Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - вторникъ, 17 октября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 11.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΤΑ ΜΗΝΑΙΑ (ΣΕΠΤΕΜΒΡΙΟΣ-ΑΥΓΟΥΣΤΟΣ).

ΜΗΝΙ ΑΠΡΙΛΙῼ ΚΔ'.
Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἐλισάβετ τῆς θαυματουργοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς'. τῆς Ἑορτῆς γ'. καὶ τῆς Ἁγίας γ'. Ἦχος πλ. δ'. Οἱ Μάρτυρές σου Κύριε.

κόνις τῶν λειψάνων σου, τυφλοῖς ἀνάβλεψιν ἀναπηγάζει, καὶ πᾶσιν ἴασιν τοῖς ἀσθενοῦσι, καὶ προσπελάζουσι πιστῶς, καὶ ἐξαιτουμένοις σε βοήθειαν, Μῆτερ Ἐλισάβετ ἀξιάγαστε. Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος.

Συμπάθειαν ἐξήσκησας, Πίστιν Ὀρθόδοξον καὶ τὴν ἀγάπην, τὴν πρὸς τὸν Κύριον καὶ τὸν πλησίον, θεομακάριστε σεμνή· ὅθεν θεία χάρις σοι τοῦ Πνεύματος, Μῆτερ Ἐλισάβετ ἀνεπαύσατο. Διὸ ταῖς σαῖς πρεσβείαις, δίδου ἡμῖν εἰρήνην, ῥῶσιν καὶ ἔλεος.

Δόξα, καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, τῆς Ἑορτῆς. Δόξα, καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον.

ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Ἐλισάβετ τὸ Πνεῦμά σου.

Καὶ Ἀπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας. Ποίημα Ἰωσήφ. Ἦχος πλ. δ'.

ᾨδὴ α'.

Ὁ Εἱρμός. ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.

Ταῖς τῶν παθῶν με τρικυμίαις πάντοθεν, περικυκλούμενον, καὶ λογισμῶν σάλῳ, τὴν ψυχὴν δονούμενον, ἐπὶ λιμένα εὔδιον, τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαῖς σου κυβέρνησον, ὅπως Ἐλισάβετ ὑμνήσω σε.

Παρθενικαῖς ἠγλαϊσμένη χάρισι, θεομακάριστε, τῷ καθαρῷ Λόγῳ, ἐνυμφεύθης ἔνδοξε, ἐκ βρέφους δι’ ἀσκήσεως, καὶ αὐτοῦ ζωηφόροις, ἐπηκολούθησας ἴχνεσι, νέκρωσιν παθῶν περιφέρουσα.

ποῤῥαγεῖσα τῆς τοῦ κόσμου σχέσεως, καὶ κολληθεῖσα σεμνή, τῷ τοῦ Χριστοῦ πόθῳ, τῆς σαρκὸς τὸ φρόνημα, διὰ νηστείας ἔτηξας· ἀρεταῖς δὲ καὶ πόνοις, καὶ προσευχαῖς καρτερήσασα, θαύματα τελεῖν κατηξίωσαι.

Θεοτοκίον. Σὲ τὴν τεκοῦσαν ὑπὲρ νοῦν Πανάμωμε, τὸν ἀδιαίρετον, Θεοῦ Πατρὸς Λόγον, διαπύρῳ ἔρωτι, ποθοῦσα ἡ ἀοίδιμος, Ἐλισάβετ δοχεῖον, Ἁγίου Πνεύματος γέγονε, θείαις ἀρεταῖς διαλάμπουσα.

ᾨδὴ γ'.

Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Οὐρανίους θαλάμους, φωτοειδεῖς ᾤκησας, νύμφη ἐκλεκτὴ γενομένη τοῦ Παντοκράτορος, καὶ τῶν ἰάσεων, τοὺς ποταμοὺς διεκβλύζεις, παθημάτων ῥεύματα, ἀποξηραίνοντας.

Τὸν Ἠλίαν ζηλοῦσα, καὶ Μωϋσῆν πάνσεμνε, μήκει ἡμερῶν, ὡς ἐκεῖνοι, νηστείαν ἤνυσας, ἄρτον οὐράνιον, θεωριῶν σοφωτάτων, δεχομένη χάριτι τοῦ θείου Πνεύματος.

