Собраніе богослужебныхъ текстовъ Православной Церкви

Русскiй Порталъ- Церковный календарь- Русская Библія- Осанна- Святоотеческое наслѣдіе- Наслѣдіе Святой Руси- Слово пастыря- Литературное наслѣдіе- Новости

Осанна
-
Гостевая книга
-
Новости
-
Написать письмо
-
Поискъ
-
Литургика
-
Канонизація святыхъ
-
Ирмологій

Домашняя молитва

Каноны
-
Акаѳисты
-
Псалтирь Божіей Матери

Евхологій

Служебникъ
-
Требникъ

Слѣдованная Псалтирь

Псалтирь
-
Канонникъ
-
Часословъ
-
Мѣсяцесловъ

Тріодь

Постная
-
Цвѣтная

Минеи

Минея Общая
-
Минеи Богослужебныя
-
Архивъ

Церк.-учит. литература

«Златоустъ»

Греч. и древнерус. тексты

Греч. литург. тексты
-
Древнерус. литург. тексты

Календарь на Вашемъ сайтѣ

Ссылка для установки

Православный календарь

Новости сайта



Сегодня - пятница, 18 августа 2017 г. Сейчасъ на порталѣ посѣтителей - 21.
Если вы нашли ошибку на странице, выделите ее мышкой и щелкните по этой ссылке, или нажмите Ctrl+Alt+E

ГРЕЧЕСКІЯ ЦЕРКОВНО-БОГОСЛУЖЕБНЫЯ КНИГИ

ΚΑΝΟΝΕΣ ΠΑΡΑΚΛΗΤΙΚΟΙ.

Κανὼν παρακλητικὸς
Εἰς τὸν ἐν Ἁγίοις Πατέρα ἡμῶν Νικόλαον, Ἀρχιεπίσκοπον Μύρων τῆς Λυκίας τὸν Θαυματουργόν.
(Ὑπὸ τοῦ Ἀργυρουπόλεως Σεραφείμ.)

Μετὰ τὸ Εὐλογητὸν, Κύριε εἰσάκουσον. Εἴτα τὸ, Θεὸς Κύριος, καὶ τὰ τροπάριον.

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Δόξα, καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν' καὶ ὁ κανὼν ἔχων Ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ. Ἦχος πλ. δ'.

ᾨδὴ α'. ρματηλάτην Φαραώ.

Ταῖς προσευχαῖς σου ἱερὲ Νικόλαε, ἐκδυσωπῶν τὸν Θεόν, τὸ σκοτεινὸν νέφος, τὸ τῆς ἀθυμίας μου, Παμμάκαρ διασκέδασον, θυμηδίας ὑπάρχων, καὶ εὐθυμίας ἀνάπλεως, τῷ Παμβασιλεῖ παριστάμενος.

Ταῖς τῶν παθῶν με τρικυμίαις πάντοθεν, περικυκλούμενον, καὶ λογισμῶν σάλῳ, τὴν ψυχὴν δονούμενον, ἐπὶ λιμένα εὔδιον, τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαῖς σου κυβέρνησον, ὅπως σὲ δοξάζω, Νικόλαε.

Τῶν Ἀποστόλων καὶ Ὁσίων σύσκηνος, ἀποδεικνύμενος, καὶ Θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τοὺς τὴν σεπτήν σου σήμερον, προσκυνοῦντας Εἰκόνα, φωτὸς μετόχους ἀνάδειξον, εὐχαῖς σου Παμμάκαρ Νικόλαε.

Θεοτοκίον. Σὲ τὴν ἐν σπλάγχνοις δεξαμένην ἄχραντε, τὸ πῦρ τὸ ἄστεκτον, ἐκδυσωπῶ πίστει, τῆς γεέννης ῥῦσαί με, καὶ τῆς ἀποκειμένης μοι, διὰ πλῆθος πταισμάτων, κολάσεως ἐλευθέρωσον, σοῦ ταῖς εὐπροσδέκτοις δεήσεσι.

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα.

να σὲ δοξάζωμεν, καὶ σὲ πρεπόντως γεραίρωμεν, δίδου ἡμῖν, Νικόλαε Μάκαρ, τὴν εἰρήνην πρεσβείαις σου.

