Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - вторникъ, 17 октября 2017 г. Сейчасъ на порталѣ посѣтителей - 18.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΚΑΝΟΝΕΣ ΠΑΡΑΚΛΗΤΙΚΟΙ.

Κανὼν παρακλητικὸς
Εἰς τὸν ἐν Ἁγίοις Πατέρα ἡμῶν Νεκτάριον Μητροπολίτην Πενταπόλεως.

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον. Εἴτα τὸ Θεὸς Κύριος, τετράκις καὶ τὰ ἑπόμενα τροπάρια.

Ἦχος δ'. Ὁ ὑψωθείς ἐν τῶ Σταυρῷ.

Τοῦ Ἱεράρχου τῷ πανσέπτῳ λειψάνῳ, οἱ ἐν κινδύνοις συνεχόμενοι πλείστοις προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, Ἅγιε Νεκτάριε, ὡς πιστῶν ἀντιλήπτωρ, πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης τοὺς προσιόντας, Πάτερ, ἐκ ψυχῆς τῇ ἱερᾷ προστασίᾳ τῆς σκέπης σου.

Δόξα. Ὅμοιον.

ς τοῦ Σωτῆρος μιμητὴς καὶ θεράπων καὶ ἱεράρχης καὶ σοφὸς οἰκονόμος τὴν ἐξουσίαν εἴληφας πλουσίαν ἐκ Θεοῦ, λύειν τὰ νοσήματα καὶ παρέχειν ἑκάστῳ. Πάτερ, τὰ αἰτήματα τὰ σωτήρια ὄντως· διὸ καμὲ πρὸς τρίβον τῆς ζωῆς, ἐκ τῶν πυλῶν τοῦ θανάτου κυβέρνησον.

Καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν' ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροατιχίς· Πόνων ὀχληρῶν ἡμᾶς λύτρωσε Πάτερ. Γ. Μ. Μ. Ἦχος πλ. δ'.

ᾨδὴ α'. γρὰν διοδεύσας.

Πληγέντα τὸ σῶμα καὶ τὴν ψυχὴν, παθῶν ταῖς βολίσι, τῇ μοτώσι τῶν σῶν εὐχῶν, Νεκτάριε Πάτερ, ἴασαί με σοὶ γὰρ προσῆλθον ὁ τάλας δεόμενος.

νοῦς μου πεπώρωται ἀληθῶς καὶ τοῦ σώματός μου ἐξησθένησεν ἡ ἰσχύς, ἀλλ’ ἤδη σὺ πάτερ τὴν ὑγείαν ἐν ἀμφοτέροις παράσχου καὶ σῶσόν με.

Νοσούντων ταχύτατος ἰατρὸς καὶ τῶν θλιβομένων ἀντιλήπτωρ καὶ ἀρωγὸς, ὀφθείς, Ἱεράρχα, θεία νεύσει, τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα.

Θεοτοκίον. Ὡραῖος προῆλθε καθὸ Θεός, μορφῇ ἐν βροτείᾳ ἐκ γαστρός σου παρθενικῆς, ὁ Λόγος λυτρούμενος τὸν κόσμον ἐξ ἀλογίας παθῶν, Παναμώμητε.

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.

Νεκρωθεὶς τῇ κακίᾳ, ὀδυνηρῶς ἔρριμμαι, τῆς ἀναισθησίας τῷ τάφῳ οἶμοι τί γένωμαι; ἀλλὰ θαρρήσας σοι, οὐκ ἀπογνώσομαι, Πάτερ, ὅθεν μὴ παρίδης με ἐξαπολύμενον.

δυνώμενον σφόδρα τῶν ἀναγκῶν καύσωνι καὶ τῶν ἀλγεινῶν ταῖς ἐφόδοις περιστατούμενον, σὺ μὲ κυβέρνησον πρὸς σωτηρίας λιμένα, καὶ τῶν πόνων κούφισον, Πάτερ, τὸ ἄλγος μου.