ποκάλυψις θεία, τῇ σῇ μητρὶ δέδοται, πρὸ τῆς σῆς συλλήψεως κόρη, τῆς ἐσομένης σοι, τῷ θείῳ Πνεύματι, δι’ ἀρετῆς πολιτείας, Ἐλισάβετ, ἔνδοξε καὶ τῆς λαμπρότητος.

Θεοτοκίον. Παρθενίας σε μόνη, τὸ καθαρὸν τέμενος, ἡ πανευκλεὴς Ἐλισάβετ, πίστει ποθήσασα, χαίρει Πανάμωμε, τῷ σῷ Υἱῷ προσαχθεῖσα, εὐσεβῶς ὀπίσω σου ἀκολουθήσασα.

Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Κάθισμα, Ἦχος γ'. Θείας πίστεως.

Πόνους ἤνεγκας, τῆς ἐγκρατείας, χάριν εἴληφας, τῆς ἀπαθείας, καὶ ἰαμάτων Ἐλισάβετ θεόπνευστε, τοῦ θεραπεύειν παντοῖα νοσήματα, καὶ ἀπελαύνειν δαιμόνων ἐνέργειαν. Ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ τῆς Ἑορτῆς.

ᾨδὴ δ'.

Ὁ Εἱρμός. Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

φιν δεινόν, δράκοντα σὺ ἐθανάτωσας, προσευχῇ σου, πρότερον συντρίψασα, τοῦ πονηροῦ, πάσας μηχανάς, θείᾳ, δυναστείᾳ, καὶ τοῦτον εἰς βρῶσιν δέδωκας, θηρίων Ἐλισάβετ, καὶ παντοίων ὀρνέων, τὸν τῶν ὅλων Δεσπότην δοξάζουσα.

Θείων ἀνδρῶν, τρόπους ζηλοῦσα διήνυσας, θείῳ σθένει, τεσσαρακονθήμερον, Μῆτερ σεμνή, βρώσεως, τινός, μὴ μεταλαβοῦσα, ἀλλ’ ἄσιτος διαρκέσασα, σαρκὸς ἐπαναστάσεις, θανατοῦσα πανσόφως, καὶ ζωοῦσα τὸ πνεῦμα θεόπνευστε.

Θεοτοκίον. Μόνη Θεὸν φέρεις ἐν μήτρᾳ σαρκούμενον, τὸν τὸ εἶναι πᾶσι παρεχόμενον, ὃν ἐπεπόθησεν ἐκ ψυχῆς, τούτῳ μνηστευθεῖσα, ἡ Ἐλισάβετ ἐν Πνεύματι, Παρθένε Θεοτόκε, τῶν Ἀγγέλων τὸ θαῦμα, καὶ δαιμόνων τὸ τραῦμα πανθαύμαστε.

ᾨδὴ ε'.

Ὁ Εἱρμός. να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.

πεξήρανας ῥεῖθρα, τὰ τῆς ἁμαρτίας δακρύων προσχύσεσι· καὶ αἱμάτων ῥύσιν, πολυχρόνιον ἔστησας χάριτι, εὐλαβῶν γυναίων, προσελθουσῶν σοι διαφόρως, Ἐλισάβετ Ὁσία πανεύφημε.

πὶ πλείονας χρόνους, ἄρτου τὴν μετάληψιν ἠρνήσω ἔνδοξε, ἐγκρατείας πόνοις, τὴν ψυχὴν εὐσεβῶς ἐκκαθαίρουσα, καὶ τὴν ἀσαρκίαν τῶν ἀσωμάτων προσκτωμένη, Ἐλισάβετ Ὁσίων τὸ καύχημα.

λοτρόπως Κυρίῳ, πᾶσαν τὴν διάνοιαν ἀναθεμένη σου, ὀφθαλμοὺς νοὸς μέν, καὶ καρδίας αὐτῷ ἐνητένιζες· ἐν τρισὶ δὲ χρόνοις, τὸν οὐρανὸν οὐκ ἐθεάσω, ἀλλὰ γῆν ὡς ἐκ γῆς θεοδόξαστε.

Θεοτοκίον. Ὑπερτέρα τῶν ἄνω, πέφυκας Δυνάμεων, Λόγον κυήσασα, τοῦ Πατρὸς Παρθένε, τὸν συνάναρχον καὶ συναΐδιον, οὗ ταῖς φρυκτωρίαις, ἡ θεοφόρος αὐγασθεῖσα, τῶν παθῶν τὴν ὁμίχλην διέλυσεν.