Κόπασον, Νικόλαε, ταῖς σαῖς θερμαῖς παρακλήσεσι, τὰς καθ’ ἡμῶν, ἐπανισταμένας, ἀσθενείας δεόμεθα.

ῦσαί με Νικόλαε, περικυκλούμενον πάθεσι, καὶ πειρασμοῖς, καὶ κινδύνοις πλείστοις, ταῖς λιταῖς σου καὶ σῶσόν με.

Θεοτοκίον. Ἔχω σε Πανάσπιλε, βίου προστάτιν καὶ τεῖχος ἄῤῥηκτον· διὸ δεινῶν, τοῦ ματαίου βίου, οὐ πτοοῦμαι τὴν ἔφοδον.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

Νόσοις πλείστοις Νικόλαε, καὶ πολλοῖς τοῖς πταίσμασι περιπέπτωκα, προφθασαν μέ ῥῦσαι Πάνσεπτε, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.

ἀθώους τυγχάνοντας, νέους τρεῖς θανάτου ἀπαλλαξάμενος, σπεῦσον ῥῦσαί με Νικόλαε, τῆς αἰωνιζούσης κατακρίσεως.

Κατακρίσεως ἄξιος, ζῶν ἐν ἀμελείᾳ εἰμὶ ὁ ἄθλιος, ταῖς λιταῖς σου ὦ Νικόλαε, μετανοίας ὅρμῳ με ὁδήγησον.

Θεοτοκίον. Ῥυπωθέντα με κάθαρον, καὶ νενεκρωμένον με σὺ ἀνάστησον, Θεοτόκε ἀειπάρθενε, τὸν νεκροὺς ζωώσαντα κυήσασα.

ᾨδὴ ε'. να τί με ἀπώσω.

κλινεῖ διανοίᾳ, πρὸς τὸν Ἐπουράνιον ἀνῆλθες Κύριον, παρ’ οὗ καὶ τὴν χάριν, τῶν μεγίστων θαυμάτων ἀπείληφας, Νικόλαε Μάκαρ· διὸ ἡμᾶς τοὺς σοὺς οἰκέτας, τῶν δεινῶν καὶ τῶν νόσων ἀπάλλαξον.

ν τῇ θείᾳ σου Μνήμη, Ἱερέων Νικόλαε σύλλογος τέρπεται, καὶ Πιστῶν χορεῖαι, τῶν θαυμάτων τῶν σῶν ἀπολαύουσαι, ἐν χαρᾷ τρυφῶσι, καὶ ὡς εἰκός σε ἀνυμνοῦσι, καὶ προστάτην καλοῦσι σε μέγιστον.

Λαμπρυνθεὶς θείᾳ αἴγλῃ, ὤφθη ἡ καρδία σου ὄντως Παράδεισος, τῆς ζωῆς τὸ ξύλον κεκτημένη ἐν μέσῳ, τὸν Κύριον· ὃν δυσώπει Πάτερ, τοῦ Παραδείσου ἀπολαῦσαι, τῆς τρυφῆς καὶ τῆς δόξης τοὺς δούλους σου.

Θεοτοκίον. Ἀνατίθημι κόρη, πάσας ἐπὶ σοὶ τὰς ἐλπίδας τῆς σωτηρίας μου· διὸ δυσωπῶ σε, μὴ παρίδῃς δεινῶς με ποντούμενον, συμφορῶν πελάγει, ἀλλὰ τὴν σὴν δίδου μοι χεῖρα, ὡς τῷ Πέτρῳ ὁ Υἱός σου, καὶ σῶσόν με.

ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ.

Χειμάζει μὲν τῶν κινδύνων ὁ σάλος, οὐκ ἰσχύει δὲ βυθίσαι με Μάκαρ· σὲ γὰρ ἀεὶ Κυβερνήτην πλουτήσας, πρὸς γαληνὸν τὸν λιμένα ἡδύνομαι, καὶ φθάνω μέχρις οὐρανοῦ, διὰ σοῦ ἱεράρχα Νικόλαε.

λάσθητι τοῖς σοῖς δούλοις, Παμμάκαρ, καὶ ὑγείας τὴν ἀντίληψιν δίδου· ὡς ἀγαθὸς καὶ φιλάδελφος ῥύσει, καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων λύτρωσαι, ταῖς θείαις σου πρὸς τὸν Θεόν, μεσιτείαις, θεόφρον Νικόλαε.

