τοῦτο πάντων, ὥς περ ἰδίαν ἑκάστου γνώμην, προελομένων, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν Κύριος καὶ τῆς ἐκείνων δεήσεως εἰσακούων, ἑνὶ τούτων τὸν προστησόμενον τῆς Ἐκκλησίας ἀποκαλύπτει.

Καὶ δήποτε τῷ ἀνδρὶ τῷ δε Θεία τις ἐπιστᾶσα ὄψις, ἐπιτάττειν αὐτῷ ἐδόκει, παρὰ τὰς τοῦ Ναοῦ εἰσόδους ἐλθόντι στῆναι· καὶ ὅς περ ἂν πρῶτος τὸν ναὸν καταλάβοι, οὗτός ἐστιν ὁ τῷ ἐμῷ κινούμενος Πνεύματι· καὶ λαβόμενοι αὐτοῦ, Νικόλαος δὲ τῷ ἀνδρὶ ὄνομα, ἐπίσκοπον προχειρίσασθε· τοῦτο γὰρ αὐτῷ καὶ προώρισται.

Οὕτως ὁ θεῖος ἐκεῖνος ἀνὴρ μυηθείς, τῇ Συνόδῳ ταῦτα καὶ τῷ κλήρῳ κοινοῦνται. Καὶ δὴ φιλοπονώτερον ἁπάντων τῆς προσευχῆς ἐχομένων, ὁ τὸν μέγαν ἐκκαλυφθείς, ἔνθα δὴ κεκέλευστο ἀφικνεῖται. Ἤδη δὲ περὶ ὄρθρον, Πνεύματι θείῳ κινηθεὶς ὁ μέγας Νικόλαος, τὴν Ἐκκλησίαν καὶ οὗτος καταλαμβάνει. Ἐπεὶ δὲ ἐν τῷ προνάῳ γένοιτο, λαβόμενος αὐτοῦ ὁ τῆς ὄψεως ἠξιωμένος, Πῶς ἄρα, ὦ τέκνον, καλῇ; ἐπιμελῶς ἤρετο. Ὁ δέ, πράως οὕτω καὶ ἀφελῶς, Νικόλαος ἁμαρτωλός, Δέσποτα, ἔφη, τῆς ἁγιότητος δοῦλος τῆς σῆς.

θεῖος τοίνυν ἐκεῖνος ἀνήρ, ἐπειδὴ τὰ μέτρια ταῦτα καὶ ταπεινὰ παρὰ τοῦ μεγάλου ἤκουσε ῥήματα, τοῦτο μὲν ἀπὸ τῆς τοῦ Νικολάου κλήσεως, ἣν καὶ ἡ φανεῖσα ὄψις αὐτῷ προειρήκει, τοῦτο δὲ καὶ ἀπὸ τοῦ μεγέθους τῆς μετριοφροσύνης, (οὐκ ἠγνόει γὰρ ἐπὶ τίνα ἐπιβλέπει Θεός, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾷον δηλαδὴ καὶ ἡσύχιον·) τοῦτον ἐκεῖθεν εἶναι τὸν ὑπὸ Θεοῦ δηλούμενον ἐγνωκώς, ἡδονῆς εὐθὺς ὑποπιμπλᾶται, καθάπερ τινὶ κεκρυμμένῳ περιτυχὼν θησαυρῷ· καὶ ἕρμαιον εἶναι τὴν τοῦ ἀνδρὸς εὕρεσιν λογισμάμενος, Ἀκολούθει μοι, τέκνον, φησὶ πρὸς αὐτόν. Εἶτα καὶ παραλαβὼν ἤγαγε πρὸς τοὺς ἐπισκόπους. Οἱ δὲ συμβάλλουσιν αὐτίκα τὸ πρᾶγμα, εἰρημένον αὐτοῖς πρότερον ὑπὸ τοῦ ἀνδρός, καὶ μεστὴ θείας χαρᾶς καὶ αὐτοῖς ἐγίγνετο ἡ ψυχή, συμβαίνουσα τῇ ἀπὸ Θεοῦ ψήφῳ, καὶ τὴν τοῦ ἀνδρὸς κρίνουσιν ἀρετήν. Εἶτα τὸν ἅγιον, ὡς εἶχον, εὐθὺς κατὰ μέσον ἄγουσι τοῦ Ναοῦ. Πανταχοῦ δὲ τῆς φήμης διαδραμούσης, (φιλεῖ γὰρ ἐν οὕτω μεγάλοις πράγμασιν αὕτη συντόνῳ μάλιστα χρῆσθαι καὶ ταχεῖ τῷ πτερῷ,) συῤῥεῖ μέν τοι πλῆθος ἀριθμοῦ κρεῖττον. Οἱ δὲ σὺν μεγέθει φωνῆς, Δέξασθε τὸν οἰκεῖον, ἀδελφοί, Ποιμένα, φασίν, ὃν ὑμῖν ἔχρισε τὸ Πνεῦμα τὸ ἅγιον· ᾧ τὴν τῶν ὑμετέρων ψυχῶν κυβέρνησιν καὶ τὸν καταρτισμὸν ἐνεχείρισεν· ὃν οὐκ ἀνθρωπίνη ψῆφος, ἀλλὰ θεία προεχειρίσατο. Ἔχομεν τοιγαροῦν ὃν ἐποθοῦμεν· ὃν ἐζητοῦμεν, νῦν ἀπειλήφαμεν· ὑπὸ τοῦτου ποιμαινόμενοι καλῶς καὶ ἀγόμενοι, οὐκ ἀποροῦμεν ἐλπίδων καὶ τῷ Θεῷ παραστῆναι λαὸς περιούσιος, ἐν ἡμέρᾳ ἐπιφανείας αὐτοῦ καὶ ἀποκαλύψεως. Τούτοις τὸ πλῆθος προσετίθεσαν τὴν εὐχαριστίαν, καὶ εὐφροσύνης, οὐχ ὅπως καὶ λεχθῆναι ῥᾳδίας, πρὸς Θεὸν ἐφθέγγοντο ῥήματα.

μέν τοι τῶν Ἐπισκόπων ἱερὰ Σύνοδος σὺν τῷ κλήρῳ, πᾶν εἴ τι νενομισμένον πρότερον ἐπ’ ἀυτῷ διαθέντες, τῷ τῆς Ἀρχιερωσύνης χρίσματι τελειοῦσιν αὐτόν, ἀναβαλλόμενον μὲν καὶ ὀκνοῦντα, τὴν προεδρίαν, διὰ δειλίαν ὄντως ἐπαινουμένην· μόλις δ’ οὖν ἐπὶ τὸν Ἀρχιερατικὸν ἀναβάντα θρόνον, καὶ τῆς Μυρέων προκαθίσαντα καὶ τὴν ἐπιστασίαν ἀναδεξάμενον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας, καὶ τὰ τῆς εὐσεβείας δόγματα ὑγιῶς φρονοῦντά τε καὶ διδάσκοντα.

Βάσκανον δὲ ἄρα τούτοις ὁ πονηρὸς ἐπέβαλεν ὀφθαλμόν· ἀνθοῦσαν γὰρ οὕτως οὐκ ἤνεγκε τὴν εὐσέβειαν, ἀλλ’ ὀξὺς ὅτι μάλιστα τοὺς κρατοῦντας εἰσδύς, σφοδρότερόν τε τὸν διωγμὸν αὐτίκα ἐποίει· καὶ βασιλικὰ διατάγματα κατὰ πᾶσαν ἐφοίτα τὴν οἰκουμένην, εἰς ἄρνησιν τῆς εὐσεβείας τοὺς πιστοὺς ἐκκαλούμενα ἴσως· εἰδ’ οὔ, ἀλλὰ δεσμὰ καὶ φρουραὶ καὶ βαρύτατοι βάσανοι καὶ τέλος βίαιοι θάνατοι τοὺς ἀπειθοῦντας εὐθὺς ἐξεδέχοντο. Ταῦτα καὶ μέχρι τῆς Μυρέων ἐν βραχεῖ φθάνει, πτηνοῖς διακόνοις τοῖς θερμοῖς τῆς ἀσεβείας ἐρασταῖς χρώμενα.

θεῖος τοίνυν Νικόλαος, ἐπειδὴ μέγας ἦν ἐν αὐτῇ, τὰ χριστιανῶν πρεσβεύων καὶ τὴν εὐσέβειαν ἐλευθέρᾳ κηρύττων γλώττῃ, συλλαμβάνεται ὑπὸ τῶν τὰ πρῶτα φερόντων παρὰ τῇ πόλει καὶ δεσμὰ καὶ στρέβλας καὶ μυρίαν ἄλλην βάσανον καταψηφισθείς, εἶτα καὶ φυλακῇ μετὰ πολλῶν καὶ ἄλλων χριστιανῶν παραδίδοται, ἐν ᾗ καὶ διέμεινε χρόνον οὐ βραχύν, χρηστοῦ μὲν οὐδενὸς ἀπολαύων, τῶν ἐκ τῆς φυλακῆς δὲ κακῶν ἀνεχόμενος οὕτω γενναίως, ὥσπερ ἄν τις ἡδέων καὶ προσφιλῶν ἀνάσχοιτο. Πλὴν οὐδὲ οὕτως ἀνίει τοὺς ὑπ’ αὐτόν, νάμασιν εὐσεβείας ἐπάρδων καὶ τὴν ἐν αὐτοῖς πίστιν ἐκτρέφων, ἐν ἀῤῥαγεῖ τε θεμελίῳ τοὺς ἐκείνων πόδας ἱστῶν καὶ νεανικωτέρους ὑπὲρ τῆς ἀληθείας αὐτοὺς περεχόμενος.

λλ’ εὐθὺς ἥλιος μετὰ νέφος καὶ ἠπία τις αὔρα μετὰ τὴν καταιγίδα· καὶ φιλανθρώπως ὁ ἐμὸς Χριστὸς ἄνωθεν πρὸς τὴν αὐτοῦ κληρονομίαν ἰδών, καθαιρεῖ μὲν ἀσεβείας ἅπαντα σκῆπτρα καὶ ἐκ μέσου ποιεῖ. Διοκλητιανοὶ ταῦτα καὶ Μαξιμιανοὶ καὶ ὅσοι μετ’ αὐτοὺς τοῦ ἑλληνισμοῦ προειστήκεισαν· ἀνίστησι δὲ κέρας σωτηρίας τῷ λαῷ αὐτοῦ, καὶ τύπῳ Σταυροῦ, δι’ ἀστέρων, τὸν Κώνσταντος καὶ Ἑλένης υἱὸν Κωνσταντῖνον μετακαλεῖται, καὶ τὸ Ῥωμαίων ἐγχειρίζει σκῆπτρον. Ὁ δέ, συνετὸς ὢν καὶ τὸν καλέσαντα ὅς τις εἴη μὴ ἀγνοήσας, αὐτῷ τε ἐθάρσησε καὶ τοὺς ἀνθισταμένους πάντας καταβαλών, θερμότατα προέστη τῆς εὐσεβείας, καὶ παλινῳδίαν τοῖς πρὸ τοῦ βασιλεύσασιν ᾖδε· καθαιρεῖσθαι μὲν τοὺς τῶν εἰδώλων ναοὺς κελεύων, ἀφίεσθαι δὲ τῶν φυλακῶν τοὺς ἀποκεκλεισμένους διὰ τὸ τοῦ Χριστοῦ ὄνομα, ἀνοικοδομεῖσθαι δὲ τὰ χριστιανῶν τεμένη, καὶ τὸν οἰκεῖον τὰς Ἐκκλησίας ἐπαναιρεῖσθαι κόσμον. Τοῦ τοιούτου τοιγαροῦν δόγματος τὴν ὑπὸ χεῖρα πᾶσαν διαλαβόντος, ἐπὶ τὰς ἑαυτῶν πατρίδας οἱ τοῦ Χριστοῦ ὁμολογηταὶ κατήγοντο ἕκαστος.