ᾨδὴ ς'.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Τὸν ἔλεον τοῦ Θεοῦ, ἀσκητικῶς ἐπισπάσασθαι, ἐπιποθοῦσα σεμνή, ἐλαίου μετάληψιν, ἐκ βρέφους ἐξέκλινας, ἱλαρυνομένη, ταῖς τῶν πόνων ἐπιδόσεσιν.

βίος σου φωταυγής, ταῖς ἀρεταῖς κεκαλλώπισται· ἡ κοίμησις ἱερῶς, τοῖς θαύμασιν ἤστραψε, διώκουσα δαίμονας, καὶ παθῶν χειμῶνα, θείᾳ χάριτι σκεδάζουσα.

Τῷ κρύει καὶ παγετῷ, σαρκὸς γυμνώσει πυκτεύουσα, ἡλίου καῦσιν στεῤῥῶς, ὑπέφερες στέργουσα, Ἐλισάβετ ἔνδοξε, πρὸς τὴν ἄνω θάλψιν, τὰς ἐλπίδας ἐπερείδουσα.

Θεοτοκίον. Συνέλαβες ἐν γαστρί, τὸν προαιώνιον ἄχραντε, καὶ τέτοκας ἐν σαρκί, τὸν φύσει ἀσώματον, καὶ γάλακτι ἔθρεψας, τὸν τροφέα πάντων, Θεομῆτορ ἀπειρόγαμε.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Τὸ Κοντάκιον τῆς Ἑορτῆς.

Συναξάριον.
Τῇ ΚΔ'. τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.

Στίχ. Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,

          Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.

          Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια.

τις ἐν ἀπαλῷ τῷ σώματι ἀσκητικοὺς πόνους ὑπελθοῦσα, χάριν ἰαμάτων παρὰ Χριστοῦ ἐκομίσατο· ὅθεν παντοῖα νοσήματα ἰάσατο. Ταύτης ἡ γέννησις διὰ θείας ἀποκαλύψεως ἐδηλώθη, καὶ σκεῦος ἐκλογῆς ἔσεσθαι προηγγέλθη. Μονοχίτων δὲ οὖσα, τῷ κρύει καὶ τῷ παγετῷ διεπήγνυτο· ὕδατι τὸ σῶμα διὰ βίου παντὸς οὐκ ἀπέπλυνε· τεσσαράκοντα ἡμέρας νῆστις διετέλεσεν· ἐπὶ τρισὶν ἔτεσιν ἔσχε μὲν τὴν διάνοιαν πρὸς τὸν Θεόν, τοῖς δὲ σωματικοῖς ὀφθαλμοῖς οὐδόλως εἶδεν οὐρανοῦ κάλλος, ἢ μέγεθος· ὄφιν μέγιστον δεινὸν εὐχῇ ἐθαμάτωσεν· ἐπὶ πλείστους χρόνους οὐ μετέλαβεν ἐλαίου· ὑποδήματα τοῖς ποσὶν οὐκ ἐκτήσατο. Ἐν τούτοις οὖν τοῖς κατορθώμασι θεαρέστως διαλάμπουσα, ἀνεπαύσατο ἐκ Κυρίῳ πολλῶν θαυμάτων μέχρι τῆς σήμερον, τοῖς μετὰ πίστεως αὐτῇ προσερχομένοις τὴν χάριν παρέχουσα· χοῦς γὰρ ἐκ τῆς σοροῦ αὐτῆς λαμβανόμενος θεραπεύει πᾶσαν νόσον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου.

Στίχ. Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας,

          Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.