Χειμαζόμενον σάλῳ, ἁμαρτιῶν, ὅσιε, τῶν σῶν πρεσβειῶν τῷ ἱστίῳ πρὸς τὸν ἀκύμαντον ὅρμον μὲ ἴθυνον τῆς ἀληθοῦς μετανοίας, ἵνα μακαρίζω σε, Πάτερ Νεκτάριε.

Θεοτοκίον. Λεπρωθεὶς συμβουλίᾳ τοῦ δυσμενοῦς, Ἄχραντε, ἔσβεσα ψυχῆς μου τὸ κάλλος καὶ παρεχάραξα τὴν ὡραιότητα τῆς ἀρχικῆς εὐπρεπείας καὶ νῦν μεταγνόντα με, αὖθις ὡράϊσον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Ἱεράρχα, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ῥυσθῶμεν παντοίων ἐκ συμπτωμάτων.

πιβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β'. Πρεσβεὶα θερμὴ.

Πηγὴ δαψιλὴς θαυμάτων ἀναδέδεικται ἡ θεία σορός, Νεκτάριε, τοῦ σκήνους σου, ψυχὰς ἀποκαθαίρουσα καὶ δαιμόνων τὴν λώβην διώκουσα καὶ ἐμπιμπλῶσα χαρᾶς πνευματικῆς τοὺς προσιόντας, Πάτερ, ἐκ πίστεως.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

σορὸς τῶν λειψάνων σου τῶν σωμάτων παύει τὰ ἀρρωστήματα καὶ ψυχῶν λύει τὰ κύματα, ἐνεργείᾳ, Πάτερ, Θείου Πνεύματος.

ῶσιν θείαν πρυτάνευσον τοῖς ἐν ἀσθενείαις ποικίλαις στένουσι καὶ δαιμόνων τὴν ἐνόχλησιν, Πάτερ, ἀποδίωξον ἐκ τῶν δούλων σου.

σπερ ῥεῖθρα θεόβρυτα, τὰ τῶν ἰαμάτων βλύσον χαρίσματα καὶ παθῶν σβέσον τοὺς ἄνθρακας καὶ τὸν τῆς ψυχῆς μου ξήρανον βόρβορον.

Θεοτοκίον. Νομοθέτην καὶ Κύριον, ὑπὲρ νόμον Κόρη φύσεως τέξασα, ἀνομίας μου τὸν κλύδωνα πράϋνον τῇ αὔρᾳ νόμῳ τοῦ Πνεύματος.

ᾨδὴ ε'. Φώτισον ἡμᾶς.

ρεμον ζωὴν καὶ ἀτάραχον, Νεκτάριε, καὶ σκανδάλων ὑπερτέραν κοσμικῶν τοῖς τιμῶσί σε παράσχου, Παναοίδιμε.

Μάστιγι τῶν σῶν παρακλήσεων, Νεκτάριε, ἀποδίωξον δαιμόνων τὴν πληθύν, τὴν μαστίζουσαν ἀθλίως τὴν καρδίαν μου.

γρυπνος φρουρὸς καὶ προστάτης καὶ ὑπέρμαχος καὶ ἀντίληψις, Νεκτάριε, γενοῦ τοῖς προστρέχουσι τῇ θήκῃ τῶν λειψάνων σου.

Θεοτοκίον. Σκεῦος ἐκλεκτὸν θείου Πνεύματός με ἔργασαι τὸν ὑπάρξαντα δοχεῖον πονηρόν, ὡς σκηνὴ τοῦ Θεοῦ Λόγου, Παναμώμητε.

ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ.

Λαμπτῆρά σε οἱ παστοὶ νεόφωτον ἐπιστάμενοι, Νεκτάριε Πάτερ, τῇ ἱερᾷ σου προστρέχομεν σκέπῃ, ἵνα ἐκ πάσης ρυσθώμεν ζοφώσεως καὶ ἐλλαμφθῶμεν τῷ νοΐ, πολιτείας τῆς θείας ταῖς χάρεσιν.