μέλει καὶ τὸν οἰκεῖον Ἀρχιερέα Νικόλαον ἡ Μυρέων, μάρτυρά γε τῇ προαιρέσει, καὶ ἀναίμακτον ἀπελάμβανε στεφανίτην. Ὁ δέ, χαρίσμασι πάντοθεν κομῶν τοῖς θεοδωρήτοις, πάθη τε πάντα ἰᾶτο, καὶ ἐπίδοξος, οὐ πιστοῖς μόνον, ἀλλὰ καὶ πολλοῖς ἐν βραχεῖ καὶ τῶν ἀπίστων ἐγένετο καὶ θαῦμα ταῖς ἁπάντων ἔκειτο ψυχαῖς λόγου κρεῖττον. Διά τοι ταῦτα καὶ τῶν εἰδωλικῶν πολλοὺς ἔτι βωμῶν περιλειπομένους ὁρῶν, καὶ τούτοις πολλὰ δαιμόνων ἐπιχωριάζοντα φῦλα, καὶ οὐκ ὀλίγους ἀπολοῦντα τῶν Μυρέων, ζήλῳ θείῳ διακαυθεὶς τὴν ψυχήν, ἀνδρικώτατα διανίσταται· καὶ τὴν ἐκείνων πᾶσαν περιελθών, εἴπου τινὶ βωμῷ περιτύχοι, εἰς ἔδαφος κατέσπα, καὶ εἰς κόνιν ἐλέπτυνε· καὶ οὕτως ἐκ ποδῶν τὴν τῶν δαιμόνων πληθὺν ποιούμενος, καθαρᾶς ἀπολαύειν γαλήνης τῇ ποίμνῃ παρεῖχε.

Τοιαῦτα τῷ ἁγίῳ κατὰ τῶν τῆς πονηρίας διαστρατηγοῦντι πνευμάτων, γίνεταί τις αὐτῷ ἄνωθεν ἔμπνευσίς τε καὶ ἔννοια θειοτέρα, μηδὲ τοῦ τῆς Ἀρτέμιδος ἀποσχέσθαι ναοῦ, ἀλλὰ καὶ αὐτῷ προσβαλεῖν καὶ τὰ ἴσα τοῖς προτέροις διαθεῖναι· ἦν γὰρ οὗτος τό τε κάλλος θαυμάσιος καὶ μεγέθει τοὺς ἄλλους ὑπερανεστηκώς, καὶ δαίμοσιν ἡδίστη διατριβή. Ὁρμῆς τοιγαροῦν ἐπὶ τουτονὶ τὸν ναὸν πλείονος αὐτὸν εἰσελθούσης, καὶ νεανικώτερον αὐτῷ ἐμβαλών, οὐχ ὅσα ὑπερανεστήκει τῆς γῆς, ἅπαντα καθῄρει μόνον, εἰς ἔδαφός τε κατέσειεν, ἀλλὰ καὶ ἐξ αὐτῶν κρηπίδων ἀνέσπα· καὶ τὸ ὅλον, τὰ μὲν ἐπὶ τοῦ ἀέρος μετέωρα τοῦ ναοῦ τῷ ἐδάφει ἐδίδου, τὰ δὲ κάτω καὶ ὑπὸ γῆν εἰς τὸν ἀέρα ἐῤῥίπτει. Οἵ γε μὴν πονηροὶ δαίμονες οὐδ’ οὕτως ὑπομεῖναι τὸν Ἅγιον δυνατοὶ ἦσαν, ἀλλὰ καὶ φεύγοντες φωνὰς ἠφίεσαν καὶ ὑπ’ αὐτοῦ ἀδικεῖσθαι ἰσχυρῶς διετείνοντο, καὶ τῶν ἰδίων ἄκοντες ἀπανίστασθαι. Καὶ οὕτω μὲν ταῦτα τῷ Ἁγίῳ ἐχώρει καὶ πέρας αὐτοῦ χρηστὸν ἡ κατὰ δαιμόνων ἐλάμβανε στρατηγία. Ἀλλὰ μεμνῆσθαι πάλιν ὁ λόγος καὶ τῶν ἄλλων αὐτοῦ βούλεται καὶ μὴ λήθῃ παραδοῦναι τὰ λόγου καὶ μνήμης ἄξια.

δη γὰρ Κωνσταντίνου τοῦ πρώτου βασιλέως τὸ εὐσεβεῖν ἑλομένου, τὴν Ῥωμαίων ἀρχὴν διοικοῦντος καὶ τούτου δὴ τοῦ μεγάλου Ἀρχιερέως τὸ περὶ αὐτὸν πλῆθος πρὸς ἀνάληψιν τῶν Ὀρθοδόξων ἀσκοῦντος δογμάτων καὶ πᾶν εἴ τι ἔκφυλον ἐν αὐτοῖς καὶ νόθον ῥίζαις αὐταῖς ἀποτέμνοντος, ἀθροίζεται μὲν κατὰ Νίκαιαν τὸ Ὀρθόδοξον ἅπαν, ἐφ’ ᾧ τὸν εὐσεβῆ τῆς Πίστεως ὅρον διαθεσπίσῃ, τὴν δὲ Ἀρείου βλάσφημον αἵρεσιν μακρὰν ἀπελάσῃ καὶ εἰρήνην πάσῃ βραβεύσῃ τῇ Ἐκκλησίᾳ, ὁμότιμον τῷ Πατρὶ τὸν Υἱὸν δογματίζοντες καὶ εἰς ἓν ἀμφότερα τὰ μέρη συνάπτοντες. Μέρος οὖν καὶ ὁ θαυμαστὸς οὗτος Νικόλαος τῆς ἱερᾶς γίνεται Συνόδου, γενναίως τε κατὰ τῶν Ἀρείου φλυαριῶν ἵσταται· καὶ διαλύσας πάντα καὶ κανόνα πᾶσι τῆς ὀρθῆς πίστεως ἀκριβῆ παραδούς, ἐκεῖθέν τε ἀναζεύγνυσι καὶ πρὸς τὴν οἰκείαν ἐπανήκει ποίμνην, τρέπων πάντας καὶ προάγων ἐπ’ ἀρετὴν καὶ θερμότερον τῆς διδασκαλίας ἁπτόμενος.

Λιμοῦ δέ ποτε κατὰ τὴν Λυκίαν περιέχοντος, ἐσπάνιζε τροφῆς καὶ ἡ Μυρέων καὶ τοῖς ἴσοις κακοῖς ἐπιέζετο. Ἐμπορείαν γοῦν τινὶ τῶν ναυτικῶν σίτου πεποιημένῳ, ἐπιφαίνεται νυκτὸς ὁ μέγας Νικόλαος, καὶ τρεῖς αὐτῷ χρυσοῦς εἰς ἀῤῥαβῶνα δούς, ἐν τῇ Μυρέων κατᾶραι καὶ ἀποδόσθαι τὸν σῖτον τοῖς ἐκεῖ ἐπισκήπτει. Διυπνισθεὶς τοίνυν ὁ ἔμπορος καὶ τοὺς χρυσοῦς παρὰ τῇ χειρὶ εὑρὼν καὶ τὴν ὄψιν εἰς νοῦν βαλλόμενος, τὸ γεγονός τε διὰ θαύματος ποιησάμενος, πρὸς τὰ Μύρα κατάγεται. Καὶ ὁ μέν, τὸν σῖτον ἐν τῇ πόλει διαπωλεῖ· οἱ δέ, ἐν αὐτῇ παραμύθιον τοῦ λιμοῦ τοῦτον εὑρόντες, Θεῷ καὶ τῷ μεγάλῳ Νικολάῳ κἀνταῦθα, ὥς περ δὴ καὶ πολλοῖς ἄλλοις, τὴν σωτηρίαν ἐπέγραφον.

Εἶτα στάσις ὑπὸ τῶν Ταηφάλων κατὰ Φρυγίαν ἀνάπτεται τὴν μεγάλην. Καὶ δῆτα πυθόμενος ὁ βασιλεὺς Κωνσταντῖνος καὶ κοινῇ συσκεψάμενος περὶ τούτου, τρεῖς ἅμα τοῖς ὑπ᾿ αὐτῷ στρατηλάταις, (Νεοποτιανὸς καὶ Οὖρσος καὶ Ἑρπυλίων αὐτοῖς τὰ ὀνόματα·) κατευνάσαι τὰ πράγματα, καὶ εἰς εὐταξίαν μεταγαγεῖν, εἰς Φρυγίαν ἐκπέμπει. Οἱ δέ, σὺν πολλῷ τάχει τῆς Κωνσταντίνου ἐξορμηθέντες, ἔν τινι τῶν Μυρέων λιμένι τῆς Λυκίων κατήχθησαν Ἐπαρχίας· Ἀδριάκις τὸ ἐπίνειον ἐκαλεῖτο. Πλεῖν τοίνυν οὐ παρέχοντος αὐτοῖς τοῦ πελάγους, βραχὺ πρὸς τῷ λιμένι διεκαρτέρουν. Ἐν τούτῳ δέ τινες τῶν ὑπ’ αὐτοὺς στρατιωτῶν ἐξίασι τοῦ πλοίου, τὰ πρὸς χρείαν αὐτοῖς ὠνησόμενοι. Οἷα δὲ φιλεῖ τὸ στρατιωτικὸν ἁρπαγῇ τῶν ἀλλοτρίων καὶ βίᾳ τὰ πολλὰ χαίρειν, τούτοις ἐχρῶντο κἀνταῦθα, καὶ κακῶς τὰ τῶν προσοίκων ἐποίουν. Εἶτα καὶ εἰς στάσιν ἐχώρει τὸ πρᾶγμα καὶ ταραχή τις πρὸς τῷ καλουμένῳ Πλακώματι ἀνεγήγερτο. Γνωσθὲν οὖν τῷ θαυμαστῷ Νικολάῳ, μηδὲ βραχὺ μελήσας, παρὰ τὸ ἐπίνειον ἧκεν. Ἐπειδὴ δέ τισιν ὀλίγοις γέγονε δῆλος, τῇ φήμῃ διὰ πάντων ἐφοίτα· καὶ παραχρῆμα ἡ πόλις αὐτῷ πᾶσα μετὰ τῶν στρατηλατῶν προσκυνήσοντες, ὡς ἔθος ὑπήντων. Ἐρωμένου τοίνυν τοὺς στρατηλάτας ἐφ’ ᾧ τε καὶ ὅθεν ἥκοιεν· ἐκεῖνοι, παρὰ βασιλέως ἀπεστάλθαι, εἶπον, ἐφ’ ᾧ τοῖς κατὰ Φρυγίαν τὰς στάσεις καλῶς διαθήσουσι. Καὶ ὅς, παραλαβὼν αὐτοὺς ἐν τῇ πόλει, φιλοτίμως ξενίζει· εἶτα τὸν θόρυβον ἐκεῖνοι κοιμίσαντες τῶν στρατιωτῶν, καὶ εὐλογίας τῆς παρ’ ἐκείνου ἀξιωθέντες, ἤδη πρὸς τῇ ἐξόδῳ ἦσαν.

