Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - среда, 24 мая 2017 г. Сейчасъ на порталѣ посѣтителей - 13.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ Β'.
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μυρόπης.

Πονηθεῖσα ὑπὸ Νικηφόρου ἱερομονάχου Χίου.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὸ, Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν πρῶτον τοῦ Προφήτου Ἀβακούμ. Εἶτα προσόμοια τῆς Ἁγίας. Ἦχος α'. Πανεύφημοι Μάρτυρες ἡμᾶς.

ν σοὶ διεσώθη ἀκριβῶς, Μυρόπη πανεύφημε, τὸ κατ’ εἰκόνα ἀλώβητον, ἐνθέοις πράξεσι, καὶ θεομιμήτως, εἰς τὸ καθ’ ὁμοίωσιν, ἀνῆλθες ἀρετῶν ἐπιδείξεσιν, εἶτα καὶ αἵμασι, μαρτυρίου κατεφοίνιξας, τὴν στολήν σου καὶ Χριστῷ προσήνεξαι.

Τοὺς ἄθλους ἰδοῦσα τοῦ κλεινοῦ, Ἰσιδώρου ἔσπευσας, τούτους Μυρόπη μιμήσασθαι, ὅθεν τὸ Λείψανον, τούτου ἀφελούσα, ἔτυχες τοῦ πόθου σου, ἀθλήσασα λαμπρῶς καλλιπάρθενε, καὶ ἐρυθρᾷ στολῇ τῶν αἱμάτων σου ἀνέδραμες, οἷα Νύμφη Χριστῷ τῷ Νυμφίῳ σου.

Δόξα. Ἦχος β'.

Εἰς ὀσμὴν τῶν μύρων σου δραμοῦσα Χριστέ, Μυρόπη ἡ πανθαύμαστος, τὰ δυσώδη πάθη τῆς σαρκός, ἐγκρατείᾳ νίψει καὶ προσευχῇ ἀπενέκρωσε, δάκρυσί τε ἐμπόνοις τὴν ψυχὴν ἐκκαθάρασα, εἰς τὸ στάδιον ἥλασε τῆς ἀθλήσεως, καὶ τοῖς οἰκείοις αἵμασι φοινιχθεῖσα, Νύμφη ὡραία παρθενίᾳ καὶ μαρτυρίῳ κεκοσμημένη, σοὶ τῷ ἀκηράτῳ καὶ ἀθανάτω Νυμφίῳ προσήνεκται· καὶ παρὰ τῆς σῆς ζωαρχικῆς διττῶ στέφει καταστεφθεῖσα, δεξιᾶς, αἰτεῖται μετὰ παῤῥησίας ἡπὲρ ἡμῶν, τὸ μέγα σου ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Εἴσοδος, Φῶς ἱλαρόν, τό Προκείμενον, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Ὃς φυλάσσει τὴν ἐντολὴν τοῦ Θεοῦ σώζει τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ, καθ’ ὁδὸν ἀποθανεῖται, ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ, κατὰ δὲ τὸ δόγμα αὐτοῦ ἀνταποδοθήσεται αὐτῷ. Παίδευε τὸν υἱόν σου, οὕτω γὰρ ἔσται σοι εὔελπις. Ἄκουε υἱὲ παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπί γῆρας. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἄνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου ἐπικρατήσει εἰς τὸν αἰῶνα· καρπὸς ψυχῆς ἐλεημοσύνη, ἡ δὲ προσευχὴ ἄνευ ἐλεημοσύνης ἄκαρπός ἐστι· κρεῖσσον δὲ πτωχὸς δίκαιος ἢ πλούσιος φιλάργυρος. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν ἐλέγξης ἄνδρα φρόνιμον, νοήσει ἄσθησιν πρὸς διόρθωσιν, ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε, μὴ ἔλεγχε κακοὺς ἵνα μὴ μισήσωσί σε. Ἀρχὴ σοφίας φόβος Κυρίου καὶ βουλὴ ἁγίων σύνεσις.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

Γενεὰ σοφίας φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή αἰρετώτερον ὄνομα καλόν, ὑπὲρ πλοῦτον πολύν, ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή, καὶ λόγος ἀγαθὸς ὑπὲρ δῶρον καλόν, καὶ ἀμφότερα παρ’ ἀνδρὶ κεχαριτομένῳ· πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφότερους δὲ ὁ Κύριος ἐποίησεν· υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρον λύπη τῇ μητρὶ αὐτοῦ· υἱὲ ἐὰν σοφὴ γένηται ἡ καρδία σου, εὐφράνεῖς καὶ τὴν ἐμὴν καρδίαν· μὴ ζηλούτω ἡ καρδία σου ἀμαρτωλοῦ, ἀλλ’ ἐν φόβῳ Κυρίου ἴσθε ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσεις υἱὲ πατρός τοῦ γενήσαντὸς σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακεν ἡ μήτηρ σου· ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώθη παιδείαν, καὶ σοφίαν καὶ σύνεσιν, καλῶς ἐκ τρέφει πατὴρ δίκαιος, ἐπὶ υἱῷ σοφῷ εὐφραίνεται, εὐφραινέσθω ὁ πατήρ σου ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκούσασε. Δός μοι υἱὲ σὴν καρδίαν, οἱ δὲ ὀφθαλμοί σου ἐμὰς ὁδοὺς τηρήτωσαν· υἱὲ μή ζηλώσης ἄνδρας κακούς, μηδὲ ἐπιθυμήσης εἶνε μετ’ αὐτῶν, ψεύδη γὰρ μελετᾶ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ αἰσθήσεως ἀνορθοῦται, καὶ μετὰ συναίσεως ἐμπίπλανται τὰ ταμεῖα παντὸς πλούτου τιμίου καὶ καλοῦ, κρεῖσσον σοφὸς ἰσχυροῦ, καί ἀνὴρ φρόνησιν ἔχων, γεωργίου μεγάλο.

Παροιμιῶν τὸ ἀνάγνωσμα.

