Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - четвергъ, 29 iюня 2017 г. Сейчасъ на порталѣ посѣтителей - 11.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΔΕΚΕΜΒΡΙῼ Α'.
Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος γ'. Μεγάλη τοῦ Σταυροῦ σου.

Νεφέλη φωτοβόλος ὤφθης ἀποστάζουσα, Ναοὺμ Θεοῦ Προφῆτα, θεογνωσίας ὄμβρον, καὶ ἐπότισας τὸ πόμα τῆς θεοκρισίας [1], Νινευϊτῶν τὴν πόλιν, ἀσέβειαν, ὠδινήσασαν αὖθις.

Εὐκλείας ἀκηράτου μέτοχος γενόμενος, Ναοὺμ Θεοῦ Προφῆτα, καὶ ἀπορρήτου δόξης, καὶ χαρᾶς τῆς ἀνεκφράστου, καὶ τρυφῆς ἐνθέου, ὑπὲρ ἡμῶν δυσώπει, θεόπνευστε, τὸν τῶν ὅλων Δεσπότην.

Δόξα, καὶ νῦν. Θεοτοκίον ὅμοιον.

Μεγάλης διὰ σοῦ εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Προφήταις, γεραίρομεν τὸν τόκον σου, τὸν καὶ καταξιώσαντα, ἐκ μήτρας σου τεχθῆναι, δι’ ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα τῶν ἀνθρώπων τὸ γένος.

Ἢ Σταυροθεοτοκίον.

ρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἄπνουν πικρῶς ἐβόας· Ποθεινότατόν μου Τέκνον, πῶς ἔδυ τὸ τῆς μορφῆς σου κάλλος, ἑκὸν κρυβέν, τῇ σκιᾷ τοῦ θανάτου;

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ὀκτωήχου.

Ἀπολυτίκιον Ἦχος β'.

Τοῦ Προφήτου σου Ναοὺμ τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι’ αὐτοῦ σε δυσωποῦμεν· Σῷσον τὰς ψυχὰς ἡμῶν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς· Ναοὺμ τὸ λῆμμα συντόνως ἐπαινέσω. Θεοφάνους. Ἦχος πλ. α'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. ππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσῳσεν, ἐπινίκιον ὕμνον ᾄδοντα .

Ναοὺμ τὸ θεῖον λῆμμα, τῆς διανοίας σου, τῆς ἐνθέως ληφθείσης, ὑπὸ Θεοῦ θεόληπτε, καὶ τούτου τῇ χάριτι, λαμπομένης βλέποντες, μακαρίζομέν σε πανάριστε.

νωθεν ἐνηχοῦσα, Προφῆτά σου τῇ ψυχῇ, ἡ τοῦ Πνεύματος χάρις, προφητικὴν ἐνέργειαν, ἀξίως ἐνέπνευσε, καὶ θεόπνουν γλῶσσάν σοι, κατεσκεύασεν ἀξιάγαστε.

ργανον ἀνεδείχθης, ἀνακρουόμενον, τῷ τοῦ Πνεύματος πλήκτρῳ, τὸν ζηλωτὴν Θεὸν ἀνυμνῶν, καὶ πᾶσι φθεγγόμενον, τῆς ἐνθέου κρίσεως, το ἀδέκαστον παναοίδιμε.

Θεοτοκίον. Ὑπερευλογημένη, Παρθένε πάναγνε, τοὺς σὲ πίστει καὶ πόθῳ, οἷα Θεοῦ Μητέρα σεπτήν, ὑμνοῦντας διάσῳσον, τῶν κινδύνων λύουσα, τὴν ἀτίθασον ἀγριότητα.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρήσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Μεθέξει θεοποιοῦ τε καὶ θείου Πνεύματος, τὴν ψυχὴν ἐγένου φωτοειδέστατος· ὅθεν καὶ τὰ πόρρω φανερῶς, πᾶσι προκαταγγέλλειν, ἐκ θειοτέρας ἐπιπνεύσεως, σὺ προεχειρίσθης θεόπνευστε.

Τὸ κρῖμα τῆς κατὰ τῶν ἐχθρῶν ἐκδικήσεως, προεώρας μάκαρ θεοπτικώτατα, τῶν καταφρονούντων δυσσεβῶς, θείας μακροθυμίας, καὶ ἀνοχῆς τε καὶ χρηστότητος, ἐξ ἀθεραπεύτου κακότητος.