ν τούτῳ δὲ προσίασί τινες τῶν τῆς πόλεως τῷ Ἁγίῳ, καὶ θερμότατα τοῖς αὐτοῦ ποσὶ προσπεσόντες, ἀμύνειν ἀδικουμένοις ἀδέοντο καὶ λύσιν τῶν παρόντων ἠξίουν. Ὁ γὰρ ἡγεμὼν Εὐστάθιος, σὺν οἰμωγῇ καὶ δακρύοις ἔλεγον, χρήμασι τὴν ψυχὴν διαφθαρεὶς ὑπὸ τῶν φθόνου καὶ κακίας θεραπευτῶν, τρεῖς τῶν ἐν τῇ πόλει ἄνδρας, οὐδὲν ὅλως ἁμαρτῶντας, θανάτῳ κολάζει. Ὑπὲρ τούτων οὖν καὶ ἡ πόλις ἐλεεινῶς κόπτεται καὶ πενθεῖ καὶ τὴν σὴν ἐν πολλῇ τῇ λύπῃ παρουσίαν ἐπιβοᾶται· εἰ γὰρ παρῇς, οὐκ ἂν τοιοῦτον ὁ ἥλιος παρ’ αὐτῇ μῦσος ἐπεῖδε. Τούτων ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ τῆς ἐκείνου συμπαθείας μιμητής, ἀκούσας, σφύζει τε πρὸς ταῦτα τὴν ψυχήν, καὶ ἀνίσταται· καὶ τοὺς στρατηλάτας παραλαβὼν αὐτίκα, ὁδοῦ εἴχετο. Ἔν τινι γοῦν τόπῳ (Λέων δὲ οὗτος ἐκαλεῖτο) γενόμενος, ἐπυνθάνετο τῶν παριόντων, εἴτι περὶ τῶν ἀνδρῶν ἐκείνων εἴδοιεν καὶ ὅπου ἄρα τούτους ἀπολίποιεν. Οἱ δέ, κατὰ τοὺς καλουμένους, φασί, Διοσκόρους ἐν τῇ πλατείᾳ· καὶ ὅς, εὐθὺ τοῦ Μαρτυρείου τῶν ἁγίων Κρήσκεντος καὶ Διοσκορίδου ὁδεύων, ἐπειδὴ μαθὼν τούτους ἄρτι τὴν πύλην ὑπερβαίνοντας παρὰ τὸν Βηρᾶν ἄγεσθαι, (τόπος δὲ οὗτος τῶν καταδίκων ἐπιθανάτιος·) ἐπιτείνας τὴν πορείαν καὶ τὸ ἐνδέον τῷ γύρει τῷ διαπύρῳ τῆς καρδίας ἀναπληρώσας, ἐν βραχεῖ τὸν ὡρισμένον τόπον καταλαμβάνει· καὶ ὁρᾷ πολὺν μὲν ὄχλον περιεστῶτα, τοὺς ἄνδρας δὲ ὀπίσω, φεῦ· τὰς χεῖρας δεδεσμημένους καὶ τὰς ὄψεις κεκαλυμμένους, ἤδη δὲ πρὸς γῆν κεκλιμένους καὶ γυμνῷ τραχήλῳ καὶ διατεταμένῳ τὴν τομὴν ἀναμένοντας· ἐλεεινὸν θέαμα καὶ μηδὲ ὀφθαλμὸν δυνάμενον ἔχειν τοῦ πάθους μάρτυρα· αὐτὸν δὲ τὸν δήμιον τὸ ξίφος ἤδη διεσπασμένον καὶ φόνιόν τι καὶ μανικὸν βλέποντα καὶ ψιλῇ θέᾳ τὸ ἀπηνὲς ὑποφαίνοντα. Ταῦτα ὡς εἶδε, καὶ τῷ σκυθρωπῷ ἐκείνῳ θεάματι τὰς ὄψεις ἐπέβαλε, πραότητι τὸ αὐστηρὸν κεράσας, οὔτε θρασύ τι καὶ νεανικὸν ἄλλως ἐφθέγξατο, οὔτε ἀγενῶς προῆλθε καὶ ὑφειμένως· ἀλλ’ ὡς εἶχε δρομαίως ἐπὶ τὸν δήμιον παρελθών, τὸ ξίφος μὲν τῶν ἐκείνου χειρῶν ἀφαιρεῖται, οὐδὲν ὑποδείσας ἢ πτοηθείς· ῥίπτει δὲ αὐτὸ κατὰ γῆς καὶ τοὺς ἄνδρας τῶν κατεχόντων δεσμῶν ἀνίστησι. Ταῦτα μετὰ πολλῆς δρῶντα τῆς αὐθεντίας, οὐδεὶς ἦν ὁ κωλύων, τὸ περιὸν οἶμαι τῆς ἀρετῆς εἰδότες καὶ τὸν ὑπὲρ τοῦ δικαίου ζῆλον αὐτοῦ δυσωπούμενοι. Τοῖς μὲν οὖν σωθεῖσιν, ἡ χαρὰ θερμὰ ἐκίνει τὰ δάκρυα, καὶ ἀθρόον τι ἐκ μεταβολῆς καὶ εὔθυμον ἀνεβόων. Τὸ δὲ πεδίον ὅλον θέατρον ἦν, εὐφήμουν τε πάντες καὶ ἐῤῥήγνυντο ἐπὶ τῇ βοῇ, πρὸς τὴν ὄψιν ὧν ἐτεθέαντο.

νταῦθα ὁ ἡγεμὼν Εὐστάθιος ἐπιφαίνεται· ἀλλὰ καὶ φανέντα τοῦτον ὁ μέγας περιορᾷ, καὶ προσερχόμενον ἀπωθεῖται, κατειπεῖν τε αὐτοῦ πρὸς τὸν βασιλέα καὶ καλέσαι κατ’ αὐτοῦ τὸν Θεὸν καὶ ὅλως κακοῖς περιβαλεῖν ἐσχάτοις τὸν ἄνδρα ἠπείλει, ἀδικώτατα οὕτω τῇ ἀρχῇ χρώμενον καὶ μεγάλοις ἐπιχειροῦντα κακοῖς. Ὁ δὲ δεινῶς τε τοῖς τῆς μεταμελείας κέντροις ἐβάλλετο καὶ τῷ συνειδότι πάνυ σφόδρα τὴν καρδίαν ἐδάκνετο· ταῦτά τοι καὶ δακρύοις τὸν ἔλεον ἐθηρᾶτο καὶ ἱκέτης ἐγίνετο καὶ ὑπὸ ψυχῆς ὅλης ἐδεῖτο, διαλλαγῆναι αὐτῷ τὰ πρὸς τὸν μέγαν Νικόλαον. Εἶτα καὶ τὴν αἰτίαν ἐπὶ Σιμωνίδην καὶ Εὐδόξιον τοὺς Μυρέων πρωτεύοντας μετετίθει· τὸν δὲ ἄρα ψευδόμενον οὐκ ἐλάνθανεν· ᾔδει γὰρ ἀκριβῶς, ὅτι χρυσίῳ διαφθαρείς, θάνατον κατέκρινε τῶν ἀθώων. Ἐκεῖνοι μὲν οὖν ὅλοι τῆς πρὸς αὐτὸν εὐχαριστίας ἐγίνοντο καὶ πολὺς ὁ τοῦ Χριστοῦ θεράπων ὑπὸ τῆς αὐτῶν γλώττης ᾔδετο καὶ τὸ ἔργον οὐκ ἄλλου τινὸς ὡμολόγητο.

Οἱ μέντοι στρατηλάται τῶν αὐτοῦ θείων εὐχῶν ἐξιωθέντες καὶ ταύτας καλὸν ἐφόδιον ἐπαγόμενοι, πρὸς τὴν Φρυγίαν ἀφίκοντο. Καὶ διαθέμενοι τὰ ἐν αὐτῇ πάντα εἰς δέον, καὶ ὅσα παρὰ τοῦ βασιλέως ἐντέταλτο αὐτοῖς τελεσάμενοι, πρὸς τὸ Βυζάντιον ἐπανῆκον. Τούτοις ὑποδοχὴ φιλότιμος καὶ πολυτελὴς πρός τε τοῦ βασιλέως, καὶ τῶν ἐν τέλει γίνεται, καὶ τοῦ λοιποῦ περὶ τὰ βασίλεια διῆγον, ἀπόβλεπτοι καὶ περιφανεῖς καὶ πολλή τις ἦν ἡ περὶ αὐτοὺς θεραπεία· οὐκ ἔμελλε δὲ ταῦτα πράως οἴσειν ὁ φθόνος, οὐδὲ βασκάνων ὀφθαλμοῖς φορητὰ γενέσθαι. Ὅθεν καὶ προσελθόντες τινὲς τῷ ἐπάρχῳ τῆς πόλεως, ἅτε παρευδοκιμούμενοι παρ’ αὐτῷ, δεινὴν πλέκουσι κατ’ ἐκείνων συκοφαντίαν, οὐ χρηστὰ λέγοντες βεβουλεῦσθαι τοὺς στρατηλάτας, οὐ δὲ μὴν εἰς ἀγαθὸν περιστῆναι τέλος τὴν ἐκείνων ὁρμήν· νεωτέροις γὰρ ἐπιχειροῦσι πράγμασιν, ὅσα ἡμῖν εἰς ἀκοὰς ἧκε, καὶ πονηρὰ τεκταίνουσι κατὰ βασιλέως. Οὕτω τῶν ἀνδρῶν κατειπόντες καὶ χρυσίῳ πολλῷ τὸν ἔπαρχον ὠνησάμενοι, τὰς βασιλικὰς δι’ ἐκείνου φθείρουσιν ἀκοάς· εὐθὺς γὰρ εἰς ὄψιν αὐτὸς τῷ βασιλεῖ γενόμενος, διέξεισί τε ἃ παρ’ ἐκείνων ἀκούσας καὶ πείθει ἐρήμῃ δίκῃ ὑπ’ αὐτοῦ ἁλῶναι τοὺς ἄνδρας· τέως δ’ οὖν φυλακῇ δοθῆναι, μὴ λαθόντας, φησί, δράσωσιν, ἃ πάντως μεμελετήκασι. Γέγονε μὲν οὕτω· καὶ τοὺς ἄνδρας εἶχεν ἡ φυλακή, οὐδ’ αὐτὸ τοῦτο εἰδότας, ὅτου χάρι τῇ φυλακῇ παρεδέδοντο· τοσοῦτον ἀπεῖχον τοῦ πονηρόν τι βουλεύσασθαι κατὰ βασιλέως. Χρόνος ὁ μεταξὺ συχνός, καὶ πάλιν ἡ πονηρία, καθάπερ οὐκ ἀρκουμένη τοῖς προλαβοῦσι, τὸ ἐλλεῖπον ἀναπληροῖ.