πέκυψα τῇ φθορᾷ ὁ ἄθλιος, ὡς ἠψάμην τοῦ καρποῦ τῆς ἀπάτης, ἔνθεν Χριστοῦ μακρυνθεὶς, τὰς εὐθύνας τῆς ἀγνωσίας μου ἤδη εἰσπράττομαι· ἀλλὰ σύ, Πάτερ, συμπαθῶς, ὡς ποιμὴν ἀληθής με ἀνακτησαι.

Τὴν ἄϋλον λειτουργίαν Ἅγιε, ἀναφέρων ἐν ὑψίστοις τῷ Λόγῳ, τοὺς ἐμπαρέντας διχτύοις τῆς ὕλης καὶ ἐμπεσόντας κακίας εἰς βάραθρα, ἀνύψωσον πρὸς ἀρετῶν, τὰς ἀρίστας ὑψώσεις, Νεκτάριε.

Θεοτοκίον. Ῥυόμενος, τοὺς ἀνθρώπους, Ἄχραντε, ὁ Δεσπότης τῆς ἀρχαίας κατάρας, ἐκ τῆς γαστρός σου ὡς βρέφος προῆλθεν ὁ Ποιητὴς τῶν αἰώνων καὶ Κύριος καὶ ἐθεούργησεν ἡμῶν, τὴν οὐσίαν, ὡς μόνος Φιλάνθρωπος.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, Ἱεράρχα, ὅτι πάντες τῇ σῇ πρεσβείᾳ προστρέχομεν, ἵνα ῥυσθῶμεν παντοίων ἐκ συμπτωμάτων.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις παρὰ τοῦ ἱερέως καὶ τὸ Κοντάκιον. Ἦχος β'. Προστασία τῶν Χριστιανῶν.

Πεπτωκότων ἐπανόρθωσις γέγονας καὶ τῶν κλονουμένων, Νεκτάριε, στήριγμα, ἐν ὑστέροις τοῖς καιροῖς, παρὰ Κυρίου δοξασθείς· ἀλλὰ καὶ νῦν τῶν καθ’ ἡμῶν φρυαττομένων τὴν ὁρμὴν ταπεινώσας κατάβαλε, ἄφεσιν τῶν πταισμάτων, λύτρωσιν τῶν σφαλμάτων καὶ φωτισμὸν παρὰ Θεοῦ τοῖς τιμῶσί σε δωρούμενος.

Καὶ εὐθὺς τὸ Προκείμενον.

Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην [καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται]. Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, [περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν].

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην [ι'. 9-16.]

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα··δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ··ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς δέ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλεησον μέ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

λως ἐκ νεότητος τὴν ἀφθαρσίαν ποθήσας, νυκτὸς καὶ ἡμέρας τε νόμους τοὺς τῆς χάριτος ἐμελέτησας, ἔνθεν δὴ ἤνεγκας, ὡς ξύλον εὐῶδες, τοὺς καρποὺς τοῦ Θείου Πνεύματος, δι’ ὧν ἑκάστοτε τρέφεις τῶν πιστῶν τὴν διάνοιαν καὶ θάλπεις τὰ φρονήματα τῶν εἰλικρινῶς προσιόντων σοι, καὶ διασκεδάζεις, Νεκτάριε, τοῦ ψεύδους τὴν ἀχλύν, ὡς καθαρώτατον σκήνωμα, τῆς Τριάδος Ὅσιε.

Σῶσον ὁ Θεός τὸν λαόν σου...

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

ρυόμενος κύκλῳ τῆς ψυχῆς μου ὡς λέων ἐχθρὸς ὁ δόλιος, πειρᾶται καθ’ ἑκάστην, κατάβρωμα ποιῆσαι, τὸν ἱκέτην σου, Ὅσιε, σὺ οὗν τὰς μύλας αὐτοῦ σύντριψον οὐρανόθεν.

