Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - вторникъ, 17 октября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 21.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΑΠΡΙΛΙῼ ΚΕ'.
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. καὶ ψάλλομεν τὰ διπλᾶ Προσόμοια τοῦ Ἀποστόλου, εἰ βούλει· εἰδ’ οὐ, εἰπὲ τρία τῆς Ἑορτῆς, καὶ τρία τοῦ Ἀποστόλου.
Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες, ὅλην Μακεδονίαν· ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι· καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μᾶρκε πάνσοφε.

Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐζώωσας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου· διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα.

Ἔτερα Προσόμοια Ἦχος ὁ αὐτός. Πανεύφημοι Μάρτυρες.

Μᾶρκε παμμακάριστε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι.

Μᾶρκε παναοίδιμε Μωσῆς, Αἰγυπτίους πρῴην μέν, ἐν τῇ θαλάσσῃ, ἐβύθισεν, ἀλλὰ σὺ πάνσοφε, ἐκ θαλάσσης τούτους, τῆς πλάνης ἀνείλκυσας, δυνάμει τοῦ αὐτοῖς μετὰ σώματος, ἐπιδημήσαντος, καὶ τὰ τούτων χειροποίητα, καθελόντος, ὑψηλῷ βραχίονι.

Μᾶρκε πανίερε φωτί, ὁμιλῶν τοῦ Πνεύματος, πνευματικὸς ὅλος γέγονας· καὶ νῦν πανόλβιε, ταῖς πρὸς τὸν Δεσπότην, ἀνενδότοις νεύσεσι, καὶ μακαριωτάταις ἐλλάμψεσιν, θέσει θεούμενος, μυστηρίου τὸ κεφάλαιον, καὶ τὸ τέλος, εὗρες τὸ πολύευκτον.

Δόξα, Ἦχος πλ. β'.

Σοῦ ἐξεχύθη χάρις ἐν χείλεσι, Μᾶρκε Ἀπόστολε, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Μᾶρκε θεόσοφε σοφοῦ, γραμματέως κάλαμος, καὶ ὀξυγράφου γεγένησαι, Χριστοῦ τὴν σάρκωσιν, θεοπνεύστως γράφων, καὶ τρανῶς φθεγγόμενος, ζωῆς ἀτελευτήτου τὰ ῥήματα, ἐν ᾗ δυσώπησον, ἐγγραφῆναι τοὺς ὑμνοῦντάς σε, καὶ τιμῶντας, τὴν ἔνδοξον μνήμην σου.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν [ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν].

Μᾶρκε πανεύφημε Χριστόν, εὐαγγελιζόμενος, τὴν οἰκουμένην διέδραμες, καθάπερ ἥλιος, ἀφανίζων πᾶσαν, ταῖς αὐγαῖς τῆς πίστεως, τὴν τῆς πολυθεΐας σκοτόμαιναν· καὶ νῦν ἱκέτευε δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται [δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα].

Μᾶρκε Ἀπόστολε ἐν οἷς, τὸ πρὶν ἐπλεόνασε, τῆς ἀσεβείας ἡ ἄνοια, αὐτὸς ἐκήρυξας, Αἰγυπτίων σκότος, φωτισμῷ τῶν λόγων σου, διώκων Θεοκήρυξ πανόλβιε· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα, Ἦχος πλ. δ'.

Δεῦτε τῆς οὐρανίου Μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμοῖς καὶ ὑμνῳδίαις, Μᾶρκον πάντες εὐφημήσωμεν. Οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον, Ἦχος γ'.

πόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Μᾶρκε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Δόξα, Καὶ νῦν. Τῆς Ἑορτῆς. Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς ς' καὶ τοῦ Ἁγίου εἰς ς'.

Ὁ Κανὼν τοῦ Ἁγίου [1]. Ἦχος α'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται. Αὔτη γὰρ ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὀδὸν βυθοῦ καινουργὴσασα.

Μᾶρκον τὸν θεόπτην εὐφημῶν, ἐπικαλοῦμαι τὴν χάριν τοῦ Πνεύματος, ὅπως μοι ἐμπνεύσασα, φωτιστικῶς ἀπελάσῃ τὴν ἄγνοιαν, καὶ τὸν θεῖον πλοῦτον, τὸν τῆς σοφίας δωρήσηται.