Διῆγον μέντοι οὕτως οἱ ἄνδρες τῇ φυλακῇ προσκακοπαθοῦντες. Οἱ συκοφάνται δέ, ἐπειδὴ ὑποῤῥέοντα τὸν χρόνον ἑώρων, δείσαντες, μήπου τι τῶν ἀδοκήτων συμβάν, ἐλέγξῃ μὲν τὰ τοῦ δράματος, περιτραπῇ δὲ κατ’ αὐτῶν ὁ κίνδυνος, προσίασι τῷ ἐπάρχῳ πάλιν, καὶ ὄχλου πλείονος γίνονται, μὴ οὕτως ἐᾶσαι τὰ τῶν ἀνδρῶν, ἀλλ’ ἀξίαν αὐτοῖς τὴν δίκην ἐπενεγκεῖν. Ἐκεῖνος τοίνυν ὑπὲρ τοῦ χρυσοῦ δεδοικώς, μὴ καὶ ἀφαιρεθείη τοῦτον, πέρας τῶν ὑποσχεθέντων οὐκ εἰληφότων, πρόσεισι τῷ βασιλεῖ καὶ αὖθις, τῇ τε τοῦ προσώπου ἐνστάσει καὶ τῷ σκυθρωπῷ τῆς ὄψεως, κακῶν ἄγγελος ἥκειν δοκῶν καὶ ἅμα δῆλος εἶναι βουλόμενος τῆς ἐκείνου ζωῆς ἐκ παντὸς φροντίζων καὶ εὐνοϊκῶς ἔχων καὶ πιστότατα πρὸς αὐτὸν διακείμενος. Ἔνθεν τοι καὶ ποικίλως αὐτὸν ὑποτρέχει καὶ ὑποκάθηται ῥήμασιν. Οἱ κατὰ τοῦ σοῦ κράτους, Δέσποτα (εἰρηκώς), πονηρὰ μεμελετηκότες, ἀνθ’ ὧν παρ’ αὐτοῦ ἀπέλαυσαν ἀγαθῶν, οὐδὲ ἐν τῇ φυλακῇ ὄντες ἀφίστανται τῆς ἴσης μελέτης, οὐδέ τις αὐτοὺς αἱρεῖ μεταμέλεια, ἀλλ’ ἐμμένουσι καὶ νῦν τοῖς προτέροις καὶ τὰ αὐτὰ πάλιν κακούργως ῥάπτουσι. Νῦν οὖν, εἰ μέν ἐστι ὅπως αὐτοὺς ἀξίως τιμωρησαίμεθα· εἰδ’ οὔ, ἄλλα σκεπτέον, μὴ αὐτοὶ προλαβόντες ἡμᾶς, κακῶς διαθῶνται. Θορυβοῦσι ταῦτα τὸν βασιλέα καὶ εἰς ὑπονοίας ἐμβάλλουσιν. Ἀμέλει καὶ ἀπολῦσαι φροντίδων τοὺς λογισμοὺς καὶ μὴ τρέμειν εἰς τὸ μέλλον καὶ δεδοικέναι βουλόμενος, θάνατον κατακρίνει τῶν ἀναιτίων.

ριστο τοίνυν τὸ θανεῖν αὐτοὺς εἰς τὴν ἐπιοῦσαν· ἡ γὰρ ψῆφος ἑσπέρας ἐδέδοτο· καὶ τῷ δεσμοφύλακι δυστυχὴς ἄγγελος ἧκε τῆς καταδίκης καὶ πάντα μηνύει τὰ κατ’ αὐτούς· ὁ δὲ πολλὰ πρότερον ἐφ’ ἑαυτοῦ θρηνήσας τὴν συμφοράν, (ἦν γάρ, ὡς ἔοικε, πολλῷ τοῦ ἐπάρχου φιλανθρωπότερος, ἄλλως τε καὶ φίλος αὐτοῖς ἤδη καὶ συνήθης γενόμενος·) εἶτα καὶ τοῖς ἀνδράσι πενθῶν πρόσεισι, καί, ὄφελον, ἔλεγε, μηδὲ τὴν πρώτην ὑμῶν εἰς λόγους ἦλθον, μηδὲ τοσοῦτον διετρίψατε παρ’ ἐμοὶ χρόνον, μηδὲ τραπέζης ὑμῖν, μηδὲ ἁλῶν ἐκοινώνησα· ῥᾷον γὰρ ἂν ὑπέστην τὴν συμφοράν, ἧττον ἤλγησα τὴν διάζευξιν, οὐκ ἄν μου τὸ πάθος οὕτω καθίκετο τῆς ψυχῆς· αὔριον γὰρ ἀπ’ ἀλλήλων διαζευγνύμεθα τὴν πικράν, οἴμοι! καὶ τελευταίαν διάζευξιν, καὶ οὐκ ἂν ὑμῶν ἔτι τὴν ποθεινὴν ὄψομαι θέαν· οὐ λαλούντων ἀκούσω, οὐκ ἄρτον κοινὸν παραθήσομαι· ἀναιρεθῆναι γὰρ ἐκελεύσθητε. Ἀλλ’ εἴ τι καὶ περὶ τῆς οὐσίας βούλεσθε διαθεῖναι τῆς ὑμετέρας, ἤδη καιρός, μὴ καὶ φθάσῃ τὴν ὑμῶν γνώμην ὁ θάνατος. Ταῦτα μὲν εἶπε θρηνῶν καὶ τὸν θάνατον ἐκείνων πικρῶς ὀδυρόμενος.

Οἱ δέ, τί γὰρ ἂν καὶ ἔδρασεν ἐπὶ τούτοις ψυχή, μηδὲν ἑαυτῇ θανάτου ἄξιον συνειδυῖα; περιεῤῥήγνυντό τε τὰς ἐσθῆτας καὶ τὰς τρίχας ἀθλίως ἐτίλλοντο· ἵνα τί δὲ ἡμεῖς τὸν τῶν κακούργων ὑποστησόμεθα θάνατον; τί καὶ θανάτου ἄξιον εἰργασμένοι; τοὺς οἰκείους ὀνομαστὶ ἐκάλουν, τοὺς συγγενεῖς, τοὺς συνήθεις· ἐπεμαρτύροντο Θεὸν τοῖς παροῦσι· τὸν θάνατον ἤδη πρὸ τῶν ὀφθαλμῶν ἐφαντάζοντο. Οὕτω πικρῶς ἐποδυρομένων καὶ τὴν συμφοράν, φεῦ! περιπαθῶς θρηνούντων, ἕτερος αὐτῶν, Νεποτιανὸς τοὔνομα, εἰς μνήμην ἥκει Νικολάου, καὶ ὅπως ἐν τοῖς Μύροις ἀνδρῶν ἐκεῖνος τῶν τριῶν προέστη, καὶ θανάτου ἐξείλετο, σωτὴρ αὐτοῖς ἐκ παραδόξου καὶ ἀγαθὸς προστάτης γενόμενος.

Ταῦτα πρὸς ἀλλήλους αὐτοῖς διομιλουμένοις, (εὑρετικὸν γὰρ ἀνάγκη, πρὸς πολλὰς ἐννοίας ἐγείρουσα, καὶ ψυχῶν μεσῖτις·) κἀκείνοις τὰ πρὸς Θεὸν Νικόλαος παρελαμβάνετο· καί, Κύριε, ὁ Νικολάου Θεός, ὁ τοὺς τρεῖς ἄνδρας πρότερον ἀδίκου θανάτου ῥυσάμενος, ἔπιδε καὶ νῦν ἐφ᾿ ἡμᾶς, ἔλεγον, ὅτι ὁ βοηθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν· ἰδοὺ γὰρ συνέχεται ἡμῖν ἡ καρδία καὶ αἱ θλίψεις αὐτῆς ἐπληθύνθησαν ἐφ’ ἡμᾶς, καὶ οὐδεὶς ὁ ἐξάγων ἡμᾶς ἐκ τοῦ πειρασμοῦ· ἰδοὺ καὶ ἡ φωνὴ πρὸ τῆς ψυχῆς ἡμᾶς ἐπιλείπει, καὶ ἡ γλῶττα τῷ πυρὶ τῆς καρδίας ξηραίνεται, καὶ οὐκέτι σοι οὐδὲ προσενεγκεῖν δυνάμεθα δέησιν. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· μὴ παρόψῃ τὴν ἀδικίαν, μὴ ὑπερίδῃς τὸν ἄδικον θάνατον. Ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς τῶν ζητούντων ἡμῶν τὴν ψυχήν, καὶ σπεῦσον εἰς τὴν βοήθειαν ἡμῶν· αὔριον γὰρ θανατούμεθα.

Τούτοις προσχὼν ὁ τοὺς φοβουμένους αὐτόν, ὡς τέκνα Πατήρ, οἰκτείρων, ἐξαποστέλλει βοήθειαν αὐτοῖς ἐξ Ἁγίου τὸν οἰκεῖον θεράποντα. Καὶ τῆς νυκτὸς ὄναρ τῷ βασιλεῖ ὁ θαυμαστὸς Νικόλαος ἐπιστάς, Βασιλεῦ, ἔφη, τὸ τάχος ἀναστάς, τοὺς κατεχομένους τρεῖς παρὰ τῇ φυλακῇ στρατηλάτας ἄνες· μάτην γὰρ ἐσυκοφαντήθησαν· εἶτα καὶ ἣν πάσχουσιν ἀδικίαν ἐξετραγῴδει καὶ τὰ τοῦ δράματος διεξίει σὺν ἀκριβείᾳ· εἰδ’ οὔ, πόλεμον κινήσειν καὶ κακῶς αὐτὸν ἀπολεῖν καὶ τὰ ἔσχατα δρᾶσαι ἠπείλει. Καταπλαγεὶς τοίνυν ὁ βασιλεὺς τὴν τοῦ ἀνδρὸς παῤῥησίαν, τῇ τε ἄλλῃ, καὶ ὅτι ἀωρὶ τῶν νυκτῶν οὕτω τῶν βασιλείων ἔνδον ἐγένετο. Ἀλλὰ τίς, ἤρετο, σὺ ὁ τοιαῦτα τῷ ἐμῷ κράτει ἐπισείων καὶ διαπειλούμενος; Ὁ δέ, Νικόλαος, ὁ ἐν τῇ Μυρέων Μητροπόλει, ἔφη. Καὶ αὐτίκα ὁ μὲν ὑπὸ τῆς ὄψεως διαταραχθεὶς ἀνίσταται. Ὁ δὲ Ἅγιος ἐπίσης καὶ τῷ ἐπάρχῳ Ἀβλαβίῳ καθεύδοντι ἐπιφαίνεται, καὶ τὰ αὐτὰ περὶ τῶν ἀνδρῶν ἐπισκήπτει, Ἀβλαβίῳ δὲ ἐρομένῳ καὶ αὐτῷ, ὅς τις εἴη, Νικόλαος, ἀπεκρίνατο, τοῦ Χριστοῦ δοῦλος. Διυπνισθεὶς τοίνυν Ἀβλάβιος, ἔστρεφέ τε τῷ νῷ τὴν θέαν, καὶ τί ποτε ἄρα τὸ φανέν, καὶ ὅ,τι δηλοῦν ἐσκόπει. Καὶ αὐτίκα ἥκει τις πρὸς αὐτὸν παρὰ βασιλέως μηνύων, ἅπερ ὁ βασιλεὺς ἐν ὕπνῳ ἐθεάσατο. Καὶ ὃς πάλιν ἀπαγγέλλει τὴν ὄψιν καὶ τὰ φανέντα αὐτῷ ἅπαντα διεξίει.