Υἱὲ ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρήτω σῇ καρδίᾳ· ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσαν ἀπὸ σοῦ· ἴσθι πεποιθώς ἐν ὅλῃ καρδίᾳ ἐπὶ τῷ Θεῷ, ἐπὶ δὲ σῷ σοφίᾳ μὴ ἐπαίρου· μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Θεὸν καὶ ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαίων· υἱὲ μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ἀπ’ αὐτοῦ ἐλεγχόμενος, ὅν γὰρ ἀγαπᾶ Κύριος παιδεύει, μαστιγεῖ δὲ πάντα υἱὸν ὅν παραδέχεται. Μακάριος ὃς εὗρεν σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν, κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καί ἀργυρίου θησαυρούς. Πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι, ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φυρεῖ μῆκος γὰρ βίου ἐν τῇ δεξιᾷ αὐτῆς, καὶ ἔτη ζωῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αυτῆς ἐν εἰρήνη, ξύλον ζωῆς ἐστι πάσι τοῖς ἀντεχομένης αὐτῆς καὶ τοῖς ἐπερηδομένοις ἐπ’ αὐτήν, ὡς ἐπὶ Κυρίου ἀσφαλής. Υἱέ, τήρησον ἐμὴν βουλὴν καὶ ἔνοιαν ἴνα ζήσῃ ἡ ψυχή σου, καὶ χάρις ᾖ ἐπὶ τῷ σῷ τραχείλῳ ἔσται δὲ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Εἰς τὴν Λιτήν, Ἦχος α'.

σκήσει τὸ σῶμα Μυρόπη κατατήξασα, καὶ τὴν ψυχὴν ἀρετῶν τῇ ἰσχύϊ νευρώσασα, ἀπτοήτως ὑπεισῆλθες τοῦ Μαρτυρίου τὸ στάδιον, καὶ ἀνδρικῶς ἀγωνισαμένη, τυράννων καθεῖλες τὴν ὀφρύν, τῇ εὐτολμίᾳ τῶν λόγων σου, καὶ τὸν Χριστὸν Θεὸν εἶναι τοῦ σύμπαντος ἀνακηρύξασα, θάνατον ἀθανασίας πρόξενον εἴληφας ὑπὲρ αὐτοῦ, ᾧ μὴ ἐλλείπῃς πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α'.

μέμπτως βιώσασα, καὶ ἀθλητικῶς τελειωθεῖσα, Μυρόπη πανεύφημε, ἐπάξιον ἐδέξω παρὰ Θεοῦ τῆς ἀφθαρσίας τὸν στέφανον· καὶ νῦν μετὰ τῶν Μαρτύρων, τῷ θείῳ θρόνῳ παρισταμένη, καὶ τῶν απ’ αἰῶνος ἐκλεκτῶν, θεουμένη τε κατὰ μέθεξιν, καὶ τῆς ἐκεῖθεν ἀπαυγαζούσης δόξης τε καὶ λαμπρότητος πληρουμένη, μέμνησο καὶ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. [Θεοτοκίον.]

Μακαρίζομέν σε, [Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν].

Εἰς τὸν Στίχον. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε.

Μύρον δεχομένη εὐλαβῶς, πάσι τοῖς πιστοῖς ἐχορήγεις, ἀφθόνως πάνσεμνε, ἐκ τοῦ θείου μνήματος, τῆς Ἑρμιόνης ποτὲ, καὶ ἐκ τούτου τῆς κλήσεως, ἔτυχες Μυρόπη, ἀλλὰ καὶ τὸ αἷμα σου μύρου ἀλάβαστρον, ὄντως τῷ Κυρίῳ προσήξας, διὰ τοῦ σεπτοῦ Μαρτυρίου, Μάρτυς Ἀθληφόρε τῷ Νυμφίῳ σου.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, [καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου].

λην ἀπεκάθηρας σαυτήν, πράξεσιν ἐνθέοις καὶ ἔργοις, παντὸς σαρκὸς μολυσμοῦ, καὶ πνεύματος πάνσεπτε, ᾀεί σχολάζουσαι, θεωρίαις ταῖς κρείττοσι, καὶ ἀπαγομένη, ὅλην σου τὴν ἔφεσιν εἰς οὐρανὸν ἀπὸ γῆς, ὁθεν καὶ ζωῆς τῆς προσκαίρου, οὐκ ἐφείσω ὅλως Μυρόπη, ἀλλὰ θάνατον προέκρινας ἑκούσιον.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, [καὶ κατεύθυνε τὰ διαβήματά μου].

Σῶμα Ἰσιδώρου τὸ σεπτόν, ἔλαθες Μυρόπη λαβούσα, τοὺς τούτου φύλακας, καὶ πόθῳ μυρίσασα, τοῦτο ἐκήδευσας, τοῖς ζητοῦσι δε οἴκοθεν, ἐδήλωσας αὖθις, ὅθεν ὡς ὑπεύθυνος τῷ ἱταμῷ δικαστῇ, ἤχθης καὶ ἐξήλεγξας τούτου, λόγων εὐτολμίᾳ θεόφρον, τὴν ταλαιπωρίαν καὶ ασέβειαν.

Δόξα, Ἦχος γ'.

Γεναίῳ φρονήματι, καὶ ἀπτοήτῳ καρδίᾳ, παραστᾶσα τῷ τυράννῳ, τοιαῦτα ἀπεκρίθης διαπράξασθαι, καταφρονοῦσα καὶ καταπτύουσα, τὴν ἐκείνου ταλαιπωρίαν καὶ ἀθεότητα, δι’ ὃ καὶ τύπτεσθαι ἀφειδῶς ῥοπάλοις κελεύσαντος, καὶ ἀνὰ πᾶσαν τὴν πόλιν, ἀπὸ τῶν πλοκάμων τῆς κεφαλῆς περιάγεσθαι, ἔφερες ἀγαλλομένη στεῤῥόψυχε, τὴν ἐν οὐρανοῖς ἀποσκοποῦσα μακαριότιτα, ἦς καὶ τυχοῦσα, καὶ ἀπολαύουσα ἤδη, μέμνησο καὶ ἡμῶν, τῶν ἐκ πόθου τοὺς ἄθλους ὑμνούντων σου.