Σοῦ τὸν θεηγόρον φωτισμῷ, καταλαμπρύνας Σωτὴρ τῷ τῆς χάριτος, κόσμῳ ἐξαπέστειλας, Λόγε Θεοῦ τῶν ἀγαθῶν ὡς αἴτιος, σοῦ τὴν παρουσίαν, ἡμῖν εὐαγγελιζόμενον.

Πέτρῳ τῷ σοφῷ μαθητευθείς, καὶ τὴν ἐκείνου πλουτήσας υἱότητα, Μᾶρκε παναοίδιμε, μυσταγωγὸς ἐδείχθης μυστηρίων Χριστοῦ, καὶ συγκληρονόμος, αὐτοῦ τῆς δόξης γεγένησαι.

Θεοτοκίον. Ὁ τοὺς Αἰγυπτίους ἐν βυθῷ, καταποντίσας, νεφέλῃ καθήμενος, οὗτος ἐπεδήμησε, παρθενικῇ, τοῖς Αἰγυπτίοις ὕστερον, καὶ διὰ τοῦ Μάρκου, αὐτοὺς τῆς πλάνης ἐρρύσατο.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾷν σοι, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Σὲ τὴν ἐνυπόστατον Χριστέ, σοφίαν ἀνεκήρυξε, μαρμαρυγαῖς ταῖς σαῖς αὐγαζόμενος, παντὶ τῷ κόσμῳ φανεῖσαν Δέσποτα, καὶ ζωὴν παρέχουσαν, καὶ βροτοὺς φωτίζουσαν, ὁ θεράπων σου Μᾶρκος φιλάνθρωπε.

Τὸ ῥεῖθρον δεξάμενος Χριστέ, σοφίας τὸ ἀείρυτον, ὡς ποταμὸς ῥοιζῶν γῆς ἐπέκλυσε· θεογνωσίας φωτὶ τὰ πέρατα, σοῦ δεικνὺς ὑπάρχουσαν, ἀληθῆ τὴν πρόρρησιν, ὁ αὐτόπτης σου Μᾶρκος φιλάνθρωπε.

Τῷ Πέτρῳ ἑπόμενος σοφέ, σοφῶς τὸ Εὐαγγέλιον, ὡς μαθητὴς αὐτοῦ διετύπωσας, θεολογίας τὸ φῶς δρεψάμενος, παρ’ αὐτοῦ Ἀπόστολε, καὶ Θεοῦ τὴν ἔνσαρκον, παρουσίαν μηνύσας τρανότατα.

Θεοτοκίον. Αἰγύπτου τὸ πρὶν παρθενικαῖς, ἀγκάλαις ἐποχούμενος, δαιμονικοὺς βωμοὺς σὺ κατέσεισας· καὶ ταύτῃ πάλιν τὸν Μᾶρκον ἔπεμψας, συνετίζειν ἅπαντας, τὴν σὴν ἐνανθρώπησιν, καὶ τὸ θεῖον Χριστέ μου μυστήριον.

Κοντάκιον τῆς Ἑορτῆς.
Εἶτα Κάθισμα, τοῦ Ἁγίου. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Εἰς ὕψος ἀνελθών, ἀρετῶν θεῖε Μᾶρκε, ἑβρόντησας ἡμῖν, σωτηρίων δογμάτων, μεγάλα μυστήρια, θεῖος κήρυξ γενόμενος· ὅθεν πίστει σε· ἐκδυσωποῦμεν παμμάκαρ, πάσης θλίψεως, ἁμαρτιῶν καὶ κινδύνων, ἡμᾶς ἐλευθέρωσον.