Λυτρούμενος ἐκ θανάτου ὡς ὤφθης, τοὺς ἀθώους πρίν, ὦ Πάτερ στρατηλάτα, οὕτω καὶ νῦν περιστάσεως πάσης, ἡμᾶς καὶ νόσων Νικόλαε λύτρωσαι, πρεσβείαις σου ταῖς ἱεραῖς, ἵνα πόθῳ τιμῶμεν τὴν μνήμην σου.

Θεοτοκίον. Φιλάγαθε, νυσταγμῷ βαρούμενον, ῥαθυμίας με θερμῇ σου ἱκεσίᾳ, ἔγειρον νῦν καὶ μὴ δώῃς ὑπνῶσαι, τῆς ἁμαρτίας σὸν δοῦλον εἰς θάνατον, προστάτιν γὰρ καὶ ὁδηγόν, τῆς ἐμῆς σε ζωῆς ἐπιγράφομαι.

πίβλεψον μετ’ εὐμενείας, Νικόλαε Μάκαρ, καὶ πᾶσαν θλῖψιν λιταῖς σου ἀπέλασον, ἐκ τῶν ψυχῶν ἡμῶν τῶν οἰκετῶν σου.

Καὶ Θεοτοκίον. Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεὺς μνημονεύει· Εἶτα τὸ Κοντάκιον. Ἦχος δ'.

Ταῖς τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καὶ λύεις τὸν ζόφον τῶν θλίψεων, καὶ τῶν κινδύνων ἐλαύνεις τὴν ἔφοδον, προστάτης ὑπάρχουν θερμότατος.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ'. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, [καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν].

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. [Κεφ. ι'. 1-9.]

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾿Αμὴν ἀμὴν λέγω ὑμῖν· Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ· ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν, τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου... Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Καὶ τὸ παρὸν. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

παντα τὸν βίον μου ἐν ἀμελείᾳ διάγων, καὶ πρὸ τέλους ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τὰ δυσβάστακτα· ἅπερ Φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου, καὶ δίδου μοι κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτήριον, ταῖς τοῦ Νικολάου, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, ὃν εἰς πρεσβείαν προσάγω σοι, καὶ τὴν σὲ κυήσασαν.

Τό, Σῶσον ὁ Θεὸς τὸν λαόν σου.., κ.τ.λ.

ᾨδὴ ζ'. Παῖδες Ἑβραίων.

ύστης πλεόντων ἀνεδείχθης, ὦ Νικόλαε, καὶ τῶν χηρῶν προστάτης, ὀρφανῶν τε λιμήν, καὶ πλουτιστὴς πενήτων· διὸ καὶ ἡμᾶς λύτρωσαι ἐκ κινδύνων σαῖς πρεσβείαις.

Ξένα Νικόλαε ἐργάζῃ, ἐν θαλάσσῃ μακρὰν καὶ πάσῃ ὑφηλίῳ, ταχυδρόμους ἀεί, καὶ πάσχοντας προφθάνων, καὶ τούτους ἐκλυτρούμενος, ἐκ τῶν νόσων καὶ κινδύνων.

Νόσων παντοίων καὶ κινδύνων, ἰατρὸς φανείς, Νικόλαε τρισμάκαρ· τῆς ψυχῆς μου διό, θεράπευσον τὴν νόσον, καὶ εὐρωστίαν δώρησαι, ταῖς ἐνθέοις σου πρεσβείαις.

Θεοτοκίον. Ἔπαρον χεῖράς σου, Παρθένε, πρὸς τὸν εὔσπλαγχνον Θεὸν καὶ Βασιλέα, καὶ δεινῶν συμφορῶν, καὶ νόσων καὶ κινδύνων, τῇ κραταιᾷ πρεσβείᾳ σου, ἐξελοῦ τοὺς σοὺς οἰκέτας.

ᾨδὴ η'. Τὸν Βασιλέα.

Τοὺς πειρασμῶν νῦν, περισχεθέντας τῷ βάθει, σοὺς οἰκέτας Νικόλαε σῶσον, δοῦς ἡμῖν τὴν λύσιν, αὐτῶν σαῖς ἱκεσίαις.

ς ἐν τρυφῇ, αὐλιζόμενος Μάκαρ, Οὐρανῶν τέ δόξης ἀπολαύων, τοὺς σὲ ἀνυμνοῦντας, διάσωζε εὐχαῖς σου.