Πρὸς τὸ παράδοξον τοίνυν ἐκεῖνο τῆς θέας ἄμφω καταπλαγέντες, ὅτε βασιλεὺς καὶ ὁ ἔπαρχος, καὶ ὅπως, ὥσπερ ἀπὸ συνθήματος, ἡ αὐτὴ ὄψις ἑκατέρῳ ἐφοίτησεν, ἐπειδὴ τὸ ὄνειρον συμβαλεῖν οὐκ εἶχον, μετακαλεσάμενος ἀπὸ τῆς φυλακῆς τοὺς στρατηλάτας ὁ βασιλεύς, Τίσι, φησί, μαγείαις χρησάμενοι, τοιούτους ἡμῖν ἀπεπέμψατε τοὺς ὀνείρους, πόλεμον οὕτω σφοδρὸν ἐπισείοντας, καὶ τὰ μεγάλα καθ’ ἡμῶν ἀπειλοῦντας; Οἱ δέ, μηδὲν τοιοῦτον ἐν ἑαυτοῖς συνειδότες, νεύμασιν ἀλλήλους ἠρώτων, εἴτι ἄν τις αὐτῶν εἰδείη, ἐκπεπληγμένον ἕκαστος ἑκάστῳ τὸν ὀφθαλμὸν ἐπιβάλλοντες. Ὁ βασιλεὺς τοίνυν οὕτω τοὺς ἄνδρας ἔχοντας ἰδών, ἐπὶ τὸ πραότερον μεταβάλλει, καὶ προσχὼν αὐτοῖς, ἀποκρίνασθαι πρὸς ταῦτα κελεύει.

Οἱ δέ, δακρύων τοὺς ὀφθαλμοὺς πληρώσαντες καὶ συνεχὲς ἀναβλύζοντες, Ἡμεῖς, εἶπον, ὦ βασιλεῦ, οὔτε μαγείαν, ὅ, τι ποτ’ ἐστὶν οἴδαμεν, οὔτε κατὰ τοῦ σοῦ κράτους δεινόν τι ἐμελετήσαμεν· μάρτυς ὁ πάντας ὁρῶν ὀφθαλμός. Εἰδὲ μὴ οὕτω ταῦτα, ἀλλά τι πονηρὸν ἡμῖν ἔσκεπται κατὰ σοῦ, μηδένα, ὦ βασιλεῦ, μηδένα καθ’ ἡμῶν λάβῃς ἔλεον· μή, πρὸς τῆς Τριάδος αὐτῆς, μηδὲ ὅλου φείσῃ τοῦ γένους ἡμῶν· ἀλλ’ εἴτι καὶ θανάτου βαρύτερον, ἀποφῆναι καθ’ ἡμῶν. Ἡμῖν, ὦ βασιλεῦ, οὗτος ἐκ πατέρων κλῆρος ὑπῆρξε, τὸν βασιλέα τιμᾶν καὶ τὴν εἰς αὐτὸν εὔνοιαν τοῦ παντὸς προτιμᾶν· εἴ δέ τις ταῦτα παραβαίνοι, ζημιοῦν αὐτὸν τὰ μεγάλα καὶ ὡς πολεμίῳ τὸ λοιπὸν χρῆσθαι. Ὥς τε ἀμελοῦντες ἑαυτῶν, τὴν σήν, ὦ βασιλεῦ, ἐβλέπομεν σωτηρίαν· ὅθεν καὶ ἀμοιβαὶ φιλότιμοι παρὰ τῆς σῆς ἡμῖν ἠλπίζοντο δεξιᾶς. Ἐπειδὴ δὲ καὶ πολεμία χεὶρ κατὰ τοῦ σοῦ κράτους ἐκινεῖτο καὶ τοιαύτην ἀνδρῶν ἀρετὴν ὁ καιρὸς ἐζήτει, τοὺς ἄλλους παραδραμών, ὅσοι τοῦ αὐτοῦ ἡμῖν ἐτύγχανον ἀξιώματος, ἡμᾶς, ὡς οὐκ ὄφελον, προείλου, καὶ τὴν πρὸς ἐκείνους ἡμῖν ἐνεχείρισας φροντίδα. Ταῦτά τοι καὶ πρόθυμοι τῷ σῷ προστάγματι εἵξαμεν καὶ τὰ πρὸς τοὺς ἐχθροὺς ἐπανειλόμεθα καὶ τὴν οἰκείαν ἀρετὴν (σὺν Θεῷ δὲ εἰρήσθω) ἐπὶ τῶν ἔργων ἱκανῶς παρεστήσαμεν. Ὅπερ οὖ οἶδ’ ὅτι πάντες συμφήσουσι, τοῦτο τὴν εὐδαιμονίαν πρότερον ἡμῖν παρασχόν, νῦν καθ’ ἡμῶν ὁ φθόνος ὁπλίζει, καὶ κρινόμεθα, φεῦ! ὡς ὁρᾷς, καὶ τὰ ἔσχατα πείσεσθαι προσδοκῶμεν. Ὥς τε περιέστηκεν ἡμῖν, ὦ βασιλεῦ, ἡ τῆς πρὸς σὲ εὐνοίας ἀπόδειξις, μείζονος τιμωρίας ὑπόθεσιν εἶναι· καὶ ἀντὶ δόξης ἐλπιζομένης καὶ ἀμοιβῶν, θανάτου φόβος ἡμᾶς ἔχει καὶ καταδίκης, ἐπὶ τῷ τελευταίῳ τούτῳ καὶ δυστυχεῖ κατορθώματι. Πῶς ταῦτα, Ἥλιε, πῶς ταῦτα, Δίκη, φέρεις ὁρᾶν;

Τούτοις ὁ βασιλεὺς κατακλασθεὶς τὴν ψυχήν, δῆλος ἦν μεταμελόμενος ἐπὶ τῇ ἐκείνων ὕβρει· ἔτρεμε γὰρ τὰ τοῦ Θεοῦ δικαιώματα καὶ τὴν ἁλουργίδα ᾐσχύνετο, μή, νομοθετῶν ἄλλοις, αὐτὸς εὐθύνας ὑπόσχῃ τῆς κρίσεως. Εὐθὺς οὖν ἐπιεικὲς ὁρᾷ πρὸς αὐτοὺς καὶ ἡμερώτατα φθέγγεται.

Οἱ δὲ τὰς ψυχὰς πρὸς τὸν λόγον διαναστάντες, ἐπειδὴ καὶ τὸ ἐνδόσιμον τῆς παῤῥησίας αὐτοῖς ἐδόθη παρὰ τοῦ βασιλέως, ἐδημοσίευον τὸν θησαυρόν, οὐκ ἔκρυπτον τὴν ἐλπίδα. Καί, Κύριε, ὁ τοῦ σοῦ Νικολάου Θεὸς μέγας, ἐβόων, ὁ τοὺς τρεῖς ἄνδρας ποτὲ τοῦ ἀδίκου θανάτου διασωσάμενος, ἐξελοῦ καὶ ἡμᾶς δι’ αὐτοῦ τοῦ ἐπηρτημένου τούτου κινδύνου. Ἁρπάζει τὸν λόγον ὁ βασιλεὺς καί, Τίς οὗτός ἐστιν ὁ Νικόλαος; ἔφη, καὶ πῶς, καὶ τίνας ἔσωσεν; εἴπατε. Νεποτιανὸς οὖν αὐτίκα πάντα διέξεισιν αὐτῷ κατὰ μέρος. Ὁ δὲ βασιλεύς, τῇ περὶ τὸ Θεῖον καὶ τοὺς αὐτοῦ θεράποντας τιμῇ καὶ προτοῦ καλλυνόμενος, οὐδ’ ἐνταῦθα γοῦν λήθην τῆς οἰκείας ἐλάμβανεν ἀρετῆς· ἀλλ’ ὁμοῦ τε περὶ τοῦ ἀνδρὸς ἀνηγγέλῃ καὶ οὐδὲ πολλῶν ἐδεήθη λόγων· ἀλλ’ εἰς τὴν φανεῖσαν ὄψιν αὐτῷ ἐπὶ πλέον ἀνενεγκὼν καὶ τὴν ὑπὲρ τῶν ἀδικουμένων παῤῥησίαν καὶ τὸν πολὺν ἐκεῖνον ζῆλον ὑπερθαυμάσας, συγγνώμης τε ἀξιοῖ τοὺς ἄνδρας· καί, Οὐκ ἐγώ, φησίν, ἡμῖν χαρίζομαι τὴν ζωήν, ἀλλ’ ὃν ὑμεῖς εἰς βοήθειαν ἐκαλέσατε καὶ ὃς οὐδὲ καθεύδειν εἴα ἡμᾶς, προστατῶν ὑμῶν καὶ κηδόμενος. Ἄπιτε τοιγαροῦν παρ’ αὐτόν, καὶ κειράμενοι τὴν κόρη, τὰ τῆς εὐχαριστίας ἀπόδοτε· ἀπαγγείλατε δὲ καὶ παρ’ ἡμῶν, ὅτι τὸ κελευσθὲν ἰδοὺ πεποίηκα· μὴ ἀπειλείτω μοι.

Ταῦτα εἶπε, καὶ χρυσοῦν Εὐαγγέλιον καὶ σκεῦός τι ἕτερον χρυσοῦν, καὶ αὐτὸ ἐκ λίθων τιμίων συγκείμενον, καὶ κηριόλους δύο χρυσοῦς δίδωσιν αὐτοῖς, ἐντειλάμενος ἀναθῆναι ταῦτα τῷ ἐν Μύροις Ναῷ. Οὕτω καὶ αὐτοὶ παραδόξου σωτηρίας ἐπιτυχόντες, εὐθὺς ὁδοῦ τε ἥψαντο, καὶ περιχαρεῖς εἰς τὸν Ἅγιον ἥκουσιν, ἄσμενοί τε αὐτὸν εἶδον, καὶ δῆλοι ἦσαν, ὑπὸ τῆς ἄγαν ἡδονῆς, πρόθυμοι εἶναι καὶ αὐτὴν προέσθαι τὴν χαρισθεῖσαν αὐτοῖς ζωήν, ὥς τε ἀξίαν ἀποδοῦναι τὴν εὐχαριστίαν τῷ οὕτως εὐεργετήσαντι· εἶτα καὶ τὰ τοῦ βασιλέως ἀνατιθέασι, Κύριε, Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, ἠρέμα ὑποφωνοῦντες, μηδὲ αὐτοὺς ἀγεύστους τῆς ἡδονῆς τοὺς πένητας ἀφιέντες, ἀλλὰ καὶ τούτους τοῖς οὖσι δεξιωσάμενοι.

Ταύτῃ τοιγαροῦν ἐπὶ τῶν ἔργων τοῦ Θεοῦ τὸν οἰκεῖον θεράποντα μεγαλύνοντος, ὑπόπτερος ἡ περὶ αὐτοῦ φήμη διαρθεῖσα, πανταχοῦ τε ἔθνους, καὶ πάντα περιελάμβανε, πέλαγός τε διέβαινε καὶ κατὰ θαλάσσης ἐφέρετο καὶ οὐδένα τόπον ἀνήκοον τῶν μεγάλων τοῦ ἀνδρὸς χαρίτων ἠφίει.

Ναῦται γοῦν ποτε κλύδωνι περιπίπτουσι χαλεπῷ· οἳ τῆς ἐν χερσὶν ἀπογνόντες σωτηρίας, ἐπειδὴ τὸν μέγαν Νικόλαον, ὀξεῖαν ἐπὶ τοῖς παρ’ ἐλπίδα βοήθειαν ὑπὸ τῆς φήμης ἐμάνθανον, ὅλοι τῆς δεήσεως τῆς πρὸς αὐτὸν γίνονται, τοῦτόν τε κατὰ τοῦ κλύδωνος ἐκάλουν καὶ αὐτῷ τὰς χεῖρας ὤρεγον καὶ μόνης ἐξείχοντο τῆς παρ᾿ αὐτοῦ βοηθείας. Καὶ ὅς, οὐδὲ βραχὺ μελήσας, ἐπιπηδᾷ εὐθὺς τῇ νηί, καὶ φανερὸς τοῖς ἐκείνων γενόμενος ὀφθαλμοῖς. Ἰδού, κεκλήκατέ με, φησί, καὶ βοηθήσων ὑμῖν πάρειμι. Εἶτα θαῤῥεῖν αὐτοῖς διακελευσάμενος, τοῦ πηδαλίου τε λαμβάνεται ὑπὸ τῇ πάντων ὄψει καὶ ταύτῃ τὴν ναῦν ἰθύνειν ἑῴκει. Εἶτα καὶ τῇ θαλάσσῃ ἐπιτιμήσας, τὰς τρικυμίας αὐτοῖς καὶ τοὺς στροβίλους καὶ τὰ ἄλλα τὰ ἐκ τοῦ χειμῶνος κοιμίζει κακά, ὥσπερ δὴ καὶ ὁ ἐμὸς Ἰησοῦς τὸ πρότερον· καὶ οὕτως ἥμερον καὶ γαληνὸν αὐτοῖς δίδωσι πλοῦν.