Δόξα. Ἕτερον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

ς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, κεκτημένη ἔνδοξε, τῶν διδαγμάτων σου βολαῖς, φαιδρυνομένη κραυγάζει σοι· Χαίροις παμμάκαρ, Κυρίου Ἀπόστολε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. ρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Εἰς πᾶσαν ὁ φθόγγος σου, τὴν γῆν ἐξελήλυθε, καὶ εἰς τὰ πέρατα σοφέ, τῆς οἰκουμένης σου τρανῶς, ῥημάτων ἡ δύναμις, δαυϊτικῶς διαπρυσίως κηρύττουσα, τὴν σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

φανε Σωτήρ, ὡς ἀστραπὴ ὁ Ἀπόστολος, τῇ οἰκουμένῃ ὁ σοφός, τῆς ἀληθείας τὴν χαράν, εὐαγγελιζόμενος, θεολαμπεῖ φωτοχυσίᾳ πυρσούμενος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Οἱ πόδες οἱ σοὶ προφητικῶς ὡραιώθησαν· τὴν ὑπὲρ λόγον γὰρ ἡμῖν, εὐηγγελίσω προφανῶς, εἰρήνην θεόληπτε, διὰ σαρκὸς ἐμφανισθεῖσαν τοῖς πέρασιν, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Θεοτοκίον. Νεφέλῃ ὁ Λόγος, παρθενικῇ ἐποχούμενος, τῶν Αἰγυπτίων τὰς βουλάς, καὶ θεομάχους λογισμούς, μωράνας διέλυσε, ταῖς διδαχαῖς τοῦ θείου Μάρκου ὡς εὔσπλαγχνος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τάς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

στάλαξας γλυκασμόν, εὐσεβείας τῷ λόγῳ σου, θεῖον ὄρος πανταχόθεν ἀκτῖσι λαμπόμενον, ἐκφανθεὶς τῇ χάριτι, σαφῶς τοῦ νοητοῦ ἡλίου, Μᾶρκε παμμάκαρ θεόληπτε.

κ τοῦ οἴκου τοῦ Κυρίου πηγὴ ἐξελήλυθας, καὶ ποτίζεις τὰς χερσώδεις καρδίας τοῖς ῥεύμασι, δαψιλῶς τοῦ Πνεύματος, καρπὸν ἀντὶ τῆς ἀκαρπίας, φέρειν διδάσκων Ἀπόστολε.

Σὺ τοῦ Πέτρου τοῦ μεγάλου, υἱὸς ἐχρημάτισας, καὶ ταῖς τούτου διδαχαῖς, φωτιζόμενος πάντοτε, τὰς ψυχὰς ἐλάμπρυνας, τῶν σοὶ θερμῶς προσομιλούντων, Μᾶρκε Κυρίου Ἀπόστολε.

Θεοτοκίον. Ὡς ἄνθρωπος, ἐκ Παρθένου τεχθείς, Αἰγυπτίοις Χριστέ, ἐπεφάνης ἐκ Πατρός, ὁ ἐκλάμψας πρὸ κτίσεως, οἷς τὸν Μᾶρκον ἔχρισας, σοφῶς, αὐτοὺς μυσταγωγοῦντα, θεογνωσίας μυστήρια.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὔκ ἐστιν ὁ ῥυόμενος, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

Κατέβαλες, ὀφρὺν ἀνόμων Κύριε, καὶ ὕβριν ὑπερήφανον, ἐταπείνωσας, Ἀπόστολον τὸν σόν, δείξας τροπαιοῦχον τῇ δυνάμει σου· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Τὸν στέφανον τὸν τῆς ἐλπίδος ἔνδοξε, δι’ οὗ νῦν στεφανούμεθα, ἐν τοῖς λόγοις σου ἐκήρυξας σοφέ, τὸν δημιουργὸν Μᾶρκε τῆς κτίσεως, τὸν εἰς ἡμῶν δόξαν πλασθέντα, φύσει τοῦ σώματος.

Πέτρος σε, ὁ κορυφαῖος ἔνδοξε σαφῶς ἐμυσταγώγησεν, Εὐαγγέλιον συγγράψαι τὸ σεπτόν, δείξας ὑπηρέτην σὲ τῆς χάριτος· σὺ γὰρ ἡμῖν θεογνωσίας, τὸ φῶς ἐξήπλωσας.

Θεοτοκίον. Τὴν Αἴγυπτον, τὴν πρὶν ἐν σκότει Κύριε, Παρθένου Θεομήτορος, κατελάμπρυνας ὡς βρέφος προελθών, ταύτης θριαμβεύσας τὰ σεβάσματα, ταῖς διδαχαῖς τοῦ θεηγόρου, Μάρκου φιλάνθρωπε.

Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

ξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Ὁ Οἶκος.