Καὶ νῦν. Θεοτοκίον.

Ἀπολυτίκιον, Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Καλλιμάρτυς Μυρόπη, καὶ Χριστοῦ Νύμφη ἄφθορε, νῦν αὐτῷ παρεστῶσα ὡς ὡραία καὶ πάγκαλος, ὡς λίθους φαιδροὺς καὶ διαυγεῖς, τὰ στίγματα φέρουσα σαρκός, καὶ αἱμάτων τὴν πορφύραν ὡς βασιλὶς περικειμένη ἔνδοξε, δυσώπει αὐτὸν ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου εὐφημούντων σου ὕμνοις ἐπινικίοις καὶ ὠδαῖς τὴν θείαν Ἄθλησιν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α'. Στιχολογίαν. Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.

Τὴν καλλιπάρθενον, Μυρόπη ἄσμασι, καὶ καλλιμάρτυρα, ἀνευφημήσωμεν, τὴν ἐκλεκτὴν Νύμφην Χριστοῦ, τοῦ ἀκηράτου Νυμφίου· ἥνπερ εἰσεδέξατο, εἰς παστάδα οὐράνιον, καὶ χορείᾳ ἥνωσε, τῶν παρθένων κατέχουσαν, φαιδρὰς τὴν τῆς ἁγνείας λαμπάδα, ἐν τῷ νυμφῶνι τῷ ἀφθάρτῳ. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Τὴν ὡραιότητα [τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη].

Μετὰ τὴν β'. Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Νεάνις ἐκλεκτή, ἀδιάφθορος Κόρη, Παρθένος ἀληθής, καὶ ἀμώμητος Νύμφη, Μυρόπη ἡ πανεύφημος, ἀρετῶν τῇ λαμπρότητι, καὶ Ἀθλήσεως κεκοσμημένη ποικίλως, θείοις στίγμασι, τῷ Βασιλεῖ τῶν ἀπάντων, Χριστὲ σοὶ προσήνεκται. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, [τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου].

Μετὰ τὸν πολυέλεον. Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθείς.

Τοὺς ἀνυποίστους αἰκισμοὺς οὕς ὑπέστης, καὶ κεφαλῆς τὰς ἀλγηδόνας Μυρόπη, ἃς γηθομένη ἔφερες ἀοίδιμε, ἐν τῷ περιάγεσθαι, ἀνὰ πᾶσαν τὴν πόλιν, ἀπὸ τῶν τριχῶν τῶν σῶν, ἀπηνῶς συρομένης, καὶ τὴν εἱρκτὴν καὶ θάνατον Χριστῷ, εἰς ἱκεσίαν ἡπὲρ ἡμῶν πρότεινε. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Τῇ Θεοτόκῳ ἐκτενῶς [νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα].

Οἱ ἀναβαθμοί, τὸ α'. ἀντίφωνον τοῦ δ'. Ἤχου. Προκείμενον, Ἦχος δ'. Ὑπομένων ὑπέμεινα τὸν Κύριον,* [καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου]. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, [καὶ κατεύθυνε τὰ διαβήματά μου]. Τὸ, Πᾶσα πνοή... Εὐαγγέλιον εἰς γυναῖκα Μάρτυρα. Καὶ τὰ λοιπά.

Εἶτα, Ὁ Κανών, Ἦχος α'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραὴλ ὅτι δεδόξασται.

Δυσώδης καὶ βέβηλος, ἐγὼ ὑπάρχων, Μυρόπη φερώνυμε, τὴν ἁγνὴν καὶ ἄμωμον, καὶ εὐωδίαν Χριστοῦ, σὲ εὐφημῆσαι ἐγχειρῶ, ἀλλά μοι σύγγνωθι.

Ποθοῦντι οὖν ἄσμασι, τὴς σῆς Μυρόπη, ὑμνῆσαι Ἀθλήσεως, τοὺς ἀγῶνας χάριν μοι, ἐξ ὑψωμάτων ἱερῶν, κατάπεμψον ταῖς σαῖς λιταῖς θεοχαρίτωτε.

Τηροῦσα ἀλώβητον, τὸ κατ’ εἰκόνα, Θεοῦ καὶ ὁμοίωσιν, ἐκ παιδὸς ἀοίδιμε, ἠξίωσαι κοινωνὸς, τῶν παθημάτων τοῦ Χριστοῦ, γενέσθαι ἔνδοξε.

Θεοτοκίον. Τὸ φῶς ἡ κυήσασα τὸν λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ἡμνῶ τὰ μεγαλεῖα σου.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανῶν, στερέωσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν Παντοδύναμε.

Τῷ θείῳ τάφῳ προσεδρεύουσα, τῶ τῆς Ἑρμειόνης Μυρόπη σεπτή, τὸ ἀναβλύζον ἐξ αὐτοῦ, θεῖον μύρον διένειμες, καὶ ἐκ τούτου κλῆσιν εἴληφας, τὴν ὄντως φερώνυμον.

Τοῦ διωγμοῦ κατακρατήσαντος, πᾶσαν τὴν Ἀσίαν καὶ δὴ καὶ τὴν σε, ἐναγκαμένην ἀπηνώς, τὴν περίπτυστον Ἔφεσον, τὴν μητρὸς πατρίδα εὕρηκας, τὴν Χίον προσφύγιον.

Τῇ προσευχῇ ᾀεὶ σχολάζουσα, καὶ τῇ ἐγκρατείᾳ καὶ νήψει σεμνῇ, τὰς ἀκαθέκτους τῶν παθῶν, ὁρμὰς πάσας ἐνέκρωσας, καὶ Χριστοῦ μύρον γεγένησαι, βίου καθαρότητι.

Τῷ θείῳ πόθῳ καὶ τῷ ἔρωτι, τῷ τοῦ Ἀθλοφόρου Μυρόπῃ σεμνή, κατασχεθεῖσα τὴν ψυχὴν Ἱσιδώρου ἀπέβαλες, πάντα φόβον καὶ τὸ Λείψανον, τὸ τούτου ἀφήρπασας.