ς οὖν πράῳ τῷ πνεύματι φερομένους ἡ χέρσος αὐτοὺς ὑπεδέχετο, τῆς νηὸς ἀποβάντες, τὸν διασωσάμενον τοῦ κινδύνου αὐτοὺς ἠπείγοντο φθάνειν. Εἶτα, μαθόντες εἰς τὴν Ἐκκλησίαν αὐτὸν οἴχεσθαι, ἀπίασι παρὰ τὸν Ναόν. Ὁ μὲν οὖν μέρος ἑαυτὸν τοῦ κλήρου ποιήσας, εἱστήκει μετὰ τῶν ἄλλων· οἱ δέ, ὡς ἐπέβαλον αὐτῷ τὰς ὄψεις, μήπω τούτοις γνωσθέντι πρότερον, ἀπὸ γοῦν τῆς ἐν τῷ πελάγει ἐπιφανείας εἰς ἐκεῖνον εὐθὺς ἀνέφερον· καὶ προσδραμόντες, προσπίπτουσιν αὐτοῦ τοῖς ποσί· καὶ ἡ γλῶττα μὲν εἰς εὐχαριστίαν αὐτοῖς ἐκινεῖτο, συνεφθέγγετο δὲ ταύτῃ καὶ ἡ ψυχή, ὧν τε ἔπαθε καὶ ὅπως ἐῤῥύσθη μιμνησκομένη, δάκρυά τε διὰ τῶν ὀφθλαμῶν προΐει τῶν λεγομένων μάρτυρας· εἶτα καὶ τοῖς παροῦσι κατὰ μέρος τὸ τοῦ δράματος διηγοῦντο.

θαυμαστὸς τοίνυν Νικόλαος, κινδύνου ῥύεσθαι τοῦ τῆς ψυχῆς οὐχ ἧττον εἰδώς, ὃ καὶ τῆς πλείονος μᾶλλον ἠξίου μερίμνης, ἐπειδὴ τῷ διορατικῷ τοῦ Πνεύματος χαρίσματι, μοχθηρίαν αὐτοῖς ὑποκαθημένην ἑώρα, πόῤῥω Θεοῦ καὶ τῶν ἐκείνου βάλλουσαν ἐντολῶν, Ἐπίγνωτε ἑαυτούς, ἔλεγε, παρακαλῶ, τέκνα· ἐπίγνωτε, καὶ τὰς καρδίας ὑμῶν καὶ τὰ τοῦ νοῦ κινήματά τε καὶ διανοήματα, εἰς εὐαρέστησιν ἀπευθύνατε τοῦ Θεοῦ. Κἂν γὰρ τοὺς πολλοὺς λανθάνωμεν καὶ χρηστοὶ δοκῶμεν, ἀλλ’ ἐκεῖνόν γε πάντως οὐδὲν λήσεται τῶν ἡμετέρων. Ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, φησί, Θεὸς δὲ εἰς καρδίαν, ἠκούσατε καὶ τοῦτο τῆς Γραφῆς λεγούσης· Μὴ ποιεῖτε κακὰ καὶ οὐ μὴ καταλάβῃ ὑμᾶς κακά. Μάθετε δὲ μᾶλλον εὖ ποιεῖν καὶ τὸν ἁγιασμὸν τοῦ σώματος ὅλῃ προθέσει καταδιώξατε· ναὸς γὰρ ὑμεῖς Θεοῦ. Ὃς δὲ φθείρει τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ αὐτὸν ὁ Θεός· Παῦλος ταῦτα ὁ θεῖος φησίν· Οὕτω ποιεῖτε, καὶ τοῦ λοιποῦ ἕξετε βοηθὸν ἄμαχον τὸν Θεόν.

ρκεῖ μοι τὰ εἰρημένα, ἣν οὗτος ἐπλούτει παρὰ Θεοῦ ῥοπήν, ἱκανῶς παραστῆσαι· ἀλλ’ οὐκ οἶδ’ ὅπως ἡ περὶ αὐτοῦ μνήμη οὐδ’ ἐνταῦθα στῆναι τὸ ὅλον ἀνέχεται, ἀλλ’ εἰμὴ καὶ τὰ λειπόμενα προσθήσει, ζημίαν τίθεται τὴν μεγίστην. Λόγος δέ τις ἄνωθεν τοῦ χρόνου καὶ εἰς ἡμᾶς φοιτήσας, τὸν μακάριον τουτονί, πρεσβυτικὸν μὲν τὸ ἦθος, ἀγγελικὸν δὲ τὴν θέαν, ἁγιασμοῦ δὲ καὶ χάριτος ἀποπνέοντα θείας ὑπογράφει· προστίθησι δὲ καὶ ταῦτα περὶ αὐτοῦ. Ὡς εἴ τις αὐτῷ καὶ ἐντύχοι, πολλὴ τῷ ὄντι αὐτίκα, καὶ παρὰ μόνης τῆς ἐκείνου θέας, ἐπίδοσις πρὸς τὸ βέλτιον καὶ μεταβολή τις ἐγίνετο. Καὶ ἕκαστος δὲ πάθει τινὶ καὶ λύπῃ βαρυνόμενος τὴν ψυχήν, ὡς μόνον αὐτῷ ἀτενίσειεν, ἱκανὴν εὕρισκε τοῦ λυποῦντος παραμυθίαν. Ἐξίει δὲ καί τις ὑπέρφωτος ἀστραπὴ τῆς ἐκείνου θέας καὶ τὸ πρόσωπον κατέλαμπεν ὑπὲρ τὸ Μωσέως. Εἴπου τοίνυν συμβαίη τῶν ἑτεροδόξων τινὰς αὐτῷ καθ’ ὁδὸν συνελθεῖν μόνον, εἰ τῆς ἐκείνου ἀπολαύσειαν γλώσσης, εὐθὺς ἀπίεσαν, τὴν ἐκ παίδων συναυξηθεῖσαν αὐτοῖς αἵρεσιν ἀποβαλόντες, τὸν ὀρθὸν τῆς ἀληθείας λόγον ἐνστερνισάμενοι.

μέν, οὕτω διαβιώσας καὶ λαμπρῶς κατά γε τὸν τῆς ἀρετῆς λόγον πολιτευσάμενος, καὶ οἷόν τι μύρον χαρίεν ὡς ἀληθῶς, καὶ προσαγωγὸν ἐν μέσῳ τῆς Μυρέων τοῖς ἄνθεσι τῶν θείων χαρίτων μυρίσας, βαθύτατά τε γηράσας, καὶ πλήρης ἡμερῶν, τῶν τε θείων καὶ τῶν λυομένων γενόμενος, ἐπεὶ καὶ ἄνθρωπον ὄντα τοῦτον ἔδει τῷ καιρῷ νόμῳ λειτουργῆσαι τῆς φύσεως, νόσῳ περιπίπτει βραχείᾳ. Ἡ δὲ αὐτῷ εἰς εὐχαριστίας τὰς πρὸς τὸν Θεόν, καὶ ὕμνους ἐξοδίους τε καὶ προπεμπτηρίους ἀνήλωτο, καὶ τῇ τῆς ἐκδημίας ἐλπίδι χαριέστατα διετίθει τοῦτον· ὅπερ γὰρ τοῖς ἄλλοις τὸ τῇ σαρκὶ παραμένειν, τοῦτο ἐκείνῳ τὸ διαζευχθῆναι τοῦ σώματος. Ἀλλ’ ὁ μὲν οὕτω τὸν ἐπίκηρον τουτονὶ καὶ βραχὺν καταλείπει βίον, διαβαίνει τε πρὸς τὴν μακρὰν ἐκείνην καὶ μακαρίαν ζωήν, λαμπρότησιν Ἀγγέλων συνών, καὶ συναγαλλόμενος, καὶ τὸ τῆς Τριάδος φέγγος ὁρῶν τρανότερόν τε καὶ καθαρώτερον. Τὸ δὲ τούτου σῶμα τὸ τίμιον, χερσὶν ὁσίαις Ἐπισκόπων καὶ τοῦ Κλήρου παντὸς λαμπροφορίᾳ τιμώμενον, τῷ ἐν Μύροις ἐναπετέθη Ναῷ, μύρον καὶ εἰς τόδε χρόνου προχέον, νόσων ψυχικῶν τε καὶ σωματικῶν ἴαμα.

Τῶν γοῦν ἁπανταχόθεν γῆς ἐκεῖ συῤῥεόντων, ἀφθόνου μεταλαμβανόντων τῆς χάριτος, πόῤῥω τινὰς τῆς Λυκίων διῳκισμένους καὶ πολλῶν ἐπέχοντας ἡμερῶν ὁδόν, πόθος λαμβάνει θερμός, τὸ τοῦ Ἁγίου μνῆμα καταλαβεῖν, ἀρύσασθαί τε τοῦ μύρου, καὶ μεταλαβεῖν τοῦ ἁγιασμοῦ. Καὶ δὴ τὰ ἱστία ἐνθέμενοι τῇ νηί, πρὸς τὴν Λυκίαν πλεῖν ἔμελλον. Πονηρὸν δὲ δαιμόνιον, ὃ τὸν βωμὸν πάλαι τῆς Ἀρτέμιδος κατοικοῦν ἦν, ὃ ὁ πολὺς Νικόλαος ἐκεῖθεν μετὰ τῶν ἄλλων ἀπήλασεν, εἰς ἔδαφος τὸν βωμὸν κατασείσας, καὶ τὸν πλοῦν ἐκεῖνον αἰσθόμενον, καὶ τοῦτο μὲν μνησικακοῦν τῷ Ἁγίῳ, τῆς τε τοῦ νεὼ καταστροφῆς, καὶ τῆς οἰκείας ἐκεῖθεν ὑπερορίας καὶ ὅση δύναμις ἀμύνασθαι σπουδάζον· τοῦτο δὲ καὶ τοῦ ἁγιασμοῦ τοὺς ἄνδρας ἀποστερῆσαι βουλόμενον καὶ βλάψαι τὸν πόθον, γυναῖκα ὑποκρινόμενον, ἄγγος τι πλῆρες ἐλαίου βαστάζειν ἐδόκει· καὶ τοῦτο προθυμεῖσθαι μὲν ἀποφέρειν, ἔλεγε, πρὸς τὸν τοῦ Ἁγίου τάφον, δεδοικέναι δὲ τὸ πολὺ τοῦ πλοῦ καὶ τρέμειν· ἀδύνατον γάρ, φησί, γυναικί, πρὸς τοσοῦτον ἀποθαρσῆσαι πέλαγος. Δέομαι τοιγαροῦν ὑμῶν, τὸ ἄγγος ἐκεῖνο λαβόντας, κομῖσαι παρὰ τὸν τάφον καὶ βαλεῖν τῷ τοῦ Ἁγίου λύχνῳ τὸ ἔλαιον. Τοιαῦτα τὸ βδελυρὸν δαιμόνιον ἔλεγέ τε καὶ ἠξίου, τὸ ἄγγος ἐκεῖνο ταῖς χερσὶ πιστεῦον τῶν φιλοθέων. Τὸ δὲ ἄρα, πονηρά τις ὑπῆρχεν ἐνέργεια, καὶ ὅλως ἀξία τοῦ δεδωκότος.