Οὗτος ὁ Ἅγιος Μάρτυς Σάββας κατὰ τοὺς χρόνους ἦν Αὐρηλιανοῦ τοῦ βασιλέως, ἐν Ῥώμη τὴν τοῦ Στρατηλάτου διέπων ἀρχήν· ἦν δὲ τὸ γένος Γότθος. Ἔχων δὲ τὴν εἰς Χριστὸν πίστιν, τῶν ἐν ταῖς εἱρκταῖς Ἁγιων ἐπεμελεῖτο. Διὰ δὲ βίου καθαρότητα, καὶ ἀρετῶν ἄσκησιν, τὰ πονηρὰ ἀπὸ τῶν ἀνθρώπων ἐφυγάδευε πνεύματα. Διαβληθεὶς δὲ ὡς Χριστανός, ἤχθη πρὸς τὸν βασιλέα· καὶ ῥίψας τὴν ζώνην, ὡμολόγησε τὸν Χριστόν. Κρεμασθεὶς οὖν, καίεται ταῖς λαμπάσι· καὶ ἐν λέβητι πίσσης μεστῷ, πυρωθέντι, ἐμβάλλεται· καὶ παραδόξως σωθείς, ἄνδρας ἑβδομήκοντα πρὸς τὴν εἰς Χριστὸν πίστιν μετεκαλέσατο, οἳ καὶ τὰς κεφαλὰς διὰ Χριστὸν τμηθέντες, ἐστεφανώθησαν. Εἰς δὲ ἑτέραν ἐξέτασιν ὁ Ἅγιος εἰσαχθεὶς, ἐνισχύσαντος αὐτὸν δι’ ἐπιφανείας τοῦ Χριστοῦ, πρότερον ἐν τῇ φρουρᾷ, καὶ θαρσοποιήσαντος, τῷ ποταμῷ ἀπεῤῥίφη, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Ἐπέπρεπε δὲ αὐτῷ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ λευκότης σώματος, καὶ παρειῶν ἐρύθημα, καὶ τῇ κεφαλῇ καὶ τῷ πώγωνι οἱονεὶ χρυσίζουσαι τρίχες καὶ διαλάμπουσαι· αἱ δὲ τῶν ὀφθαλμῶν βολαί, βλοσσυρὸν καὶ ἀκατάπληκτον ἔχουσαι, τὸν ἀνδρεῖον καὶ στρατιώτην ἄκρως ὑπέφαινον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων.

Στίχ. Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,

          Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος.

Στίχ. Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος,

          Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.

Οὗτοι ὑπῆρχον ἐκ Δοροστόλου (ὃ καὶ Δουρόστορον καλεῖται) τῆς ἐν Εὐρώπῃ Μυσίας, ἐν λεγεῶνί τινι στρατευόμενοι, Αὐλοζάνου ἐπαρχοῦντος. Τὴν δὲ περὶ τὰ εἴδωλα πλάνην τῶν ἀνθρώπων βλέποντες, καὶ πάντας ἐπεπτηχότας, καὶ ὑποκρυπτομένους τοῖς τῶν κρατούντων θεσπίσμασι, παῤῥησίᾳ Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν· οὓς περισχόντες οἱ τοῖς εἰδώλοις προσκείμενοι, ἄγουσι πρὸς τὸν ἡγεμόνα. Παρ’ οὗ θῦσαι τοῖς εἰδώλοις καταναγκαζόμενοι, τοῦτο μὲν οὐ κατεδέξαντο· ὁ δὲ Ἅγιος μᾶλλον Πασικράτης, ὑποδειχθέντος αὐτῷ τοῦ Ἀπόλλωνος, προσεγγίσας, τοῦτον κατέπτυσε, προσειπών, Ταύτην μᾶλλον προσήκειν αὐτῷ τὴν τιμήν. Προσδεθέντες οὖν ἀλύσεσι, τίθενται ἐν φρουρᾷ. Δῆλος δὲ ἦν ὁ Ἅγιος Πασικράτης, ἐπαγαλλόμενος τῷ δεσμῷ, καὶ οἷον ὁρμίσκον χρυσοῦν περιφέρων τὴν ἅλυσιν, ὡς ὄργανον οὖσαν τῶν ὑπὲρ Χριστοῦ παθημάτων, δι’ ὧν σῳθήσεσθαι ᾤετο.

Αὖθις δὲ παραστάντων αὐτῶν τῷ ἡγεμόνι, προσῆλθε τῷ ἁγίῳ Πασικράτει Παππιανὸς ὁ ἀδελφὸς αὐτοῦ, κλαίων ἅμα καὶ συμβουλεύων ἐπιβαλεῖν λιβανωτὸν τῷ βωμῷ, καὶ τῆς ἐπικειμένης ἀνάγκης ῥυσθῆναι, τῷ κατ’ αὐτὸν ὑποδείγματι. Καὶ γὰρ ἔτυχεν αὐτός, ὑπεροψίᾳ τῶν κρειττόνων, καὶ πόθῳ τῶν παρόντων, δέει τῶν ἀλγεινῶν, τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάς. Ὁ δὲ Ἅγιος Πασικράτης ἀπώσατω αὐτόν, ἀνάξιον εἶναι τῆς συγγενείας εἰπών, καὶ μηδὲ ἱκανόν κρῖναι πρὸς συμβουλήν, τῆς τοῦ Χριστοῦ πίστεως ἀποστάντα.