Θεοτοκίον. Τῆς στειρευούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀπέλασον· καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγία Θεοτόκε τῶν πιστῶν ἡ βοήθεια.

Κάθισμα, Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Αἰκισμῶν ταῖς στίγμασι, πεποικιλμένη, καὶ βαφαῖς αἱμάτων σου, πεφοινιγμένη νοερῶς, Χριστοῦ ἐν δόξη παρίστασαι, τῷ θείῳ θρόνῳ, Μυρόπη ἀοίδιμε. [Δίς.]

Δόξα, καὶ νῦν. Θεοτοκίον.

Χαῖρε θρόνε πύρινε τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων Σε, Κόρη πανύμνητε.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. ν Πνεύματι προβλέπων Προφῆτα Ἀββακούμ, τήν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.

ς μέγα σου τὸ ἔργον, καὶ λίαν θαυμαστόν, πῶς εἰς μέσον ἥλασας Λειψάνου τῶν φρουρῶν, καὶ ἀφελοῦσα Μυρόπη, ὢ εὐψυχίας, ἡρεμα πάνυ, καὶ οὐκ ἔγνωσαν τὸ δράμα, οἱ τηροῦντες τοῦτο στεῤῥόψυχε.

Τοῦ πόθου σου τυχοῦσα, Μυρόπη θαυμαστή, καὶ τὸ θεῖον Λείψανον κατέχουσα χερσίν, ὕμνεις ηὑλόγεις ἐδόξαζες ἐκ καρδίας, Θεοῦ τὸ δῶρον τὸν Ἰσίδωρον καὶ πίστει, περιπτυσομένη ἐμύριζες.

Κηδεύσασα ἐντίμως, τὸ σμῶα τὸ σεπτόν, ἔχαιρες κατέχουσα ὡς θεῖον θησαυρόν, ἀλλὰ μαθοῦσα ζητεῖσθαι πρὸς τοῦ τυράννου, τοῦτο συλῆσαι, ἔφησας ταῖς ἐρευνῶσι μηδὲν πτοηθεῖσα τὸν θάνατον.

Θεοτοκίον. Παρθένε Παναγία ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι καθάρισον με νῦν, τῶν οἰκτιρμῶν σου ῥανίσι καθαρωτάταις, καὶ δὸς μοι χεῖρα βοηθείας ἵνα κράζω, δόξα σοι ἁγνὴ θεοδόξαστε.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν, Υἱὲ τοῦ Θεοῦ, ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχεις.

νδρικῷ φρονήματι γενναίᾳ ψυχῇ, ἔστης ἀπτοήτως Μυρόπη πανθαύμαστε, πρὸ τῆς τυράννου σοβαρότητος, καὶ καθομολόγεις τὸ σῶμα κεκλοφέναι.

θαῶμα πῶς οὐκ ἔπτηξας τὸ λίαν σοβαρόν, καὶ τὸ ἰταμὸν τοῦ τυράννου καὶ ἄγριον, καὶ τὴν μανίαν καὶ ἀπήνειαν, θαυμαστὴ Μυρόπη, ἀλλ’ ἤλεγξας εὐτόλμως.

Πῶς τοῦτο ἐτόλμησας εἰπόντος τοῦ δεινοῦ, ἔφης ἀνδριόφρον τὴν σὴν καταπτύουσα, ταλαιπωρίαν καὶ ἀσέβειαν, ὢ τῶν σῶν Μυρόπη, λόγων τῆς εὐτολμίας;

Θεοτοκίον. Δυσώπησον ὃν ἔτεκες Παρθένε ὑπέρ νοῦν, σώζεσθαι τοὺς πίστει σοὶ κράζοντας, Χαῖρε Παρθένε παναμώμητε, Χαῖρε εὐλογημένη, τοῦ Κόσμου προστασία.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Τὸν προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου κράζοντα, δόξα σοι.

περβαίνει ἀληθῶς, καὶ ὑπέρκειται ἡ σή, παῤῥησία ἡ πολλή, τὴν ἐκ λόγων τεχνικῶν, παράστασιν, καὶ διατύπωσιν ἀξιάγαστε.

Τὶς ἰσχύσει ἐξειπεῖν, καὶ δηλῶσαι ἱκανῶς, καὶ ἐκφράσαι ἐναργῶς, τὸν σὸν πόθον πρὸς Χριστόν, πανεύφημε, δι’ ὃν θανάτου κατευμεγέθησας.

Τὸ ἀπτόητον τῆς σῆς, ἀξιάγαστε ψυχῆς, καὶ τῶν λόγων ἡ πολλὴ, εὐτολμία τὸν δεινόν, ἐξέμυναν, τύραννον Μάρτυς ὃν ἐμυκτήρισας.

Θεοτοκίον. Εὐδοκία τοῦ Πατρός, ἐσαρκώθη ὁ Υἱός, διὰ Πνεύματος Θεοῦ, ἐν τῇ μήτρᾳ σου ἁγνή, καὶ ἔσωσε τὴν πρὶν εἰκόνα, Θεοκυήτωρ σαφῶς.

Κοντάκιον, Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

Φερωνύμως ἄφθονα, ὧ ἀθληφόρε Μυρόπη, μῦρα βρύεις χάριτας, τὰς τῶν θαυμάτων καὶ νέμεις, ἅπασι τοῖς δεομένοις καὶ ἐκζητοῦσι, πίστει τε καὶ εὐλαβείᾳ προσερχομένοις, τῇ σορῷ σου τῇ πανσέπτῳ, ἥτις κατέχει Μάρτυς τὴν κόνιν τὴν σήν.

Ὁ Οἶκος.

ς νυμφευθεῖσα τῷ Χριστῷ, διὰ βίου καθαρότητα, καὶ ἀθλήσεως λαμπρότητα, καλλιπάρθενε Μυρόπη ἀξιάγαστε, θαυμάτων χάριτας βρύεις φερωνύμως ὡς μῦρα, καὶ νέμεις πᾶσι τοῖς πίστει καὶ πόθῳ, τῇ παντίμῳ σορῷ σου προσιοῦσι· ἀνεκφοίτητος γὰρ ἐν αὐτῇ μένει ἡ τοῦ Ἁγίου Πνεύματος χάρις, ὡς ἐν ἑαυτῆ κατεχούσῃ, τὴν ἱερὰν κόνιν τὴν σήν.