Πείθει τοίνυν πολλὰ ἱκετεῦσαν. Καὶ λαβόντες αὐτό, ἐπειδὴ ὁ τῆς πρώτης ἡμέρας πλοῦς αὐτοῖς ἤνυστο, σὸν ἔργον, ὦ πιστὲ τοῦ Θεοῦ θεράπον καὶ δεξιὲ τοῖς κινδυνεύουσι παραστάτα, καὶ τοῦτο δὴ τὸ παραδόξως γενόμενον! Νύκτωρ γάρ τινι τούτων ἐπιφανείς, ῥίπτειν κατὰ τοῦ βυθοῦ τὸ ἄγγος κελεύει. Οἱ δέ, αὐτίκα ὄρθρου διαναστάντες, οὕτως ἐποίουν· καὶ ἀκοντίζουσιν αὐτὸ κατὰ τοῦ πελάγους· καὶ εὐθὺς φλόξ τε μετέωρος πρὸς τὸν ἀέρα ᾔρετο καὶ καπνοὶ ἐκεῖθεν καὶ ὀδμαὶ δυσώδεις ἐπέμποντο· τό τε ὕδωρ διέσχε καὶ κάτωθεν ἀνακαχλάσαν, βρασμώδεις ψόφους ἐποίει, καὶ σπινθῆρες αἱ σταγόνες ἦσαν· ἥ τε ναῦς, κλύδωνι τοσούτῳ ἀποληφθεῖσα, κατεδύετο ἤδη· καὶ οἱ ἄνδρες, τῷ παραλόγῳ τοῦ κινδύνου καταπλαγέντες, ἀπεγνωκότες, ἄγριον εἰς ἀλλήλους ἑώρων, καὶ ὅλως ἐν ἀμηχανίᾳ ἦσαν. Ἀλλ’ ὁ πόῤῥωθεν τῆς αὐτῶν σωτηρίας προνοῶν καὶ τὸ ἄγγος ἀφεῖναι κατὰ τοῦ βυθοῦ κελεύσας, οὗτος αὐτοῖς κἀνταῦθα ἐπιφανείς, τοῦ χαλεπωτάτου κλύδωνος ῥᾷστα καὶ τοῦ κινδύνου ἐξείλετο. Ὁμοῦ τε γὰρ ἡ ναῦς βραχὺ τοῦ τόπου μετέβη καὶ τοῦ δέους οἱ ἄνδρες ἀφέθησαν καὶ αὔρα τις περιέπνευσε τούτοις, ἡδεῖά τε καὶ εὐώδης, καὶ ἥσθησαν τῇ ὀδμῇ, καὶ τὰς ψυχὰς ὡς ἥδιστα διετέθησαν.

Ταῦτά σοι πρὸς Θεοῦ τὰ γέρα, Νικόλαε· αὗται τῶν πόνων αἱ ἀμοιβαί· ταῦτα τῶν ἀσκητικῶν ἀγώνων τὰ ἔπαθλα, τὰ κατὰ τὸν παρόντα, φημί, βίον· τὰ γὰρ τοῦ μέλλοντος ἐκεῖνα πάντως εἰσὶ τὰ μήτε ὀφθλαμῷ θεατά, μήτε ὠσὶν ἀκουστά, μήτε καρδίᾳ ληπτὰ γενόμενα, ἃ ἑτοιμάσαι τὸν Θεὸν δεδιδάγμεθα τοῖς ἀγαπῶσιν αὐτόν. Ἐγὼ δέ σε οὐδὲν ὀκνήσω καὶ λαμπρὸν Μάρτυρα καλέσαι καὶ στεφανίτην ἀναίμακτον, (ὅσα γε ἀναφέρειν εἰς προαίρεσιν ἐπιστάμεθα), εὐχῇ μόνῃ τὸ δυσσεβὲς κράτος καταβαλόντα καὶ καλῶς τῆς ὑπερορίας ἀνακληθέντα καὶ μετὰ λαμπρῶν τῶν τροπαίων ἐπανελθόντα χριστιανοῖς, καὶ τὴν προτέραν τιμὴν τῇ δευτέρᾳ διαδεξάμενον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ᾿ οὗ τῷ Πατρί, ἅμα τῷ Ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μνήμη τοῦ ἁγίου νεομάρτυρος Νικολάου τοῦ Καραμάνου τοῦ ἐν Σμύρνῃ μαρτυρήσαντος κατὰ τὸ 1657 ἔτος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ Σεισμοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

Τῆς Θεοτόκου. ᾨδὴ ζ'.

Ὁ Εἱρμός. κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὕψιστος Παράδεισον ἔμψυχον, Παστάδα τε ἁγνὴ χαριτόπλοκον, χρυσόμορφον Πορφύραν, καὶ Οὐρανὸν σε ἀνέδειξε.

Στερέωσον τὸν νοῦν μου τρεπόμενον, τὸν λογισμὸν κλονούμενον ἕδρασον ἐν ἀσαλεύτῳ με πέτρα, τῇ σῇ σκέπῃ Μητροπάρθενε.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ξυρῷ πειρασμῶν, περιπέπτωκα δεινῶς κατακεντούμενος, καὶ πύλαις ᾅδου προσεπέλασα, ταῖς ἀθυμίαις βαλλόμενος· σῷσόν με πρεσβείαις σου μάκαρ, καὶ ἀνάστησον ψάλλοντα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δύτου φωτός, ταῖς ἀΰλοις ἀστραπαῖς περιλαμπόμενος, τοὺς ἐν τῷ σκότει τῶν θλίψεων, κεκακωμένους ἐξάρπασον, καὶ πρὸς φωτισμὸν εὐφροσύνης, καθοδήγησον ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον. Δυσώπει Χριστὸν τὸν Υἱόν σου καὶ Θεὸν Θεογεννήτρια, τοὺς πεπραμένους δεινοῖς πταίσμασι, καὶ ταῖς ἀπάταις τοῦ ὄφεως, αἵματι αὐτοῦ τῷ τιμίῳ, ἀναῤῥύσασθαι ψάλλοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἕτερος τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Παντοίων χαλεπῶν τε νοσημάτων, ἰατρὸς πανάριστος Πάτερ Νικόλαε, φανείς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἰασάμενος παράσχου εὐρωστίαν βοᾶν· Ὁ τῶν Πατέρων, Θεός εὐλογητὸς εἶ.

υσάμενος τοὺς πάλαι στρατηλάτας, ἐκ θανάτου ἅγιε τούτους διήγειρας, ὑμνεῖν, καὶ δοξάζειν τὸν Σωτῆρα Χριστόν, μετὰ πίστεως θερμῆς καὶ ἀνακράζειν σοι· Σὲ ἀνευφημοῦμεν, σοφὲ ὡς εὐεργέτην.

Σοφίας τῷ κρατῆρι πλησιάσας, μυστικῶς τὰ χείλη σου Πάτερ Νικόλαε, κρουνοὺς ἀμβροσίας ἔνθεν ἤντλησας, ὑπὲρ μέλι καὶ κηρίον τοῖς λαοῖς ἐκβοῶν· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τριαδικόν. Τριάς σε ἀνυμνοῦμεν τρισαγία, καὶ Μονὰς τριλαμπεστάτη ὁμοούσιε, Πατὴρ ὁ Υἱὸς καὶ Πνεῦμα ἅγιον· ἐν οἷς πάντες βαπτισθέντες ἀναμέλπομεν· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Ἐκ πάντων δεχομένη τὰς δεήσεις, Θεοτόκε πρέσβευε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, λυτρωθῆναι τῆς κολάσεως, τοὺς τιμῶντάς σε, κυρίως καὶ κραυγάζοντας· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Καταβασία. Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλὰ μέσῳ τῆς φλογὸς, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τῆς Θεοτόκου. ᾨδὴ η'.

Ὁ Εἱρμός. ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ς ἔμψυχος θάλαμος, καὶ ἔμπνους ἁλουργίς, χλαμὺς ἁλουργόχροος, τῷ πάντων Βασιλεῖ, ἐδείχθης Παρθένε, καὶ πορφύρα ἐξ ἧς, ἡ σὰρξ συνεξυφάνθη, τοῦ θεανθρώπου Λόγου.

Συνέλαβες ἄχραντε, τὸν ἅπασαν δρακί, τὴν κτίσιν συνέχοντα, ὡς Κτίστην καὶ Θεόν, ἀῤῥήτως ἀφράστως, δι’ ἡμᾶς καθ’ ἡμᾶς, βροτὸν γεγονότα, καὶ ὃ ἦν μὴ ἐκστάντα.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ς εὐμενὴς καὶ συμπαθής, τοὺς ἐν βάθει πειρασμῶν περισχεθέντας, ἐλευθέρωσον μάκαρ, τῶν κατεχόντων δεινῶν, τὴν λύσιν βραβεύων πρεσβείαις σου, ταῖς πρὸς τόν Σωτῆρα, Χριστὸν Ἱερομύστα.

Μυσταγωγὸς τῶν ὑπὲρ νοῦν, τῶν ἁγίων λειτουργὸς καὶ οὐρανίων, χρηματίζων θεόφρον ἀρχιερεύς τε πιστός, πταισμάτων τὴν ἄφεσιν αἴτησαι, παρὰ τοῦ Σωτῆρος, ἡμῶν Ἱεροφάντα.

Θεοτοκίον. Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ βάθη ἐμπεσὼν τῆς ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις, περιπαρῆναι κακοῖς· ἀλλὰ σὺ Παρθένε θεράπευσον, τῷ τῆς ἀπαθείας, φωτὶ περιβαλοῦσα.

Ἕτερος τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τάγματα Πατριαρχῶν καὶ Ἀποστόλων, Ἱερέων τε Μαρτύρων δῆμοι, Προφητῶν ὁ σύλλογος, ἅπας δῆμος τῶν Ἀσκητῶν, μακαρίζουσι τὴν θείαν πολιτείαν σου· μεθ’ ὧν καὶ ἡμεῖς παρακαλοῦμέν σε· Μὴ ἐλλίπῃς δυσωπῶν ἀεὶ τὸν Κύριον, διαφυλαχθῆναι, ἡμᾶς ἐκ πάσης βλάβης.