Θεοτοκίον. Ὁ πάλαι ἐξ οὐδενός, ποιήσας τὰ σύμπαντα, ἐκ τῆς σῆς ἁγίας γαστρὸς προέρχεται, ἄνθρωπος γενόμενος ἁγνή, ὑπὸ φιλανθρωπίας, διαφερόντως ὁ φιλάνθρωπος, ἵνα τοὺς ἀνθρώπους λυτρώσηται.

Ὁ Εἱρμός. πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρήσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστὲ πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Κάθισμα Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

μιγῆ χαρακτήρων τῶν κάτω ἔνδοξε, σὺ τὸν νοῦν κεκτημένος, τοῦ θείου Πνεύματος, καθαρώτατον Ναοὺμ δοχεῖον γέγονας, τὰς ἐλλάμψεις τὰς αὐτοῦ, εἰσδεχόμενος λαμπρῶς, καὶ πᾶσι διαπορθμεύων· διό σε ἐκδυσωποῦμεν, ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε.

Θεοτοκίον.

Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται ἁγνὴ ἀειπάρθενε. Καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου Θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες, σὲ μεγαλύνομεν.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῷσαι τοὺς χριστούς σου ἐλήλυθας .

Λαμπόμενος τῇ αἴγλῃ τοῦ Πνεύματος, Νινευϊτῶν τὴν ἀπειλήν, τῆς ἐρημίας προήγγειλας, τῆς τοῦ Θεοῦ δυναστείας, προφαίνων θεοφάντορ τὸ ἄφυκτον.

κρίσις ἡ δικαία τοῦ κτίσαντος, καταψηφίζεται δεινήν, πανωλεθρίαν λαοῦ δυσμενοῦς, ὡς προφητεύων ἐφθέγξω, Ναοὺμ Θεοῦ Προφῆτα πανόλβιε.

Μετρίῳ κοσμουμένη φρονήματι, ἡ τοῦ Προφήτου σου ψυχή, πρὸς θεοπτίαν τὴν σὴν ἀγαθέ, ὑπερφυῶς ἀνηνέχθη, καὶ θείας θεωρίας λαμπρότητα.

Θεοτοκίον. Μαρία ἡ Κυρία τῆς κτίσεως, ὡς Βασιλέα τοῦ παντός, τεκοῦσα μόνη πανύμνητε, τῆς τῶν παθῶν τυραννίδος, ἐλεύθερόν με δεῖξον πρεσβείαις σου.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.

μωμον καὶ ἄληπτον, βίον κτησάμενος, τῆς ἐνεργείας καὶ φωταυγίας, τοῦ Ἁγίου Πνεύματος, Ναοὺμ ἠξιώθης, Προφῆτα θαυμαστότατε.

Σάρκα καθυπέταξας, τῷ αὐτοκράτορι νοΐ προθύμως, τὰς ἀναβάσεις, ἐν καρδίᾳ θέμενος· ὅθεν ἐμφανείας, θεοπρεποῦς ἐπέτυχες.

πὲρ τὰ ὁρώμενα, τὰ προτερήματα, τῶν προφητείᾳ τετιμημένων· δι’ αὐτῶν γὰρ φθέγγεται, τὸ Ἅγιον Πνεῦμα, τὸ ἀγαθὸν καὶ Κύριον.

Θεοτοκίον. Νοῦς οὐδὲ οὐράνιος, ὄντως δυνήσεται, σὲ Θεοτόκε ὑμνεῖν ἀξίως· τὸν γὰρ Κτίστην τέτοκας, τὸν ταῖς οὐρανίαις, ὑμνούμενον δυνάμεσιν.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Τὸν τῆς θείας χάριτος, πεφηνότα, τέμενος πιστοί, καὶ δοχεῖον ἄχραντον γενόμενον, τῆς ὑπὲρ νοῦν, θεοφανείας ὑμνήσωμεν.

τοῦ θείου Πνεύματος, δεδεγμένος, ἄδυτον αὐγήν, καὶ τὸν νοῦν θειότερον κτησάμενος, τοὺς εὐσεβεῖς, πρὸς ὑμνῳδίαν προτρέπεται.

Θεοτοκίον. Νοεραὶ δυνάμεις σε, καὶ ἀνθρώπων, πᾶσαι γενεαί, ὡς Θεὸν γεννήσασαν δοξάζουσι, διὰ παντός, εὐλογημένη πανάμωμε.