γγίσας δὲ τῷ βωμῷ, προύτεινε τὴν ἑαυτοῦ χεῖρα καίεσθε, καὶ ἅμα πρὸς τὸν ἄρχοντα ἔλεγεν, ὡς ἡ μὲν σάρξ, ἡ δημιουργηθεῖσα θνητή, εἴκει τῷ πυρί, καὶ, ὡς ὁρᾷς καταπονεῖται καὶ καταῤῥεῖ. Ἡ δὲ ψυχὴ, ὡς ἄϋλος καὶ ἀθάνατός τις οὖσα, καὶ μὴ πεφυκυῖα τοῖς ὁρωμένοις κάπτεσθαι πάθεσιν, ἀκλινὴς καὶ ἀνένδοτος ἔστηκεν, εἰς ζωὴν αἰώνιον συντηρουμένη. Ἐρωτηθέντος δὲ τοῦ Ἁγίου Βαλεντίωνος, καὶ συμφρονεῖν τῷ Ἁγίῳ Πασικράτει εἰπόντος, τὴν διὰ ξίφους ἀπόφασιν δέχονται ἀμφότεροι. Ἔνθα συμπροπέμψασθαί φασι τὴν μητέρα τὸν Ἅγιον Πασικράτην, καταθαῤῥύνουσαν, καὶ ὑποσχεῖν τὸν αὐχένα τῷ ξίφει κελεύουσαν. Ὑπῆρχον δὲ, ὅτε τὰς κεφαλὰς ἀπετμήθησαν, ὁ μὲν Ἅγιος Πασικράτης ἐτῶν δύο καὶ εἴκοσιν· ὁ δὲ Ἅγιος Βαλεντίων, τριάκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου, καὶ ἑτέρων τεσσάρων.

Στίχ. Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,

          Τὸν ἰσάκις τέμνουσιν ἶσον ἰσάκις.

Μετὰ τὴν τελείωσιν τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου προσέταξεν ὁ Διοκλητιανός, τοὺς πανταχοῦ εὑρισκομένους Χριστιανοὺς, καὶ μάλιστα τοὺς διὰ τὸν Ἅγιον Γεώργιον ἀποκλεισθέντας εἰς φυλακήν, ἢ θύοντας τοῖς θεοῖς ἀπολύεσθαι, καὶ διατρίβειν ἐν ζῶσιν, ἤ, μὴ τοῦτο ποιοῦντας, ἰσχυρῶς βασανίζεσθαι καὶ τελευταῖον τῇ τοῦ θανάτου παραπέμπεσθαι ψήφῳ. Ἐπεὶ δὲ καὶ οὗτοι οἱ Ἅγιοι, παρὰ τοῦ Ἁγίου Γεωργίου διδαχθέντες, καὶ πιστεύσαντες, εἰς φυλακὴν ἐβλήθησαν, καὶ παραστάντες τῷ τυράννῳ, ἠναγκάζοντο ἀρνήσασθαι τὸν Χριστόν, καὶ θῦσαι τοῖς εἰδώλοις. Ὡς οὖν οὐκ ἐπείσθησαν, πρῶτον μὲν γυμνωθέντες, ἐτύφθησαν ἐκ τεσσάρων· ἔπειτα κρεμασθέντες, ἐξέσθησαν, ἕως αἱ σάρκες αὐτῶν ἐπὶ γῆν κατέπεσον, καὶ τὰ σπλάγχνα αὐτῶν ἔνδον ἐφάνησαν. Καὶ τέλος, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος νεομάρτυς Δούκας ὁ Μυτιληναῖος καὶ ῥάπτης ὁ ἐν Κων)πόλει μαρτυρήσας κατὰ τὸ 1564 ζῶν ἐκδαρείς, τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς Νικόλαος ὁ ἐν Μαγνησίᾳ μαρτυρήσας κατὰ τὸ 1776, σφοδρῶς τυμπανισθεὶς τελειοῦται.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ'.

Ὁ Εἱρμός. Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰώνας.

Γνώμην φιλόθεον ἐκτήσω, μέτ’ Ἀγγέλων γὰρ ἁγνὴ ἐβιοτεύσω, ἀγρυπνοῦσα θερμῶς, καὶ ψάλλουσα προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Χεῖρα προτείνεις συμπαθείας καὶ παρέλεις τὴν ὑγείαν τῷ λειψάνῳ τοῖς προστρέχουσι σῷ, καὶ πίστει προσιοῦσι, μοναζουσῶν τὸ στήριγμα, Ἐλισάβετ θεοφόρε.