ψιστε Παμβασιλεῦ μεγαλοκράτορ, ταῖς εὐχαῖς τοῦ ὁσίου ποιμένος, τὴν ζωὴν εἰρήνευσον, πάντων Λόγε Χριστιανῶν, χορηγῶν κατὰ βαρβάρων εὐσεβεῖ βασιλεῖ, τήν νίκην καὶ τὴν ἰσχὺν δεόμεθα, ἵνα πάντες ἀεὶ ὑμνῶμεν τὸ κράτος σου, καὶ ὑπερυψῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτὶ ἐλλαμφθεὶς τῷ ἀπροσίτῳ Πάτερ, τὰς ψυχὰς τῶν ἐν θλίψει αὐγάζεις, διαλύων ἅπαντα, ζόφον σκότους τῶν πειρασμῶν, ἀπαστράπτων τε ἀκτῖνας εὐφροσύνης ἀεί, ἐν αἷς τηλαγῶς καταλαμπόμενοι, Εὐλογείτω, βοῶμεν ἡ κτίσις τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν. Ζωὴν καὶ ζωὰς καὶ ἓν καὶ τρία φῶτα, τὴν Τριάδα πιστῶς ἀνυμνοῦμεν, πατρικαῖς ἑπόμενοι θείαις ὄντως ταῖς διδαχαῖς, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον, μεθ’ ὧν εὐσεβοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Πράγματος ξενοπρεποῦς ἡ Βάτος τύπον, προεικόνισεν ἄχραντε Κόρη, καιομένη ἄφλεκτος, πάλαι ὄρει ἐν τῷ Σινᾷ, τὸ μυστήριον τοῦ τόκου σου προγράφουσα· τὸ πῦρ γὰρ ἐν σοὶ τὸ τῆς Θεότητος, ἐνοικῆσαν, ἀλώβητόν σε τετήρηκε· διό σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία. Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτῳ ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου. ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τὴν ζωοδόχον Πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον Λυχνίαν τὴν πάγχρυσον, τὸν Ναὸν τὸν ἔμψυχον, τὴν Σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

είθρῳ τῆς σῆς με κατάρδευσον χάριτος, τῶν συμφορῶν τῷ φλογμῷ φλογιζόμενον, καὶ δεινῶς τηκόμενον, Πηγὴ χαριτόβρυτε, τὸν Ποταμὸν ἡ τεκοῦσα τῶν χαρίτων, ἐξ οὗ ὁ πίνων διψήσει οὐδέποτε.

ς τοῦ Νυμφίου ὡραῖόν τε θάλαμον, ὡς τοῦ Δεσπότου Παλάτιον ἔμψυχον, ὡς πορφύραν πάγχρυσον, καὶ τερπνὸν ἀνάκτορον, τοῦ Χριστοῦ Δέσποινα πάντων, καθικετεύοντά σε σῷσόν με.

Τοῦ Ἁγίου.

Ὁ Εἱρμός. νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα, διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

Λαμπάσι τῆς χάριτος, θεόφρον φωτιζόμενος, καὶ φωστὴρ εὐσεβείας, σαφῶς γενόμενος, τοὺς ἐν πειρασμοῖς διασῴζεις, τοὺς ἐν βυθῷ θαλάσσης λυτροῦσαι, καὶ τρέφεις λιμώττοντας, παραδόξως παμμακάριστε.

ἐν Παραδείσῳ, τῆς τρυφῆς νῦν αὐλιζόμενος, καὶ τὴν ἄφραστον δόξαν τρανῶς θεώμενος, ἐκ τῶν οὐρανίων ἁψίδων, τοὺς ὑμνητὰς τοὺς σοὺς ἐποπτεύοις, παθῶν ἐκλυτρούμενος, θεοφόρε παμμακάριστε.

Θεοτοκίον. Σοφίαν καὶ δύναμιν, καὶ Λόγον ἐνυπόστατον, τοῦ Πατρὸς Θεομῆτορ, ἁγνὴ γεγέννηκας, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, τὸν ἑαυτῆς ναὸν προσλαβοῦσαν, καὶ τούτῳ καθ’ ἕνωσιν, ἑνωθεῖσαν ἀδιάῤῥηκτον.

Ἕτερος τοῦ Ἁγίου.

Ὁ Εἱρμός. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Χορεύσατε πνεύματι, πάντες φιλέορτοι, Οὐρανοὶ εὐφραίνεσθε, ὄρη τε καὶ Βουνοὶ Ἐκκλησίαι, καὶ Παρθένων, ἀσκητῶν τε χοροί, φαιδρῶς ἐν τῇ μνήμῃ τοῦ παμμάκαρος, ἐν ᾗ συνελθόντες, τὸν Σωτῆρα μεγαλύνωμεν.

Ψαλάτωσαν ὕμνοις, τὰ πέρατα ἅπαντα, ἐγκωμίων στέμμασι, πάντες τὴν κορυφὴν Νικολάου, τοῦ θείου κοσμοῦντες σαφῶς, τοῦ θεράποντος Χριστοῦ τοῦ Θεοῦ, δι’ οὗ ἐκ παθῶν τε καὶ κινδύνων λυτρωθείημεν.

ς ἄξιον δέχου, τὸν ὕμνον Νικόλαε, τοῦ μικροῦ πονήματος, τούτου ὥσπερ Χριστός, προσεδέξατο τῆς χήρας τὰ δύω λεπτά· μὴ βδελύξῃ τὴν ἐγχείρησιν· ποθῶν οὐ κομπάζων γάρ, τρισμάκαρ κατετόλμησα.

Τριαδικόν. Ἑνίζεται ὁμοουσίῳ θελήματι, ἡ Τριὰς μερίζεται, πάλιν προσωπικῶς ἀμερίστως, συντηροῦσα τὸ κράτος ἀεί, ὁ Πατήρ, ὁ Υἱὸς καὶ Πνεῦμα τὸ ζῶν, ὁ εἷς τρισυπόστατος Θεός, ὃν μεγαλύνομεν.

Θεοτοκίον. Διέσῳσται πᾶσα, ἡ κτίσις τῷ τόκῳ σου, καὶ ἀφεῖλε Κύριος, θρῆνον καὶ ὀδυρμόν, καὶ πᾶν δάκρυον, ἐκ παντὸς προσώπου ἁγνή, Θεοτόκε παναμώμητε ἐν σοί, καὶ ἡμεῖς τὰς ὀφειλὰς ἀποδιδόαμεν.

Καταβασία. Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον. Θρόνον Χερουβικὸν τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν μέγαν ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον εὐφημοῦμεν· πολλοὺς γὰρ ἄνδρας ἔσῳσεν, ἀδίκως θνῄσκειν μέλλοντας, καὶ Βασιλεῖ ὀπτάνεται, σὺν Ἀβλαβίῳ κατ’ ὄναρ, λύων τὴν ἄδικον ψῆφον.

Ὅμοιον.

Μεγάλως σε ἐδόξασεν, ἐν θαύμασιν ὁ Κύριος, καὶ ζῶντα καὶ μετὰ τέλος, Νικόλαε ἱεράρχα· τίς γὰρ ἐξ ὅλης πίστεως, μόνον ἐπεκαλέσατο, τὸ ἅγιόν σου ὄνομα, καὶ οὐκ εὐθὺς εἰσηκούσθη, θερμὸν προστάτην εὑρών σε;

Θεοτοκίον.

Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τὰ ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον, τὰς ἀπρεπεῖς ἐνθυμήσεις.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Ἐκκλησίας τὰ ἄνθη, περιϊπτάμενος, ὡς νεοττὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταῖς πρεσβείαις σου.

Τῆς ἱερᾶς διπλοΐδος τὴν ὡραιότητα, ταῖς πρακτικαῖς εἰργάσω, ἀρεταῖς λαμπροτέραν, Πάτερ θεοφόρε· ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων θαυμάτων ἱερουργέ, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.

Τῶν ἀθεάτων τὰ κάλλη, περιεχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, ἅγιε ἁγίων· ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις Ἱερώτατε.

ς ἐν ὀνείρῳ ἐπέστης, τῷ εὐσεβεῖ βασιλεῖ, καὶ τοὺς δεσμώτας Πάτερ, ἐκ θανάτου ἐῤῥύσω, πρέσβευε ἀπαύστως, ὅπως καὶ νῦν, ταῖς εὐχαῖς σου ῥυσθείημεν, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ὀδυνῶν, οἱ ἀξίως εὐφημοῦντές σε.

Δόξα, Ἦχος πλ. α'.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός· Βασιλεῖς καὶ ἀρχοντες συντρεχέτωσαν, καὶ τὸν δι’ ὀνείρου φρικτῆς ἐπιστασίας, βασιλέα πείθοντα, ἀναιτίους κρατουμένους τρεῖς, ἀπολῦσαι στρατηλάτας, ἀνυμνείτωσαν. Ποιμένες καὶ Διδάσκαλοι, τὸν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν νόσοις τὸν ἰατρόν· οἱ ἐν κινδύνοις τὸν ῥύστην· οἱ ἁμαρτωλοὶ τὸν προστάτην· οἱ πένητες τὸν θησαυρόν οἱ ἐν θλίψεσι τὴν παραμυθίαν· τὸν συνοδίτην οἱ ὁδοιπόροι· οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην· οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, μέγιστον ἱεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Πανάγιε Νικόλαε, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῷσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον ὁ αὐτός.

Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων· προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν. Βασιλεῖς καὶ ἀρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτῳ κρατουμένους πρίν, ἀπολῦσαι φιλανθρώπως εὐδοκήσαντα. Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος, ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν· τὴν Λυχνίαν τὴν χρυσαυγῆ· τὴν φωτοφόρον Νεφέλην· τὴν τῶν οὐρανῶν πλατυτέραν· τὴν ἔμψυχόν τε Κιβωτόν· τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον· τὴν μανναδόχον χρυσέαν Στάμνον· τὴν κεκλεισμένην τοῦ Λόγου Πύλην· τὴν πάντων Χριστιανῶν τὸ καταφύγιον, ᾄσμασι θεηγόροις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν Βασιλείας· οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Δίδοται καὶ Ἅγιον Ἔλαιον τοῖς Ἀδελφοῖς ἐκ τῆς κανδήλας τοῦ Ἁγίου, ψαλλομένων τῶν Ἰδιομέλων. Ἦχος πλ. β'. Σεργίου.

Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας· σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, ἅγιε Νικόλαε.

Ἦχος πλ. δ'.

Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτός σε ἐδόξασεν, ἐν τῇ ἐπουρανίῳ, καὶ ὄντως ζωῇ. Διὸ παῤῥησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα, Ὁ αὐτός.

Τῶν ἀνδραγαθημάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας· τίς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; τὴν πρὸς τοὺς πένητας ἱλαρότητα; θλιβομένων τὸ συμπαθές; πάντας θεοπρεπῶς ἐδίδαξας, ἱεράρχα Νικόλαε· καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν.

Δέσποινα πρόσδεξαι, [τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως].


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ'. καὶ ς'.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος βαρύς. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Προς Εβραίους Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα. [Κεφ. ιγ'. 17-21.]

δελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι· περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ, εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ· ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ, διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἀλληλούϊα. Ἦχος α'. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται [δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται]. Στίχ. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, [ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.]

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν. [Κεφ. ς'. 17-23.]

Τῷ καιρῷ εκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας, καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.


Примѣчанія:
[1] Ταῦτα μόνα τὰ τέσσαρα Προσόμοια ὑπάρχουσιν ἐν τῷ χειρογράφῳ, καὶ ταῦτα ὁμοίως ψάλλονται ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ. Τὰ δὲ ἐφεξῆς ἕτερα τρία ἐλλείπουσι μὲν ἐκ τοῦ χειρογράφου, σημειοῦνται δὲ καὶ ἐν τῷ νεοτυπώτῳ Τυπικῷ τῆς Μ. Ἐκκλησίας, σελ. 41, ὡς ποίημα Νικολάου τοῦ Μαλαξοῦ, περὶ οὗ ὅρα πλατύτερον εἰς τὰ Προλεγόμενα τοῦ Πεντηκοσταρίου.
[2] Ἀλλαχοῦ ἀπαντᾶται, ἐν φάτνῃ σπαργανούμενον.
[3] Ἴσως παρήμειψε.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 29-46.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0