Ὁ Εἱρμός. Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Συναξάριον.
Μὴν Δεκέμβριος, ἔχων ἡμέρας λα'. Ἡ ἡμέρα ἔχει ὥρας θ'. καὶ ἡ νὺξ ὥρας ιε'.

Τῇ α'. τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἁγίου Προφήτου Ναούμ.

Στίχ. Ναούμ, τὸν Ἑλκεσαῖον ἐκπεπνευκότα,

        λκει πόθος με σμυρνίσαι σμύρνῃ λόγου.

        Πρώτῃ ἐκ βιότοιο Δεκεμβρίου ᾤχετο Ναούμ.

ς λέγεται Παράκλησις ἐγὼ πᾶσιν, ἢ φρόνημα ἢ ὑπόληψις. Οὗτος ἣν ἀπὸ Ἑλκεσέμ, πέραν εἰς Βατταρεὶμ, ἐκ φυλῆς Συμεών· ὃς καὶ μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῒ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀποτελεῖται, ὃ καὶ γέγονεν· ἡ γὰρ περὶ αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν συσσεισμῷ, καὶ πῦρ, ἐκ τῆς ἐρήμου ἐπελθόν, τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν. Ἀπέθανε δὲ ἐν εἰρήνῃ, καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος.

Στίχ. Θνῄσκει ὁ πᾶσαν ἀρετὴν φερωνύμως,

          Πάτερ φιλήσας, τόν γε μὴν οἶκτον πλέον.

Οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης, Παφλαγόνων χώρας ὁρμώμενος, υἱὸς Γεωργίου καὶ Ἄννης, παρ’ ὧν καὶ εἰς γάμου κοινωνίαν γυναιχί τινι σεμνῇ ἐξεδόθη. Τῇ γεωργίᾳ δὲ σχολάζων, κάκεῖθεν τὰς εἰς ζωὴν ἀφορμὰς κτώμενος, πολὺς ἦν ῥέων τὴν ἐλεημοσύνην· ὅθεν εἰς τοσαύτην πενίαν κατήντησεν, ὡς στερεῖσθαι καὶ τῆς ἀναγκαίας τροφῆς. Ἀλλ’ ὁ Θεὸς οὐ παρεῖδεν αὐτὸν εἰς τέλος κατατρύχεσθαι τῇ ἐνοείᾳ· τὴν γὰρ ἐγγόνην αὐτοῦ Μαρίαν, πάσης εὐπρεπείας οὖσαν ἀνάπλεων, τὸν τῆς Βασιλίσσης υἱὸν Κωνσταντῖνον ἀγαγέσθαι εἰς γυναῖκα ᾠκονόμησε, καὶ αὐτὸν τὴν τοῦ Ὑπάτου ἀξίᾳ τιμηθῆναι, καὶ πολλῶν χρημάτων κύριον γενέσθαι, ἃ τοῖς πένησιν ἀφθόνως παρεῖχεν. Ἐπειδὴ δὲ ὁ καιρὸς τῆς πρὸς Χριστὸν ἀνάλύσεως αὐτοῦ ἐγνώσθη αὐτῷ, τοὺς πρὸς γένος αὐτῷ διαφέροντας συγκαλεσάμενος, ἅπαντα τὰ μέλλοντα συμβαίνειν αὐτοῖς προεῖπε, προσθεὶς καὶ ταῦτα. Τῆς φιλοξενίας, τεκνία, μὴ ἐπιλανθάνεσθε· τοὺς νοσοῦντας καὶ τοὺς ἐν φυλακαῖς ἐπισκέπτεσθε· χηρῶν καὶ ὀρφανῶν πρόστητε· ἀλλοτρίων μὴ ἐπιθυμεῖτε· τῶν Ἐκκλητιχστικῶν συνάξεων μὴ ἀπολιμπάνεσθε· καὶ ἵνα τὰ πάντα συνελὼν εἴπω, ὡς ἐμὲ εἴδετε ποιοῦντα, οὕτω καὶ ὑμεῖς ποιοῦντες μὴ παύσησθε. Καὶ ταῦτα εἰπὼν ἐν εἰρήνῃ ἀνεπαύτατο.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Ἀνανίου τοῦ Πέρσου.

Στίχ. Ἀνανίας σάρξ, πρὸς δὲ σαρκὸς αἰκίας,

          Αἴσθησιν ὡς σὰρξ οὐδὲ μικρὰν λαμβάνει.