Τῷ ἀπροσίτῳ, ἐλλαμφθεὶς φωτὶ Πάτερ, τὰς ψυχὰς τῶν ἐν θλίψει αὐγάζεις, διαλύων πάντα, τῶν πειρασμῶν τὸν ζόφον.

Θεοτοκίον. Ἰσχύεις κόρη, τὸν ἐν ἰσχύει τεκοῦσα, εὐσυμπάθητον Σωτῆρα τοῦ Κόσμου· διὸ τῇ θερμῇ σου, προστρέχω βοηθείᾳ.

ᾨδὴ θ'. Κυρίως Θεοτοκίον.

Γνωρίζει πᾶσα Κτίσις, Νικόλαε Μάκαρ, σῶν ἀρετῶν καὶ θαυμάτων τὸ πέλαγος· διὸ καὶ χαίρει, προστάτην σε ὀνομάζουσα.

Νικόλαε Παμμάκαρ, σῶζε ἐκ κινδύνων, τοὺς σοὺς οἰκέτας πιστῶς σε δοξάζοντας, ὡς μιμητὴς τοῦ Σωτῆρος, ἀξιοθαύμαστος.

Τρυφῶν ταῖς οὐρανίαις, θείαις λαμπηδόσι, Θεομακάριστε Πάτερ Νικόλαε, τῇ προστασίᾳ σου σῶσον, ἡμᾶς καὶ σκέπασον.

Θεοτοκίον. Μαρία Θεοτόκε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, καὶ ἀγαθῶν αἰωνίων, μέτοχον ποίησον.

Τό, Ἄξιον ἐστιν... Καὶ τὰ παρόντα μεγαλυνάρια.

Νικόλαε Μάκαρ πάρεσο νῦν, προστάτης καὶ φύλαξ, καὶ ἐκ βλάβης παντοδαπῆς, ἡμᾶς ῥῦσαι πάντας, ἐν γῇ καὶ ἐν θαλάσσῃ, τοὺς σὲ θερμῶς φωνοῦντας, καὶ μεγαλύνοντας.

Χαίροις τῶν Πατέρων κλέος στεῤῥόν, καὶ τὸ τῆς Τριάδος, ἐνδιαίτημα καθαρόν, τῶν πιστῶν προστάτης, καὶ καταπονουμένων, βοήθεια καὶ σκέπη, Πάτερ Νικόλαε.

ν νόσοις σέ ἔχομεν Ἰατρόν, ἐν κινδύνοις ῥύστην, κηδεμόνα ἐν ὀρφανοῖς, ἐν πένησι πλοῦτον, ἐν θαλάσσῃ σωτήρα, καὶ χαρμονὴν ἐν θλίψει, σοφὲ Νικόλαε.

ρφανῶν προστάτην σε καὶ χηρῶν, πεινόντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ῥύστην, πλεόντων τε σωτήρα, κεκτήμεθα Παμμάκαρ, σοφὲ Νικόλαε.

Θεοτοκίον. Ἵλεως γενοῦ μοι τῷ ταπεινῷ, ὅτι πλήν σου ἄλλην οὐ γινώσκω καταφυγήν, ὁ ἐν ἁμαρτίαις παντοίαις πεπλησμένος, ἐλέησόν με, μόνη Χριστιανῶν ἡ ἐλπίς.

Τρισάγιον, καὶ τὸ τροπάριον. Ἦχος δ'.

Κανόνα πίστεως, καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἱερεύς μνημονεύει, εἶτα τὸ ἀπολυτίκιον. Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Χάριν εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, ἅγιε Νικόλαε, τοῖς σοὶ προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τῇ προστασίᾳ σου. Ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.

Источникъ: Ακολουθία και βίος του εν αγίοις πατρός ημών Νικολάου αρχιεπισκόπου Μύρων της Λυκίας. Ψαλλομένη την 6 Δεκεμβρίου. / Συντεθείσα υπό του Αιδεσιμωτάτου Γεωργίου Α. Βουτέρη. — Εν Πειραιεί: Εκ του Τυπογραφείου Αναστ. Διακοπούλου, 1920. — σελ. 34-39.

/ Къ оглавленію раздѣла /


Наверхъ / Къ титульной страницѣ

0