Σωμάτων εὐρωστίαν καὶ ψυχῶν εὐεξίαν, Πάτερ Νεκτάριε, καὶ λύσιν ἀθυμίας καὶ πάσης ἐριθείας τοῖς βοῶσι πρυτάνευσον· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

λγηδόνων ποικίλων πειρασμῶν ψυχοφθόρων καὶ περιστάσεων καὶ φθόνου καὶ κακίας καὶ πάσης βασκανίας ἀνωτέρους διάσωζέ τοὺς σὲ τιμώντας πιστῶς, Νεκτάριε παμμάκαρ.

Θεοτοκίον. Ἰλαστήριον θεῖον ἀνεδείχθης τεκοῦσα τὸν λυτρωσάμενον ἡμᾶς τῆς καταδίκης, ὡς δόντα ἑκουσίως ἑαυτὸν τῷ Γεννήτορι λύτρον ὑπὲρ τῶν πολλῶν, Παρθένε Θεοτόκε.

ᾨδὴ η'. Τὸν Βασιλέα.

Πληγῶν τὰ ἕλκη καὶ ἀνιάτους ὀδύνας καὶ πάρεσιν μελῶν τε καὶ τῶν ἄρθρων ἴασαι παμμάκαρ τῇ θείᾳ χειρουργίᾳ.

θανασίας περιφανῆ σε λειμῶνα ἐπιστάμενοι, Νεκτάριε, αἰτοῦμεν τῆς ὀσμῆς ῥυσθῆναι θανάτου αἰωνίου.

Τὰ τῶν δαιμόνων σμήνη τὴν θείαν σου κλῆσιν, Πάτερ φρίττουσιν ὡς πῦρ ἀναλίσκον· ὅθεν ἐξ ἀνθρώπων διώκονται ταχέως.

Θεοτοκίον. Ἐκ σοῦ ἐτέχθη ὁ γεννηθεὶς πρὸ αἰώνων, καθὰ γέγραπται, ἐκ τοῦ Πατρὸς ἀρρεύστως, σώζων, Θεοτόκε τοὺς σὲ ὑπερυψοῦντας.

ᾨδὴ θ'. Κυρίως Θεοτόκον.

ανίσιν Ἱεράρχα τῶν θείων σου χαρίτων τὴν χερσωθεῖσαν καρδίαν μου ἄρδευσον, ἵνα Χριστῷ ἐκβλαστήσῃ καρπὸν εὐπρόσδεκτον.

Γαλήνην καὶ εἰρήνην καὶ πατρικὴν ὑψόθεν, ὡς συμπαθὴς εὐλογίαν, Νεκτάριε, τῇ θεολέκτῳ Μονῇ σου παράσχου, Ὅσιε.

Μακρύνας τὴν ψυχήν μου παθῶν τῆς τυραννίδος τοῖς τοῦ Χριστοῦ δικαιώμασι δούλωσον, τὰς τοῦ νοός μου δυνάμεις, Πάτερ Νεκτάριε.

Θεοτοκίον. Μητράνανδρε Παρθένε μετὰ τοῦ Νεκταρίου, τὸν σὸν υἱὸν καὶ Θεὸν καθικέτευε, ὑπὲρ τῶν πίστει τιμώντων τὰ μεγαλεῖα σου.

Τὸ Ἄξιόν ἐστι, καὶ τὰ Μεγαλυνάρια.

Τὸν τῆς εὐσεβείας νέον πυρσὸν καὶ τῆς Ἐκκλησίας τὸν ἀκοίμητον ὀφθαλμόν, τὸν ἐκ Σηλυβρίας ἀστράψαντα ἀρτίως, Νεκτάριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.

Χαίροις ὁ νεόρρυτος ποταμὸς ὁ τὴν Ἐκκλησίαν ταῖς ἀΰλοις ἐπιρροαῖς ἄδων καὶ εὐφραίνων, καὶ τὴν τῆς δυσεβείας πλήμμυραν κατακλύζων, πάτερ Νεκτάριε.