Τῷ αὐτῷ μηνὶ β'. Τῆς Ἁγίας ἐνδόξου Παρθενομάρτυρος Μυρόπης, τῆς ἐν Χίῳ ἀθλησάσης.

Στίχ. Θεοῦ Μυρόπη παμβασιλέως πόθῳ,

         κησεν εἱρκτήν, ὡς Βαιλέως δόμον.

Αὕτη ἡ Ἁγία Παρθενομάρτυς Μυρόπη, ἐγεννήθη εἶς τὴν πόλιν Ἔφεσον· ἐπειδὴ δὲ ἀπέθανεν ὁ πατήρ της, καὶ τὴν ἄφησεν ἀνήλικον, ἀνετράφη ἀπὸ μόνην τὴν μητέρα της, καὶ βαπτισθεῖσα ὅταν ἦλθεν εἰς ἡλικίαν (κατὰ τὴν τότε συνήθειαν) ἐσύχναζε καὶ ἐπαράμενεν εἰς τὸ μνῆμα τῆς Ἁγίας Ἑρμιόνης, ἡ ὁποία ἦτο μία ἀπὸ τὰς θυγατέρας τοῦ Ἀποστόλου Φιλίππου· καὶ συνάγουσα τὸ μῦρον ὁποῦ ἀνέβλυζεν ἀπὸ τὸ ἶερὸν μνῆμα ἐκεῖνο, τὸ εἶχεν ἕτοιμον, καὶ τὸ ἔδιδεν εἰς τοὺς χριστιανοὺς ὁποῦ τὸ ἐζήτουν πλουσιοπάροχα, ὅθεν καὶ διὰ τὴν διάδοσιν τοῦ μύρου, ὠνομάσθη Μυρόπη. Ἐπειδὴ δὲ ὁ βασιλεὺς Δέκιος ἐκίνησε διωγμὸν κατὰ τῶν Χριστιανῶν, καὶ ἐθανάτωνεν ἀνηλεῶς ὅσους δὲν ἐθυσίαζον εἰς τὰ εἴδωλα, διὰ τοῦτο φοβηθεῖσα ἡ μήτηρ της, τὴν ἐπῆρεν απὸ τὴν Ἔφεσον, καὶ τὴν ἔφερεν εἰς τὴν νῆσον Χίον, ἀπὸ τὴν ὁποίαν κατήγετο τὸ γένος της καὶ γονικὴν κληρονομίαν εἷχεν εἰς αὐτήν.