Τοῦ Κορυφαίου τῶν Ἀποστόλων μαθητὴς χρηματίσας, καὶ σὺν αὐτῷ τὸν Χριστὸν Υἱὸν Θεοῦ κηρύξας, ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας τοὺς πλάνῃ σαλευομένους· ἐν ᾗ κἀμὲ στερεώσας, ψυχῆς μου κατεύθυνον τὰ διαβήματα, ὅπως τοῦ ἐχθροῦ τῶν παγίδων λυτρούμενος ἀνεμποδίστως δοξάζω σε· σὺ γὰρ πάντας ἐφώτισας, Μᾶρκε σοφέ, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

Συναξάριον.
Τῇ ΚΕ'. τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

Στίχ. Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι,

          Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν.

          Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον.

πανεύφημος Ἀπόστολος Μάρκος, πάσῃ τῇ Αἰγύπτῳ, καὶ Λιβύῃ, καὶ Βαρβαρικῇ, καὶ Πενταπόλει τὸν Χριστὸν ἐκήρυξε, κατὰ τοὺς χρόνους Τιβερίου Καίσαρος. Συνεγράψατο δὲ καὶ τὸ κατ’ αὐτὸν Ἅγιον Εὐαγγέλιον, Πέτρου τοῦ Ἀποστόλου ἐξηγουμένου αὐτῷ. Καὶ ἐν Κυρήνῃ τῆς Πενταπόλεως γενόμενος, πολλὰ κατειράσατο θαύματα. Εἶτα εἰς τὴν κατὰ Φάρον Ἀλεξάνδρειαν ἦλθε· καὶ ἐκεῖθεν εἰς τὴν Πεντάπολιν, πανταχοῦ θαυματουργῶν, καὶ τάς τοῦ Χριστοῦ Ἐκκλησίας κατακοσμῶν, χειροτονίαις Ἐπισκόπων καὶ λοιπῶν κληρικῶν.

στερον δὲ αὖθις εἰς Ἀλεξάνδρειαν ἐλθών, καί τινας τῶν Ἀδελφῶν παρὰ τὴν θάλασσαν ἐν τοῖς Βουκόλου εὑρὼν, συνῆν αὐτοῖς, τὸν λόγον τοῦ Θεοῦ εὐαγγελιζόμενος καὶ κηρύττων. Ἔνθα ἐπελθόντες αὐτῷ οἱ τῶν εἰδώλων προσκυνηταί, μὴ φέροντες ὁρᾷν τὴν εἰς Χριστὸν πίστιν εὐοδουμένην, σχοινίοις αὐτὸν διαλαβόντες, ἔσυρον. Προσπίπτουσαι δὲ αἱ σάρκες αὐτοῦ ἐπὶ ταῖς πέτραις, κατεξαίνοντο, καὶ τὸ αἷμα αὐτοῦ τὴν γῆν ἐφοίνισσε. Τεθέντι δὲ ἐν φυλακῇ, ὤφθη αὐτῷ ὁ Κύριος, προϋποφαίνων τὴν μέλλουσαν αὐτὸν διαδέχεσθαι δόξαν. Μεθ’ ἡμέραν δέ, αὖθις δήσαντες αὐτὸν, ἔσυρον κατὰ τὰς πλατείας· καὶ ἐν τῷ σπαράττεσθαι καὶ περιθρύπτεσθαι ταῖς πέτραις, τὸ πνεῦμα τῷ Θεῷ παρέθετο.

Κατὰ δὲ τὴν τῆς ἰδέας διάθεσιν εἶχεν οὕτως. Οὔτε πρὸς ὄγκον, καὶ μέγεθος ἄμετρον τὸ σῶμα τετύπωτο, οὐδ’ αὖ ταπεινὸς καὶ συνεσταλμένος, ἀλλ’ εὐπρεπὴς καὶ εὔκοσμος, ἐν τῷ μετρίῳ τῆς ἡλικίας, ἐπανθοῦσαν ἔχων πολιάν· τὴν ῥῖνα ἠγμένην μακρότερον, καὶ οὐ, διὰ σιμότητα, ἠκρωτηριασμένην ἔχειν καὶ κολοβὴν τὴν ὄψιν προφαίνουσαν. Ὀφρύες συννεύουσαι· ὁ πώγων βαθύς· κεφαλῆς ὑψηλότης, καὶ χροιᾶς κράσις ἀρίστη. Προσῆν δὲ αὐτῷ καὶ τὸ συμπαθὲς ἄγαν, καὶ τὸ πρὸς τοὺς ἐντυγχάνοντας εὐπροσήγορον, ὡς ἀντιλάμπειν ταῖς τοῦ σώματος χάρισι τὰς τῆς ψυχῆς ἀρετάς. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ πανσέπτῳ αὐτοῦ Ἀποστολείῳ, τῷ ὄντι πλησίον τοῦ Ταύρου.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κων)πόλεως.