Λάμψας ἐν τῷ ὕψει τῶν ἀρετῶν, ὥσπερ θεῖος λύχνος ἀπαστράπτεις διὰ παντὸς ἐν τῇ οἰκουμένη, Νεκτάριε παμμάκαρ, τῶν θείων σου θαυμάτων τὰ σελαγίσματα.

κ παιδὸς ποθήσας τὴν ἀρετήν, ἔφθασας εἰς μέτρον ἡλικίας τῆς τοῦ Χριστοῦ καὶ Ἀρχιερέων ἀρχέτυπον ἐδείχθης, χρισθείς, Πάτερ, ἐλαίῳ ἀγαλλιάσεως.

Χαίροις τεθλιμμένων ὁ ἀρωγὸς καὶ τῶν δαιμονιώντων ὁ ταχύτατος ἰατήρ, χαίροις ὁ θεράπων ὁ νέος τῆς Τριάδος, Νεκτάριε θεόφρων, πιστῶν ὁ θέμελος.

Τοῦ Εὐαγγελίου ταῖς καλλοναῖς ἐκλελαμπρυσμένος ὡς ὡράθης δι’ ἀρετῶν, τῆς Ὀρθοδοξίας τὰ δόγματα σφραγίζεις καὶ βεβαιοῖς τὸν λόγον, Πάτερ, τῆς πίστεως.

Χαίροις τῆς Αἰγίνης ὁ θησαυρὸς καὶ τῶν Ὀρθοδόξων ἀντιλήπτωρ καὶ ὁδηγός, χαίροις τῆς Ἑλλάδος ἀγλάϊσμα τὸ νέον, Νεκτάριε παμμάκαρ, σκέπε τὴν νῆσον σου.

Θείαις ἀγλαΐαις προσομιλῶν, δόξης οὐρανίου, Ἱεράρχα, θεαρχικῶς ῥῦσαι τὴν ψυχήν μου παθῶν τῆς σκοτομήνης καὶ φώτισον φωτί με τῆς θείας γνώσεως.

Πᾶσαι τῶν ἀγγέλων [αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς].

Τὸ τρισάγιον. Τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς.

Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου.

Πᾶσιν ἀντιλήπτωρ καὶ φρουρὸς καὶ παραμυθία καὶ σκέπη γενοῦ, Νεκτάριε, τοῖς προσερχομένοις σοὶ, Πάτερ, ἐκ πίστεως καὶ τὸ θεῖον σου λείψανον κατασπαζομένοις ὃ Θεὸς ἐδόξασεν ἐνθέοις χάρισι, λύων πειρασμῶν καταιγίδα καὶ τὴν τῶν δαιμόνων μανίαν φλέγων τῷ πυρὶ τῆς μεσιτείας σου.

Ὅμοιον.

Χρῖσμα περικείμενος σεπτὸν πρὸς τὸ καταπέτασμα Πάτερ, τὸ ἐπουράνιον, χαίρων προσεχώρησας ὡς ἱερώτατος ταῖς ἀκτῖσι τοῦ βίου σου καθωραϊσμένος καὶ λαμπρῶς θεούμενος τῷ Θείῳ Πνεύματι· ὅθεν ἐκ νυκτὸς ἀγνωσίας πρὸς τῆς ἀπαθείας τὸν ὄρθρον καὶ ἡμᾶς ὁδήγησον, Νεκτάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδαν μου εἰς σὲ ἀνατίθημι Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην σου.

Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

ΤΕΛΟΣ ΚΑΙ Τῼ ΘΕῼ ΔΟΞΑ.

Источникъ: Αγιος Νεκτάριος επίσκοπος Πενταπόλεως ο θαυματουργός. / Επιμέλεια: Ιωάννου Γρ. Τιμαγένους. — Αθήναι: Μιχ. Σαλίβερος α.ε., [χ.χ.]. — σελ. 231-239.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0