Εὑρίσκοντο λοιπὸν ἀντάμα καὶ οἱ δύο εἰς ἓν ὀσπήτιον, σχουλάζουσαι εἰς τὴν θείαν λατρείαν, καὶ προσευχόμεναι νὰ παύσῃ ο κατὰ τῶν Χριστιανῶν διωγμός. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἦλθεν εἰς τὴν Χίον καὶ ὁ Μάρτυς τοῦ Χριστού Ἰσίδωρος, (Χριστιανὸς εὐλαβὴς καὶ θαυμάσιος), μὲ καράβια πολεμικά, καὶ εἰς τὰ ὁποῖα ἦτο Ναύαρχος καὶ Ἐξουσιαστὴς ὁ Νουμέριος· Μαθὼν δὲ ὁ Νουμέριος ὅτι ἦτο Χριστιανὸς ὁ Ἰσίδωρος, ἐδοκίμασε μὲ πάντα τρόπον νὰ τὸν κάμῃ νὰ ἀρνηθῇ τὸν Χριστόν, καὶ νὰ προσκυνήσῃ τὰ εἴδωλα· καὶ ἐπειδὴ τέλος πάντων δὲν ἐδυνήθη νὰ τὸν καταπείσῃ, ὕστερον ἀπὸ πολλὰς τιμωρίας τὸν ἀποκεφάλισε, καὶ ἔῤῥιψε τὸ Ἅγιόν του Λείψανον εἰς ἓν λαγκάδι, διὰ νὰ τὸν φάγου τὰ ὄρνεα· πλὴν διὰ νὰ μὴ τύχῃ καὶ τὸ κλέψουν τὴν νύκτα οἱ Χριστιανοί, ἔβαλεν ἀνθρώπους ἐδικούς του, καὶ τὸ ἐφύλαττον. Ἀλλ’ ἡ Ἁγία Μυρόπη θείῳ ζήλῳ καί ἀγάπῃ τῇ πρὸς τὸν Ἅγιον τρωθεῖσα, ἐπῆγε μὲ ταῖς δουλεύτριαίς της τὴν νύκτα, μὲ σκοπὸν ἂν ἠμπορέσῃ νὰ τὸ πάρῃ, καὶ εὑροῦσα τοὺς φύλακας κοιμωμένους, Θεοῦ συνεργοῦντος, τὸ ἐπῆρεν ἀπὸ τὸ μέσον των καὶ δὲν τήν ἐκατάλαβαν· ἔπειτα ἀλείψασα αὐτὸ μὲ μῦρα, τὸ ἐνταφίασεν ἐντίμως εἰς τόπον ἐπίσημον· Ἀλλὰ τὶ τὸ ἀκόλουθον; μαθὼν ὁ Ἄρχων ὅτι ἐκλέφθη τὸ Λείψανον, ἔδεσε τοὺς φύλακας μὲ σίδηρα, καὶ τούς ἐπρόσταξεν οὕτω σιδηροδεσμίους νὰ γυρίζουν καὶ νὰ ἐρευνοῦν νὰ τὸ εὕρουν, καὶ ἀνίσως καὶ δὲν τὸ εὕρουν εἰς τόσας ἡμέρας, ἔκαμεν ἀπόφασιν νὰ τοὺς ἀποκεφαλίσῃ. Τότε βλέπουσα ἡ ἁγία τοὺς στρατιώτας νὰ ταλαιπωρῶνται καὶ νὰ κακοπαθῶσι καὶ νὰ γυρίζουν βεβαρυμένοι μὲ τὰ σίδηρα διὰ νὰ εὕρουν τὸ Λείψανον, ἐσπλαγχνίσθη καὶ ἐπόνεσεν ἡ καρδία της, καὶ εσυλλογίζετο μοναχή της ἐὰν αὐτοὶ θανατωθοῦν ὅταν δὲν τὸ εὕρουν, ἐξ ἅπαντος ἐγὼ θέλω ἁμαρτήσει ὡς αἰτία τοῦ θανάτου των, καὶ ἀλλίμονον εἰς ἐμὲ, ποίαν ἀπολογίαν ἔχω νὰ δώσω ὅταν μέλλω νὰ κριθῶ. Αὐτὰ συλλογισθεῖσα, καὶ πάντα φόβον ἀποῤῥίψασα, εὐγῆκεν ἔμπροσθεν εἰς τοὴς στρατιώτας, καὶ λέγει αὐτοῖς, ὧ φίλοι, τὸ Λείψανον ὁποῦ ζητεῖτε ἐγὼ τὸ ἐπῆρα εἰς καιρὸν ὁποῦ ἐκοιμᾶσθε. Ταῦτα ἀκούσαντες ἐκεὶνοι, εὐθὺς τὴν ἥρπασαν καὶ τὴν ἔφεραν εἰς τὸν Ἄρχοντα, λέγοντες του, αὐθέντα, αὕτη ἡ γυνὴ εἶναι ὁποῦ ἔκλεψε τὸν κακοθάνατον ἐκεῖνον γέροντα. Ὁ δὲ Ἄρχων ἠρώτησε τὴν Ἁγίαν, λέγων, ἀληθινὰ εἶναι αὐτὰ ὁποῦ λέγονται δ’ ἐσέ; ἐσὺ εἶσαι ὁποῦ ἔκλεψας τὸ Λείψανον; Ναὶ τοῦ ἀπεκρίθη ἡ Ἁγία, ἀληθινὰ εἶναι, ἐγὼ τὸ ἔκλεψα· καὶ πάλιν ὁ τύραννος τὴν ἐρωτᾷ, καὶ πῶς ἐτόλμησας ἐπικατάρατον γύναιον νὰ κάμῃς τοιαῦτα πράγματα; Ἐτόλμησα τοῦ ἀπεκρίθη ἡ Ἁγία, ἐπειδὴ καταφρονῶ καὶ καταπτύω τὴν ἐδικήν σου ταλαιπωρίαν καὶ ἀθεότητα. Ταῦτα τὰ τολμηρὰ καὶ ἄφοβα καὶ καταφρονητικὰ λόγια ἀκούσας ὁ ὑπερίφανος ἐκεῖνος τύραννος, ἔξω φρενῶν ἔγινε καὶ ἤναψεν ἀπὸ τὸν θυμόν, καὶ παρευθύς προσέταξε νὰ τὴν δέρνουν μὲ ῥαβδία χονδρὰ ἄσπλαγχα καὶ ἀλύπητα, ἔπειτα ἀφ’ οὗ τόσον σκληρά καὶ κακὰ τὴν ἔδειραν, προσέταξεν ὁ θηριόγνωμος, νὰ τὴν σύρουν ἀπὸ τὰς πλεξούδας τῆς κεφαλῆς, καὶ νὰ τὴν τριγυρίζουν ὅλην τὴν πόλιν, καὶ ἄλλοι πάλιν νὰ τὴν δέρνουν εἰς ὅλον τὸ σῶμα, καὶ τόσον τὴν ἔδειραν, ὁποῦ ἔμεινε μισοπεθαμένη· ὅθεν μὴ δυναμένοι νὰ τὴν βασανίσουν περισσότερον, τὴν ἔῤῥιψαν εἰς τὴν φυλακήν, καί ἄνθρωποι διωρίσθησαν νὰ τὴν φυλάττουν· ἀλλὰ περὶ τὸ μεσονύκτιον εἰς καιρὸν ὁποῦ ἡ Ἁγία προσηύχετο, φῶς μέγα περιέλαμψε καὶ ἐγέμισεν ὅλην τὴν φυλακήν, καὶ ὁμοῦ μὲ τὸ φῶς ἐκεῖνο, χορὸς Ἁγίων Ἀγγέλων ἦλθε, καὶ εἰς τὸ μέσον τῶν ἦτον ὁ Μάρτυς Ἰσίδωρος, καὶ οἱ μὲν Ἄγγελοι ἔψαλλον τὸν τρισάγιον Ὕμνον, ὁ δὲ Ἅγιος Ἰσίδωρος, ἔστησε τοὺς ὁφθαλμούς τοῦ εἰς τὴν Μάρτυρα Μυρόπην καὶ λέγει της· ἂς εἶηαι εἰρήνη εἰς ἐσένα, μὴ φοβῆσαι πλέον, διότι ἔφθασεν ἡ δέησίς σου πρὸς τὸν Θεόν, καὶ νὰ τώρα παρευθὺς ἔρχεσαι μᾳζύ μας, διὰ νὰ λάβης τὸν στέφανον τοῦ Μαρτυρίου ὁποῦ σοῦ ἔχει ἡτοιμασμένον ὁ στεφοδότης Χριστός· καὶ ὁμοῦ μὲ τὸν λόγον τούτον, παρέδωκεν ἡ Μακαρία τὴν ψυχήν τῆς εἰς χείρας Θεοῦ, καὶ ἐγεμίσθη ἡ φυλακὴ ἀπὸ ἄῤῥητον εὐωδίαν, καὶ οἱ φύλακες βλέποντες τὰ παράδοξα ταῦτα ἐτρόμαξαν καὶ ἐξέστησαν. Αὐτὴν τὴν θαυμαστὴν θεωρίαν, εἶδε, καὶ τὰ λόγια ἤκουσε καὶ τὴν εὐωδίαν ὠσφράνθη ὁ δεσμοφύλαξ, ἤγουν ἐκεῖνος ὁποῦ ἐφύλαττε τὴν Ἁγίαν εἰς τὴν φυλακήν, καὶ τὰ ἐδιηγήθη, καὶ διὰ τοῦτο ἐπίστευσε καὶ ἐβαπτίσθη καὶ ἐμαρτύρησεν ὑπὲρ Χριστοῦ, καὶ ἔλαβεν παρ’ αὐτοῦ τοῦ Μαρτυρίου τὸν στέφανον. Τὸ δὲ Ἅγιον Λείψανον τῆς Παρθενομάρτυρος Μυρόπης, διὰ προστάγματος τοῦ Ἄρχοντος Νουμερίου, τὸ ἔλαβον οἱ Χριστιανοί, καὶ τὸ ἐνταφίασαν ἐντίμως κοντὰ εἰς τὸν ἱερὸν τάφον τοῦ Ἁγίου Ἰσιδώρου καθὼς ἀκόμη καὶ τὴν σήμερον φαίνονται οἱ δύο Μαρτυρικοὶ τάφοι τοῦ Ἁγίου Ἰσιδώρου καὶ τῆς Ἁγίας Μυρόπης· ὦν ταῖς ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλεῆσαι καὶ σῶσον ημᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Κοντάκιον τοῦ Ἁγίου Προφήτου Ἀββακούμ. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