Στίχ. Ἐκστάς Μακεδόνιε τοῦ φθαρτοῦ θρόνου,

          μνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ Θρόνοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.

Στίχ. Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ,

          Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.

Στίχ. Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας,

          πὸ ζυγὸν τὸν σὸν δαμασθέντων Λόγε.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ταῖς θεϊκαῖς, ἀστραπαῖς πυρούμενος, ἀντανακλάσεις μυστικῶς, ἀντιπέμπεις αὐγοειδεῖς, Μᾶρκε παμμακάριστε· Λόγον γὰρ ἐκήρυξας, σεσαρκωμένον τὸν ἄσαρκον, τόν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Θεουργικαῖς, παντουργὲ δυνάμεσι, τὸν θεηγόρον Μαθητήν, καθοπλίσας θαυματουργόν, τοῦτον ἀπετέλεσας· νόσους γὰρ ἀπήλασε, καὶ μαλακίας ἰάσατο, τόν αἰνετόν σε κηρύττων, Θεὸν καὶ ὑπερένδοξον.

Τῶν Μαθητων, τοῦ χοροῦ, τὸν ἔξαρχον, καθηγεμόνα ἐσχηκώς, θεῖον Πέτρον ἐκμιμητής, τούτου ἀναδέδειξαι· ἄπαν γὰρ ἐρρύθμισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν κηρύττων ἔνδοξε.

Θεοτοκίον. Στήλην αὐτός, ἐν Αἰγύπτῳ ἔστησας, Εὐαγγελίου σου γραφήν, τῷ τεχθέντι ἄνευ σπορᾶς, ἐκ τῆς Θεομήτορος, ῥήσεσιν ἑπόμενος, τοῦ Ἡσαΐου πανεύφημε, τὸν αἰνετόν καταγγέλλων, Θεὸν τὸν ὑπερένδοξον.

ᾨδὴ η'.

Ὁ Εἱρμός. ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν τεχθέντα Λόγον ἐκ Πατρός, πρὸ πάντων τῶν αἰώνων, τὴν φύσιν τὴν τῶν ἀνθρώπων, ἐνδυσάμενον Χριστόν, ἐκήρυξας ἔνδοξε, καὶ ἐβόας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὸν διδόντα λύτρον ἑαυτόν, ἡμῶν τῆς ἁμαρτίας, καὶ πάθει τοὺς πεπτωκότας, ἀναστήσαντα Χριστόν, ἐδόξασας ἔνδοξε, καὶ ἐβόας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῇ τοῦ Πέτρου Μᾶρκε πειθαρχῶν, σοφὲ διδασκαλίᾳ, πανσόφως διὰ γραμμάτων, ἀνετύπωσας πιστοῖς, σεπτὸν Εὐαγγέλιον, τοῖς βοῶσι· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Ἡ Παρθένος τὸν Ἐμμανουήλ, βαστάζουσα ὡς βρέφος, ἐπέστη τοῖς Αἰγυπτίοις· οἷς ὡς ἔκλαμπρος ἀστήρ, ὁ Μᾶρκος ἀπέσταλται, ἀνακράζων· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν..

Φθάσας τὴν πηγὴν τὴν ἄφθαστον, τῆς τρισηλίου θεοφάντορ ἐλλάμψεως, καθαρώτερον, κατατρυφᾷς καὶ τρανότερον, τῆς θεώσεως της ὑπὲρ ἔννοιαν, Ἀγγέλοις συγχορεύων, ἀκαταπαύστως Ἱερώτατε.