ς ἦν ἐκ πόλεως Ἀρβὴλ τῆς Περσίδος, τῷ σχήματι λαϊκός, Χριστιανὸς δέ· καὶ συσχεθεὶς ὑπὸ τοῦ Ἄρχοντος, ὡμολόγησε τὸν Χριστόν· καὶ μετὰ πολλὰς βασάνους, κείμενος νεκρός, καὶ ἀνοίξας τοὺς ὀφθαλμοὺς, εἶπε· Ποιήσατε εὐχὰς πρὸς τὸν Θεόν· ὁρῶ γὰρ κλίμακα φθάνουσαν εἰς τὸν οὐρανόν, καὶ πυροειδεῖς ἀνδρας λέγοντάς μοι· Ἐλθὲ μεθ’ ἡμῶν, καὶ εἰσάξομέν σε εἰς πόλιν, πλήρη φωτὸς καὶ εὐφροσύνης· καὶ οὕτω φήσας παρέδωκε τὸ πνεῦμα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Ἀντωνίου τοῦ νέου.

Ὁ ἅγιος Ὀνήσιμος, ὁ ἀρχιεπίσκοπος Ἐφέσου ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῷσον ἡμᾶς. μήν.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. ὑπερυψούμενος τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ .

ς θεοπτικώτατον, τὸν Προφήτην ἔχοντες, χορείας ἐξάρχοντα, σεπτῶς ἑορτάζομεν, ἐνθέως μελῳδοῦντες· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Σέ πνευματοκίνητον, ἐπιγνόντες ὄργανον, καὶ λύραν θεόπνευστον, καλοῦμεν συλλήπτορα, τῶν ὕμνων μελῳδοῦντες· Ὁ Θεὸς εὐλογητὸς εἶ.

στεψέ σε Κύριος, ὡς προφήτην ἔνθεον, καὶ χάριν σοι δέδωκε, προλέγειν τὰ μέλλοντα, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Πύλην ἀδιόδευτον, ὁ Προφήτης βλέπει σε, Παρθένε πανάχραντε, ἣν μόνος διώδευσεν, ᾧ πάντες μελῳδοῦμεν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'.

Ὁ Εἱρμός. Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ϋλον αὐγήν, τῆς ἀρχικῆς Τριάδος, Προφῆτα θεώμενος, μέλπεις γηθόμενος· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

εροπρεπῶς, τὴν ἱεράν σου μνήμην, Προφῆτα θεσπέσιε, τιμῶντες ψάλλομεν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Νεύρωσον ἁγνή, τὸν τῆς ψυχῆς μου τόνον, λυθέντα τοῖς πταίσμασι, καὶ τοῖς παθήμασιν· ὅπως ὑμνήσω, Παρθένε τὸν σὸν τόκον, καὶ ὑπερυψῶ σε, τὴν κεχαριτωμένην.

Ὁ Εἱρμός. Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. σαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν .

πὶ γῆς ἰσάγγελον, πολιτείαν ἔσχες ἀληθῶς· καὶ νῦν ἐν τοῖς οὐρανοῖς, σὺν Ἀγγελικαῖς, χορείαις ἐσκήνωσας, περὶ τὸ φῶς τὸ τρισσοφεγγές· οὗ ἐμφορούμενος, ἐποπτεύεις τοὺς ὑμνοῦντάς σε.

Σὲ Θεῷ προσάγομεν, ὑπὲρ κόσμου, μάκαρ πρεσβευτήν, δυσώπησον ἐκτενῶς τῇ προφητικῇ, παρρησίᾳ χρώμενος, δοῦναι πιστοῖς ἀγαθοπρεπῶς, τὴν διαμένουσαν, αἰωνίαν ἀπολύτρωσιν.

Θεοτοκίον. Ὡς Θεὸν γεννήσασαν, καταλλήλως τε καὶ προσφυῶς, καλοῦμέν σε οἱ πιστοὶ θεηγορικῶς, Θεοτόκον ἄχραντον, παναληθεῖ κλήσει τὸν σεπτόν, τόκον σου σέβοντες, Παναγία Μητροπάρθενε.

Ὁ Εἱρμός. σαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

Примѣчаніе:
[1] Τὸ χειρόγραφον ἔχει τὸ νάμα τῆς θεηγορίας.

Источникъ: Μηναίον του Δεκεμβρίου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 3-6.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0