ς ἵππους ἑώρακας, τοὺς ἱεροὺς Μαθητάς, θαλάσσας ταράσσοντας, τῆς ἀγνωσίας σαφῶς, καὶ πλάνην βυθίζοντας, δόγμασιν εὐσεβείας, Ἀββακοὺμ θεηγόρε· ὅθεν σε ὡς Προφήτην, ἀληθῆ εὐφημοῦμεν, αἰτούμενοι τοῦ πρεσβεύειν ἐλεηθῆναι ἡμᾶς.

Τῇ Β'. τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.

Τῇ αὐτῇ ἡμέρα τῶν ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου.

Τῇ αὐτῇ ἡμέρα τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλέκτου ἀσκήσαντος ἐν ἔτει 1060.

Ὁ Ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον, Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Κελεύσαντος ῥοπάλοις μαστίζεσθαι, τοῦ ἰταμοῦ τυράννου τὸ σῶμα σου, ἡπήνεγκας τούς πικρούς, καὶ ἀλγεινοὺς αἰκισμούς.

Τὸ σῶμά σου πληγαῖς κατεξαίνετο, ῥοαῖς δὲ τῶν αἱμάτων ἐχραίνετο, ἀλλὰ τῷ πόθῳ Χριστοῦ, ἤνεγκας πάντα στεῤῥῶς.

Βαφαῖς ταῖς ἐξ αἱμάτων ἐφοίνιξας, στολὴν παρθενικὴν παναοίδιμε, καὶ ἐνυμφεύθης Χριστῷ τῷ Βασιλεῖ τοῦ παντός.

Θεοτοκίον. Νεφέλην σε γινώσκω θεόνυμφε, τὸν ἥλιον τῆς δόξης κυήσασαν, φωταγωγοῦντα πάντα, τὰ νυκτώδη μου ἐγκλήματα.

ᾨδὴ η'.

Ὁ Εἱρμός. ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νουμέριον ἤσχυνας, τὸν ἄμοιρον νοός, καὶ ὅλως παράφρονα, καὶ θῆρα ἰταμόν, τὸν κελεύσαντά σε, εἰς αἰσχύνην τὴν σήν, ἀπὸ τῶν πλοκάμων ἕλκεσθαι ἐν τῇ Πόλει.

Αἰκίζοντες ἅπαν σου, τὸ σῶμα ἀφειδῶς, ἕλκοντες βίᾳ σε ἐκ τῶν τῆς κεφαλῆς, πλοκάμων Παρθένε τοῦ θανάτου ἐγγύς, εἴασαν Μυρόπη ἐν τῷ δεσμωτηρίῳ.

Νυκτός εὐχομένη σου, θερμῶς ἐν τῇ εἱρκτῇ, φῶς μέγα ἐπέλαμψε, καὶ Ἄγγελοι φαιδροί, ἐπέστησαν ἄφνω, καὶ ὁ σός, ποθητός, Ἰσίδωρος ἔφη εἰρήνη σοι Μυρόπη.

Θεοτοκίον. Ἀνάστησον κείμενον εἰς βάθημε κακῶν, τούς νῦν πολεμοῦντας με πολέμησον ἐχθρούς· τρωθεῖσαν ἀτόποις ἡδοναῖς τήν ψυχήν, Ἀγνὴ μὴ παρίδης, ἄλλ’ οἴκτειρον καὶ σῶσον.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι’ ἡμᾶς, γενόμενος ἄνθρωπος, ὁ ἄναρχος, μεγαλύνωμεν πάντες, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.

Τὴν λαμπροτάτην ψυχήν σου, ἡ τῶν Ἀγγέλων χορεία, σὺν Ἰσιδώρῳ τῶ κλεινῷ, μετ’ εἰρήνης λαβόντες, ἀνήγαγεν εἰς οὐρανούς, Χριστῷ τῷ Νυμφίῳ σου ὡς ἂμωμον, ὃς συνέταξε ταύτην ταῖς Παρθένοις, εἰς παστάδα νοητήν.

Τῆς ἀληθοῦς ἀφθορίας, τὴν φανωτάτην λαμπάδα, κατέχουσα ἐν ταῖς χερσί, καὶ διάδημα κάλλους, καὶ ἀλουργίδα μυστικήν, χρωσθεῖσαν βαφαῖς ταῖς τῶν αἱμάτων σου, Ἀθληφόρε λαμπρῶς περικειμένη, βασιλεύεις σύν Χριστῷ.

Τῶν αἰκισμῶν τὰς ὀδύνας, καὶ ἑλκηθμούς, τῶν πλοκάμων καὶ σπαραγμοὺς τῆς κεφαλῆς, καὶ αἱμάτων τὴν χύσιν, καὶ τὰ τοῦ σώματος παντός, πανίερα στίγματα προσάγαγε, τῷ Χριστῷ, εἰς πρεσβείαν, ὑπὲρ πάντων, τῶν τιμώντων σὲ πιστῶς.