Πέτρου κοινωνὸς γενόμενος, διδασκαλίας καὶ τοῦ θείου κηρύγματος, τὰ οὐράνια, περιπολεύεις σκηνώματα, σὺν αὐτῷ θεορρῆμον μακάριε· μεθ’ οὗ καὶ συμπρεσβεύεις, ὑπὲρ ἡμῶν Μᾶρκε Ἀπόστολε.

Φάος τὸ τρισσῶς ἑνούμενον, μοναδικῶς τε πάλιν ξένως τρισσούμενον, ἀνεκήρυξας, πανευσεβῶς Μᾶρκε πάνσοφε, φωτιζόμενος αἴγλῃ τῆς χάριτος· διὸ σε δυσωποῦμεν· Ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.

Θεοτοκίον. Μᾶρκος ὁ σεπτός, Ἀπόστολος, τοῖς Αἰγυπτίοις Ἱεράρχης δεδώρηται· οἷς ὡς νήπιος, σωματωθεὶς ἐπεδήμησεν, ἐκ Παρθένου ἁγνῆς Θεομήτορος· ὁ Κύριος τῆς δόξης, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον. Φῶς ἀναλλοίωτον Λόγε.

Σὺ τὴν υἱότητα Πέτρου, τοῦ Ἀποστόλου πλουτήσας, τοῖς Αἰγυπτίοις ἐντεῦθεν, διατυποῖς πρῶτος πάντων, τὸ Εὐαγγέλιον Μᾶρκε, δι’ οὗ τὸν κόσμον φωτίζεις.

Καὶ τῆς Ἑορτῆς.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου γ'. δευτεροῦντες τὸ α'. Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Αἰγύπτου φωστὴρ ὁ φαεινός, Μᾶρκος ὁ πανάριστος, κήρυξ τοῦ Λόγου ὁ πάνσοφος Εὐαγγελίου τε, συγγραφεὺς ὁ θεῖος εὐφημείσθω ᾄσμασι, καὶ θείοις παρ’ ἡμῶν μελῳδήμασι· Χριστῷ πρεσβεύει γάρ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δογμάτων τῶν θείων συγγραφεύς, τοῦ Χριστοῦ γενόμενος, πᾶσαν τὴν γῆν κατεφώτισας, αὐτοῦ τὴν σάρκωσιν, καὶ τὰ θεῖα πάθη, τὴν σεπτὴν ἀνάστασιν, καὶ τὴν πρός τὸν Πατέρα ἀνάβασιν, κηρύξας πάνσοφε, καὶ τὰ ἔθνη πρὸς ἐπίγνωσιν, ἀληθείας, ἑλκύσας Ἀπόστολε.

Τοῦ Πέτρου τοῦ θείου ὀπαδός, εὐπειθὴς γενόμενος, Μᾶρκε Κυρίου Ἀπόστολε, ταῖς τούτου πάνσοφε, διδαχαῖς πειθήσας, τοῦ Ἁγίου Πνεύματος, τῇ χάριτι λαοὺς κατεφώτισας, τῶν Αἰγυπτίων τε, καταυγάσας τὴν διάνοιαν καὶ τὴν πόλιν, αὐτῶν κατεκόσμησας.

Δόξα, Ἦχος πλ. β'.

Σοῦ ἐξεχύθη [χάρις ἐν χείλεσι, Μᾶρκε Ἀπόστολε, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι].

Καὶ νῦν. Τῆς Ἑορτῆς.



ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Λέγομεν Ἀπόστολον, Καθολικῆς Α'. Ἐπιστολῆς Πέτρου. Ἀδελφοὶ, ταπεινώθητε ὑπὸ τὴν κραταιάν... Εὐαγγέλιον, κατὰ Μάρκον. Τῷ καιρῷ ἐκείνῳ, ἤρξατο ὁ Ἰησοῦς ἀποστέλλειν τοὺς Μαθητὰς αὑτοῦ, δύο, δύο... Κοινωνικόν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, [καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.]

Примѣчаніе:
[1] Ὁ παρὼν κανών, καίτοι ἀνεπίγραφος οὐ μόνον ἐνταῦθα, ἀλλὰ καὶ ἐν τρισὶν ἔτι χειρογράφοις, φαίνεται ὅμως ἐκ τοῦ ὕφους, ὅτι ἐστὶ Θεοφάνους ποίημα.

Источникъ: Μηναίον του Απρίλιου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 100-104.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0