Θαύματα μέγιστα τελοῦσα, καὶ θεράπαινα δειχθεῖσα τοῦ Κυρίου, Ἐλισάβετ σεμνή, πρὸς τοῦτον νῦν μετέστης, σὺν τοῖς Ὁσίοις ψάλλουσα· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον. Ἴδε τὴν θλῖψίν μου Παρθένε, ἣν ἐπήγαγε τὸ πλῆθος τῶν κακῶν μου, καὶ γεέννης πυρός, ἐξάρπασον βοῶντα· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η'.

Ὁ Εἱρμός. πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ τῇ σορῷ πελάζοντες, τῶν λειψάνων σου πάντοτε, πάσας τὰς αἰτήσεις, εὐσεβῶς λαμβάνουσι, Θεοῦ σε δοξάζοντος, ἀεὶ καὶ μεγαλύνοντος, τοῦ προσδεξαμένου, τοὺς σεπτούς σου ἀγῶνας· πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὰ τῆς καρδίας ὄμματα, φωτισθεῖσα ἐν Πνεύματι, πίστει τῷ τὴν σήν, καταλαβόντι θείαν σορόν, τὸ βλέπειν δεδώρησαι, παρὰ Χριστοῦ πλουτήσασα, τὴν τῶν ἰαμάτων, δαψιλῆ χορηγίαν· πρὸς ὃν Ὁσία κράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφανὴς ὡς ἥλιος, ἐπὶ γῆς ἀνατέταλκας, θείαις ἀρεταῖς, λαμπρυνομένη πάνσεμνε, βολίδας δὲ πέμπουσα, τῶν ἱερῶν θαυμάτων σου, ὧν οἱ μετασχόντες, Ἐλισάβετ, βοῶσιν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον. Σωματοφόρον τέτοκας, καὶ ἀγκάλαις ἐβάστασας, ἄχραντε Παρθένε, Ἰησοῦν τὸν Κύριον, τὸν πάντα βαστάζοντα, παντοδυνάμῳ νεύματι· ὅθεν ὡς Θεοῦ σε, ἀνυμνοῦμεν Μητέρα, βοῶντες ἐν αἰνέσει· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός. πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'.

Ὁ Εἱρμός. λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

δέσθαι κάλλος νοητόν, τοῦ Νυμφίου καθαρῶς ἐπεπόθησας, καί, ποῦ κοιτάζεις; αὐτῷ ποῦ δὲ ποιμαίνεις; θερμῶς ἐκραύγαζες· ἐπαναπαύσομαι ἐν σοί, καὶ σοῦ ταῖς τερπνότησι, κατατερφθήσομαι, μεγαλύνουσα τὴν σὴν ἀγαθότητα.

θαῦμα! πῶς μετὰ ταφήν, καὶ χρονίαν ἐν μνημείῳ κατάθεσιν, ἀδιαλώβητον, τὸ σὸν ὁρᾶται λείψανον κείμενον, χαριτωθὲν καὶ λαμπρυνθέν, σημείοις καὶ τέρασι, καὶ ἰαμάτων κρουνούς, καθ’ ἑκάστην τοῖς πιστοῖς παρεχόμενον!

Σύνεσιν ἔσχες ἐν ψυχῇ, καὶ ταπείνωσιν καὶ θείαν πρᾳότητα, πίστιν ἀνόθευτον, καὶ σὺν ἐλπίδι ἀγάπην ἔνθεον, ἐν ὁλονύκτοις προσευχαῖς, Θεῷ προσεδρεύουσα, καὶ ταῖς ἐκεῖθεν αὐγαῖς, Ἐλισάβετ λαμπομένη φαιδρότατα.

Θεοτοκίον. Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ὑπεράγαθος, ἐλεῆμον ἀγαθὲ καὶ φιλάνθρωπε.

Ὁ Εἱρμός. φριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Τὸ Ἐξαποστειλάριον τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς, ἡ Α'. Ὥρα καὶ Ἀπόλυσις.

Εκδότης: Μηναίον του Απρίλιου. — Εν Αθήναις: Εκ του τυπογραφείου των Βιβλιοεκδοτικών Καταστημάτων Ιωάννου Νικολαϊδου, 1905. — σελ. 96-99.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0