Θεοτοκίον. Φιλαμαρτίμων ὑπάρχων, εν ἀμελείᾳ διάγω, καὶ τὸ κριτήριον ἀγνή, τὸ ἀδέκαστον τρέμω· ἐν ᾧ με τήρησον ταῖς σαῖς, ἁγίαις δεήσεσι θεόνυμφε, ἀκατάκριτον ὅπως ὡς προστάτην, μακαρίζωσε Ἀγνή.

Ἐξαποστειλάριον. Ὁ Οὐρανὸν τοῖς ἄστροις.

Διήνυσας τὸν δρόμον, πάνυ ζεούσῃ τῇ ψυχῇ, τοῦ Μαρτυρίου θεόφρον, καὶ νῦν οἰκεῖς τοῦ οὐρανοῦ, τοὺς ἀκηράτους νυφῶνας, Παρθενομάρτυς Μυρόπη. [Δίς.]

[Δόξα, Καὶ νῦν.] Θεοτοκίον.

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ ἡμᾶς ῥῦσαι τῶν αἰωνίων βασάνων.

Εἰς τοὺς Αἴνους, Ἦχος δ'. Ὡς γεναῖον ἐν Μάρτυσιν.

Τῷ Χριστῷ θείῳ ἔρωτι, τετρωμένη πανεύφημε, χαίρουσα εἰσέδραμες εἰς τὸ στάδιον τοῦ Μαρτυρίου, καὶ ἤνεγκας, αἰκίας καὶ τραύματα, καὶ κατέβαλες ἐχθρῶν, τὴν ὀφρύν, καὶ τὸ φρύαγμα, τῇ ἐνστάσει σου, Ἀθληφόρε Μυρόπῃ, καὶ τὸ στέφος ἐκομίσω καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐπάξια. [Δίς.]

Τὸ πανίερον Λείψανον, Ἰσιδώρου πανθαύμαστε ἀνδρικῶς ἁρπάσασα καὶ κηδεύσασα, καὶ ὡς προστάτην πλουτήσασα, αὐτὸν ἀκαταίσχυντον, τὸν λαμπρὸν ἐν Ἀθληταῖς, ὑπεισῆλθες τὰ σκάμματα τῆς Ἀθλήσεως, καλλιμάρτυς Μυρόπη ὃς ἐπέστη, ἐν εἱρκτῇ σοι βηβλημένῃ, θείαν εἰρήνην δωρούμενος.

Τοὺς τελοῦντας τὴν μνήμην σου, καὶ τοὺς ἄθλους γεραίροντας, σκέπε φρούρει φύλαττε, ταῖς πρεσβείαις σου, ταῖς εὐπροσδέκτοις πρὸς Κύριον, Μυρόπη πανεύφημε καλλιμάρτυς τοῦ Χριστοῦ, Ἀθληφόρε ἀήττητε, καὶ περίδοξε, ἐκ παντοίων δεινῶν τε καὶ κινδύνων, καὶ λοιμοῦ, τοῦ φρικαλαίου, ἀεί τὴν έφοδον κώλυε.

Δόξα. Ἦχος πλ. δ'.

Μάγους ἀστὴρ ὁδηγήσας, δωροφόρους σοὶ τῷ νοητῷ τῆς δικαιοσύνης ἡλίῳ παρέστησε, Χριστὲ ὁ Θεός, ὑπὲρ ἡμῶν νηπιάσαντι, τὸ φῶς δὲ τοῦ θείου νόμου τὴν καλλιπάρθενον Μυρόπην ποδηγετῆσαν, ἐν δεξιᾷ καθημένῳ τοῦ Πατρός, ἀντὶ μὲν χρυσοῦ, τὴν τῆς παρθενίας λαμπρότητα, ἀντὶ δὲ λιβάνου, φερωνύμως τὰ μύρα τῶν ἀρετῶν, καὶ ἀντί σμύρνης, τὸν ὑπὲρ σοῦ ἑκούσιον θάνατον, δωροφοροῦσαν ἀνήγαγεν· ἦν ταῖς εὐπροσδέκτοις πρεσβείαις, καὶ ἡμᾶς ἀξίωσον τηρῆσαι τὰς σωτηρίου σου ἐντολάς, καὶ σῶσον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ συνήθη· Ἀπόστλ. Εὐαγγέλ. Ζήτει ὅπισθεν τῆς ἁγίας Βαρβάρας.

[Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ'. καὶ ς'.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος δ'. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ, ὁ Θεὸς ᾿Ισραήλ. Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν ᾿Ισραήλ.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα [κεφ. γ', 23].

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Ἀλληλούϊα. Ἦχος δ'. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μάρκον. [Κεφ. ε'. 24-34.]

Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ’ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γάρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψομαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ’ αὐτῇ, ἦλθε, καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Κοινωνικὸν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.]

Источникъ: Ἀκολουθίαι τῶν ἁγίων Μυρόπης καὶ Ἀγγελῆ νεομάρτυρος, Βαρβάρας καὶ Ἰωάννου τοῦ Δαμασκηνοῦ: Ψαλλόμεναι τῇ β'. γ'. καὶ δ'. τοῦ μηνὸς Δεκεμβρίου. Ἐν αἷς προσετέθησαν οἱ ΚΔ'. οἶκοι κατ’ ἀλφάβητον εἰς τὴν ἁγίαν Βαρβάραν, καὶ ὀνομαστικὸν Πανάγιον πάντων τῶν ἁγίων τῶν ὀνομαστὶ ἀναφερομένων ὑπὸ τῆς Ἐκκλησίας κατὰ τὸ δωδεκάμηνον, ἅπαντα ἐρανισθέντα ἓκ διαφόρων βιβλίων εὑρισκομένων παρὰ τῷ ἐκδότῃ Γεωργ. Α. Βουτέρη. — Εν Αθήναις: Εκ του Τυπογραφείου Δ. Γ. Ευστρατίου, 1905. — Σελ. 2-12.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0